You are on page 1of 2

ταχὺ πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ

παρακαθισάμενος, "Ἔδωκα," ἔφην, "Κλεινία, σοι δίκην


τῶν σκωμμάτων. δοῦλος γέγονα κἀγώ." ἀνακροτήσας
οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ
μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν· καί,
"Ἐρᾷς," εἶπεν, "ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου
λέγουσιν." ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει
(τοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίῳ) τεθορυβημένος,
"Οἴχομαί σοι," λέγων, "Κλεινία."
[4] καὶ συνεστέναξεν ὁ Κλεινίας,
ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς
κρεμάμενος· καὶ τῇ φωνῇ τρέμων,
"Ἀποκτενεῖς," εἶπε, "σιωπῶν· τί σε
λυπεῖ; τίνι δεῖ μάχεσθαι;" καὶ ὁ
Χαρικλῆς, "Γάμον," εἶπεν, "ὁ πατήρ
μοι προξενεῖ, καὶ γάμον ἀμόρφου
κόρης, ἵνα διπλῷ συνοικῶ τῷ κακῷ.
πονηρὸν μὲν γὰρ γυνή, κἂν
εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν
δυστυχῇ, τὸ κακὸν διπλοῦν.

[5]ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ


πατὴρ ἀποβλέπων σπουδάζει τὸ
κῆδος. ἐκδίδομαι ὁ δυστυχὴς τοῖς
ἐκείνης χρήμασιν, ἵνα γήμω
πωλούμενος."
[8]

[1]    Ὡς οὖν ταῦτα ἤκουσεν ὁ


Κλεινίας, ὠχρίασεν. ἐπιπαρώξυνεν
οὖν τὸ μειράκιον ἀποθέσθαι τὸν
γάμον, τὸ τῶν γυναικῶν γένος
λοιδορῶν. "Γάμον," εἶπεν, "ἤδη σοι
δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκησας,
ἵνα καὶ πεδηθῇς;

[2] οὐκ ἀκούεις τοῦ ∆ιὸς


λέγοντος

   'Τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες


   τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες';
αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων
φύσει· κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς.

You might also like