You are on page 1of 18

04 

ΜΑΪΟΥ 2021 
Τρίτη Διακαινησίμου 
Πελαγίας Παρθενομάρτυρος τῆς ἀπὸ Ταρσοῦ, Νικηφόρου Ὁσίου, Μόνικας μητρὸς τοῦ ϊεροῦ Αὐγουστίνου  
τελεῖται δὲ Πανήγυρις τῶν ἐν Θερμῇ τῆς Λέσβου Νεοφανῶν Μαρτύρων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης 
* * * * * 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
 ὁ ἱερεύς, λαβὼν εἰς χεῖρας τὸ θυμιατήριον μετὰ λαμπάδος, καὶ θυμιῶν, ἐκφωνεῖ λαμπρᾷ τῇ φωνῇ· 

Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας 
τῶν αἰώνων. 
Καὶ ἡμῶν ἀποκρινομένων διὰ τοῦ· Ἀμήν, ἄρχεται ὁ Ἱερεὺς μεγαλοφώνως τὸ παρὸν 

Πασχάλιον Τροπάριον, εἰς Ἦχον πλ. α´. 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμε‐
νος. 
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ Ἱερέως ἄνευ Στίχων, τῶν Χορῶν ὑπηχούντων ἀπὸ τῆς φράσεως «ζωὴν χαρισάμενος». 
Εἶθ᾿ οὕτω λέγει τοὺς ἑπομένους Στίχους ὁ Ἱερεύς, ἢ ὁ Διάκονος, θυμιῶν τὴν Ἁγίαν Τράπεζαν, τὴν Ἁγίαν Πρόθεσιν, 
τὸ Εἰκονοστάσιον καὶ τὸν λαόν· καθ᾿ ἕκαστον δὲ Στίχον, ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ κοσμοχαρμόσυ‐
νον Τροπάριον. 
Στίχ. α´. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐ‐
τοῦ οἱ μισοῦντες αὐτόν. 
Στίχ. β´. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 
Στίχ. γ´. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 
Στίχ. δ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 

Δόξα. Χριστὸς ἀνέστη… Καὶ νῦν. Τὸ αὐτό. 
Εἶτα ὁ Ἱερεύς, γεγονωτέρᾳ τῇ φωνῇ· 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, .. 
ὁ δὲ Χορός·  
.. καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. 
Εἶτα· Συναπτὴ μεγάλη· μεθ᾿ ἣν ἐκφωνεῖ ὁ Ἱερεύς· Ὅτι πρέπει σοι πᾶσα δόξα…  
καὶ αὖθις 
ΑΝΑΒΑΘΜΟΙ καὶ ΠΡΟΚΕΙΜΕΝΟΝ τῶν Ἁγίων 
τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου. 
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, Σωτήρ μου. (δίς) 
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς) 
Δόξα. 
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ Μονάδι ἱε‐
ροκρυφίως. 
Καὶ νῦν. 
Ἁγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονί‐
αν. 
Προκείμενον. Ἦχος δ´.  
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς) 
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 
Θαυμαστὸς ὁ Θεός .. 

  1
* * * 

ΤΑΞΙΣ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΟΡΘΡΟΥ 
(τοῦ Ἁγίου) 
ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.         Κύριε, ἐλέησον.       ὁ ἱερεύς· Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, ... 
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Αἰνεσάτω πνοὴ… πᾶσα τὸν Κύριον. 
ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡ‐
μῶν ἱκετεύσωμεν.            Κύριε, ἐλέησον. (γ´) 
ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.  ὁ ἱερεύς· Εἰρήνη πᾶσι.  
Καὶ τῷ Πνεύματί σου. 
ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.    ὁ διάκονος· Πρόσχωμεν. 
Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ ἱερεὺς ἀπὸ τῶν βημοθύρων ἀναγινώσκει τὸ Εὐαγγέλιον τοῦ Ὄρθρου 
Εὐαγγέλιον τοῦ Ἁγίου  
Κατὰ Λουκᾶν 
(Λουκ. κα´ 12‐19) 
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξου‐
σι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑ‐
μῖν εἰς μαρτύριον. Θέτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ 
δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων 
καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν 
οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης 
Ἀνάστασιν  Χριστοῦ  θεασάμενοι,  προσκυνήσωμεν  ἅγιον  Κύριον  Ἰησοῦν,  τὸν  μόνον  ἀναμάρτη‐
τον. Τὸν σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐
ζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πά‐
ντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυ‐
ροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐ‐
τοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. 
ὁ Ν´ ψαλμός καταλιμπάνεται. 
Δόξα. 
Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ νῦν. 
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 
Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β´. 
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξά‐
λειψον τὸ ἀνόμημά μου.  
Μαρτυρικῶς ἀγωνισάμενοι, ἀθλητικῶν ἐπάθλων ἐτύχετε, Ὁσιομάρτυρες ἔνδοξοι· καὶ νῦν τῇ εὑ‐
ρέσει  τῶν  σεπτῶν  ὑμῶν  λειψάνων,  οὐ  μόνον  τὴν  νῆσον  Λέσβον  ἁγιασμοῦ  ἐπληρώσατε,  ἀλλὰ 
καὶ πᾶσαν τὴν Ἐκκλησίαν εὐφράνατε· Χριστὸς γὰρ ὑμᾶς ἐδόξασεν, ὁ δοξασθεὶς ὑμῶν τοῖς μέλε‐
σιν· ᾧ ἀεὶ πρεσβεύετε, Ῥαφαὴλ καὶ Νικόλαε σὺν Εἰρήνῃ, καὶ τοῖς λοιποῖς συναθληταῖς ὑμῶν, σῴ‐
ζεσθαι ἡμᾶς πάσης θλίψεως. 
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...  Κύριε, ἐλέησον. (ιβ´) Ἐλέει καὶ οἰκτιρμοῖς...   
* * * 
ΟΙ ΚΑΝΟΝΕΣ 

