You are on page 1of 4

Α/Μακάριος ἀνήρ, ἀληθῶς ἀνεδείχθης, Μακάριε σοφέ, ἀσκητῶν

ὡραιότης, ἐν νόμῳ γὰρ πεπόρευσαι, ἐκ νεότητος Ὅσιε, τοῦ Κυρίου σου,


τοῦ ἐν γῇ καὶ ἐν πόλῳ, μεγαλύνοντος, Ὃν ἐκτενῶς ἐκδυσώπει, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Φωστὴρ περιφανής, εὐσεβείας ἐδείχθης, καὶ βίβλος μυστική,
παραδόσεων θείων, καὶ μάχαιρα ἐκτέμνουσα, ἀσεβείας ζιζάνια,
Μᾶρκε πάνσοφε, Ὀρθοδοξίας λαμπρότης· ὅθεν σήμερον, τὴν
φωτοφόρον σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.
Δόξα/

Χριστῷ ἀνατεθείς, ἀπὸ βρέφους θεόφρων, ἐμάκρυνας σαυτόν,


κοσμικῆς προσπαθείας, καὶ μόνῳ τῷ καλοῦντί σε, καθαρῶς
συγγενόμενος, οἶκος γέγονας, τῆς παναγίας Τριάδος· ἣν ἱκέτευε,
πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς πόθῳ τιμῶντάς σε.
στο και νυν/

Λυχνία χρυσαυγής, ἀλατόμητον ὄρος, καθέδρα θαυμαστή, καὶ


πυρίμορφος θρόνος, Χριστοῦ τοῦ Παντάνακτος, ἀνεδείχθης
Παντάνασσα· ὅθεν δέομαι, ἐκ τοῦ βυθοῦ τῶν παθῶν με, ἐξανάστησον,
τῇ Σῇ θερμῇ ἀντιλήψει, καὶ σῶσόν με πάναγνε. β/

Ἐπὶ τῶν ὤμων τὸν ζυγὸν τοῦ Κυρίου, ἀναλαβὼν κατηκολούθησας


χαίρων, ἀσκητικῶς τοῖς τούτου Πάτερ ἴχνεσιν, ἔνθεν μὲν ἐνέκρωσας, τῆς
σαρκὸς τὰς ὀρέξεις, θείων δὲ ἐλλάμψεων, εὐκλεῶς ἠξιώθης, καὶ
ἀνεδείχθης πᾶσι θαυμαστός, ὡς ἐναρέτου, ζωῆς ὑποτύπωσις.

Ἐφέσου ποιμένα σε, καὶ κυβερνήτην σοφέ, καὶ μέγαν


διδάσκαλον, τῆς ᾽Εκκλησίας Χριστοῦ, ἡ χάρις ἀνέδειξε· ταύτην
γὰρ πρὸς λιμένα ἀσφαλείας ἰθύνεις, σάλῳ χειμαζομένην,
συμφορῶν καὶ κινδύνων· διό σε μακαρίζομεν, Μᾶρκε Πατέρων
καύχημα.

Δόξα/

Την πολυτάραχον του βίου θάλασσαν, δακρύων ρεύμασι Πατερ


οξήρανας και ανεδείχθης ποταμός θαυμάτων παμμακάριστε,
κατοικητήριον καθαρόν θείου Πνεύματος όθεν δυσωπουμεν σε
Ιεράρχα Αρσένιε, ικέτευε αδιαλείπτως τον Κτίστην, σώσαι ημάς
τους ανμνούντας σε. Και νυν/

Μητέρα σε θεού και Παρθένον Αγίαν, ειδότες αληθώς οι πιστοί


Θεοτόκε, δοξάζοντες υμνούμεν σε την λοχείαν την άφραστον. Συ
γαρ γέγονας αμαρτωλών μεσιτεία, και αντίληψις και κοσμική
σωτηρία, Θεόνυμφε Δέσποινα. Μετά τον πολυέλεο

Τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμφθείς, ὡς καθάρας τὸ σῶμα καὶ τὴν


