You are on page 1of 15

12 

ΜΑΡΤΙΟΥ 2022 
Σάββατον τῆς Α´ Ἑβδομάδος τῶν Νηστειῶν 
Μνήμη τοῦ διά τῶν κολλύβων θαύματος τοῦ Ἁγίου καί ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.  
Ὁσίων Θεοφάνους τῆς Σιγριανῆς καὶ Συμεὼν τοῦ Νέου Θεολόγου,  Γρηγορίου πάπα Ῥώμης τοῦ Διαλόγου 
* * * * *  

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ 
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι πρέπει σοι πᾶσα δόξα... 
Ἦχος β´. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 
ΑΠΟΛΥΤΙΚΙΑ 
τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Θεοδώρου. Ἦχος β´. 
Μεγάλα  τὰ  τῆς  πίστεως  κατορθώματα!  ἐν  τῇ  πηγῇ  τῆς  φλογός,  ὡς  ἐπὶ  ὕδατος  ἀναπαύσεως,  ὁ 
Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνε‐
κται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  
Δόξα. Τὸ αὐτό. 
Καὶ νῦν. Θεοτοκίον. 
Πάντα  ὑπὲρ  ἔννοιαν,  πάντα  ὑπερένδοξα  τὰ  σὰ  Θεοτόκε  Μυστήρια,  τῇ  ἁγνείᾳ  ἐσφραγισμένη, 
καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν. Αὐτὸν ἱκέτευε, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι σὸν τὸ κράτος... 
* * * 

ΚΑΘΙΣΜΑΤΑ 
Μετὰ τὴν α´ Στιχολογίαν  
Μαρτυρικὰ τοῦ Ἤχου τῆς ἑβδομάδος 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ 
Θεοῦ ἡμῶν·  σχόντες γὰρ τὴν ἰσχὺν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων  τὰ 
ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 
Αὐτόμελον 
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ· αὐτὸς δώσει δύναμιν καὶ 
κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός. 
Τῶν  ἐν  ὅλῳ  τῷ  Κόσμῳ  Μαρτύρων  σου,  ὡς  πορφύραν  καὶ  βύσσον  τὰ  αἵματα,  ἡ  Ἐκκλησία  σου 
στολισαμένη,  δι᾿  αὐτῶν  βοᾶ  σοι  Χριστὲ  ὁ  Θεός·  Τῷ  λαῷ  σου  τοὺς  οἰκτιρμοὺς  σου  κατάπεμψον, 
εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.  
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 

  1
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς. 
Σταυρὸν ὁπλισάμενοι οἱ Ἀθλοφόροι σου, ἐνίκησαν τὰ μηχανήματα, τοῦ ἀρχεκάκου ἐχθροῦ, Χρι‐
στὲ  ὁ  Θεὸς  ἡμῶν·  ἔλαμψαν  ὡς  φωστῆρες,  τοὺς  βροτοὺς  ὁδηγοῦντες,  δίδουσι  τὰς  ἰάσεις  τοῖς  ἐν 
πίστει αἰτοῦσιν. Αὐτῶν ταῖς ἱκεσίαις, σῶσον τὸν Κόσμον σου. 
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Αὐτόμελον. 
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πε‐
φανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδε‐
ξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. 
Μετὰ τὴν β´ Στιχολογίαν 
τοῦ Ἁγίου Θεοδώρου 
Ἦχος γ´. Θείας πίστεως. 
Ζέων πίστεως ὀρθοδοξίᾳ, πλάνην ἔσβεσας κακοδοξίας, καταργήσας τῶν εἰδώλων τὸ ἄθεον, καὶ 
ὁλοκαύτωμα  θεῖον  γενόμενος,  θαυματουργίαις  δροσίζεις  τὰ  πέρατα.  Μάρτυς  ἔνδοξε,  Χριστὸν 
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.  
Δόξα. Ὅμοιον. 
Θεῖον δῶρόν σε πρὸς σωτηρίαν, πάσῃ δέδωκε τῇ οἰκουμένῃ, ὁ ἐν τοῖς ᾄθλοις δυναμώσας σε Κύ‐
ριος, τὰς ψυχικὰς ἡμῶν νόσους ἰώμενος, καὶ τῶν σωμάτων τὰ πάθη τροπούμενος. Μάρτυς Θεό‐
δωρε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.  
Καὶ νῦν. Θεοτοκίον. 
Ἡ τὸν ἀχώρητον, Θεὸν ἐν μήτρᾳ σου, Παρθένε ἄχραντε, κυοφορήσασα, τὸν πρὸ αἰώνων ἐκ Πα‐
τρὸς  ἀῤῥεύστως  ἀνατείλαντα,  Λόγον  ἐνυπόστατον,  καὶ  Υἱὸν  ὁμοούσιον,  τοῦτον  ἐκδυσώπησον, 
σὺν Προφήταις καὶ Μάρτυσιν, Ὁσίοις, Ἀσκηταῖς, καὶ Δικαίοις, δοῦναι ἡμῖν λύσιν πλημμελημά‐
των. 
αὖθις ὁ Ἀναγνώστης τὸν Ν´ ψαλμόν, χύμα· 
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον 
τὸ ἀνόμημά μου. 
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. 
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. 
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου 
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. 
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. 
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. 
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. 
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. 
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. 
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. 
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. 
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. 
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. 
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιο‐
σύνην σου. 
  2
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. 
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. 
Θυσία  τῷ  Θεῷ  πνεῦμα  συντετριμμένον·  καρδίαν  συντετριμμένην  καὶ  τεταπεινωμένην  ὁ  Θεὸς 
οὐκ ἐξουδενώσει. 
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. 
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. 
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.  
ΟΙ ΚΑΝΟΝΕΣ 
οἱ δύω τοῦ ἁγίου Θεοδώρου καὶ ὁ τοῦ Μηναίου 
ᾨδὴ α´.  
Κανὼν πρῶτος 
ποίημα τοῦ ὁσίου Ἰωάννου Μητροπολίτου Εὐχαΐτων,  
ἔχων Ἀκροστιχίδα, ἐν μὲν τοῖς πρώτοις Τροπαρίοις· ὁ Ἰωάννης, ἐν δὲ τοῖς λοιποῖς· Τήρων ὁ κλεινός, δόξα πρώτῳ Σαββάτῳ 
Ἦχος δ´. ὁ Εἱρμός. 
Ἀνοίξω  τὸ  στόμα  μου,  καὶ  πληρωθήσεται  Πνεύματος,  καὶ  λόγον  ἐρεύξομαι,  τῇ  Βασιλίδι  Μητρί· 
καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ὁ πάντων ἐπέκεινα, σὲ τὴν ἀῤῥήτως γεννήσασαν, ἁπάντων προέθηκε, τῶν ἑαυτοῦ ἐκλεκτῶν· ὅ‐
θεν σήμερον, τὸν τούτου στεφανίτην, ὑμνοῦντες Πανύμνητε, σοὶ προεξάρχομεν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸν μέγαν ἐν Μάρτυσι, τὸν ἀθλητὴν τὸν ὑπέρλαμπρον, τὸν ὀνομαστότατον καὶ περιβόητον, τὸν 
ἐν θαύμασιν, ἀπ᾿ ἄκρων γῆς εἰς ἄκρα, ἐπίσημον ᾄσματι μέλψω Θεόδωρον. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ἡμέρα εὐφρόσυνος, ἐν ταῖς πενθίμοις ἀνέτειλε, καὶ τὴν σκυθρωπότητα, τούτων ἐφαίδρυνε· προ‐
εόρτια, προοίμια μακρόθεν, ἐκλάμψασα χάριτι, τοῦ θείου Μάρτυρος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ῥαντίζει καθάρσια, τὴν Ἐκκλησίαν τοῖς αἵμασι, τὸ ἅγιον σφάγιον, ὃ προσελάβετο, ὁ τεθυμένος, 
καὶ θῦμα δεδεγμένος, τὸν ὑπεραθλήσαντα, τῆς θείας δόξης αὐτοῦ. 
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ὡραῖον κἄν ἄωρον, τὸ ἑορτάζειν νενόμισται· ἡ γὰρ ὡραΐσασα, τὰ πάντα Δέσποινα, καὶ νῦν ἔδει‐
ξε, τῆς μνήμης κοινωνοῦσα, τῷ προκινδυνεύοντι ταύτης δι᾿ αἵματος. 
Κανών δεύτερος  
(ποίημα τοῦ αὐτοῦ Ἰωάννου) 
Ἦχος πλ. β´. Ὡς ἐν ἠπείρῳ. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ὁ θαυμαστὸς ἐν Ἁγίοις ὄντως Θεός, ἐν ἐμοὶ θαυμάστωσον, τὰ ἐλέη σου Χριστέ, λόγον μοι δω‐
ρούμενος, ὡς ἂν τὰ θαυμάσια τοῦ σοῦ αἰνέσω Μάρτυρος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸ σταθερὸν ἐν τοῖς ᾄθλοις καὶ καρτερόν, ἐν τοῖς πόνοις ἔδειξας, Ἀθλοφόρε τοῦ Χριστοῦ· τὸ τα‐
χὺ δὲ πάλιν ἐφ᾿ ἡμᾶς, βοηθείας φανερῶν τῆς σῆς Θεόδωρε. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὴν εὐσεβῆ τῶν Πατέρων πίστιν ψυχῆς, τῆς αὑτοῦ ὁ τύραννος, ἀπωσάμενος κακῶς, ἀσεβῆ ἠθέ‐
λησε βουλήν, τῷ Θεῷ προσκεκρουκώς, ἀεὶ πορεύεσθαι. 