  2
ὁ τοῦ Πάσχα μετὰ τῶν εἱρμῶν καὶ ὁ ὁμόηχος Κανὼν τῶν Ἁγίων 
ᾨδὴ α´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Ἀναστάσεως  ἡμέρα  λαμπρυνθῶμεν  Λαοί·  Πάσχα  Κυρίου,  Πάσχα·  ἐκ  γὰρ  θανάτου  πρὸς  ζωήν, 
καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. (δίς) 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Καθαρθῶμεν  τὰς  αἰσθήσεις,  καὶ  ὀψόμεθα,  τῷ  ἀπροσίτῳ  φωτὶ  τῆς  ἀναστάσεως,  Χριστὸν  ἐξα‐
στράπτοντα, καί· Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατὸς τε ἅ‐
πας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. 
καὶ ὁ Κανὼν τῶν Ἁγίων 
ὃς φέρει ἐν τοῖς Θεοτοκίοις τὴν ἀκροστιχίδα· Γερασίμου. 
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ἀναστάσεως μελλούσης, προεκφαίνει ἡμῖν, πᾶσι τὴν θείαν δόξαν, ἡ τῶν λειψάνων τῶν σεπτῶν, 
ὑμῶν φανέρωσις ἐκ γῆς, σοφὲ Ῥαφαήλ, καὶ θεῖε Νικόλαε, τοὺς πιστοὺς ἁγιάζουσα. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ κατίδωμεν, ὄψιν τὴν θειοτάτην, τοῦ θεοφόρου Ῥαφαήλ, καὶ Νι‐
κολάου σὺν αὐτῷ, Εἰρήνης ὁμοῦ· πιστοῖς γὰρ ὀπτάνονται, ἐνεργοῦντες παράδοξα. 
Δόξα. 
Οὐρανοὶ μὲν ὑμῶν φέρουσι τὰ πνεύματα, γῆ δὲ ἡμῖν ἀρτίως, ἀποκαλύπτει θαυμαστῶς, τὰ λεί‐
ψανα ὑμῶν σοφοί, τῇ θείᾳ βουλῇ· οἷς πίστει προστρέχοντες, ψυχικῶς ἀγαλλόμεθα. 
Καὶ νῦν. 
Θεοτοκίον  
Γεγηθυῖα σὺν ταῖς θείαις, Μυροφόροις Ἁγνή, ὕμνοις ἐξαναστάντα, τὸν σὸν ὡς ἔβλεψας Υἱόν, οὗ 
τῆς ἐγέρσεως τὸ φῶς, χαρὰν καὶ ζωήν, πηγάζει τοῖς πέρασι, Θεοτόκε Πανύμνητε. 
Καταβασία 
Ἀναστάσεως  ἡμέρα  λαμπρυνθῶμεν  Λαοί·  Πάσχα  Κυρίου,  Πάσχα·  ἐκ  γὰρ  θανάτου  πρὸς  ζωήν, 
καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ)  
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις·  
Ὅτι σὸν τὸ κράτος… 
ᾨδὴ γ´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, 
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. (δίς) 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Νῦν  πάντα  πεπλήρωται  φωτός,  οὐρανός  τε  καὶ  γῆ,  καὶ  τὰ  καταχθόνια·  ἑορταζέτω  γοῦν  πᾶσα 
κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Χθὲς  συνεθαπτόμην  σοι  Χριστέ,  συνεγείρομαι  σήμερον  ἀναστάντι  σοι·  συνεσταυρούμην  σοι 
χθές· αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου. 
  3
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Δεῦτε ἐν τῷ λόφῳ Καρυῶν, θεασώμεθα δόξαν Μαρτύρων ἄῤῥητον· ὁ γὰρ σοφὸς Ῥαφαήλ, ὁμοῦ 
σὺν τοῖς ἄλλοις Ἀθληταῖς, πιστοῖς πεφανέρωται. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Νῦν  ὤφθη  ὁ  θεῖος  Ῥαφαήλ,  ἐκκαλύπτων  τοῖς  πᾶσιν  αὐτοῦ  τὸ  ὄνομα,  σὺν  Νικολάῳ  ὁμοῦ,  καὶ 
ᾄθλους οὓς ἤνυσαν στεῤῥῶς, νομίμως ἀθλήσαντες. 
Δόξα. 
Χθὲς μὲν συνετάφητε Χριστῷ, Ῥαφαὴλ καὶ Εἰρήνη τε καὶ Νικόλαε, σήμερον δὲ σὺν αὐτῷ, ἐκφάν‐
σει ὑμῶν τῇ θαυμαστῇ, ἐν κόσμῳ δοξάζεσθε. 
Καὶ νῦν. 
Θεοτοκίον  
Ἔλαμψεν ἐκ σοῦ μετὰ σαρκός, ὁ νεκρώσας θανάτῳ Ἁγνὴ τὸν θάνατον, καὶ ἀναστὰς ἐκ νεκρῶν, 
Χριστὸς ὁ τῶν ὅλων Βασιλεύς, καὶ σώσας τὸν ἄνθρωπον. 
Καταβασία 
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ᾿ ἀφθαρσίας πηγήν, 
ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν… 
* * * 
ΥΠΑΚΟΗ καὶ ΚΟΝΤΑΚΙΟΝ τοῦ ΠΑΣΧΑ 
ἡ Ὑπακοή. Ἦχος δ´. 

Ἀμήν.  Προλαβοῦσαι  τὸν  ὄρθρον  αἱ  περὶ  Μαριάμ,  καὶ  εὑροῦσαι  τὸν  λίθον  ἀποκυλισθέντα  τοῦ 
μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄν‐
θρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, 
θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων. 
Κοντάκιον. ποίημα Ρωμανοῦ τοῦ μελῳδοῦ. Ἦχος πλ. δ´. Αὐτόμελον. 
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικη‐
τής,  Χριστὲ  ὁ  Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις  εἰρή‐
νην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. 
Μεσῴδια Καθίσματα 
Ἦχος γ´. Θείας πίστεως. 
Θείαις ὄψεσι, τὴν κεκρυμμένην, ἐκκαλύψαντες, παντὶ τῷ κόσμῳ, ὑμῶν ἄθλησιν ὁμοῦ καὶ τὸ ὄνο‐
μα, ὦ Ῥαφαὴλ καὶ θεόφρον Νικόλαε, θαυματουργεῖτε τοῖς πίστει κραυγάζουσι· θεῖοι Μάρτυρες, 
Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. 
Δόξα. Καὶ νῦν. 
Θεοτοκίον  
Ἅιδην ἔδησας, τῇ σῇ Ἐγέρσει, καὶ ἀνέστησας, τὸν νεκρωθέντα, ζωοδότα πρωτόπλαστον ἄνθρω‐
πον. Ὅθεν τὴν σὴν ἀνυμνοῦμεν Ἀνάστασιν, ἐν ᾗ Μαρτύρων τὴν μνήμην ἐδόξασας· ὧν δεήσεσιν, 
ἀξίωσον ἡμᾶς Κύριε, τοῦ αἰωνίου Πάσχα ὡς φιλάνθρωπος. 
ᾨδὴ δ´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 