ψυχήν, ὁρᾶν κατηξίωσαι, τῶν δαιμόνων τὰ φάσματα, καὶ τὰς δεινὰς
ἐνέδρας, καὶ τὰ μηχανήματα, δι’ ὧν δολίως Πάτερ, ἐσύλων τὸν κάματον·
ὅθεν καὶ τὴν τούτων, στηλιτεύων κακίαν, σοφῶς τὴν διόρθωσιν, τοῖς
πληγεῖσιν ἐβράβευες, τῷ σῷ λόγῳ Μακάριε· καὶ νῦν δυσώπει Πάτερ
Χριστόν, ἐν τῇ ὥρᾳ τοῦ θανάτου ῥύσασθαι, τῆς αὐτῶν κακουργίας τοὺς
σὲ μακαρίζοντας.
Τῆς σοφίας σου Πάτερ τὸν θησαυρόν, κατεπλάγησαν πάντες, ὡς
ἀληθῶς, Δύσεως οἱ ἔκγονοι· ὅτι πᾶσιν ὡς ἄριστα, τοῖς ἐν τῷ
συνεδρίῳ, ἑτοίμως, ἐν Πνεύματι, ἐδίδως ἀποκρίσεις, τρανῶν τὴν
ἀλήθειαν· ὅθεν θριαμβεύσας, τὰς αὐτῶν φληναφίας, Πατέρων
τοῖς ῥήμασι, καταβάλλεις τὸ φρύαγμα, τῆς αὐτῶν
ματαιότητος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, ῾Ιεράρχα Μᾶρκε
ἱερώτατε, ἡμᾶς ἀτρέπτους τηρεῖσθαι, τοῖς ἁγίοις δόγμασι,

Δόξα/

Προσβολὰς τῶν δαιμόνων μὴ πτοηθείς, ἐν ἀκμῇ τῶν ἀγώνων


ἀλλ’ ὡς ἱστόν, ἀράχνης διαλέλυκας, τὰς παγίδας καὶ ἔνεδρα, καὶ
τὰς μηχανουργίας τῆς ἐκείνων σκαιότητος, τὴν εὐνὴν Ἀνδρονίκου
προφθάσας διέσωσας, καὶ ἐν τῇ Τετρανήσῳ, τὸν λαόν σου
οἰκτείρων, ζῶν ὕδωρ ἀνέβλυσας, καὶ διψῶντα ἐκόρεσας, θεοφόρε
Ἀρσένιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Και νυν/

Ὁ Σωτὴρ καὶ Δεσπότης τῶν γηγενῶν, ἐκ γαστρός Σου ἀσπόρως


σωματωθείς, λιμένα Σε εὔδιον, τοῖς ἐν ζάλῃ ἀνέδειξε· διὰ τοῦτο
πάντες πρὸς Σὲ καταφεύγομεν, οἱ ἐν τρικυμίαις παθῶν
χειμαζόμενοι· καὶ ταῖς του δολίου ῥιπιζόμενοι αὔραις, αἰτούμενοι
πάναγνε, μετασχεῖν ἀναψύξεως, καὶ εἰρήνην βοῶντές Σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ὀρθοδόξως Μητέρα Αὐτοῦ Σὲ δοξάζουσι.

Αρσένιος κερκυρας κανόνες ωδή γ pdf όπως και το κοντάκιον και


ο οίκος και του μάρκου word κάθισμα μηναιο word δόξα/ αρσένιο
και νυν/ μηναιο.

ΑΠΌΣΤΟΛΟΣ ΕΥΑΓΓΕΛΙΟΝ

Προκείμενον τῆς ἡμέρας, Ἦχος πλ. δ΄


Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.
Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ. 
ΠΕΜΠΤΗ ΛΑ΄, ΕΒΔΟΜΑΔΟΣ
Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα 1:19-27
Ἀδελφοί μου ἀγαπητοί, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς
εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ
κατεργάζεται. Διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν
πραότητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς
ὑμῶν. Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταί, παραλογιζόμενοι
ἑαυτούς. ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ
κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ
ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. Ὁ δὲ παρακύψας
εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς
ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιή σει
αὐτοῦ ἔσται. Εἴ τις δοκεῖ θρῆσκος εἶναι ἐν ὑμῖν μὴ χαλιναγωγῶν γλῶσσαν
αὐτοῦ, ἀλλ᾽ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. Θρησκεία
καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν, ἐπι-σκέπτεσθαι
ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ
κόσμου.

Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου


Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 5:22-26; 6:1-2
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία,
χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ
ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι
καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ
γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
᾽Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ
πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραότητος· σκοπῶν
σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως
ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Μετά το ευαγγέλιον
Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν. θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν
εὐωδίας πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου
θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου
Πνεύματος. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ
εὐαγγελιστοῦ (τοῦ δεῖνος).
+ Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ,
δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ
εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.
Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς
θεογνωσίας ἀκήρατον φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς
διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες
ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας
πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς
εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός
τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.
+ Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.
Δόξα σοι, Κύριε, δόξα σοι.

You might also like