You are on page 1of 11

18. Ο ΑΣΚΛΗΠΙΟΣ (α) - ὁ Ἀσκληπιὸς σεμνός τ' ἦν καὶ μέγας.

τέλος δὲ οὕτως ἔκαμνεν ὁ Φίλιππος ὥστε εἰς βαθὺν ὕπνον ἔπεσεν. καθεύδοντι δ' αὐτῷ ἐπεφάνη ὁ

θεός· σεμνός τ' ἦν καὶ μέγας καὶ τῇ ἀριστερᾷ βακτηρίαν ἔφερε, περὶ ἧς εἰλίττετο ὁ ἱερὸς ὄφις. ἔστη

δὲ παρὰ τῷ παιδί, καὶ εὐμενῶς βλέψας τάδε εἶπεν, "τί πάσχεις, ὦ παῖ; τί καθεύδεις ἐν τῷ ἐμῷ

ἀβάτῳ;" ὁ δὲ οὐδὲν φοβούμενος (εὐμενὴς γὰρ ἐφαίνετο ὁ θεός), "τυφλός εἰμι, ὦ Ἀσκληπιέ", ἔφη,

"ἥκω οὖν ὡς αἰτήσων σε τοὺς ὀφθαλμούς μοι ἀκεῖσθαι". ὁ δὲ θεός, "ἐὰν δ' ἐγὼ ἰάσωμαί σοι τοὺς

1
ὀφθαλμούς, τί δύ μοι δώσεις;" ὁ δὲ παῖς πολὺν δὴ χρόνον ἠπόρει τί χρὴ λέγειν, τέλος δέ, "πολλὰ μὲν

οὐκ ἔχω", ἔφη, "δώσω δέ σοι τοὺς ἐμοὺς ἀστραγάλους". ὁ δὲ θεὸς γελάσας προσεχώρησε καὶ τὰς

χεῖρας ἐπέθηκε τοῖς ὀφθαλμοῖς αὐτοῦ. ταῦτα δὲ ποιήσας ἀπέβη.

τῇ δὲ ὑστεραίᾳ ἐπεὶ πρῶτον ἡμέρα ἐγένετο, ἠγέρθη ὁ Φίλιππος καί, ἰδού, βλέπειν ἐδύνατο· τόν τε

γὰρ οὐρανὸν εἶδε καὶ τὸν ἥλιον ὑπὲρ τοὺς λόφους ἀνίσχοντα καὶ τὰ δένδρα τῷ ἀνέμῳ κινούμενα·

καὶ ἐτέρπετο θεώμενος· πάντα γὰρ αὐτῷ κάλλιστα δὴ ἐφαίνετο. ἔσπευδεν οὖν ὡς τὸν ἱερέα

2
ζητήσων. ὁ δὲ ἰδὼν αὐτὸν προσιόντα, "χαῖρε, ὦ παῖ", ἔφη, "δῆλόν ἐστιν ὅτι ὁ θεὸς εὐμενὴς

προσῆλθέ σοι. χάριν οὖν τῷ θεῷ ἀπόδος. ἀλλ' ἴθι ὡς τὸν πατέρα ζητήσων".

βαθύν, profundo; ἐπεφάνη, aparecio;


βακτηρίαν, baculo;
εἱλίττετο (de ἑλίττω, enrosco, me enrosco), estaba enroscada;
ὄφι, serpiente;
ἀβάτῳ, santuario;
ἐάν … ἰάσωμαι (de ἰάομαι), si curo;
ἀστραγάλους, vertebras (usadas como dados de juego)
ἠγέρθη: aoristo pasivo de ἐγείρω;
λόφους, altura, colina; ἀνίσχοντα (de ἀνίσχω, una variante de ἀνέχω), levantando;
ἀπόδος: aoristo imperativo de ἀποδίδωμι]

Sabiduria griega: Una frasede Heraclito:

σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφία ἀληθῆ λέγειν καὶ ποιεῖν κατὰ φύσιν (Fragmento 112 Diels).