  4
Επὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω φαεσφόρον Ἄγγε‐
λον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς Παντοδύναμος.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Ἄρσεν μὲν ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προ‐
σηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος 
λέλεκται.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, 
Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, 
τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύνα‐
μος.  
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ἐπὶ ταῖς ὄψεσιν ὑμῶν, καὶ θεωρίαις ταῖς φρικταῖς, ἐν αἷς πολλαχῶς ὑμᾶς εἶδον, θάμβους ἐπλη‐
ρώθησαν, γυναῖκες αἱ θεόφρονες, ὡς πάλαι αἱ σεμναὶ Μυροφόροι, καὶ ἐφανέρωσαν πᾶσιν ὑμᾶς 
Ἅγιοι. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ἄρσεν μὲν Χριστὸς ὡράθη, ὑπὲρ ἡμῶν ὡς ἀγαθός, τούτῳ δὲ ὑμεῖς ὥσπερ θεῖα, σφάγια καὶ θύμα‐
τα, ἀθλήσαντες προσήχθητε, θεόφρον Ῥαφαὴλ καὶ Εἰρήνη, σὺν Νικολάῳ καὶ τοῖς λοιποῖς συμ‐
μάρτυσιν. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ὡς προεξάρχων τοῦ χοροῦ, Ὁσιομάρτυς Ῥαφαήλ, τῶν ἐν Καρυαῖς ἀθλησάντων, ἁπάντων προ‐
τέθυσαι, πρισθεὶς ἀπὸ τοῦ στόματος· καὶ νῦν μετὰ τῶν σῶν συμμαρτύρων, τὸ ὑπερκόσμιον Πά‐
σχα ἐτελέσατε. 
Δόξα. 
Ὁ χριστεπώνυμος λαός, ὡς κιβωτὸν ἁγιασμοῦ, τὴν σορὸν ὑμῶν τῶν λειψάνων, κέκτηται μακά‐
ριοι,  Χριστοῦ  Ὁσιομάρτυρες,  καὶ  τούτοις  εὐλαβῶς  προσπελάζων,  ῥῶσιν  λαμβάνει  ψυχῆς  ὁμοῦ 
καὶ σώματος. 
Καὶ νῦν. 
Θεοτοκίον  
Δάκρυα ἔῤῥαινες Ἁγνή, ἐν τῷ Σταυρῷ τοῦ σοῦ Υἱοῦ, τοῦτον νεκρωθέντα ὁρῶσα, πλούτῳ ἀγαθό‐
τητος, ἀλλὰ χαρᾶς πεπλήρωσαι, αὐτὸν πρώτη ἰδοῦσα ἐκ τάφου, ἐξαναστάντα καὶ κόσμον συνε‐
γείραντα. 
Καταβασία 
Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ᾿ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγ‐
γελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος… 
ᾨδὴ ε´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀ‐
ψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. (δίς) 

  5
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἅδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς 
ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτά‐
σωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.  
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ὀρθρίζοντες  πλεῖστοι  τῷ  τάφῳ,  ὑμῶν  πολλῇ  εὐλαβείᾳ,  κατεῖδον  ὑμᾶς  ἐμφόβως,  Μάρτυρες  ἐκ‐
λάμποντας, φωτὶ τῷ ὑπὲρ ἔννοιαν, οἷα υἱοὺς τῆς ἀναστάσεως. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Τὴν ἄμετρόν σου καρτερίαν, ὁ σὸς Διάκονος βλέπων, Νικόλαος ἐν τοῖς ᾄθλοις, Ῥαφαὴλ πανεύ‐
φημε, συγκοινωνός σοι γέγονε, σκάμμα διανύσας τὸ ἅγιον. 
Δόξα. 
Προσέλθωμεν πίστει καὶ πόθῳ, τῶν Καρυῶν ἐν τῷ λόφῳ, γεραίροντες τοὺς ἐνταῦθα, ἐκφανθέν‐
τας Μάρτυρας, καὶ τούτων θεασώμεθα, δόξαν ἀληθῶς τὴν θεόσδοτον. 
Καὶ νῦν. 
Θεοτοκίον  
Ἀΰλῳ φωτὶ ὑπὲρ λόγον, θεασαμένη Παρθένε, ἐκλάμψαντα ἐκ τοῦ τάφου, τὸν Υἱόν σου Ἄχραντε, 
σὺν Ἀποστόλοις ᾔνεσας, τούτου τὴν θείαν Ἀνάστασιν. 
Καταβασία 
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀ‐
ψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Ὅτι ἡγίασται… 
ᾨδὴ Ϛ´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημέ‐
νων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. (δίς) 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνά‐
μενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συ‐
νανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου. 
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Κατῆρες,  ἐκ  τῆς  Θράκης  Πάτερ  σοφέ,  πρὸς  τὴν  Λέσβον  ἀσφαλῶς  καὶ  προσῆλθες,  εἰς  Καρυῶν 
τὴν Μονήν, ἔνθα ἤθλησας, Ῥαφαὴλ θαυματουργέ, δι᾿ ἀγάπην Κυρίου. 

  6
 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Φυλάξας,  τὴν  πρὸς  τὸν  Χριστὸν  ἀῤῥαγῆ, ὦ  Νικόλαε  ἀγάπην  καὶ  πίστιν, ὑπῆλθες  ἀνενδοιάστῳ 
ψυχῇ, τὸ μαρτύριον, καὶ συνήφθης εὐκλεῶς, τῶν Μαρτύρων τοῖς δήμοις. 
Δόξα. 
Σῶτέρ μου, οἷα προσφορὰ ἐκλεκτή, σοὶ προσήχθη ἡ παρθένος Εἰρήνη, φλεχθεῖσα ὑπὸ πυρὸς ἀ‐
πηνῶς, ᾗ συνήθλησαν, ἐκ Θερμῆς ἄλλοι πιστοί, καὶ οἱ ταύτην τεκόντες. 
Καὶ νῦν. 
Θεοτοκίον  
Σὲ πλεῖστοι, ἐν ἐξηλλαγμένῃ μορφῇ, ἔνθα ἵδρυται Μονή σου τὸ πάλαι, κατεῖδον ἐν Καρυαῖς ἐμ‐
φανῶς, καὶ ἀνύμνησαν, τὴν σὴν χάριν πρὸς ἡμᾶς, Θεοτόκε Παρθένε. 
Καταβασία 
Κατῆλθες  ἐν  τοῖς  κατωτάτοις  τῆς  γῆς,  καὶ  συνέτριψας  μοχλοὺς  αἰωνίους,  κατόχους  πεπεδημέ‐
νων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Σὺ γὰρ εἶ ὁ βασιλεύς…  

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Κοντάκιον τῶν Ἁγίων 
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 

