You are on page 1of 30

JENOFONTE, ANÁBASIS I Curso 2019/2020

1. καὶ ἁθροίζει ὡς ἐπὶ τούτους τό τε βαρβαρικὸν καὶ τὸ Ἑλληνικόν.

2. διὰ μέσου δὲ τοῦ παραδείσου ῥεῖ ὁ Μαίανδρος ποταμός· αἱ δὲ πηγαὶ αὐτοῦ


εἰσιν ἐκ τὦν βασιλείων.

3. δ΄ οὖν οὗτοι ἑκατὸν ὁπλῖται.

4. προσαιτοῦσι δὲ μισθόν·

5. ταῦτα οἱ στρατηγοὶ Κύρῳ ἀπήγγελλον·

6. ὁ δὲ σίγλος δύναται ἑπτὰ ὀβολοὺς καὶ ἡμιωβέλιον Ἀττικούς· ἡ δὲ καπίθη


δύο χοίνικας Ἀττικὰς ἐχώρει.

7. Κῦρος δὲ οὔπω ἧκεν͵ ἀλλ΄ ἔτι προσήλαυνε·

8. εἴκαζον δὲ ἄλλοι ἄλλως·

9. καὶ ἀφικνοῦνται ἀμφὶ δορπηστὸν ἐπὶ τὰς σκηνάς.

10. οὐ γὰρ κραυγῆ ἀλλὰ σιγῆ ὡς ἁνυστὸν καὶ ἡσυχῆ ἐν 8.12 ἴσῳ καὶ βραδέως
προσῆσαν.

11. Κλέαρχος Λακεδαιμόνιος φυγὰς ἦν·

12. ῥεῖ δὲ καὶ διὰ τ῅ς Κελαινὦν πόλεως.

13. ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἐρυμνὰ ἐπὶ ταῖς
πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῆ ἀκροπόλει· ῥεῖ δὲ καὶ οὗτος διὰ τ῅ς
πόλεως καὶ ἐμβάλλει εἰς τὸν Μαίανδρον· τοῦ δὲ Μαρσύου τὸ εὖρός ἐστιν
εἴκοσι καὶ πέντε ποδὦν.

1
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

14. ἐνταῦθα ἀφικνεῖται Ἐπύαξα ἡ Συεννέσιος γυνὴ τοῦ Κιλίκων βασιλέως


παρὰ Κῦρον·

15. εἶχε δὲ ἡ Κίλισσα φυλακὴν *καὶ φύλακας+ περὶ αὑτὴν Κίλικας καὶ
Ἀσπενδίους·

16. ἐντεῦθεν δὲ κατέβαινεν εἰς πεδίον μέγα καὶ καλόν͵ ἐπίρρυτον͵ καὶ
δένδρων παντοδαπὦν σύμπλεων καὶ ἀμπέλων· πολὺ δὲ καὶ σήσαμον καὶ
μελίνην καὶ κέγχρον καὶ πυροὺς καὶ κριθὰς φέρει. ὄρος δ΄ αὐτὸ περιεῖχεν
ὀχυρὸν καὶ ὑψηλὸν πάντῃ ἐκ θαλάττης εἰς θάλατταν.

17. ἅπαν δὲ τὸ μέσον τὦν τειχὦν ἦσαν στάδιοι τρεῖς·

18. καὶ ἀφικνοῦνται πρὸς τὸν Ἀράξην ποταμόν. ἐνταῦθα ἦσαν κὦμαι
πολλαὶ μεσταὶ σίτου καὶ οἴνου.

19. ἐν τούτῳ δὲ τ῵ τόπῳ ἦν μὲν ἡ γ῅ πεδίον ἅπαν ὁμαλὲς ὥσπερ θάλαττα͵


ἀψινθίου δὲ πλ῅ρες·

20. δένδρον δ΄ οὐδὲν ἐν῅ν͵ θηρία δὲ παντοῖα͵ πλεῖστοι ὄνοι ἄγριοι͵ πολλαὶ δὲ
στρουθοὶ αἱ μεγάλαι· ἐν῅σαν δὲ καὶ ὠτίδες καὶ δορκάδες· ταῦτα δὲ τὰ θηρία
οἱ ἱππεῖς ἐνίοτε ἐδίωκον.