3
Sabiduria griega: Heraclito

ἀνθρώποις πᾶσι μέτεστι γιγνώσκειν ἑαυτοὺς καὶ σωφρονεῖν (116 Diels)

18. Ο ΑΣΚΛΗΠΙΟΣ (β)

τὸν δὲ Δικαιόπολιν ηὗρον πρὸ καταγωγίου καθήμενον. ὁ δὲ ὡς εἶδε τὸν παῖδα βεβαίως βαδίζοντα

καὶ βλέποντα, ἀνέστη καὶ προσδραμὼν ἠσπάζετο αὐτὸν καί, "ὦ φίλτατε παῖ", ἔφη, "ἆρα ἀληθῶς

4
ὁρῶ σε ὑγιῆ ὄντα; ἆρα ἀληθῶς ἠκέσατό σοι τοὺς ὀφθαλμοὺς ὁ θεός; δεῖ πλείστην χάριν τῷ

Ἀσκληπιῷ ἀποδοῦναι". καὶ πρὸς τὸν ἱερέα τρεψάμενος, "ἆρ' ἔξεστι θυσίαν ποιεῖσθαι; ἆρ' ἔξεστι καὶ

ἄγαλμα ἀναθεῖναι τῷ θεῷ;" ὁ δὲ ἱερεύς, "πῶς γὰρ οὔ; ἔξεστί σοι. ἆρα βούλει καὶ μνημεῖον τῆς

ἀκέσεως ἀναθεῖναι ἐν τῷ ἱερῷ; σὺ μὲν γὰρ τρεῖς δραχμάς μοι παράδος, ἐγὼ δὲ θυσίαν ποιήσω καὶ

ἀναθήσω ὑπὲρ σοῦ". ὁ δὲ Δικαιόπολις οἰμώξας, "τρεῖς δραχμὰς λέγεις; φεῦ τῆς δαπάνης". ὁ δὲ

ἱερεύς, "οὐδὲν λέγεις, ὦ ἄνθρωπε· οὐ γὰρ μεγάλη ἡ δαπάνη. τὴν γὰρ θυσίαν ποιήσω ἐπὶ μιᾷ

5
δραχμῇ, τὸ δὲ μνημεῖον ἀναθήσω ἐπὶ δυοῖν. δός μοι οὖν τρεῖς δραχμάς, εἰ βούλει με ταῦτα

ποιῆσαι". ὁ δὲ Δικαιόπολις, "ἀλλὰ τρεῖς δραχμὰς οὐκ ἔχω· ἀνὴρ γὰρ πένης εἰμί. ἆρα δύο σοι

ἀρκοῦσιν;" ὁ δὲ ἱερεύς, "ἔστω· δύο ἀρκοῦσιν, εἰ μὴ πλέον ἔχεις". ὁ μὲν οὖν Δικαιόπολις δύο

δραχμὰς παρέδωκεν, ὁ δὲ ἱερεὺς τὸν ὑπηρέτην καλέσας ἐκέλευσεν ἀλεκτρυόνα ἐνεγκεῖν καὶ

ἡγησάμενος αὐτοῖς πρὸς τὸν βωμὸν τὴν θυσίαν ἐποίησεν.

τοῦ καταγωγίου, la posada;


ἠσπάζετο, recibir cariñosamente, abrazar, adherirse;
ἄγαλμα, ofrenda (usualmente una estatua votiva);
πῶς γὰρ οὔ; .Pues cómo no? Por supuesto;

6
μνημεῖον τῆς ἀκέσεως, recuerdo (votivo) de la cura;
οἰμώξας (de οἰμώζω) lamentándose, quejándose;
φεῦ τῆς δαπάνης,.pero que costoso!;
πένης, pobre;
ἀρκοῦσιν, son suficientes;
ἔστω, .sea!, .de acuerdo!;
ἀλεκτρυόνα, un gallo;
ἐνεγκεῖν (de φέρω), llevar.

ὁ δὲ Φίλιππος, "ἀλλὰ δεῖ καὶ ἐμέ", ἔφη, "δοῦναί τι. τῷ γὰρ θεῷ εἶπον ὅτι τοὺς ἐμοὺς ἀστραγάλους

δώσω. ἰδού, τούτους λαβὼν ἀνάθες τῷ θεῷ καὶ γράψον ἐν τῷ μνημείῳ, εἰ σοι δοκεῖ, ὅτι ὁ Φίλιππος

τούτους τοὺς ἀστραγάλους τῷ Ἀσκληπιῷ ἀνέθηκε μεγίστην χάριν ἔχων". ὁ δὲ ἱερεύς, "ἀλλὰ ἡδέως

ταῦτα ποιήσω· χαιρήσει γὰρ ὁ θεὸς τούτους δεξάμενος. ἀλλὰ νῦν γε δεῖ ὑμᾶς οἴκαδε πορεύεσθαι.