Οἱ  ἐμφανῶς  ὑπὲρ  Χριστοῦ  ἠθληκότες,  καὶ  ὑπὸ  γῆν  χρόνοις  πολλοῖς  κεκρυμμένοι,  ξενοπρεπῶς 
ἡμῖν ἐφανερώθησαν, Ῥαφαὴλ Νικόλαος, καὶ Εἰρήνη ἡ θεία, καὶ οἱ συναθλήσαντες, μετ᾿ αὐτῶν 
θεοφρόνως, οὓς ὡς προστάτας καὶ θαυματουργούς, Ὁσιομάρτυρας, πάντες τιμήσωμεν. 
ὁ Οἶκος 
Ὁμοφρόνως ὁμοῦ συνοικήσαντες, ἐν Μονῇ Καρυῶν ἱερώτατοι, καὶ ἐν ταύτῃ νομίμως ἀθλήσαν‐
τες, ὑπὸ γῆν πολλοῖς χρόνοις ἐκρύπτεσθε, ἀῤῥήτοις κρίμασι, τοῦ Ἀθλοθέτου καὶ Ζωοδότου Λό‐
γου,  Ὁσιομάρτυρες  πανθαύμαστοι.  Ἀλλ᾿  ὢ  τῆς  θαυμαστῆς  ὑμῶν  ἐμφανείας,  καὶ  ξένης  ἀποκα‐
λύψεως, καὶ πλουσίας ὄντως χάριτος! ἀρτίως γὰρ ἐκ γῆς τὰ λείψανα ὑμῶν ἀνεδείξατε, ὡς ἄνθη 
πανεύοσμα, καὶ θησαυροὺς θείους κοσμοποθήτους, μαρτυρικῆς πεπληρωμένα δωρεᾶς καὶ χάρι‐
τος, πλείστοις δὲ ἀνθρώποις, τοῖς ἐγγὺς καὶ τοῖς μακράν, ἐν ὁράσεσι καὶ ἐνυπνίοις, καὶ πρόσω‐
πον  πρὸς  πρόσωπον  παραδόξως  ὀπτάνεσθε·  οἵτινες  θεωροῦντες  τὴν  δόξαν  ὑμῶν,  δόξαν  ὡς  Ἀ‐
θλητῶν  τοῦ  Χριστοῦ,  χαίρουσι  χαρὰν  μεγάλην  σφόδρα,  καὶ  εὐαγγελίζονται  πᾶσιν,  ἃ  εἶδον  καὶ 
ἤκουσαν  παρ᾿  ὑμῶν,  συγκαλοῦντες  πάντας  πρὸς  αἶνον  ὑμῶν,  ὑψηλῇ  φωνῇ  λέγοντες·  δεῦτε  ἐν 
μιᾷ  σπουδῇ  καὶ  φωνῇ,  τοὺς  ἤδη  παραδόξως  ἀποκαλυφθέντας  ἡμῖν,  ὡς  ἡμῶν  προστάτας,  καὶ 
θαυματουργοὺς Ὁσιομάρτυρας πάντες τιμήσωμεν. 
Συναξάριον 
Τῇ Δ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ἐνδόξου Παρθενομάρτυρος Πελαγίας, τῆς ἀπὸ Ταρ‐
σοῦ. 
Στίχοι 
Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον, 
Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ. 
Στίχοι 
Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει, 
Ὃς θαυματουργεῖ κἄν τάφῳ τεθειμένος. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Νικηφόρος, ὁ Ἡγούμενος μονῆς τοῦ Μηδικίου, ἐν εἰρήνῃ 
  7
τελειοῦται. 
Στίχοι 
Τῆς ἀρετῆς τὸ θεῖον ᾔρατο στέφος, 
Ὁ θεῖος ἀρθεὶς ἐκ βίου Νικηφόρος. 

Τῇ  αὐτῇ  ἡμέρᾳ,  ὁ  Ὅσιος  Πατὴρ  ἡμῶν  Νικηφόρος,  ὁ  ἡσυχάσας  ἐν  τοῖς  ἐρημικωτέροις  τοῦ  Ἄθω, 
καὶ συγγράψας τὴν σοφὴν μέθοδον περὶ νοερᾶς προσευχῆς, ἐν εἰρήνῃ τελειοῦται. 
Στίχοι 
Σοὶ χάριν ἴσμεν, ὦ πάτερ Νικηφόρε, 
Τέχνην προσευχῆς, ἣν ἀφῆκας τῷ βίῳ. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου Ἐπισκόπου Κορίνθου, ὃς κεκοί‐
μηται κατὰ τῷ 957ῳ ἔτει, ἐπὶ τῶν βασιλέων Βασιλείου τοῦ Βουλγαροκτόνου καὶ τοῦ ἀδελφοῦ αὐ‐
τοῦ Κωνσταντίνου. 
Στίχοι 
Ἀθανασίῳ προσφέρειν αἶνον πρέπον. 
Ἀξίαν γὰρ εἵλετο ἀρετὴν αἴνου. 

Τῇ  αὐτῇ  ἡμέρᾳ  ἡ  ἀνάμνησις  τῆς  Ἀνακομιδῆς  τῶν  λειψάνων  τοῦ  Ἁγίου  καὶ  φίλου  τοῦ  Χριστοῦ 
Λαζάρου, καὶ τῆς Μυροφόρου Μαρίας τῆς Μαγδαληνῆς, γενομένης ἐπὶ Λέοντος τοῦ φιλοσόφου 
κατὰ τῷ 890. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῇ εὐαγεστάτῃ Μονῇ, τῇ παρὰ τοῦ αὐτοῦ βασιλέως, 
ἐπ᾿ ὀνόματι τοῦ Ἁγίου Λαζάρου συστάσῃ. 
Στίχοι 
Σὺ καὶ νεκρὰ ζῇς, εἰ σιγᾷς δὲ τῇ πόλει, 
Ἔχει τις ὡς πρὶν ἔκστασίς σε, Μαρία. 
Δείμας σοι οἶκον ὁ φιλόχριστος ἄναξ, 
«Λάζαρε δεῦρο» χριστομιμήτως κράζει. 
Φάσκει, Ῥαβουνί, Μαρία Χριστῷ πάλιν· 
Λέγει, τί; Χριστός· Θάψαν ἄστυ με σκέπε. 

Μνήμη τοῦ ἁγίου μάρτυρος Μέλητος τοῦ ἀρτοποιοῦ ἐκ Δικαισίμου Πόντου καταγομένου, ἀθλή‐
σαντος ἐν Νουκερίᾳ τῆς Ἰταλίας μετὰ τῶν τριῶν υἱῶν του Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ. 
Στίχοι 
Δυσμενοῦς συμβίας τὸ μένος ἠνέσχου παμμάκαρ, 
Ἵνα Χριστὸν μετὰ τῶν παίδων σου κερδίσῃς. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων Ἀφροδισίου, Λεοντίου, Ἀν‐
τωνίνου,  Μελδᾶ,  Βαλεριανοῦ,  Μακροβίου,  καὶ  τοῦ  πλήθους  τῶν  σὺν  αὐτοῖς  ἐν  Σκυθοπόλει  τῆς 
Παλαιστίνης μαρτυρησάντων. 
Στίχοι 
Ἐκ Σκυθουπόλεως εἰς Πόλιν τὴν θείαν, 
Χωροῦσι Μάρτυρες ληψόμενοι στέφη. 

Τῇ  αὐτῇ ἡμέρᾳ,  Μνήμη τῆς Ὁσίας Μόνικας,  Μητρὸς  τοῦ  Ἁγίου  Αὐγουστίνου  ἐπισκόπου Ἱππῶ‐


νος. 
Στίχοι 
Μήτηρ τέξασα σαρκί τε καὶ δακρύοις, 
Αὐγουστῖνον Μόνικα ἐδείχθη μόνη. 
καὶ τοῦ Πεντηκοσταρίου 
Τῇ  αὐτῇ  ἡμέρᾳ  Τρίτῃ  τῆς  Διακαινησίμου,  τελεῖται  Πανήγυρις  τῶν  ἐν  Θερμῇ  τῆς  Λέσβου  Νεο‐
φανῶν Μαρτύρων Ῥαφαὴλ Ἱερομάρτυρος, Νικολάου Διακόνου καὶ Εἰρήνης τῆς παιδίσκης Παρ‐
θενομάρτυρος, καθόσον ἐν ἡμέρᾳ ταύτῃ τῆς ΛαμπροΤρίτης κατὰ τὸ ἔτος 1463 ὑπὲρ Χριστοῦ τοῦ 
Θεοῦ  καὶ  Σωτῆρος  ἐτύθησαν,  ἐν  τῇ  ἀρχαίᾳ  Μονῇ  τῶν  Καρυῶν,  τῇ  οὔσῃ  παρὰ  τῇ  Κώμῃ  Θερμὴ 
τῆς νήσου Λέσβου, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν ἐφανερώθησαν.    
Στίχοι 
Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον 
  8
Ὡς φῶς ἡμῖν ὤφθησαν Ῥαφαὴλ μέγα 
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι. 
Εἰς τὴν Ἁγίαν Εἰρήνην 
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι 
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις. 
Εἰς τοὺς λοιποὺς ἀνωνύμους 
Καρυῶν ἀθλήσαντες Μονῇ τῇ πάλαι 
Τῆς ἄνω ἐπέβητε Μάρτυρες δόξης. 