  3
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Θεοῤῥημόνων προῤῥήσεις πάλαι ἀνδρῶν, ἐπὶ σοὶ πεπλήρωνται, Μητροπάρθενε σαφῶς, ὡς Θεὸν 
τεκοῦσαν ἀληθῆ, καὶ Θεὸν ἀληθινόν, ὑπερφυῶς καὶ φρικτῶς. 
καὶ  ὁ Κανὼν τοῦ Ὁσίου Θεοφάνους,  
οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων· Θεοφάνης μέλπει σε τὸν Θεοφάνην. 
Ἦχος δ´. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Θεοῦ,  τοῦ  σαρκὶ  φανέντος  ἴχνεσιν,  ἐπηκολούθησας,  τῇ  εὐσεβείᾳ  πάτερ  πυρωθείς,  ὡς  ἐντεῦθεν 
τὴν κλῆσιν πλουτεῖν, τὴν ἀληθῶς φερώνυμον, ὡς τῇ προνοίᾳ προτετύπωτο. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ἐθέλχθης, ποθεινοτάτῳ ἔρωτι, τῷ τοῦ Δεσπότου σου, καταφρονήσας πόθου κοσμικοῦ· συγκρα‐
θεὶς δὲ τῇ θείᾳ στοργῇ, βιωτικὴν τερπνότητα, οὐδὲν ἡγήσω παμμακάριστε. 
Δόξα.  
Ὁρμήσας, θηριωδῶς ἐδίωξε, Λέων ὁ τύραννος, τοὺς ἐκλεκτούς, μὴ φέρων καθορᾶν, σεβομένους 
εἰκόνα Χριστοῦ· μεθ᾿ ὧν καὶ σὲ Θεόφανες, ὑπερορίᾳ κατεδίκασε. 
Καὶ νῦν.  
Θεοτοκίον 
Ἀσπόρως,  τὸ  τοῦ  Πατρὸς  βουλήματι,  ἐκ  θείου  Πνεύματος  τὸν  τοῦ  Θεοῦ  συνείληφας  Υἱόν,  καὶ 
σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 
ᾨδὴ γ´.  
Κανὼν πρῶτος τοῦ Ἁγίου Θεοδώρου 
Ἦχος δ´. ὁ Εἱρμός. 
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευμα‐
τικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ἰδεῖν τὴν ἡμέραν τοῦ Υἱοῦ σου, ποθῶν ὁ χριστώνυμος λαός, εἰς τύπον ταύτης Δέσποινα, τανῦν 
προεορτάζουσι, σὲ φέρουσαν ὑπόθεσιν, καὶ τὸν κλεινὸν Ἀθλοφόρον σου. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Νικᾷ πᾶσι τρόποις τὰ βελτίω· ὁ μέγιστος γὰρ ἐν ἀθληταῖς, εἰς εὐφροσύνην ἤμειψε, τὴν τοῦ και‐
ροῦ κατήφειαν, τῆς εὐαγοῦς τὸ σύντονον, νηστείας τρέψας εἰς ἄνεσιν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Οἰκεῖον καὶ πρέπον σοι τὸ δῶρον· καὶ γὰρ ἐξ οἰκείων Ἀθλητά· οὓς γὰρ αὐτὸς κατῴκισας, ἐν ταύ‐
τῃ τῇ μερίδι σου, περιχαρῶς τὰ δῶρά σοι, τὰ τῶν ἐπαίνων προσάγομεν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Καλλίστην  κρηπῖδα  κατεβάλου,  ταῖς  σαῖς  ἀριστείαις  Ἀριστεῦ,  τὸν  θῆρα  τὸν  ὀλέθριον,  τὸν  πῦρ 
καὶ φόνον πνέοντα, καταβαλὼν ὡς πάρεργον, ὑπερφυοῦς γενναιότητος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Λυττήσας ὁ νέος ἀποστάτης, κατ᾿ ἴσον δεινῶς τῷ παλαιῷ, καθάρματα τοῖς βρώμασιν, ὥσπερ ἰῷ 
συνέφυρεν· ἀλλὰ ψευσθεὶς ὁ δείλαιος, κατεσοφίσθη τῷ Μάρτυρι. 
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ἐπλήσθην μὲν σύμπασα Παρθένε, τοῦ γνῶναι τὸν Κύριον ἡ γῆ, ἐκ σοῦ τῷ κόσμῳ φάναντα· ἀλ‐
λὰ τοῖς θείοις Μάρτυσι, χάρις πολλὴ κρατύνασι, δι᾿ ἑαυτῶν τὴν ἀλήθειαν. 
Κανών δεύτερος  
  4
Ἦχος πλ. β´. Οὐκ ἔστιν Ἅγιος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ὁ  πρὶν  τῆς  Εὔας  τοῖς ὠσί,  ψιθυρίσας  δολίως, τὸν Ἀδὰμ δι᾿ αὐτῆς δέ, ἀπατήσας δολερῶς·  αὐτὸς 
καὶ νῦν τὸν ἰόν, τῆς κακίας, πρὸς ἀπάτην κέχυκεν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τὸν δόλον εἶχε κατ᾿ αὐτοῦ· ἔτρεφε τὴν μανίαν, κατὰ τῶν εὐθηνούντων· καιρὸν ἐζήτει εὐθῆ, καθ᾿ 
ὃν τὸ μῖσος τελεῖν, ἐμελέτα, ὁ παρανομώτατος. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Τῶν ἡμερῶν ἡ ἀπαρχή, τῶν ἁγίων ἐπέστη Νηστειῶν, ἐν αἷς ἅπας, Χριστιανὸς ἑαυτόν, δι᾿ ἐγκρα‐
τείας πολλῆς, ἐκκαθαίρει, πάντων ἀπεχόμενος. 
Θεοτοκίον 
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. 
Ἐλπὶς τοῦ Κόσμου κραταιά, σκέπη καὶ προστασία, Παναγία Παρθένε, μὴ παρίδῃς ἀγαθὴ τὴν δέ‐
ησιν οἰκετῶν, τῶν ἐκ πόθου, σὲ μακαριζόντων ἀεί. 
καὶ τοῦ Ὁσίου Θεοφάνους 
Ἦχος δ´. Οὐκ ἐν σοφίᾳ. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Φωτὸς  τοῦ  θείου,  πεπλησμένος  ὡράθης  Θεόφανες,  δι᾿  ἀγάπης  συγκραθείς,  τῷ  ποθουμένῳ  μα‐
κάριε· διό σου τὴν ἔνδοξον μνήμην γεραίρομεν. 
Στίχ. Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. 
Ἀπαγορεύσας,  τὰ  δυσσεβῆ  τοῦ  Λέοντος  δόγματα,  τοὺς  θεσμοὺς  πανευσεβῶς  τῆς  Ἐκκλησίας  ἐ‐
κράτυνας· διό σε τοῖς θαύμασι, Χριστὸς ἐδόξασε. 
Δόξα. 
Νενευρωμένη, δι᾿ ἐλπίδος καὶ πίστεως Ὅσιε, σοῦ σαρκὸς τὸ ἀσθενές, ψυχὴ στεῤῥότητι ῥώννυσι, 
Θεῷ οἰκειώσασα, σῶμα ὁμόβουλον. 
Καὶ νῦν.  
Θεοτοκίον 
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στε‐
ρέωσον· οὐ γὰρ ἔχω Ἄχραντε, πλήν σου βοήθειαν. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν... 
* * * 