21. ὁ δὲ καταφεύγει εἰς τὸ ἑαυτοῦ στράτευμα͵ καὶ εὐθὺς παραγγέλλει εἰς τὰ


ὅπλα·

22. ἐν δὲ τ῵ τρίτῳ σταθμ῵ Κῦρος ἐξέτασιν ποιεῖται τὦν Ἑλλήνων καὶ τὦν
βαρβάρων ἐν τ῵ πεδίῳ περὶ μέσας νύκτας·

23. κατὰ γὰρ μέσον τὸν σταθμὸν τοῦτον τάφρος ἦν ὀρυκτὴ βαθεῖα͵ τὸ μὲν
εὖρος ὀργυιαὶ πέντε͵ τὸ δὲ βάθος ὀργυιαὶ τρεῖς.

24. τοῦ δὲ βασιλέως στρατεύματος ἦσαν ἄρχοντες καὶ στρατηγοὶ καὶ


ἡγεμόνες τέτταρες͵ τριάκοντα μυριάδων ἕκαστος͵ Ἀβροκόμας͵
Τισσαφέρνης͵ Γωβρύας͵ Ἀρβάκης.

25. ὑπισχνοῦμαί σοι δέκα τάλαντα.

26. καὶ ἤδη τε ἦν μέσον ἡμέρας καὶ οὔπω καταφανεῖς ἦσαν οἱ πολέμιοι·

27. ἄλλοι δ΄ ἱππεῖς͵ ἄλλοι τοξόται. πάντες δ΄ οὗτοι κατὰ ἔθνη ἐν πλαισίῳ
πλήρει ἀνθρώπων ἕκαστον τὸ ἔθνος 8.10 ἐπορεύετο.

2
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

28. καὶ ἐν τούτῳ τ῵ καιρ῵ τὸ μὲν βαρβαρικὸν στράτευμα ὁμαλὦς προῄει͵

29. τὰ δ΄ ἅρματα ἐφέροντο τὰ μὲν δι΄ αὐτὦν τὦν πολεμίων͵ τὰ δὲ καὶ διὰ τὦν
Ἑλλήνων κενὰ ἡνιόχων.

30. Ἐνταῦθα δὴ Κύρου ἀποτέμνεται ἡ κεφαλὴ καὶ ἡ χεὶρ ἡ δεξιά.

31. ὁ δὲ Κῦρος δίδωσιν αὐτ῵ εἰς τετρακισχιλίους καὶ ἓξ μηνὦν μισθόν͵

32. καὶ ἐποίουν οὕτως οὗτοι.

33. τὰ δὲ ἆθλα ἦσαν στλεγγίδες χρυσαῖ· ἐθεώρει δὲ τὸν ἀγὦνα καὶ Κῦρος.

34. αἱ δὲ ν῅ες ὥρμουν παρὰ τὴν Κύρου σκηνήν.

35. ἐμπόριον δ΄ ἦν τὸ χωρίον καὶ ὥρμουν αὐτόθι ὁλκάδες πολλαί.

36. πάλιν δὲ ὁ Κῦρος ἠρώτα·

37. καὶ ταῦθ΄ ὡμολόγει Ὀρόντας.

38. Ἐπύαξα δὲ ἡ Συεννέσιος γυνὴ προτέρα Κύρου πέντε ἡμέραις εἰς


Ταρσοὺς ἀφίκετο· ἐν δὲ τῆ ὑπερβολῆ τὦν ὀρέων τῆ εἰς τὸ πεδίον δύο λόχοι
τοῦ Μένωνος στρατεύματος ἀπώλοντο·

39. καὶ ἐνταῦθα Κῦρος ἐξέτασιν καὶ ἀριθμὸν τὦν Ἑλλήνων ἐποίησεν ἐν τ῵
παραδείσῳ͵ καὶ ἐγένοντο οἱ σύμπαντες ὁπλῖται μὲν μύριοι χίλιοι͵ 2.10
πελτασταὶ δὲ ἀμφὶ τοὺς δισχιλίους.

