You are on page 1of 5

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Θεοκλητὼ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Θεοκλητὼ τὴν κλῆσιν ἔργῳ δεικνύει,

Κλητὴ Θεῷ φανεῖσα σαρκὸς ἐκδύσει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἐξαποστειλάριον

Ἦχος β'

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Πατέρες οὐρανόφρονες, καὶ τῶν, Ἀγγέλων σύσκηνοι, Δαλμάτε Φαῦστε συνάμα, τῷ θαυμαστῷ Ἰσακίῳ,
μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε, ἀδιαλείπτως Ἅγιοι, τῶν τὴν ὑμῶν ἐκτελούντων,
λαμπρὰν καὶ πάμφωτον μνήμην.

Θεοτοκίον

Ἦχος β'

Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ

Μαρία κυριώνυμε, πολλοῖς κυριευθέντα με, πάθεσι νῦν ψυχοφθόροις, σὺ ἐλευθέρωσον τάχος, καὶ πρὸς
δουλείαν ἕλκυσον, τὴν σήν τε καὶ τοῦ τόκου σου, ἵνα ὑμνῶ σε ἄχραντε, χρεωστικῶς Θεοτόκε,
Χριστιανῶν τὴν ἐλπίδα.

Ἢ Σταυροθεοτοκίον

Παρισταμένη Πάναγνε, ἐν τῷ Σταυρῷ καὶ βλέπουσα, τὸν σὸν Υἱὸν ἐπὶ ξύλου, ταθέντα ἄπνουν ἐθρήνεις,
καὶ μητρικῶς ὠλόλυζες, δακρύουσα καὶ λέγουσα· τὶ τοῦτο τὸ παράδοξον, ὅτι ὁ Κτίστης τοῦ κόσμου,
Σταυρῷ ταθῆναι ἠνέσχου;

Ἀπόστιχα τῆς Παρακλητηκῆς

Ἀπόστιχα Κατανυκτικὰ

Ἦχος πλ. α'

Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε
γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχήν, καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον υἱὸν
δέξαι με, καὶ ἐλέησόν με.

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν πάσαις
ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε
ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Ἦχος πλ. α'

Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε, ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας
μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον
ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Μαρτυρικὸν

Ἦχος πλ. α'

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ
αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνή. Διήλθομεν διὰ πυρός καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς
ἀναψυχήν. ταῖς πρεσβείαις αὐτῶν, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

Θεοτοκίον

Ἦχος πλ. α'

Ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ ζωὴ τῶν ἀπεγνωσμένων, ἡ ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, ἁγία
Δέσποινα Θεοτόκε Παρθένε, τὴν βοήθειάν σου κατάπεμψον ἡμῖν.

Ἀπολυτίκιον

Ἦχος δ'

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου
ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Θεοτοκίον τοῦ ῆχου δ'

Σὲ μεγαλύνομεν Θεοτόκε,

βοῶντες·

Σὺ εἶ ἡ βάτος,

ἐν ᾗ ἀφλέκτως Μωσῆς,

κατεῖδεν ὡς φλόγα,

τὸ πῦρ τῆς θεότητος.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Οἱ Μακαρισμοὶ ΤΟ ΑΚΟΥΤΕ
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὁ Λῃστὴς ἐν τῷ Σταυρῷ,

Θεὸν εἶναί σε πιστεύσας Χριστέ,

ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας.

Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ Βασιλείᾳ σου.

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.

Ὡς ἐδικαίωσας Χριστέ, τὴν Πόρνην κλαύσασαν ἐξ ὅλης ψυχῆς, οὕτω Δέσποτα, καὶ ἐμὲ ἀπογνόντα, ἀπὸ
πάσης ῥῦσαι ἀγαθέ, κολάσεως δέομαι.

Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ΄ὑμῶν
ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Τὸν προδραμόντα τοῦ Χριστοῦ, καὶ ἑτοιμάσαντα ὁδοὺς ἀγαθάς, μακαρίσωμεν Ἰωάννην συμφώνως,
ὅπως τούτου θείαις προσευχαῖς, πταισμάτων ῥυσθείημεν.

Μαρτυρικὸν

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Οἱ τὸ ποτήριον Χριστοῦ, πιόντες Μάρτυρες προθύμῳ ψυχῇ, θολερῶν ἡμᾶς ἁμαρτημάτων καὶ νόσων,
ἑπομβρίαις θείων προσευχῶν, λυτρώσασθε Ἅγιοι.

Δόξα...

Ἀκατάληπτε Θεέ, ἡ παντοδύναμος Τριὰς καὶ Μονάς, τοῦ Προδρόμου σου ταῖς πρεσβείαις με σῶσον,
λυτρουμένη σκότους καὶ φλογός, τῆς ἀποκειμένης μοι.

Καὶ νῦν... Θεοτοκίον

Διὰ παντὸς ταῖς πονηραῖς, Παρθένε πράξεσι σπιλούμενος, σὲ τὴν ἄσπιλον τοῦ Δεσπότου Μητέρα,
ἱκετεύω, ῥύπου με παντός, καθάρισον Δέσποινα.

Ἀπολυτίκιον

Ἦχος δ'

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου
ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

Τοῦ Ναοῦ...

Κοντάκιον
Ἦχος βαρὺς

Αὐτόμελον ΤΟ ΑΚΟΥΤΕ

Ἐπὶ τοῦ ὅρους μετεμορφώθης,

καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου,

Χριστὲ ὁ Θεὸς ἐθεάσαντο,

ἵνα ὅταν σε ἴδωσι σταυρούμενον,

τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον,

τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς,

τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Προκείμενον τῆς ἡμέρας, Ἦχος βαρύς

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

ΤΡΙΤΗ Ζ΄, ΕΒΔΟΜΑΔΟΣ

Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 6:20;7:1-12

Ἀδελφοί, δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ Θεοῦ. Περὶ
δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ
γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν
ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ·
ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ
μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ
πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν.
Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ, ὁ μὲν
οὕτως, ὁ δὲ οὕτως. Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ
ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι. Τοῖς δὲ γεγαμηκόσιν
παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ ὁ Κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι -ἦν δὲ καὶ χωρισθῇ, μενέτω
ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω -καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ
Κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν.

Τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰσαακίου, Δαλμάτου καί Φαύστου.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:22-26; 6:1-2

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα
ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ
γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ
ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος·
σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν
νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄

Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Τῌ ΤΡΙΤῌ ΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ

Ἐκ τοῦ κατὰ Ματθαῖον, ιδ΄ 1 - 13

Τῷ καιρῷ ἐκείνῳ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός
ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν
αὐτῷ. Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν
γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ
θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. γενεσίων δὲ ἀγομένων τοῦ
Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδῃ, ὅθεν μεθ' ὅρκου
ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν,
ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ἐλυπήθη ὁ βασιλεὺς, διὰ δὲ τοὺς ὅρκους καὶ
τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ· καὶ
ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες
οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Ἀκούσας δὲ ὁ
Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι
ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

Κοινωνικόν τῆς ἡμέρας

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

You might also like