You are on page 1of 6

Ἔδωκας φιλάνθρωπε, τὴν σὴν Μητέρα βοήθειαν, τοῖς σοῖς δούλοις ὡς εὔσπλαγχνος, δι' ἧς τὴν

ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον ἡμῶν, ἐπανωρθώσω θεῖον
ἀξίωμα· διὸ τὴν πανσεβάσμιον, ταύτης τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ κράτος σου, Ἰησοῦ
παντοδύναμε.

Β' Στιχηρὸν τῆς Ὑπεραγίας Θεοτόκου

Πόλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ σου, ἐξ
ἀθεωτάτων, ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ, καὶ ἐμφυλίου πολέμου πάντοτε, Παρθένε
ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.

Γ' Στιχηρὸν τῆς Ὑπεραγίας Θεοτόκου

Ἐσθῆτα τιμίαν σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω τῇ πόλει σου, πλοῦτον ἀναφαίρετον, σκέπην τε
καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων θησαυρόν, καὶ τῶν θαυμάτων πηγὴν ἀένναον, λιμένα τε
σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν σε, ὑπερύμνητε Δέσποινα.

Α' Στιχηρὸν τῆς Ὑπεραγίας Θεοτόκου

Ἔδωκας φιλάνθρωπε, τὴν σὴν Μητέρα βοήθειαν, τοῖς σοῖς δούλοις ὡς εὔσπλαγχνος, δι' ἧς τὴν
ἀπόρρητον, καὶ φρικτὴν εἰργάσω, σὴν οἰκονομίαν, καὶ τὸ πρωτόκτιστον ἡμῶν, ἐπανωρθώσω θεῖον
ἀξίωμα· διὸ τὴν πανσεβάσμιον, ταύτης τιμῶντες πανήγυριν, ἀνυμνοῦμεν τὸ κράτος σου, Ἰησοῦ
παντοδύναμε.

Β' Στιχηρὸν τῆς Ὑπεραγίας Θεοτόκου

Πόλιν τὴν τιμῶσάν σε, καὶ κατὰ χρέος δοξάζουσαν, περιέπεις πανύμνητε, Ἐσθῆτι τιμίᾳ σου, ἐξ
ἀθεωτάτων, ἄχραντε βαρβάρων, ἀπὸ λιμοῦ τε καὶ σεισμοῦ, καὶ ἐμφυλίου πολέμου πάντοτε, Παρθένε
ἀπειρόγαμε· καὶ διὰ τοῦτο δοξάζει σε, Παναγία Θεόνυμφε, τῶν ἀνθρώπων βοήθεια.

Γ' Στιχηρὸν τῆς Ὑπεραγίας Θεοτόκου

Ἐσθῆτα τιμίαν σου, θεοχαρίτωτε Δέσποινα, ἐδωρήσω τῇ πόλει σου, πλοῦτον ἀναφαίρετον, σκέπην τε
καὶ κλέος, καὶ ἄρρηκτον τεῖχος, καὶ ἰαμάτων θησαυρόν, καὶ τῶν θαυμάτων πηγὴν ἀένναον, λιμένα τε
σωτήριον, χειμαζομένοις ἑκάστοτε· διὰ τοῦτο ὑμνοῦμέν σε, ὑπερύμνητε Δέσποινα.

Δόξα...Καὶ νῦν...Θεοτοκίον

Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες,
δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι, Κύριε,
λέγοντες εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνόν,
ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, nεριποιεῖσθαι καὶ σκέπειν, ἐκ
πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.

Σταυροθεοτοκίον

Ἡ Πάναγνος ὡς εἶδέ σε, Σταυρῷ κρεμάμενον ἐθελουσίως, κατανοοῦσά σου τὴν δυναστείαν, λύπῃ
συνείχετο Χριστέ, καὶ ὀδυρομένη ἀνεβόα σοι· Τέκνον μή με λίπῃς τήν τεκοῦσάν σε, δός μοι λόγον Υἱέ
μου, μή με σιγῶν παρέλθῃς, Λόγε Θεοῦ τὴν δούλην σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Παλάτιον ἔμψυχον Θεοῦ, μόνη ἐχρημάτισας, καὶ τὴν τιμίαν Ἐσθῆτά σου, οἴκῳ ἁγίῳ σου,
τεθησαυρισμένην, τοῖς πιστοῖς ἁγίασμα, καὶ τεῖχος ἐδωρήσω ἀπόρθητον, δι' ἧς ἡ πόλις σου, Θεομῆτορ
διασῴζεται, ἀνυμνοῦσα, τὸ ἔνθεον κράτος σου.

Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.

Ἐσθῆτα τιμίαν σου τὸ σόν, τίμιον καὶ ἅγιον, σῶμα σεμνὴ περιστείλασαν, δόξης θησαύρισμα, ἐδωρήσω
πᾶσι, καὶ πηγὴν πηγάζουσαν, τῆς χάριτος ἀείζωα νάματα, ἧς ἑορτάζομεν, τὴν κατάθεσιν τιμῶντές σε,
Θεοτόκε, τὴν πάντας τιμήσασαν.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ὁ οἶκός σου Δέσποινα τὸ σόν, ἱερὸν μαφόριον, ὡς θησαυρὸν ἁγιάσματος, φέρων ἑκάστοτε, ἁγιάζει
πάντας, ἡμᾶς τοὺς προστρέχοντας, καὶ σὲ χρεωστικῶς μακαρίζοντας, ἐν τούτῳ ἔχοντας, τὴν ἐλπίδα τῶν
ψυχῶν ἡμῶν, καὶ βεβαίαν, σκέπην καὶ κραταίωμα.

Σταυροθεοτοκίον

Ὁρῶσά σε σταυρούμενον, καὶ θανατούμενον ἡ Θεοτόκος· Οἴμοι! ἐκραύγαζε, πῶς τὰς ὀδύνας φέρεις,
γλυκύτατε Υἱὲ; βάλλει τὴν καρδίαν μου ἡ λόγχη σου, φλέγει δὲ τὰ σπλάγχνα μου τὸ πάθος σου, ὅμως
ὑμνολογῶ σε· θέλων γὰρ ταῦτα πάσχεις, σῶσαι τὸν ἄνθρωπον.

Θεοτοκίον

Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, Ἐσθῆτά σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ
περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι· Χαῖρε
διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης αὐτοῦ· Χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος
εὐφροσύνη· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

ορθρος

Τῆς σεπτῆς Ἐσθῆτός σου, τῇ καταθέσει, ἑορτάζει σήμερον ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακραζει
σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. (Δίς)

Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν σεπτὴν κατάθεσιν, τῆς σῆς Ἐσθῆτος ὦ σεμνή, καὶ μετὰ πόθου
κραυγάζει σοι· Χαῖρε Παρθένε, πιστῶν ἡ βοήθεια. (Δίς)

γ
Θεώσεως ψευσθείς, ὁ Γενάρχης ἐλπίδος, φθορᾶς τοῖς ἐξ αὐτοῦ, πᾶσιν αἴτιος ὤφθη. Σὺ δέ διὰ Σταυροῦ
σου, ζωὴν πηγάζεις ὡς Ὑπεράγαθος· θέλων καὶ γὰρ ἐπάγης, ἵνα τὸ πρῶτον λύσῃς κατάκριμα· διὸ
ὑμνοῦμέν σου Χριστέ, τὸ πάθος τὸ ἑκούσιον.

Μαρτυρικὸν

Φωτὶ οὐρανίῳ καταλάμπεται, σήμερον αὕτη ἡ σκηνή· ἐν αὐτῇ γὰρ στρατιαὶ Ἀγγέλων ἀγάλλονται, σὺν
αὐταῖς καὶ Μαρτύρων χοροὶ εὐφραίνονται, ἐπὶ τῇ μνήμῃ τῶν Ἀθλοφόρων. Αὐτῶν ταῖς παρακλήσεσι,
κατάπεμψον τῷ κόσμῳ σου, τὴν εἰρήνην Χριστέ, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον

Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ Μυστηρίου! ἐβόα ἡ Ἀμνάς, τὸν Υἱὸν καθορῶσα, ξύλῳ Σταυροῦ παγέντα.
Τί τοῦτο Λόγε Θεοῦ ἀθάνατε; πῶς νεκρὸς ὁρᾶσαι, καὶ γῆν σαλεύεις ὡς παντοδύναμος; ἀλλὰ ὑμνῶ σου
τὴν φρικτήν, καὶ θείαν συγκατάβασιν.