ΜΕΣΩιΔΙΑ ΚΑΘΙΣΜΑΤΑ 
τοῦ Ἁγίου Θεοδώρου  
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον. 
Θεϊκὴν  παντευχίαν  ἀναλαβών,  καὶ  εἰδώλων  τὴν  πλάνην  καταβαλών,  Ἀγγέλους  διήγειρας,  εὐ‐
φημεῖν  τοὺς  ἀγῶνάς  σου·  τῷ  γὰρ  θείῳ  πόθῳ,  τὸν  νοῦν  πυρπολούμενος,  τοῦ  ἐν  πυρὶ  θανάτου, 
στεῤῥῶς  κατεφρόνησας·  ὅθεν  φερωνύμως,  τοῖς  αἰτοῦσί  σε  νέμεις,  τὰ  θεῖα  δωρήματα,  ἰαμάτων 
χαρίσματα.  Ἀθλοφόρε  Θεόδωρε,  πρέσβευε  Χριστῷ  τῷ  Θεῷ,  τῶν  πταισμάτων  ἄφεσιν  δωρήσα‐
σθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Δόξα. Ὅμοιον. 
Μαξιμίνου θωπείαις μὴ ἐκλυθείς, τοῦ Χριστοῦ δὲ τοῖς λόγοις ἀνδρειωθείς, εἰδώλων τὰ τεμένη, ἐν 
πυρὶ ἀπετέφρωσας, ἀθλητικῶς νικήσας, καλῶς τὸν ἀντίπαλον, προφητικῶς διῆλθες, τὸ πῦρ ὡς 
ἐν ὕδατι· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, πηγάζεις ἰάματα, τοῖς αἰτοῦσιν ἐκ πίστεως. Ἀθλο‐
φόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι 
  5
πόθῳ, τὴν ἁγίαν μνήμην σου. 
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον. 
Ὡς  πανάμωμος  Νύμφη  τοῦ  Ποιητοῦ,  ὡς  ἀπείρανδρος  Μήτηρ  τοῦ  Λυτρωτοῦ,  δοχεῖον  ὡς  ὑπάρ‐
χουσα, τοῦ Ὑψίστου Πανύμνητε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ ἐν γνώσει γενόμε‐
νον, τοῖς δαίμοσι παίγνιον· Σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, 
δι᾿ ἀρετῆς ἀπαρτίσασα· Φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω λαμπρότη‐
τος ἀξίωσον, καὶ ἀκιβδήλου αἴγλης, .. 
.. φωτὸς ἀνεσπέρου σου. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Σὺ γὰρ εἶ ὁ Βασιλεύς... 
* * * 

ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ 
Κοντάκιον καὶ Οἶκος τοῦ Τριῳδίου 
Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ´. 
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας 
πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. 
ὁ Οἶκος 
Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον, εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε· ὅτι δώρημα θεῖον δεδώ‐
ρησαι, τὸν γενναῖον τοῖς ᾄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα 
τῆς ἀληθείας· εὐσεβεῖ λογισμῷ κεκτημένος Χριστόν, ἀνεδείχθη κραταιὸς νικητὴς κατὰ τοῦ δολε‐
ροῦ, ὡς ἀήττητος. 
Συναξάριον. 
Τῇ ΙΒ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους τῆς Σιγρι‐
ανῆς, τοῦ ἐν τῷ Μεγάλῳ Ἀγρῷ κειμένου. 
Στίχοι 
Θεόφανες, φάνηθι πιστοῖς προστάτης, 
Τιμῶσι πιστῶς σὸν μετ᾿ εἰρήνης τέλος. 
Δωδεκάτῃ φθινύθοντος ἀπῆρε βίου Θεοφάνης. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, πάπα Ῥώμης τοῦ Διαλόγου. 
Στίχοι 
Ὁ Γρηγόριος ἐκ μέσου μὲν τοῦ βίου, 
Ἐν τῷ μέσῳ δὲ τοῦ χοροῦ τῶν Ἀγγέλων. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Φινεὲς ἐν εἰρήνῃ τελειοῦται. 
Στίχοι 
Ἔστη Φινεές, ἀλλὰ τοῦ Θεοῦ πέλας, 
Ἡμῖν ἱλασμῷ ψυχικὴν θραῦσιν λύων. 

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἔνδοξοι Ἐννέα Μάρτυρες, πυρὶ τελειοῦνται. 
Στίχοι 
Πρὸς τὴν κάμινον θαρσύνει τοὺς ἐννέα, 
Θείου πόθου κάμινος ἐκκεκαυμένη. 

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἐπισκόπου Λεόν, ἐν Βρεττάνῃ τῆς 
Γαλλίας, κοιμηθέντος ἐν ἔτει 572ῳ. 
Στίχοι 
Παῦλος ἐξεῤῥίζωσε πλάνην εἰδώλων, 
Ἐν Λεὸν ἀλήθειαν Χριστοῦ φυτεύσας. 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν Συμεὼν ὁ Νέος Θεολόγος ἐν εἰρήνῃ τελειοῦ‐
ται, οὗ ἡ μνήμη διὰ τὸ τῆς νηστείας αἰδέσιμον μετετέθη κατὰ τὴν δωδεκάτην Ὀκτωβρίου. 
Στίχοι 
  6
Πρῴην μὲν εἶχες γλῶτταν ἀντὶ τῆς βίβλου, 
Γλώττης δὲ ἀντὶ σὴν ἔχεις ἤδη βίβλον. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συμεὼν τοῦ εὐλαβοῦς, πνευματικοῦ πατρὸς τοῦ ὁσίου Συμε‐
ὼν τοῦ Νέου Θεολόγου. 
Στίχοι 
Συμεὼν ἐπώνυμος τῆς εὐλαβείας, 
Καρπὸν καλὸν ἤνεγκε Θεολογίας. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικοδήμου τοῦ Μαμμολᾶ, τοῦ ἐν Καλαβρίᾳ. 
Στίχοι 
Στίφη δαιμόνων Νικόδημος νικήσας, 
Νικητικὰ εἴληφε βραβεῖα νίκης. 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ εὐσεβεστάτου βασιλέως τῆς Γεωργίας Δημητρίου τοῦ Ἀνδρείου. 
Στίχοι 
Αἰσθητοὺς ἐχθροὺς καὶ νοητοὺς δαμάσας, 
Ἀνδρεῖος Δημήτριος νῦν βασιλεύει. 
καὶ τὸ Ὑπόμνημα τοῦ Τριῳδίου 
Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πρώτης Ἑβδομάδος τῶν Νηστειῶν, τὸ διὰ τῶν Κολλύβων παράδο‐
ξον θαῦμα τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ἑορτάζομεν.  
Στίχοι 
Τροφῇ κολλύβων, ἑστιᾷ Τήρων πόλιν,  
Τροφὴν τιθεὶς ἄπρακτον, ἠλιγισμένην.  

