Professional Documents
Culture Documents
Μιχαήλ Ψελλός
1
Χρονογραφία
Συγγραφέας: Μιχαήλ Ψελλός Τόμος Δεύτερος→
Τόμος Πρώτος Βασίλειος Βʹ
2
τῆς φιλαρχίας ἀνάπτεται ζῆλος, καὶ οὐδὲ τὸν ἀδελφὸν
ὁρῶν ὑπὲρ τὴν τελείαν ἡλικίαν γενόμενον, ἀλλ'
ἀρτίχνουν ἤδη καὶ πρῶτον, ὅ φασιν, ὑπηνήτην. Τοιούτων
μὲν οὖν ἐγκωμίων ἐκ προοιμίων ἀξιούσθω ὁ
Κωνσταντῖνος.
5
1.6Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ
ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ
οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ,
περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ
ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ
ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις
καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ
παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν
ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν
δυνάμεων.
6
1.8Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν
ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ
συνθήματος εἵλοντο· καὶ μέντοι γε συνελάσαντες εἴς τι
μεταίχμιον, εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς
ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς, οὐκ
ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς, ἀλλ' εὐθὺς νόμους ἀγωνίας
παραβεβηκὼς, ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ
παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς, δυναμώσας τὴν
χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ
ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς
ἀκρατὴς, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ
ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς
ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν.
7
τὸν βασιλέα συναρίθμιος ἐτύγχανεν ὤν. Οὕτω μὲν οὖν ἡ
πρώτη τυραννὶς καταλέλυται, καὶ ὁ βασιλεὺς Βασίλειος
ἀπηλλάχθαι πραγμάτων ἔδοξε· ἡ δὲ δόξασα αὕτη
κατάλυσις ἀρχὴ πολλῶν ὠδίνων οὖσα ἐτύγχανεν. Ὁ γάρ
τοι Φωκᾶς πρῶτα μὲν μειζόνων ἀξιωθεὶς, ἔπειτα
ἐλαττόνων, καὶ αὖθις ὑπορρεούσας αὐτῷ τὰς ἐλπίδας
ὁρῶν, ἅμα δὲ καὶ μὴ προδεδωκέναι τὴν πίστιν οἰόμενος,
ἐπὶ ῥητοῖς προσβᾶσαν καὶ φυλαχθεῖσαν, σὺν τῷ
κρατίστῳ μέρει τοῦ στρατοπέδου βαρυτέραν τε καὶ
χαλεπωτέραν κατὰ τοῦ Βασιλείου τυραννίδα ἀνίστησι·
καὶ τὰ πρῶτα γένη τῶν τότε δυναμένων ἀναρτησάμενος,
καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθεὶς, στράτευμά τε
Ἰβηρικὸν ἀπολεξάμενος ἑαυτῷ (ἄνδρες δὲ οὗτοι τό τε
μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν
σοβαρὰν ἕλκοντες), οὐκ ἔτι ἐν ὑπονοίαις, ἀλλὰ μετὰ τῆς
βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν
τυραννικὴν στολὴν ἀμφιέννυται.
10
διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν, οὐκ ἔτι
<ἐν> ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν
ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο, καὶ τῷ τῆς
τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴν κατὰ σκοπὸν
τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον
τοῦ μάχεσθαι, τῶν θυμάτων αὐτοῖς τοῦτο διασαφούντων,
ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφιεὶς τὴν ἡνίαν τῷ ἵππῳ.
Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ
ἱππάσατο, εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος, καὶ ἐπεὶ
μετέβη εἰς ἕτερον, καὶ οὗτος βραχύ τι προεληλυθὼς
ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο, καὶ ἀχλὺς
μὲν τὴν γνώμην, δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς
δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν, ἅπαξ ἑαυτὸν καταστήσας
εἰς τὸν ἀγῶνα, ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς
φάλαγγος, καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει
δυνάμεως, πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν,
Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ, ἀρτιφυεῖς πάντας τὸ
γένειον καὶ αὐτὸ δὴ τὸ νεοτήσιον ἀποφύοντας ἄνθος,
ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος,
ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν
ἀνυποστάτους τυγχάνοντας, τούτους δὴ μεθ' ἑαυτοῦ ὑφ'
ἑνὶ κινήσας συνθήματι, τῆς φάλαγγος προπηδᾷ, καὶ τὸν
χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως χωρεῖ,
τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων
λαβὴν, ὡς αὐτίκα τούτῳ τὸν βασιλέα διαχειρισόμενος.
13
παρακοιμώμενον, καὶ ταῦτα, οὐ λειότητά τινα τῇ
μεταστάσει προμηθευσάμενος, ἀλλὰ τὸν ἄγριον τρόπον
καὶ ὃν ἄν τις οὐχ ὑπειλήφει· εἰς γὰρ ναῦν ἐμβιβάσας,
ὑπερόριον ἐποιήσατο.