Αὐτῷ τῷ Ἀναστάντι Κυρίῳ Λυτρωτῇ ἡμῶν, ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Ἀνάστασιν  Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον,  Ἰησοῦν  τὸν  μόνον  ἀναμάρτη‐
τον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξά‐
ζομεν.  Σὺ  γὰρ  εἶ  Θεὸς  ἡμῶν,  ἐκτός  σου  ἄλλον  οὐκ  οἴδαμεν,  τὸ  ὄνομά  σου  ὀνομάζομεν.  Δεῦτε 
πάντες  οἱ  πιστοί,  προσκυνήσωμεν  τὴν  τοῦ  Χριστοῦ  ἁγίαν  Ἀνάστασιν·  ἰδοὺ  γὰρ  ἦλθε  διὰ  τοῦ 
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν 
αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (γ´) 
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλε‐
ος. (γ´) 
ᾨδὴ ζ´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Ὁ  παῖδας  ἐκ  καμίνου  ῥυσάμενος,  γενόμενος  ἄνθρωπος,  πάσχει  ὡς  θνητός,  καὶ  διὰ  Πάθους  τὸ 
θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, 
προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελί‐
σαντο. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ 
σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Ὡς  ὄντως ἱερὰ  καὶ  πανέορτος,  αὕτη  ἡ  σωτήριος,  νὺξ  καὶ  φωταυγής,  τῆς  λαμπροφόρου  ἡμέρας, 
τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. 
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, ὑμῶν καὶ τὰ λείψανα, χρόνοις ἐν πολλοῖς, ἀδιαλώβητα τηρεῖ, 
ἐν τῷ βάθει τῆς γῆς θείᾳ χάριτι, ἃ νῦν ἀποκαλύψας τῷ κόσμῳ δοξάζει ὑμᾶς Μάρτυρες. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Γυναῖκες ἀληθῶς αἱ θεόφρονες, ὑμᾶς θεασάμεναι, ὄψεσι σεπταῖς, ὦ Ῥαφαὴλ θαυματουργέ, καὶ 
Εἰρήνη καὶ θεῖε Νικόλαε, ἐκήρυξαν τοῖς πᾶσιν εὐσήμως, ὑμῶν τὴν ἐπιφάνειαν. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Θανάτου  τοῦ  πικροῦ  ὑμῶν  Ἅγιοι,  τὸν  τρόπον  ἐδείξατε,  θεῖε  Ῥαφαήλ,  σὺν  Νικολάῳ  τῷ  κλεινῷ, 
καὶ Εἰρήνῃ ὁμοῦ καὶ τὸ ὄνομα, καὶ κλῆσιν ἐμφανῶς τῆς πατρίδος, τὰ πάλαι ἡμῖν ἄγνωστα. 
Δόξα. 
Ὡς  εἶδέ  σε  καθ᾿  ὕπαρ  Νικόλαε,  λαλοῦντα  τὰ  αἴσια,  ὁ  ἰχθυβολεύς,  πολλῆς  ἐπλήσθη  χαρμονῆς, 
καὶ ἰχθύων πλουσίαν ἀνείλκυσε, τὴν ἄγραν ἐν τῇ σῇ εὐλογίᾳ, ὑμνολογῶν τὴν χάριν σου. 
Καὶ νῦν. 
  9
Θεοτοκίον  
Ἰδόντες ἐν μορφῇ ὡς ηὐδόκησας, φανῆναι τοῖς δούλοις σου, Κόρη σε Ἁγνή, ἐν Καρυαῖς οἱ εὐσε‐
βεῖς, τῷ φωτί σου ἀΰλως ηὐγάσθησαν, καὶ ᾔνεσαν τῶν σῶν μεγαλείων, Παρθένε τὰ μυστήρια. 
Καταβασία 
Ὁ  Παῖδας  ἐκ  καμίνου  ῥυσάμενος,  γενόμενος  ἄνθρωπος,  πάσχει  ὡς  θνητός,  καὶ  διὰ  Πάθους  τὸ 
θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Εἴη τὸ κράτος… 
ᾨδὴ η´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πα‐
νήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστόν, εἰς τοὺς αἰῶνας.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Δεῦτε  τοῦ  καινοῦ  τῆς  ἀμπέλου  γεννήματος  τῆς  θείας  εὐφροσύνης,  ἐν  τῇ  εὐσήμῳ  ἡμέρᾳ  τῆς  ἐ‐
γέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.  
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ 
δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς 
αἰῶνας. 
Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε. 
Πάτερ  παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε 
καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Αὕτη ἡ καινή, καὶ ἁγία ἡμέρα, ἐν ᾗ οἱ κεκρυμμένοι, θησαυροὶ φανεροῦνται, Ῥαφαὴλ ὁ κλεινός, 
καὶ Νικόλαος Κυρίου οἱ Μάρτυρες, νέμει τοῖς ἐν κόσμῳ, χαρὰν καὶ εὐφροσύνην. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Δεῦτε  Καρυῶν,  ἐν  τῷ  λόφῳ  προθύμως,  δεινῶς  οἱ  ἀσθενοῦντες,  ἵνα  λάβητε  ῥῶσιν·  ἰατρὸς  γὰρ 
σοφός, Ῥαφαὴλ ὁ ἱερὸς πέλει ἅπασιν, ὥσπερ καθωράθη, παρέχων τὰς ἰάσεις. 
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν. 
Ἆιρον πάσας, τοῦ δυσμενοῦς ἐπηρείας, νῦν ἀφ᾿ ἡμῶν ὦ Πάτερ, ὡς ἡμῶν μέγας προστάτης· ὅτι 
ὤφθης ποτέ, τὰς οἰκίας τῶν πιστῶν σημειούμενος, σὺν τῷ Νικολάῳ, Σταυροῦ τῷ θείῳ τύπῳ. 
Δόξα. 
Πάτερ Παντοκράτορ, καὶ Λόγε καὶ Πνεῦμα, ὑπέρθεε θεότης, τοὺς ὑπὲρ σοῦ ἠθληκότας, Ῥαφαὴλ 
τὸν σοφόν, καὶ Νικόλαον λαμπρῶς συνεδόξασας, ἅμα καὶ Εἰρήνην, δι᾿ ὧν σῶσον τὸν κόσμον. 
Καὶ νῦν. 
Θεοτοκίον  
Μνήσθητι Ἁγνή, τῶν πιστῶν ἱκετῶν σου, τῶν πόθῳ προστρεχόντων, Καρυῶν τῷ γηλόφῳ, ἔνθα 
φαίνῃ πολλοῖς, καὶ παρέχεις εὐλογίαν οὐράνιον, Κεχαριτωμένη, Παρθένε Θεοτόκε. 
Καταβασία 
Αὕτη ἡ κλητή, καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πα‐
νήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν Χριστόν, εἰς τοὺς αἰῶνας. 
  10
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
Ὅτι ηὐλόγηται… 
ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. 