Κοντάκιον τῆς Ὑπεραγίας Θεοτόκου

Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ
ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ
ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Ὁ Οἶκος

Τὴν καθαρὰν καὶ ἀληθῆ σκηνὴν τοῦ Θεοῦ Λόγου, τὴν ἔμψυχον νεφέλην, καὶ στάμνον τὴν τοῦ Μάννα,
τὴν Θεοτόκον Μαριάμ, πάντες οἱ σωθέντες διὰ τοῦ τόκου αὐτῆς ἐν πίστει μακαρίσωμεν, καὶ τὴν σεπτήν,
Ἐσθῆτα προσπτυξώμεθα, ᾗπερ τὸν Δεσπότην περισχοῦσα, ὡς βρέφος ἐβάστασε φορέσαντα σάρκα, δι'
ἧσπερ τῶν βροτῶν ἡ φύσις ἐπήρθη πρὸς μετάρσιον ζωὴν καὶ βασιλείαν· ὅθεν γεγηθότες, κραυγάζομεν
μεγαλοφώνως· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα. αινοι

Ἡ σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν
περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς
ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος.

Ἡ σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν
περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς
ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος.

Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι.
Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ,
Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου.

Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ πόλει σου
σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον
πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.

Δόξα...Καὶ νῦν...Θεοτοκίον

Φρένα καθάραντες καὶ νοῦν, σὺν τοῖς Ἀγγέλοις, καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρῶς ἐξάρχοντες,
δαυιτικὴν μελῳδίαν, τῇ νεάνιδι Νύμφῃ τοῦ Βασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἀνάστηθι Κύριε,
λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· ὡς γὰρ παλάτιον τερπνὸν
ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτὴν τῇ πόλει σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ
πολεμίων βαρβάρων, τῇ κραταιᾷ δυνάμει σου, ταῖς ἱκεσίαις αὐτῆς.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

ΠΑΡΑΣΚΕΥΗ Β΄, ΕΒΔΟΜΑΔΟΣ

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:17-21; 6:1-2

Ἀδελφοί, εἰ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν
περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς
᾿Ιησοῦ Χριστοῦ. ῎Αρα οὖν ὡς δι᾿ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι᾿
ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους· εἰς δικαίωσιν ζωῆς. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς
ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι
κατασταθήσονται οἱ πολλοί. Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Οὗ δὲ ἐπλεόνασεν ἡ
ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ
χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ ᾿Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τί οὖν
ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ,
πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;

Προκείμενον. Ἦχος γ'

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 9:1-7

Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ
πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ
δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν
τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος
᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω· δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα
τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν
πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ
ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ
ἀγνοημάτων.

Ἀλληλούϊα. Ἦχος πλ. β΄

Ἄκουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄

Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς

Στίχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.

+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. θυμίαμά σοι
προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ
ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.

Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ (τοῦ δεῖνος).

+ Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι ῥῆμα τῷ
εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ
ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.

Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.

+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Τοῦ Κυρίου δεηθῶμεν

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον φῶς, καί
τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν.
Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας
καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν καὶ
φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.


Καὶ τῷ πνευματί σου.

Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Πρόσχωμεν

Δόξα σοι, Κύριε, δόξα σοι.

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Β΄ ΕΒΔΟΜΑΔΟΣ

Ἐκ τοῦ κατὰ Ματθαῖον, θ΄ 14 - 17

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι
νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ
τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ'
αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ
παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. οὐδὲ βάλλουσιν
οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ
ἀπολλοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς βάλλουσι καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

Ἐκ τοῦ κατὰ Λουκᾶν, α΄ 39 - 49. 56

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν
ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ
Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς
τῆς κοιλίας σου. καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ
φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. καὶ
μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
ὅτι ἐποίησέ μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας
τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

You might also like