40. ταῦτα εἶπεν·

41. οὗτος μὲν τοιαῦτα 3.15 εἶπε· μετὰ δὲ τοῦτον Κλέαρχος εἶπε τοσοῦτον.

42. στρουθὸν δὲ οὐδεὶς ἔλαβεν·

43. ἐν τούτοις τοῖς σταθμοῖς πολλὰ τὦν ὑποζυγίων ἀπώλετο ὑπὸ λιμοῦ· οὐ
γὰρ ἦν χόρτος οὐδὲ ἄλλο οὐδὲν δένδρον͵ ἀλλὰ ψιλὴ ἦν ἅπασα ἡ χώρα·

44. ἐν τούτῳ δ΄ ἐπῄει καὶ Κῦρος καὶ ἐπύθετο τὸ πρᾶγμα·

45. Κλέαρχος δὲ εἶπε τάδε.

46. ἐν δὲ τ῵ καιρ῵ τούτῳ Κλέαρχος Ὠδέ πως ἤρετο τὸν Κῦρον·

3
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

47. ἐνταῦθα δὴ ἐν τῆ ἐξοπλισίᾳ ἀριθμὸς ἐγένετο τὦν μὲν Ἑλλήνων ἀσπὶς


μυρία καὶ τετρακοσία͵ πελτασταὶ δὲ δισχίλιοι καὶ πεντακόσιοι͵ τὦν δὲ μετὰ
Κύρου βαρβάρων δέκα μυριάδες 7.11 καὶ ἅρματα δρεπανηφόρα ἀμφὶ τὰ
εἴκοσι.

48. τούτων δὲ παρεγένοντο ἐν τῆ μάχῃ ἐνενήκοντα μυριάδες καὶ ἅρματα


δρεπανηφόρα ἑκατὸν καὶ πεντήκοντα·

49. ταύτην δὲ τὴν τάφρον βασιλεὺς ποιεῖ μέγας ἀντὶ ἐρύματος͵ ἐπειδὴ
πυνθάνεται Κῦρον προσελαύνοντα. ταύτην δὴ τὴν πάροδον Κῦρός τε καὶ ἡ
στρατιὰ 7.17 παρ῅λθε καὶ ἐγένοντο εἴσω τ῅ς τάφρου.

50. ἔνθα δὴ πολὺς τάραχος ἐγένετο·

51. ταύτης μὲν τ῅ς ἡμέρας τοῦτο τὸ τέλος ἐγένετο.

52. οὗτοι μὲν εἰς Σάρδεις αὐτ῵ ἀφίκοντο.

53. οἱ δὲ Ἕλληνες σὺν γέλωτι ἐπὶ τὰς σκηνὰς ἦλθον.

54. ἐκ τούτου πάλιν ἠρώτησεν ὁ Κῦρος·

55. τοῦ δὲ βαρβαρικοῦ ἱππεῖς μὲν Παφλαγόνες εἰς χιλίους παρὰ Κλέαρχον
ἔστησαν ἐν τ῵ δεξι῵ καὶ τὸ Ἑλληνικὸν πελταστικόν͵ ἐν δὲ τ῵ εὐωνύμῳ
Ἀριαῖός τε ὁ Κύρου ὕπαρχος καὶ τὸ ἄλλο βαρβαρικόν.

56. ἐτάχθησαν οὖν ἐπὶ τεττάρων·

57. τὸ μὲν δὴ πολὺ τοῦ Ἑλληνικοῦ οὕτως ἐπείσθη.

58. τάφος δὲ οὐδεὶς πώποτε αὐτοῦ ἐφάνη.

59. ἐπὶ δὲ τοῖς τείχεσιν ἀμφ οτέροις ἐφειστήκεσαν πύλαι.

60. Ἀπολελοίπασιν ἡμᾶς Ξενίας καὶ Πασίων.

61. οὔτε ἀποπεφεύγασιν·

62. Ὁ μὲν ἀνὴρ τοιαῦτα μὲν πεποίηκε͵ τοιαῦτα δὲ λέγει·

63. παρετέτατο δὲ ἡ τάφρος ἄνω διὰ τοῦ πεδίου ἐπὶ δώδεκα παρασάγγας
μέχρι τοῦ Μηδίας τείχους.