καὶ ψάλλεται ἡ θ´ ᾠδὴ μετὰ τῶν μεγαλυναρίων 
ᾨδὴ θ´.  
ὁ Κανὼν τοῦ Πάσχα 
Ἦχος α´. Ὁ Εἱρμός. 
Μεγάλυνον ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου. 
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλ‐
λου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
Σήμερον πᾶσα κτίσις ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἀνέστη, καὶ ᾅδης ἐσκυλεύθη. 
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλ‐
λου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος. 
Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς· μεθ᾿ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι 
τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα. 
Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. 
Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐ‐
κτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου. 
καὶ τῶν Ἁγίων  
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός. 
Μεγάλυνον ψυχή μου, Ῥαφαὴλ τὸν μέγαν, ὁμοῦ σὺν Νικολάῳ, Εἰρήνην τὴν Ἁγίαν. 
Λαμπρύνου  ἀγάλλου,  ἡ  Ἐκκλησία  τοῦ  Χριστοῦ·  ὁ  Θεὸς  γὰρ  τῆς  δόξης,  ξένα  σοι  πεποίηκε,  καὶ 
θαυμαστά, ἐν σημείοις πολλοῖς, ἄρτι ὡς φῶς, τοὺς πρὶν κεκρυμμένους, ἀποκαλύψας σοι Μάρτυ‐
ρας. 
Μεγάλυνον ψυχή μου, τοὺς Μάρτυρας Κυρίου, τοὺς νῦν φανερωθέντας, εἰς φῶς πιστῶν καὶ δόξαν. 
Ὢ θέας ἀῤῥήτου· ἧς ἠξιώθησαν πιστοί, πολλαχῶς κατιδόντες, ὑμᾶς ἀξιάγαστοι, ὦ Ῥαφαήλ, τῆς 
Ἰθάκης βλαστέ, σὺν τῷ κλεινῷ, ἅμα Νικολάῳ, καὶ τῇ Εἰρήνῃ τῇ θεόφρονι. 
Δόξα. 
Μεγάλυνον ψυχή μου, Τριάδα τὴν Ἁγίαν, τὴν δείξασαν τῷ κόσμῳ, ὡς φῶς τοὺς Ἀθλοφόρους. 
Ὢ Πάσχα τοῦ θείου· οὗ ἠξιώθητε τανῦν, Ῥαφαὴλ θεοφόρε, καὶ θεῖε Νικόλαε, σὺν τοῖς λοιποῖς, 
σὺν ὑμῖν Ἀθληταῖς. Ἀλλ᾿ εὐλογεῖν, σὺν τῇ νήσῳ Λέσβῳ, πάντα πιστὸν μὴ διαλίπητε. 
Καὶ νῦν. 
Μεγάλυνον ψυχή μου, τὴν μόνην Θεοτόκον, τὴν σκέπουσαν τὸν κόσμον, ἐκ πάσης ἐπηρείας. 
Ὑψίστου  καθέδρα,  καὶ  φωτοστόλιστε  ναέ,  Θεοτόκε  Παρθένε,  Κόρη  παντευλόγητε,  σκέπε,  ἀεί, 
τὴν σεπτήν σου Μονήν, καὶ τοῖς πιστοῖς, δίδου πᾶσαν χάριν, ταῖς τῶν μαρτύρων δεήσεσι 
Καταβασία 
Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε·  
ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. 
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλ‐
λου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
Τό, Χριστὸς ἀνέστη… (γ´) 
Τό, Ἀναστὰς ὁ Ἰησοῦς… (ἅπαξ) 
Εἶτα, Συναπτὴ μικρά, μεθ᾿ ἣν Ἐκφώνησις· 
  11
Ὅτι σὲ αἰνοῦσι… 
Ἐξαποστειλάριον αὐτόμελον. 
τοῦ Πάσχα 
Ἦχος β´. 
Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθο‐
ρᾶς, καὶ καταργήσας θάνατον. Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.  
τῶν Ἁγίων  
τῶν Ἁγίων, ὅμοιον. 
Σαρκὶ ὀφθέντες ἀπὸ γῆς, οἱ οὐρανοῖς τιμώμενοι, ὦ Ῥαφαὴλ Νικόλαε, Εἰρήνῃ ἅμα τῇ σεπτῇ, χα‐
ρᾶς ἡμᾶς ἐπλήσατε· διὸ ὑμῶν τιμῶμεν, τὴν εὕρεσιν Μάρτυρες. 
καὶ πάλιν τοῦ Πάσχα 
Σαρκὶ ὑπνώσας ὡς θνητός, ..  
* * * 
ΑΙΝΟΙ 
Ἦχος γ´. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐
στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐
μνος τῷ Θεῷ. 
ἱστῶμεν δὲ στίχους δ´, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ´, τῶν Ἁγίων Προσόμοια δ´ καὶ εἶτα  
τὰ δ´ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν στίχων αὐτῶν. 
τῆς Ὀκτωήχου. Ἦχος γ´. 
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. 
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ 
ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι᾿ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύ‐
μπαντα. Αὐτὸν προσκυνήσωμεν. 
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Διηγήσαντο  πάντα  τὰ  θαυμάσια,  οἱ  φύλακές  σου  Κύριε·  ἀλλὰ  τὸ  συνέδριον  τῆς  ματαιότητος, 
πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξά‐
ζει. Ἐλέησον ἡμᾶς. 
Στίχ. γ´.  Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐
νης αὐτοῦ. 
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, 
ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα, καὶ 
λέγοντα·  Τί  ζητεῖτε  τὸν  ζῶντα  μετὰ  τῶν  νεκρῶν;  Οὐκ  ἔστιν  ᾧδε,  ἀλλ᾿  ἐγήγερται,  καθὼς  εἶπε, 
προάγων ἐν τῇ Γαλιλαίᾳ. 
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς Φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ 
γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον. Ἐλέ‐
ησον ἡμᾶς. 
καὶ τῶν Ἁγίων  
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. 
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Ἡ νῆσος Λέσβος ἀγάλλου πᾶσα καὶ χόρευε, ἐπὶ τῇ παραδόξῳ, τῶν Μαρτύρων εὑρέσει, τὸ χαίρε‐
τε βοῶσα αὐτοῖς ἐν χαρᾷ, Ῥαφαὴλ καὶ Νικόλαε· ἄρτι γνωσθέντες γὰρ ὤφθητε τοῖς πιστοῖς, ἀλη‐
θὴς δόξα καὶ στήριγμα. 