ἄγε δή, ἀκολουθήσω ὑμῖν πρὸς τὰς πύλας".


7
[ἀκολουθήσω + dat., seguire, acompanare]

ἐν ᾧ δὲ πρὸς τὰς πύλας ἐβάδιζον, ὁ ἱερεὺς τῷ Δικαιοπόλιδι, "σὺ μέν", ἔφη, "ἐν ταῖς Ἀθήναις νεωστὶ

παρῆσθα· εἰπέ μοι οὖν, πῶς ἔχει τὰ πράγματα; πότερον πόλεμος ἔσται πρὸς τοὺς Λακεδαιμονίους ἢ

εἰρήνην δυνήσεσθε σῴζειν; δῆλον γάρ ἐστιν ὅτι οἱ Κορίνθιοι τοὺς Λακεδαιμονίους εἰς πόλεμον

ὀτρύνουσιν, ἐχθροὶ ὄντες τοῖς Ἀθηναίοις. τίνα οὖν γνώμην ἔχεις; ἆρα δίκας τῶν διαφορῶν

ἐθελήσουσι διδόναι ἢ πολέμῳ τὰς διαφορὰς διαλύσονται μᾶλλον ἢ λόγοις;"

νεωστί, recientemente;
ὀτρύνουσιν, están empujando a;

8
δίκας τῶν διαφορῶν … διδόναι, brindar arbitraje de sus diferencias;
τὰς διαφορὰς διαλύσονται, resolverán sus diferencias

ὁ δὲ Δικαιόπολις, "πάλαι μὲν ἐχθροί εἰσιν οἱ Κορίνθιοι καὶ ἡμῖν ἐπιβουλεύουσιν, ὅμως δὲ πόλεμον

οὐ ποιήσονται οἱ Λακεδαιμόνιοι· ἀεὶ γὰρ ἡσυχάζουσιν, τὸ τῶν Ἀθηναίων κράτος φοβούμενοι". ὁ δὲ

ἱερεύς, "ἀλλ' οὐ δήπου φοβοῦνται τοὺς Ἀθηναίους οἱ Λακεδαιμόνιοι· ἔστι γὰρ στρατὸς αὐτοῖς τε

καὶ τοῖς συμμάχοις μέγιστος δή, ᾧπερ οὐ τολμήσουσιν οἱ Ἀθηναῖοι ἀντέχειν κατὰ γῆν". ὁ δὲ

Δικαιόπολις ἀποκρινάμενος εἶπεν· "ἀλλ' ἡμεῖς τῆς γε θαλάττης κρατοῦμεν, ὥστε πλέονα ἔχομεν τὰ

τοῦ πολέμου· πλεῖστα μὲν γὰρ χρήματά ἐστιν ἡμῖν, πλεῖσται δὲ νῆες· οὔκουν δυνήσονται ἡμᾶς
9
βλάπτειν οὐδὲ μακρὸν πόλεμον νικῆσαι, οὐδ' οὖν τολμήσουσιν ἡμῖν ἐπιστρατεῦσαι". ὁ δὲ γέρων,

"σὺ μὲν δῆλος εἶ τῇ τε σῇ πόλει μάλα πιστεύων καὶ τῷ κράτει αὐτῆς. διὰ τοῦτο μέντοι, ὡς ἔμοιγε

δοκεῖ, πόλεμον ποιήσονται οἱ Λακεδαιμόνιοι, διότι τὸ τῶν Ἀθηναίων κράτος φοβούμενοι οὐκ

ἐθελήσουσι περιορᾶν αὐτὸ αὐξανόμενον. ὅμως δὲ χαιρήσω ἐὰν σὺ μὲν ὀρθῶς γιγνώσκων φανῇς,

ἐγὼ δὲ ἁμαρτάνων".

ἤδη δὲ εἰς τὰς πύλας παρῆσαν. χαίρεν οὖν τὸν γέροντα κελεύσαντες ὅ τε Δικαιόπολις καὶ ὁ παῖς

10
ἐπορεύοντο.

ἐπιβουλεύουσιν + dat., estan conspirando contra;


δήπου, seguramente;
τὰ τοῦ πολέμου, recursos para la guerra;
οὐδ' οὖν, ni, por cierto;
ἔμοιγε, forma enfatica, para mi;
περιορᾶν, mirar conindiferencia;
ἐάν … φανῇς, si se prueba que tu ...
ἐπορεύοντο, emprendieron su viaje

11

You might also like