4
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

64. καὶ στρεπτὸν δ΄ ἐφόρει καὶ ψέλια καὶ τἆλλα ὥσπερ οἱ ἄριστοι Περσὦν·
ἐτετίμητο γὰρ ὑπὸ Κύρου δι΄ εὔνοιάν τε καὶ πιστότητα.

65. ἀλλὰ μὰ τοὺς θεοὺς οὐκ ἔγωγε αὐτοὺς διώξω.

66. ἀλλ΄ οὐδὲ τούτων στερήσονται͵ ἀλλ΄ ἀπολήψονται τ῅ς πρόσθεν ἕνεκα
περὶ ἐμὲ ἀρετ῅ς.

67. ὑμὦν δὲ τὦν Ἑλλήνων καὶ στέφανον ἑκάστῳ χρυσοῦν δώσω.

68. τῆ δ΄ οὖν στρατιᾷ τότε ἀπέδωκε Κῦρος μισθὸν τεττάρων μηνὦν.

69. Ἔτι οὖν ἅν γένοιο τ῵ ἐμ῵ ἀδελφ῵ πολέμιος͵ ἐμοὶ δὲ φίλος καὶ πιστός;

70. ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις.

71. Δαρείου καὶ Παρυσάτιδος γίγνονται παῖδες δύο͵ πρεσβύτερος μὲν


Ἀρταξέρξης͵ νεώτερος δὲ Κῦρος·

72. ἐντεῦθεν Κῦρος τὴν Κίλισσαν εἰς τὴν Κιλικίαν ἀποπέμπει τὴν ταχίστην
ὁδόν·

73. πολὺ γὰρ τὦν ἵππων ἔτρεχον θᾶττον·

74. τὰ δὲ κρέα αὐτὦν ἥδιστα ἦν.

75. οἱ δὲ ἡδέως ἐπείθοντο·

76. οἱ δὲ ταῦτα προεῖπον τοῖς στρατιώταις·

77. καὶ ὁ μὲν ταῦτα εἶπεν·

78. διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας.

79. ἐν῅ν δὲ ἐν τῆ ἐπιστολῆ καὶ τ῅ς πρόσθεν φιλίας ὑπομνήματα καὶ


πίστεως.

80. Ἐπισθένης δὲ Ἀμφιπολίτης ἦρχε τὦν πελταστὦν.

81. διὰ μέσου δὲ τ῅ς πόλεως ῥεῖ ποταμὸς Κύδνος ὄνομα͵ εὖρος δύο πλέθρων.

82. διὰ μέσου δὲ ῥεῖ τούτων ποταμὸς Κάρσος ὄνομα͵ εὖρος πλέθρου.

5
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

83. καὶ πόλις αὐτόθι Ὡκεῖτο μεγάλη καὶ εὐδαίμων Θάψακος ὄνομα.

84. πέραν δὲ τοῦ Εὐφράτου ποταμοῦ κατὰ τοὺς ἐρήμους σταθμοὺς ἦν πόλις
εὐδαίμων καὶ μεγάλη͵ ὄνομα δὲ Χαρμάνδη·

85. ἦν δὲ παρὰ τὸν Εὐφράτην πάροδος στενὴ μεταξὺ τοῦ ποταμοῦ καὶ τ῅ς
τάφρου ὡς εἴκοσι ποδὦν τὸ εὖρος·

86. καὶ ἐξελαύνει διὰ τ῅ς Λυδίας σταθμοὺς τρεῖς παρασάγγας εἴκοσι καὶ δύο
ἐπὶ τὸν Μαίανδρον ποταμόν. τούτου τὸ εὖρος δύο πλέθρα·

87. ἐνταῦθα ἔμεινεν ἡμέρας ἑπτά·

88. ἐνταῦθα ἔμεινε Κῦρος ἡμέρας τριάκοντα·

89. ἐνταῦθ΄ ἔμεινεν ἡμέρας πέντε·

90. ἐνταῦθα ἔμεινεν ἡμέρας τρεῖς.