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. 
* * * 

ΚΑΤΑΒΑΣΙΑΙ 
τῆς Θεοτόκου 
ᾨδὴ α´. Ἦχος δ´. 
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί· καὶ 
ὀφθήσομαι  φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος  ταύτης τὰ θαύματα. 
ᾨδὴ γ´. 
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματι‐
κόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου ...  
…στεφάνων δόξης ἀξίωσον. 
ᾨδὴ δ´. 
Τὴν ἀνεξιχνίαστον θείαν βουλὴν τῆς ἐκ τῆς Παρθένου σαρκώσεως σοῦ τοῦ ὑψίστου ὁ προφήτης 
Ἀββακοὺμ κατανοῶν ἐκραύγαζε·  Δόξα τῇ δυνάμει σου, Κύριε. 
ᾨδὴ ε´. 
Ἐξέστη τὰ σύμπαντα ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ 
πάντων Θεὸν καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε σωτηρίαν βραβεύοντα. 
ᾨδὴ Ϛ´. 
Τὴν θείαν ταύτην καὶ πάντιμον τελοῦντες ἑορτὴν οἱ θεόφρονες τῆς Θεομήτορος δεῦτε τὰς χεῖ‐
ρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες. 
ᾨδὴ ζ´. 
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πα‐
τήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ. 
ᾨδὴ η´. 

  7
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. 
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐ‐
νεργούμενος τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπε‐
ρυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 
ὁ διάκονος· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν. 

Η ῼΔΗ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 
Ἦχος δ´. 
Στίχ. α´. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί 
μου. 
Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν 
Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 
Στίχ. β´. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί 
με πᾶσαι αἱ γενεαί. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. γ´. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ· καὶ τὸ ἔλεος αὐτοῦ εἰς 
γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. δ´. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ. ε.´ Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ 
πλουτοῦντας ἐξαπέστειλε κενούς. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Στίχ.  Ϛ´.  Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέ‐
ρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ... 
Καταβασία. ᾨδὴ θ´. 
Ἅπας γηγενὴς σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος· πανηγυριζέτω δὲ ἀΰλων νόων φύσις, 
γεραίρουσα  τὴν  ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις, παμμακάριστε  Θεοτόκε 
ἁγνή, ἀειπάρθενε. 
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·  
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 
* * * 

ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ 
τοῦ Ἁγίου Θεοδώρου  
Ἦχος β´. Τοῖς Μαθηταῖς συνέλθωμεν. 
Στεφανηφόρος  Ἅγιε,  παρεστὼς  σὺν  Ἀγγέλοις, τῷ τοῦ Χριστοῦ νῦν Βήματι, καὶ φωτὸς  τοῦ  ἐκεῖ‐
θεν, πληρούμενος Ἀθλοφόρε, τὴν εἰρήνην τῷ Κόσμῳ, ἀδιαλείπτως πρέσβευε, καὶ ἡμῖν σωτηρίαν 
τοῖς εὐσεβῶς, τὴν φωσφόρον μνήμην σου ἐκτελοῦσι, Θεόδωρε πανόλβιε, Μάρτυς ἠγλαϊσμένε. 
Θεοτοκίον 
Ἐν τῇ γαστρί σου Κύριος, ἀπολλύμενον κόσμον, φθορᾶς ἀνακαλέσασθαι, βουληθεὶς ὥσπερ οἶ‐
δεν,  ἐσκήνωσε  Θεοτόκε.  Σωτηρίαν  οὖν  πάντες,  εὑρόντες  ἐκβοῶμέν  σοι·  Χαῖρε  τὸ  τοῦ  Ἀγγέλου, 
πανευκλεές, γυναιξὶν ἐν πάσαις εὐλογημένη, καὶ γὰρ χαρὰν ἐκύησας, πάσῃ τῇ οἰκουμένῃ. 
* * * 

ΑΙΝΟΙ 
  8
Ἦχος α´. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψί‐
στοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕ‐
μνος τῷ Θεῷ. 
Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Θεοδώρου 
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων. 
Στίχ. α´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύ‐
νης αὐτοῦ. 
Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν εὐσεβείας, συμφώ‐
νως  συνελθόντες,  ᾠδαῖς  μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ  Ἰησοῦ, 
εὔχου ὑπὲρ τῶν τιμώντων σε. 
Στίχ. β´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Τῇ φερωνύμῳ σου κλήσει, δῶρον Θεοῦ ἀληθῶς, τοῖς θλιβομένοις πᾶσι, θυμηδία ἐδόθης, Θεόδω‐
ρε τρισμάκαρ· πᾶς γὰρ τῷ σῷ, προσπελάζων Ναῷ ἀληθῶς, μετ᾿ εὐφροσύνης λαμβάνων τὰς ἀ‐
μοιβάς, τῶν θαυμάτων σου γεραίρει Χριστόν. 
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πᾶ‐
σαν τὴν ἰσχύν σου, δῶρον δεκτόν, τῷ Θεῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ᾄθλοις μετὰ σπου‐
δῆς, θεοδώρητόν σου πρόσκλησιν. 
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνο‐
ὴ αἰνεσάτω τὸν Κύριον. 
Τῇ  παμφαεῖ  πανηγύρει,  τοῦ  θείου  Μάρτυρος,  εὐωχηθῶμεν  πάντες,  καὶ  πιστῶς  εὐφρανθῶμεν, 
φιλέορτοι  τιμῶντες,  φαιδρὰν  ἑορτήν,  τῆς  αὐτοῦ  τελειώσεως,  ᾀσματικῶς  ἀνυμνοῦντες  τὸν  Ἰη‐
σοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ. 
Δόξα. Ἰδιόμελον. Ἦχος πλ. β´. 
Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου 
σοφέ, τὴν μνήμην ἐδόξασεν· ἐν ᾗ συμφώνως οἱ πιστοί,  γεγηθότες  ὑμνοῦμεν, τοὺς ἀγῶνας  τῶν 
πόνων σου. 
Καὶ νῦν.  
Θεοτοκίον 
Θεοτόκε  σὺ  εἶ  ἡ  ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν,  πρέ‐
σβευε Δέσποινα μετὰ τῶν ὁσίων, καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 
* * * 

Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ 
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. 
Ὑμνοῦμέν  σε,  εὐλογοῦμέν  σε,  προσκυνοῦμέν  σε,  δοξολογοῦμέν  σε,  εὐχαριστοῦμέν  σοι  διὰ  τὴν 
μεγάλην σου δόξαν. 
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγι‐
ον Πνεῦμα. 
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον 
ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. 
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. 
  9
Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. 
Καθ᾿  ἑκάστην  ἡμέραν  εὐλογήσω  σε  καὶ  αἰνέσω  τὸ  ὄνομά  σου  εἰς  τὸν  αἰῶνα  καὶ  εἰς  τὸν  αἰῶνα 
τοῦ αἰῶνος. 
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. 
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς 
τοὺς αἰῶνας. Ἀμήν. 
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. 
Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. (γ´) 
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυ‐
χήν μου, ὅτι ἥμαρτόν σοι. 
Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. 
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. 
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. 
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. (ἐκ γ´) 
Δόξα. Καὶ νῦν. 
Ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ· 
Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος· ἐλέησον ἡμᾶς. 
τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Θεοδώρου. Ἦχος β´. 
Μεγάλα  τὰ  τῆς  πίστεως  κατορθώματα!  ἐν  τῇ  πηγῇ  τῆς  φλογός,  ὡς  ἐπὶ  ὕδατος  ἀναπαύσεως,  ὁ 
Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνε‐
κται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  
* * * 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ 
τὰ Ἀντίφωνα Καθημερινῶν 
Ἀντίφωνον Α´. Ἦχος β´. (Ψαλμὸς Ϟα´) 
Στίχ. α´. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. 
Στίχ. β´. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ.  γ´.  Ὅτι  εὔφρανάς  με,  Κύριε,  ἐν  τοῖς  ποιήμασί  σου,  καὶ  ἐν  τοῖς  ἔργοις  τῶν  χειρῶν  σου 
ἀγαλλιάσομαι.  
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Στίχ. δ´. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Δόξα. Καὶ νῦν. 
Ταῖς πρεσβείαις τῆς Θεοτόκου... 
Ἀντίφωνον Β´. Ἦχος β´. (Ψαλμὸς Ϟβ´) 
Στίχ. α´.  Ὁ  Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώ‐
σατο.  

  10
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. 
Στίχ. β´. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.  
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. 
Στίχ. γ´. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.  
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. 
Στίχ. δ´.  Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρό‐
τητα ἡμερῶν.  
Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε. 
Δόξα. Καὶ νῦν. 
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέ‐
ραν  σωτηρίαν  σαρκωθῆναι  ἐκ  τῆς  ἁγίας  Θεοτόκου  καὶ  ἀειπαρθένου  Μαρίας,  ἀτρέπτως  ἐναν‐
θρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, 
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. 
Ἀντίφωνον Γ´. Ἦχος β´. (Ψαλμὸς Ϟδ´) 
Στίχ. α´. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.  
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα. 
Στίχ. β´. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.  
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός... 
Στίχ. γ´. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.  
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός... 
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ 
Εἰσοδικόν. Ἦχος β´.  
(ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν) 
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός,  
.. ψάλλοντάς σοι, Ἀλληλούϊα. 
* * * 
τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου Θεοδώρου. Ἦχος β´. 
Μεγάλα  τὰ  τῆς  πίστεως  κατορθώματα!  ἐν  τῇ  πηγῇ  τῆς  φλογός,  ὡς  ἐπὶ  ὕδατος  ἀναπαύσεως,  ὁ 
Ἅγιος Μάρτυς Θεόδωρος ἠγάλλετο, πυρὶ γὰρ ὁλοκαυτωθείς, ὡς ἄρτος ἡδύς, τῇ Τριάδι προσήνε‐
κται. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.  
Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ. 
Κοντάκιον. Ἦχος β´. Αὐτομελον. 
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁ‐
μαρτωλῶν  δεήσεων  φωνάς,  ἀλλὰ  πρόφθασον,  ὡς  ἀγαθή,  εἰς  τὴν  βοήθειαν  ἡμῶν,  τῶν  πιστῶς 
κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεο‐
τόκε, τῶν τιμώντων σε. 
* * * 
 ‐‐‐‐‐‐‐‐  ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ  ‐‐‐‐‐‐‐‐ 
* * * 

ΑΠΟΣΤΟΛΟΣ 
τοῦ Τριῳδίου  
(τοῦ Ἁγίου Θεοδώρου) 
Προκείμενον καὶ Ἀλληλουάριον τοῦ Ἁγίου  
  11
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ξγ´. 
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς 
τῇ καρδίᾳ. 
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ 
τὴν ψυχήν μου. 
Πρὸς Τιμόθεον Β´ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 
(β´ 1‐10) 
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ Χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολ‐
λῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 
Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται 
ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦ‐
ται,  ἐὰν  μὴ  νομίμως  ἀθλήσῃ. Τὸν  κοπιῶντα  γεωργὸν  δεῖ  πρῶτον τῶν  καρπῶν  μεταλαμβάνειν. 
Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ 
νεκρῶν,  ἐκ  σπέρματος  Δαυΐδ,  κατὰ  τὸ  εὐαγγέλιόν  μου·  ἐν  ᾧ  κακοπαθῶ  μέχρι  δεσμῶν,  ὡς  κα‐
κοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα 
καὶ αὐτοὶ σωτηρίας τύχωσι, τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. 
Ἀλληλούϊα.  (γ´) 
Ἀλληλουάριον. Ἦχος δ´. 
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. 
Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν. 

* * * 

ΕΥΑΓΓΕΛΙΟΝ 
Σαββάτου τῆς Α´ Νηστειῶν  
Ἐκ τοῦ κατὰ Μᾶρκον  
(β´23‐γ´5) 
Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὀ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς 
στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν, ὃ οὐκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέ‐
γνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιά‐
θαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖ‐
σι; Καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ 
ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ 
παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι 
τὴν χεῖρα· Ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖ‐
ναι; οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώ‐
πῳ· Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε. Καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. 

Δόξα σοι Κύριε, δόξα σοι.   
* * * 
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱ. Χρυσοστόμου 
* * * 

Εἰς τό· Ἐξαιρέτως… 
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ 
μητέρα  τοῦ  Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν  Σερα‐
φίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. 
* * * 

Κοινωνικόν. 
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούια. 
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´. 