  12
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο‐
ὴ αἰνεσάτω τὸν Κύριον. 
Ἐκ τῆς Ἰθάκης βλαστήσας ὦ Ῥαφαὴλ θαυμαστέ, ἐν Λέσβῳ δὲ ἀσκήσας, καὶ ἀνδρείως ἀθλήσας, 
ταύτην ἁγιάζεις τῇ τοῦ σεπτοῦ, ἀνευρέσει λειψάνου σου, καὶ ταῖς πολλαῖς ἐμφανείαις δι᾿ ὧν πι‐
στοῖς, χάριν νέμεις τὴν σωτήριον. 
Στίχ. ζ´. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 
Διακονήσας ἐνθέως Χριστῷ Νικόλαε, καὶ ἀνδρικῶς ἀθλήσας, Ῥαφαὴλ σὺν τῷ θείῳ, ἅμα καὶ Εἰ‐
ρήνῃ ὑπὲρ Χριστοῦ, μετὰ χρόνιον ἔγκρυψιν, ἐξανατέλλετε κόσμῳ περιφανῶς, ὡς ἀστέρες φαει‐
νότατοι. 
Στίχ. η´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. 
Σιὼν ὡς ὄρος ὁρᾶται ὁ λόφος τῶν Καρυῶν, ἔνθα θεοσημεῖαι, παραδόξως τελοῦνται· σπεύσωμεν 
οὖν πάντες πίστει θερμῇ, Ῥαφαὴλ καὶ Νικόλαον, καὶ τὴν Εἰρήνην καὶ πάντας τοὺς ἐν αὐτῷ, μαρ‐
τυρήσαντας γεραίροντες. 
καὶ τὰ Στιχηρὰ τοῦ Πάσχα. Ἦχος πλ. α´. 
Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ 
μισοῦντες αὐτόν. 
Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· Πάσχα καινόν, Ἅγιον· Πάσχα μυστικόν· Πάσχα παν‐
σεβάσμιον· Πάσχα Χριστὸς ὁ λυτρωτής· Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν· Πά‐
σχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς. 
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 
Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ᾿ ἡμῶν χαρᾶς εὐαγγέλι‐
α, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θε‐
ασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. 
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. 
Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγε‐
λον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν 
ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐ‐
τοῦ Μαθηταῖς. 
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Πάσχα τὸ τερπνόν· Πάσχα Κυρίου, Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα, ἐν χα‐
ρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ πα‐
στοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις. 
Δόξα.  
Ἦχος πλ. α´.  
Νομίμως  ἀθλήσαντες,  ἀξίως  ἐν  οὐρανοῖς  ἐδοξάσθητε,  Ὁσιομάρτυρες  ἔνδοξοι.  Ταύτης  οὖν  τῆς 
δόξης τὰς  δαψιλεῖς ἀντιμισθίας,  μετὰ  πολυχρόνιον κατάκρυψιν, ἐφάνητε ἡμῖν γνωρίζοντες,  ἐν 
δυνάμει σημείων καὶ τεράτων, καὶ ὑπερβολῇ ἀποκαλύψεων, καὶ Πνεύματος Ἁγίου μερισμοῖς, εἰς 
περιποίησιν  πιστῶν  καὶ  σωτηρίαν.  Ἀλλ᾿  ὦ  Μάρτυρες  Χριστοῦ,  Ἐκκλησίας  δόξα  καὶ  ἑδραίωμα, 
Ῥαφαὴλ θαυματουργέ, σὺν Νικολάῳ τῷ Διακόνῳ, καὶ Εἰρήνῃ τῇ παρθένῳ, καὶ τοῖς λοιποῖς ὑμῶν 
συναθληταῖς, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
Καὶ νῦν. 
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν 
ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χρι‐
στὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. 
Εἶτα, τὸ Χριστὸς ἀνέστη… ἐκ τρίτου.  
  13
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
Τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν… (δεκάκις) 
ΑΝΤΙΦΩΝΑ 
ψαλλόμενα ἐν τῇ Λειτουργία τῆς τοῦ Πάσχα Κυριακῆς, καὶ καθ᾿ ὅλην τὴν Διακαινήσιμον Ἑβδομάδα. 

Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ξε´ (65) 
Στίχ. α´. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 
Στίχ. β´. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...  
Στίχ. γ´. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε 
οἱ ἐχθροί σου. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου ... 
Στίχ. δ´. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματί σου 
Ὕψιστε. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου ... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου… 

Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ξστ´ (66) 
Στίχ. α´. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, 
καὶ ἐλεήσαι ἡμᾶς. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. 
Στίχ. β´. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριον σου. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ. γ´. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Στίχ. δ´. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς. 
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς ... 
Δόξα. Καὶ νῦν. 
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐
ραν  σωτηρίαν  σαρκωθῆναι  ἐκ  τῆς  ἁγίας  Θεοτόκου  καὶ  ἀειπαρθένου  Μαρίας,  ἀτρέπτως  ἐναν‐
θρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, 
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 

Ἀντίφωνον Γ´. Ἦχος πλ. α´. Ψαλμὸς ξζ´ (67) 
Στίχ. α´. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώ‐
που αὐτοῦ οἱ μισοῦντες αὐτόν. 
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμε‐
νος. 
Στίχ. β´. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. 
Χριστὸς ἀνέστη ... 
Στίχ. γ´. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτω‐
σαν. 
Χριστὸς ἀνέστη ... 
Στίχ. δ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. 
Χριστὸς ἀνέστη ... 
  14
* * * 

ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 
Εἰσοδικόν. Ἦχος β´.  
(ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς 
ἐκ νεκρῶν ...                                                                                  ... ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 
Εἶτα τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν…  
τὸ Ἀπολυτίκιον Ἁγίων Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης. 
(Γερασίμου Μικραγιαννανίτου) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέ‐
σει μακάριοι· Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς 
θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον. 
Ὑπακοὴ τοῦ Πασχα. Ἦχος δ´. 
Προλαβοῦσαι  τὸν  ὄρθρον  αἱ  περὶ  Μαριάμ,  καὶ  εὑροῦσαι  τὸν  λίθον  ἀποκυλισθέντα  τοῦ  μνήμα‐
τος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς  ἄνθρω‐
πον; βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θα‐
νατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων. 
Κοντάκιον τοῦ Πάσχα. 
(ψάλλεται καθ᾿ ἑκάστην μέχρι τῆς ἀποδόσεως τοῦ Πάσχα πλὴν τῶν μεθεόρτων τοῦ Θωμᾶ καὶ τῆς Μεσοπεντηκοστῆς) 
Ἦχος πλ. δ´. Αὐτόμελον. 
Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, | ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· | καὶ ἀνέστης ὡς νι‐
κητής, Χριστὲ ὁ Θεός, | γυναιξὶ μυροφόροις φθεγξάμενος· Χαίρετε, | καὶ τοῖς σοῖς ἀποστόλοις εἰ‐
ρήνην δωρούμενος, | ὁ τοῖς πεσοῦσι | παρέχων ἀνάστασιν. 
* * * 

ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ 
Ἀντὶ τοῦ Τρισαγίου· Ἦχος α´. 
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα. 
* * * 

ΑΠΟΣΤΟΛΟΣ 
τῶν Ἁγίων  
(ζήτει τῇ Πέμπτῃ τῆς Δ´ Ἑβδομάδος) 

Προκείμενον τῶν Ἁγίων. Ἦχος πλ. δ´. (Ψαλμὸς ξζ´) 

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. 
Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. 