16
στρατὸν κρατύνων καὶ προσθήκαις ἐπαύξων, βαρύτερος
ἐντεῦθεν ἐδόκει τῷ βασιλεῖ· οὐ μέχρι δὲ τούτου
κατεστρατήγει τὸν αὐτοκράτορα, ἀλλὰ καὶ τὰς ναῦς
ἐπέχων, ὁπόσαι ἐς τὴν πομπείαν ἐτύγχανον ἱκαναὶ, ἔτι γε
μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας, τὰ μὲν
ὅσα ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς
ἀπεθησαύριζε τῷ στρατῷ, τὴν δὲ ἀπὸ τῶν βασιλείων
ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ
ἄλλως διακυβερνωμένην κατάπραξιν, πᾶσιν ἀνεῖργεν
ἐπιτηρῶν ὄμμασι
17
ἀνάλωτον τοῦτον εἶδε λαβαῖς ὁ Βασίλειος, πρεσβείαν
πρὸς αὐτὸν ἀπεστάλκει σπείσασθαί τε πείθουσαν καὶ
ἀπαλλαγῆναι πραγμάτων, τὰ πρῶτα μετά γε τοῦτον τῆς
ἀρχῆς ἔχοντα. Ὁ δὲ τὰ μὲν πρῶτα οὐκ εὐμενῶς τοῖς
πράγμασιν ἄγαν ὡμίλησεν, ἔπειτα πολλοὺς ἑλίξας καθ'
ἑαυτὸν λογισμοὺς καὶ τοῖς προλαβοῦσι τὰ ἐνεστῶτα
συγκρίνας, καὶ τὰ μέλλοντα πρὸς ταῦτα εἰκάσας, πρὸς
ἑαυτόν τε ἀπιδὼν, τῷ γήρᾳ καταπονούμενον, πείθεται
τοῖς πεπρεσβευμένοις, καὶ τὸ στρατόπεδον ἅπαν
συλλήπτορας εἰς τὴν παραδοχὴν τῆς πρεσβείας
συνειληφὼς σπένδεται Βασιλείῳ ἐπὶ τούτοις, ὥστε τὸ μὲν
στέφος τῆς κεφαλῆς ἀποθέσθαι καὶ ἐπισήμου μεθέσθαι
χρώματος, εὐθὺς δὲ μετ' ἐκεῖνον ἑστάναι, καὶ τούς τε
λοχαγωγοὺς καὶ τοὺς ἄλλους ὅσοι τῆς τυραννίδος αὐτῷ
ἐκοινώνησαν τὰς αὐτὰς ἔχειν ἀρχὰς καὶ τῶν αὐτῶν
μέχρι παντὸς ἀπολαύειν ἀξιωμάτων, ὧν αὐτὸς τούτους
ἠξίωσε, καὶ μήτε κτήσεων ἐστερῆσθαι ὧν τε εἶχον καὶ ὧν
παρ' αὐτοῦ προσειλήφασι, μήτε τινῶν ἄλλων τῶν
προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι.
21
Τὸν δὲ λοιπὸν χρηματισμὸν τίς ἂν εὐπορήσοι τῷ λόγῳ
συναγαγεῖν; ὅσα γὰρ ἐν Ἴβηρσί τε καὶ Ἄραψι, καὶ ὅσα
ἀποτεθησαύριστο εἰς Κελτοὺς, ὁπόσα τε ἡ Σκυθῶν εἶχε
γῆ, καὶ, ἵνα συντόμως εἴπω, τὸ πέριξ βαρβαρικὸν, πάντα
ἐς ταὐτὸ συνενηνοχὼς τοῖς βασιλικοῖς ταμείοις ἀπέθετο·
ἀλλὰ καὶ τῶν καταστασιάντων αὐτὸν, εἶτα δὴ
καθαιρεθέντων, τὴν ἐν χρήμασιν εὐδαιμονίαν ἐκεῖσε
φέρων ἀπεθησαύρισε. Καὶ ἐπεὶ δὴ οὐκ ἤρκεσαν αὐτῷ αἱ
τῶν κατεσκευασμένων οἴκων ὑποδοχαὶ, ὑπογείους
ὀρύξας ἕλικας κατὰ τὰς τῶν Αἰγυπτίων σύριγγας, ἐν
αὐτοῖς οὐκ ὀλίγα τῶν συνειλεγμένων ἐταμιεύσατο.