  12
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον 
Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. 
Εἰς τό· Πάντοτε, νῦν καὶ ἀεί… 
Ἦχος β´. 
Ἀμήν, Ἀμήν, Ἀμήν. Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τὴν δό‐
ξαν σου, ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν τῶν ἁγίων καὶ φρικτῶν σου μυστηρίων· τήρησον ἡμᾶς ἐν 
τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλλη‐
λούϊα. 
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. 
ΕΥΛΟΓΗΣΙΣ ΤΩΝ ΚΟΛΛΥΒΩΝ 
Ἀπολυτίκιον. Ἦχος β´. 
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, ὁ Ἅ‐
γιος  Μάρτυς  Θεόδωρος  ἠγάλλετο·  πυρὶ  γὰρ  ὁλοκαυτωθείς,  ὡς  ἄρτος  ἡδύς,  τῇ  Τριάδι  προσήνε‐
κται. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 
Δόξα. Κοντάκιον. Αὐτόμελον. Ἦχος πλ. δ´. 
Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας 
Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. 
Καὶ νῦν. Θεοτοκίον. Ἦχος α´. 
Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον 
ἡμᾶς, ὡς μόνος οἰκτίρμων. 
ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν. 

ὁ Ἱερεὺς τὴν Εὐχήν· 
Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου, Κύριε, καὶ κελεύσας τῇ γῇ παντοδαποὺς ἐκφύειν καρποὺς 
εἰς ἀπόλαυσιν καὶ τροφὴν ἡμετέραν· ὁ τοῖς σπέρμασι, τοὺς τρεῖς παῖδας καὶ Δανιὴλ τῶν ἐν Βα‐
βυλῶνι ἁβροδιαίτων λαμπροτέρους ἀναδείξας· αὐτός, Πανάγαθε Βασιλεῦ, καὶ τὰ σπέρματα ταῦ‐
τα σὺν τοῖς διαφόροις καρποῖς εὐλόγησον καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας ἁγίασον· ὅτι εἰς 
δόξαν σὴν καὶ εἰς τιμὴν καὶ μνήμην τοῦ ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος ταῦτα 
προετέθησαν παρὰ τῶν σῶν δούλων καὶ εἰς μνημόσυνον τῶν ἐν εὐσεβεῖ τῇ πίστει τελειωθέντων. 
Παράσχου δέ, Ἀγαθέ, τοῖς τε εὐτρεπίσασι ταῦτα καὶ τοῖς τὴν μνήμην ἐπιτελοῦσι πάντα τὰ πρὸς 
σωτηρίαν αἰτήματα καὶ τῶν αἰωνίων σου ἀγαθῶν τὴν ἀπόλαυσιν· πρεσβείαις τῆς Παναχράντου 
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ 
Τήρωνος, οὗ τὴν μνήμην τοῦ διὰ Κολλύβων θαύματος αὐτοῦ ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν 
Ἁγίων. Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοί τὴν δόξαν ἀ‐
ναπέμπομεν σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν 
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
Εἶτα· Ἦχος β´. 
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´) 
Ἀπόλυσις· «Χριστός, ὁ ἀληθινὸς Θεὸς ἡμῶν,...» 
Δι᾿ εὐχῶν... Ἀμήν. 
* * * * * 

Ἡ Ἀκολουθία αὐτὴ καταρτίσθηκε 

  13
καὶ διανέμεται δωρεὰν 
ἀπὸ τὸν ὀρθόδοξο Ἱστότοπο 
http://akolouthies.wordpress.com 
Προσφέρεται γιὰ ἰδιωτικὴ χρῆσι. 
Δὲν ἐπιτρέπεται ἡ ἐμπόρευσί της. 
 
 

ΑΠΟΣΤΟΛΟΣ 
τοῦ Τριῳδίου (Σαββάτου Α´ Νηστειῶν) 
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς ξγ´. 
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς 
τῇ καρδίᾳ. 
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ 
τὴν ψυχήν μου. 
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. 
(α´ 1‐12) 
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς Προφήταις, ἐπ᾿ ἐσχά‐
των τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι᾿ οὗ καὶ τοὺς αἰ‐
ῶνας ἐποίησεν. Ὅς, ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε 
τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι᾿ ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡ‐
μῶν,  ἐκάθισεν  ἐν  δεξιᾷ της μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν  Ἀγγέ‐
λων, ὅσῳ διαφορώτερον παρ᾿ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν Ἀγγέλων, 
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς 
ἔσται  μοι  εἰς  Υἱόν;  Ὅταν  δὲ  πάλιν  εἰσαγάγῃ  τὸν  Πρωτότοκον  εἰς  τὴν  Οἰκουμένην,  λέγει·  Καὶ 
προσκυνησάτωσαν  αὐτῷ  πάντες  Ἄγγελοι  Θεοῦ.  Καὶ  πρὸς  μὲν  τοὺς  Ἀγγέλους  λέγει·  Ὁ  ποιῶν 
τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ 
θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ράβδος τῆς Βασιλείας σου. Ἠ‐
γάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀ‐
γαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί· Σύ καταρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα 
τῶν χειρῶν σου εἰσὶν οἱ Οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σύ δὲ διαμένεις· καὶ πάντες, ὡς ἱμάτιον, πα‐
λαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σύ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ 
ἔτη σου οὐκ ἐκλείψουσιν. 
 