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. 
(ι´ 34‐43) 
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀνοίξας Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι 
ὅτι οὔκ ἐστι προσωπολήπτης ὁ Θεός, ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος 
δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. Τὸν λόγον, ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρή‐
νην διὰ  Ἰησοῦ  Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος· Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿  ὅλης 
τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν 
ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰ‐

  15
ώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ· καὶ ἡ‐
μεῖς ἐσμεν  μάρτυρες  πάντων ὧν ἐποίησεν ἔν τε τῇ  χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ·  ὃν 
καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμ‐
φανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, 
οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγει‐
λεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς 
ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ 
ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. 
Ἀλληλούϊα. (γ´) 
Ἦχος βαρύς. (Ψαλμὸς α´) 
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. 
* * * 

ΕΥΑΓΓΕΛΙΟΝ 
(τῆς Τρίτης Διακαινησίμου) 
Ἐκ τοῦ κατὰ Λουκᾶν  
(κδ´ 12‐35) 
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς 
ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξή‐
κοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγέ‐
νετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ 
μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καί ἐστε σκυθρω‐
ποί; Ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν 
αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; Καὶ εἶπεν αὐτοῖς· Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφή‐
της δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ, καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες 
ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν· ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε 
σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ᾿ οὗ ταῦτα ἐγένετο. Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, 
γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον, λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέ‐
γουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω, καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ 
εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ  προφῆται! Οὐχὶ 
ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, 
διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην, οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο 
πορρωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ 
εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησε, καὶ κλάσας ἐπε‐
δίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. Καὶ εἶπον πρὸς 
ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάν‐
τες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας· Ὅτι ἠγέρ‐
θη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. 
Δόξα σοι, Κύριε, δόξα σοι. 
ἢ  
(Εὐαγγέλιον τῶν Ἁγίων) 
Ἐκ τοῦ κατὰ Ἰωάννην 
(ιε´ 17‐27, ιστ´ 1‐2) 
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ 
πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην 
ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυ‐
ρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα 
ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ 
πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς 
ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λό‐
γος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πα‐
τρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ 
ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα 
πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 

Δόξα σοι, Κύριε, δόξα σοι. 
* * * 
  16
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία Ἰω.Χρυσοστόμου 
* * * 

Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας… 
ὁ Εἱρμὸς τῆς θ´ ᾠδῆς. Ἦχος α´. 
Ὁ Ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ·  
Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ,  
χαῖρε· ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου. 
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλ‐
λου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου. 
* * * 
Κοινωνικόν. 
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε. Ἀλληλούϊα. 
εἰς δὲ Ναοὺς ἐπ᾿ ὀνόματι τῶν Ἁγίων πανηγυρίζοντας 
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. 
Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς…», ψάλλεται τὸ, «Χριστὸς ἀνέστη» ἐν τῇ συνήθει μελῳδίᾳ αὐτοῦ. 
Ἀντὶ  δὲ  τοῦ  «Εἴη  τὸ  ὄνομα  Κυρίου  εὐλογημένον…»  ψάλλεται  ὁμοίως  τὸ,  Χριστὸς  ἀνέστη  τρίς, 
ἀλλὰ εἰς Ἦχον β´ σύντομον. 
Ἀπόλυσις· Ὁ ἀναστὰς ἐκ νεκρῶν… 
Μετὰ τὴν Μνημόνευσιν τῶν Ἁγίων, ὁ Προεξάρχων, ἀπευθυνόμενος πρὸς τὸν λαόν, ἀναφωνεῖ, 
χῦμα·  Χριστὸς ἀνέστη! 
ἅπας ὁ Λαός, ἀνταποκρινόμενος ἐν μιᾷ φωνῇ·  Ἀληθῶς ἀνέστη!  
τὸ δ᾿ αὐτὸ ἐπαναλαμβάνεται ἄλλας δύο φορὰς 
καὶ ἀκολούθως· 
ὁ Προεξάρχων ἀναφωνεῖ· Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει! 
ὁ δὲ Λαὸς ἀποκρίνεται· Προσκυνοῦμεν Αὐτοῦ τὴν τριήμερον ἔγερσιν! 
Καὶ ὁ Προεξάρχων κατακλείει διὰ ψαλμῳδίας τοῦ· Χριστὸς ἀνέστη ἐκ νεκρῶν…, μετὰ δὲ ταῦτα 
ἐκφωνεῖ ἐμμελῶς  
ἀντὶ τοῦ «δι᾿ εὐχῶν»· Χριστὸς Ἀνέστη ἐκ νεκρῶν.. 
ὁ δὲ Χορὸς ἀποκρίνεται ἐμμελῶς· 
Ἀληθῶς ἀνέστη ὁ Κύριος. 
Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 
Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 

 
 

  17
Ἀπολυτίκια τῶν συνεορταζομένων Ἁγίων 
Ἀπολυτίκιον Ἁγίων Θερμῆς. 
(Γερασίμου Μικραγιαννανίτου) 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Τοῦ θείου λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθεί‐
σης σοι χάριτος· Σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰά‐
σεις παρέχεις, διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα. 
Ἕτερον τοῦ Ἁγ. Ῥαφαήλ. 
(Γερασίμου Μικραγιαννανίτου) 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν, Ῥαφαὴλ εὐφημή‐
σωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ᾿ ὄναρ καὶ καθ᾿ ὕπαρ, 
ὑπερφυῶς  ὀπτάνεται  τοῖς  κράζουσι·  Δόξα  τῷ  δεδωκότι  σοι  ἰσχύν,  δόξα  τῷ  σὲ  θαυμαστώσαντι, 
δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα. 
Ἕτερον. 
 (Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον. 
Θαυμασίων ἀγάλματα νεοσμίλευτα, νεοφανεῖς ἀθλοφόρους τῶν Καρυῶν τῆς Θερμῆς, Ῥαφαὴλ 
στεῤῥόν,  Εἰρήνην  καὶ  Νικόλαον,  μέλψωμεν  ὕμνοις  μελιχροῖς  μιαιφόνοις  τοὺς  χερσὶν  ἀπίστων 
ἀναιρεθέντας ὡς ἰατροὺς ἀναργύρους καὶ ἐναργεῖς πιστῶν συλλήπτορας. 
Ἕτερον. 
(Χαραλάμπους Μπούσια) 
Ὅμοιον Ἁγίου Ῥαφαήλ. 
Τὸν ἀρτίως φανέντα Ἱερομάρτυρα ἐν τῇ Θερμῇ ὡς ἀστέρα νεολαμπῆ καὶ βολαῖς τῶν αὐτοῦ θαυ‐
μάτων  λάμποντα  τοῖς  πέρασι,  δεῦτε,  προθύμως  οἱ  πιστοί,  Ῥαφαὴλ  τὸν  θεαυγῆ,  τιμήσωμεν 
ἐκβοῶντες· Χριστὸν δυσώπει ἀπαύστως ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 
 
 
Πρόσθετα Ἀπολυτίκια, ὡς καὶ ἐκτενὲς Συναξάριον ἰδὲ εἰς ξεχωριστὴν Φυλλάδα 

  18

You might also like