Ἀπέλαυε δὲ οὐδενὸς, ἀλλ' οἱ πλείους τῶν λίθων τῶν τε
λευκοτάτων οὓς μαργαρίτας φαμὲν, καὶ τῶν διαφόροις
ἀποστιλβόντων τοῖς χρώμασιν, οὐκ ἐν ταινίαις
κεκόλληντο ἢ στρεπτοῖς, ἀλλ' αὐτοῦ που κατὰ γῆς
ἐρριμμένοι ἐτύγχανον. Ὁ δὲ πορφυρὰν ἐσθῆτα
ἠμφιεσμένος, οὐδὲ τὴν κατακόρως ὀξεῖαν, ἀλλὰ τὴν
μέλαιναν, μαργαρίσι τισὶ τὸ ἐπίσημον ἔχουσαν, τάς τε
προόδους ἐποιεῖτο καὶ τοῖς τέλεσιν ἐχρημάτιζεν· τὸν δὲ
πλεῖστον τῆς ἀρχῆς αὐτοῦ χρόνον στρατεύων, καὶ τάς τε
τῶν βαρβάρων ἀνείργων ἐπιδρομὰς, τά τε ἡμέτερα
φρουρῶν ὅρια, οὐ μόνον οὐδὲν ἐξεφόρει τῶν
ἀποτεθειμένων, ἀλλὰ καὶ πολλαπλάσια τὰ συνειλεγμένα
ἐδείκνυε.
25
χαλινὸν τῷ ἵππῳ διδοὺς καὶ ἐπιρράσσων, ὄρθιος καὶ
ἀκλινὴς ἦν κατά τε πρανῶν ὁμοίως καὶ κατ' ὀρθίων
φερόμενος, αὖθίς τε ἀνείρ γων καὶ ἀνασειράζων τὸν
ἵππον ὑψοῦ ἥλλετο οἷον ἐπτερωμένος, καὶ μετὰ τοῦ
αὐτοῦ σχήματος πρός τε τὸ ἄναντες καὶ πρὸς τὸ
κάταντες ἦν. Γηράσαντι δέ οἱ τὸ μὲν ὑπὸ τὸν ἀνθερεῶνα
ἐψίλωτο γένειον, τὸ δ' ὅσον ἀπὸ τῆς γένυος κατακέχυτο,
δασεῖά τε ἡ θρὶξ ἐγεγόνει καὶ πολλὴ πέριξ περιεπεφύκει,
ὅθεν καὶ ἑκατέρωθεν περιελιχθεῖσα ἐς κύκλον
ἀπηκριβώθη καὶ ἐδόκει πάντοθεν γενειάσκειν. Εἰώθει
γοῦν πολλάκις ταύτην περιελίττειν, καὶ μάλιστα ὁπότε
τῷ θυμῷ διαπυρούμενος ἦν, καὶ ἄλλως δὲ χρηματίζων
καὶ ἐς ἐννοίας ἀνακινῶν ἑαυτὸν ἐχρῆτο τῷ σχήματι·
τοῦτό τε οὖν ἐποίει θαμὰ, καὶ τῷ τῆς χειρὸς ἐκκειμένῳ
ἀγκῶνι τοῖς κενεῶσι τοὺς δακτύλους ἐπέβαλλεν. Ὡμίλει
δὲ οὐκ ἐπιτροχάδην, οὐδὲ ἀποτορνεύων τοὺς λόγους,
οὐδὲ ἐς περιόδους ἀπομηκύνων, ἀλλὰ περικόπτων καὶ
κατὰ βραχὺ ἀναπαύων, καὶ ἀγροικικῶς μᾶλλον ἢ
ἐλευθερίως· ὁ δὲ γέλως αὐτῷ καγχασμὸν εἶχε καὶ τῷ
παντὶ συνεβράσσετο σώματι.
27
Σχετικά με την ψηφιακή
έκδοση
Αυτό το e-book προέρχεται από την δικτυακή βιβλιοθήκη
Βικιθήκη[1]. Αυτή η πολύγλωσση ψηφιακή βιβλιοθήκη
που οικοδομείται από εθελοντές, είναι αφιερωμένη στην
ανάπτυξη μιας ελεύθερης προβάσιμης συλλογής
εκδόσεων κάθε είδους: μυθιστορήματα, ποιήματα,
περιοδικά, επιστολές...
Ntetos
28
AristippusSer
Odoiporos
1. ↑ http://el.wikisource.org
2. ↑ http://www.creativecommons.org/licenses/by-sa/3.0
3. ↑ http://www.gnu.org/copyleft/fdl.html
4. ↑
https://el.wikisource.org/wiki/%CE%92%CE%B9%CE
%BA%CE%B9%CE%B8%CE%AE%CE%BA%CE%
B7:%CE%93%CF%81%CE%B1%CE%BC%CE%BC
%CE%B1%CF%84%CE%B5%CE%AF%CE%B1
29