Σημείωσις. Ἰστέον ὅτι κατ᾿ ἀρχαίαν παράδοσιν, ἥ τις ὑπονοεῖται ἐν τῷ ἰσχύοντι Τυπικῷ, προτίθενται σήμερον πρὸς 
εὐλόγησιν εἰδικὰ ἑόρτια Κόλλυβα ἐπὶ τῇ μνήμῃ τοῦ ἑορταζομένου Μεγαλομάρτυρος καὶ εἰς ἀνάμνησιν τοῦ ὑπ᾿ αὐ‐
τοῦ διὰ κολλύβων τελεσθέντος θαύματος, περὶ οὗ ἡ ἐν τῷ Τριῳδίῳ σχετικὴ ἱερὰ Ἀκολουθία διαλαμβάνει.  
Ἐπειδὴ ὑπάρχει ἐπίσης ἡ συνήθεια παρὰ τοῖς πιστοῖς, νὰ προσάγωνται σήμερον κόλλυβα διὰ τοὺς κεκοιμημένους 
καὶ νὰ τελῆται νεκρώσιμον Τρισάγιον ‐ἂν καὶ δὲν εἶναι Ψυχοσάββατον‐ θεωρεῖται ὀρθὸν πρῶτον μὲν μετὰ τὴν ὀπι‐
σθάμβωνον εὐχὴν νὰ εὐλογηθοῦν τὰ πρὸς τιμὴν τοῦ ἁγίου Θεοδώρου ἑόρτια κόλλυβα, μετὰ δὲ τὸ «Δι᾿ εὐχῶν» τῆς 
Λειτουργίας, ὁ ἱερεὺς εὐθὺς νὰ βάλῃ «Εὐλογητὸς» καὶ νὰ τελέσῃ κατὰ τὰ εἰωθότα τὸ νεκρώσιμον Τρισάγιον ἐπὶ τῶν 
ἄλλων κολλύβων, «ἵνα μὴ συμψάλλωνται τὰ χαρμόσυνα τοῖς πενθίμοις». 

  14
Ἀπολυτίκια συνεορταζομένων Ἁγίων 
Ἀπολυτίκιον τῶν Ὁσιομαρτύρων. 
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. 
Ὡς τοῦ Σωτῆρος ἁγιόλεκτοι ἄρνες, ἐξωρμημένοι ἐκ χωρῶν διαφόρων, τῇ Ποίμνῃ συνεδράμετε 
Σάββα τοῦ σοφοῦ· ὅθεν θανατούμενοι, ἀπηνείᾳ βαρβάρων, χαίροντες ἀνήλθετε, πρὸς οὐράνιον 
μάνδραν, καθάπερ Ὅσιοι καὶ Ἀθληταί, ἐκδυσωποῦντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 
Ἕτερον Ἀπολυτίκιον τῶν Ὁσιομαρτύρων. 
(Χαραλάμπους Μπούσια) 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Τοὺς χερσὶ μιαιφόνοις ἀνόμων μέλψωμεν ἀναιρεθέντας πατέρας ἀνηλεῶς οἱ πιστοὶ ἐν τῇ Λαύρᾳ 
Σάββα πάντες τοῦ θεόφρονος κράζοντες· ῥύσασθε δεινῶν ἐσομένων τοὺς ὑμῶν τὴν θήκην 
ἀσπαζομένων τῶν πανιέρων λειψάνων, πανευκλεεῖς ὁσιομάρτυρες. 
Ἕτερον Ἀπολυτίκιον. 
Ἦχος δ´. Ταχὺ προκατάλαβε. 
Τὴν χλαῖναν τῆς πίστεως ἐνδεδυμένοι καλῶς, ἀγῶσιν ἀσκήσεως καὶ ἐν ἀθλήσει στεῤῥᾷ, Χριστὸν 
ἐδοξάσατε· ὅθεν Πατέρες θεῖοι, διπλοῦν στέφος δεχθέντες, ἄνωθεν ἐκ τοῦ Κτίστου, 
πρεσβεύοντες πρὸς Αὐτόν, δοθῆναι πᾶσιν ἡμῖν, χάριν καὶ ἔλεος. 
Ἕτερον.  
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Ἀσκητῶν τὴν χορείαν ἀνευφημήσωμεν, οἱ αἱμάτων πλημμύρᾳ καταποντίσαντες, τὸν ἀρχαῖον 
πτερνιστὴν Πατέρες Ὅσιοι· ὅθεν ὡς Μάρτυρας Χριστοῦ, καὶ γενναίους Ἀθλητάς, τιμῶμεν νῦν 
καὶ βοῶμεν· πρεσβεύσατε ὑπὲρ ἡμῶν, μοναζόντων θεῖα προπύργια. 
Ἀπολυτίκιον τῶν Μαρτύρων. 
Ἦχος β´. 
Ἀθλοφόροι Κυρίου μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναὶ αἱ δεξάμε‐
ναι τὰ πνεύματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, Χριστὸν μετὰ παῤῥησίας ἐκη‐
ρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. 
Ἀπολυτίκιον τοῦ Ἁγίου Μύρωνος. 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Ἡρακλείου τὸ ἄνθος τὸ εὐωδέστατον, ὡς εὐσεβείας σὲ μύρον ὕμνοις γεραίρομεν, νεομάρτυς τοῦ 
Χριστοῦ Μύρων μακάριε. Σὺ γὰρ νεότητος ἀκμὴν ὑπερεῖδες ἀνδρικῶς καὶ ἤθλησας στεροψύχως. 
Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 
Ἕτερα Ἀπολυτίκια 
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῶν μαρτύρων τὸ κλέος καὶ τῆς Κρήτης τὸ καύχημα, τὸν μέχρις θανάτου τὴν πίστιν, τοῦ Κυρίου 
τηρήσαντα, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὴν βιωτήν, καὶ εἰκόνι τῇ αὐτοῦ, 
προσπίπτοντες κραυγάσωμεν· χαίροις νεομαρτύρων καλλονή, χαίροις εὐῶδες θησαύρισμα, 
χαίροις ὥσπερ μύρον νοητόν, Μύρων πᾶσι γνωριζόμενος. 
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 
Νεομάρτυς Κυρίου Μύρων πανένδοξε, μαρτυρίου τὴν τρίβον στεῤῥῶς διώδευσας, καὶ ὡς θυσίαν 
μυστικὴν Χριστῷ προσήγαγες, σοῦ τὴν ἁγίαν βιοτὴν καὶ δι᾿ ἀγχόνης τελευτήν, διόπερ τούς σε τι‐
μῶντας, ἀπὸ καρδίας θερμῇ σου, πρὸς τὸν Θεὸν πρεσβείᾳ φύλαττε. 
 

  15

You might also like