91. διὸ ἔμεινεν ἡμέραν ἐν τ῵ πεδίῳ. διὸ ἔμεινεν ἡμέραν ἐν τ῵ πεδίῳ.

92. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Ἰκόνιον͵ τ῅ς
Φρυγίας πόλιν ἐσχάτην. ἐνταῦθα ἔμεινε τρεῖς ἡμέρας. ἐντεῦθεν ἐξελαύνει
διὰ τ῅ς Λυκαονίας σταθμοὺς πέντε παρασάγγας τριάκοντα.

93. Ἐνταῦθα ἔμεινεν ὁ Κῦρος καὶ ἡ στρατιὰ ἡμέρας εἴκοσιν·

94. ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς·

95. ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα παρασάγγας πέντε ἐπὶ πύλας τ῅ς
Κιλικίας καὶ τ῅ς Συρίας.

96. ἐνταῦθ΄ ἔμεινεν ἡμέρας ἑπτά·

97. ἐνταῦθα ἔμεινεν ἡμέρας πέντε.

98. ἐντεῦθεν ἐξελαύνει διὰ τ῅ς Συρίας σταθμοὺς ἐννέα παρασάγγας


πεντήκοντα· ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς καὶ ἐπεσιτίσαντο.

99. ἐνταῦθ΄ ἔμειναν ἡμέρας τρεῖς καὶ ἐπεσιτίσαντο.

6
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

100. Ἐντεῦθεν ἐξελαύνει διὰ τ῅ς Βαβυλωνίας σταθμοὺς τρεῖς παρασάγγας


δώδεκα.

101. ταύτην μὲν οὖν τὴν νύκτα οὕτω διεγένοντο.

102. ἐθεώρει οὖν ὁ Κῦρος πρὦτον μὲν τοὺς βαρβάρους·

103. πέτονται γὰρ βραχὺ ὥσπερ πέρδικες καὶ ταχὺ ἀπαγορεύουσι.

104. καὶ πρὦτον μὲν ἦν αὐτ῵ πόλεμος πρὸς Πισίδας καὶ Μυσούς·

105. ἐπίστευον γὰρ αὐτ῵·

106. συνείπετο δὲ καὶ τὸ ἄλλο στράτευμα αὐτ῵ ἅπαν.

107. καὶ γὰρ οὖν ἄλλα τε πολλὰ δικαίως αὐτ῵ διεχειρίζετο καὶ στρατεύματι
ἀληθιν῵ ἐχρήσατο.

108. ἄλλο δὲ στράτευμα αὐτ῵ συνελέγετο ἐν Χερρονήσῳ τῆ κατ΄ ἀντιπέρας


Ἀβύδου τόνδε τὸν τρόπον.

109. εἶχε δὲ τὸ μὲν δεξιὸν Μένων καὶ οἱ σὺν αὐτ῵͵ τὸ δὲ εὐώνυμον Κλ έαρχος
καὶ οἱ ἐκείνου͵ τὸ δὲ μέσον οἱ ἄλλοι στρατηγοί.

110. καὶ Κύρῳ παρ῅σαν αἱ ἐκ Πελοποννήσου ν῅ες τριάκοντα καὶ πέντε καὶ
ἐπ΄ αὐταῖς ναύαρχος Πυθαγόρας Λακεδαιμόνιος.

111. τὰ δ΄ ἐν μέσῳ τούτων πάντα σατραπεύουσιν οἱ τοῦ ἐμοῦ ἀδελφοῦ φίλοι.

112. οἱ δ΄ ἵπποι πάντες *οἱ μετὰ Κύρου+ εἶχον καὶ προμετωπίδια καὶ
προστερνίδια· εἶχον δὲ καὶ μαχαίρας οἱ ἱππεῖς Ἑλληνικάς.

113. · Κῦρος δὲ αὐτός τε ἀπέθανε καὶ ὀκτὼ οἱ ἄριστοι τὦν περὶ αὐτὸν ἔκειντο
ἐπ΄ αὐτ῵.

114. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας εἴκοσιν εἰς Κελαινάς͵


τ῅ς Φρυγίας πόλιν οἰκουμένην͵ μεγάλην καὶ εὐδαίμονα.

115. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Πέλτας͵ πόλιν
οἰκουμένην.

116. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δώδεκα ἐς Κεράμων


ἀγοράν͵ πόλιν οἰκουμένην͵ ἐσχάτην πρὸς τῆ Μυσίᾳ χώρᾳ.

7
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

117. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας τριάκοντα εἰς


Κα὘στρου πεδίον͵ πόλιν οἰκουμένην.

118. ἐντεῦθεν δὲ ἐλαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Θύμβριον͵


πόλιν οἰκουμένην.

119. ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγὦν
βασιλέως.

120. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα εἰς Τυριάειον͵


πόλιν οἰκουμένην.

121. Κῦρος δὲ μετὰ τὦν ἄλλων ἐξελαύνει διὰ Καππαδοκίας σταθμοὺς


τέτταρας παρασάγγας εἴκοσι καὶ πέντε πρὸς Δάναν͵ πόλιν οἰκουμένην͵
μεγάλην καὶ εὐδαίμονα.

122. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας πεντεκαίδεκα εἰς


Ἰσσούς͵ τ῅ς Κιλικίας ἐσχάτην πόλιν ἐπὶ τῆ θαλάττῃ οἰκουμένην͵ μεγάλην
καὶ εὐδαίμονα.

123. ἐντεῦθεν ἐξελαύνει διὰ Συρίας σταθμὸν ἕνα παρασάγγας πέντε εἰς
Μυρίανδον͵ πόλιν οἰκουμένην ὑπὸ Φοινίκων ἐπὶ τῆ θαλάττῃ·

124. καίτοι ἔχω γε αὐτὦν καὶ τέκνα καὶ γυναῖκας ἐν Τράλλεσι φρουρούμενα·

125. πορευόμενοι δὲ διὰ ταύτης τ῅ς χώρας ἀφικνοῦνται ἐπὶ τὸν Μάσκαν
ποταμόν͵ τὸ εὖρος πλεθριαῖον.

126. καὶ ἦσαν ἱππεῖς μὲν λευκοθώρακες ἐπὶ τοῦ εὐωνύμου τὦν πολεμίων·
(…) ἐχόμενοι δὲ ὁπλῖται σὺν ποδήρεσι ξυλίναις ἀσπίσιν.

127. καὶ γὰρ οὖν ἐπίστευον μὲν αὐτ῵ αἱ πόλεις ἐπιτρεπόμεναι͵ ἐπίστευον δ΄
οἱ ἄνδρες·

129. καὶ ἧκε Κλ έαρχος ὁ Λακεδαιμόνιος φυγὰς ἔχων ὁπλίτας χιλίους καὶ
πελταστὰς Θρᾷκας ὀκτακοσίους καὶ τοξότας Κρ῅τας διακοσίους. ἅμα δὲ καὶ
Σὦσις παρ῅ν ὁ Συρακόσιος ἔχων ὁπλίτας τριακοσίους͵ καὶ Σοφαίνετος
Ἀρκάδας ἔχων ὁπλίτας χιλίους.

130. καὶ τοῖς στρατιώταις ὠφείλετο μισθὸς πλέον ἢ τριὦν μηνὦν͵ καὶ
πολλάκις ἰόντες ἐπὶ τὰς θύρας ἀπῄτουν.

8
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

131. ἦν γὰρ ἡ πάροδος στενὴ καὶ τὰ τείχη εἰς τὴν θάλατταν καθήκοντα͵
ὕπερθεν δ΄ ἦσαν πέτραι ἠλίβατοι·

132. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς τρεῖς παρασάγγας πεντεκαίδεκα ἐπὶ τὸν


Εὐφράτην ποταμόν͵ ὄντα τὸ εὖρος τεττάρων σταδίων·

133. ἐντεῦθεν ἐξελαύνει διὰ τ῅ς Ἀραβίας τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ
ἔχων σταθμοὺς ἐρήμους πέντε παρασάγγας τριάκοντα καὶ πέντε.

134. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς ἐρήμους τρισκαίδεκα παρασάγγας


ἐνενήκοντα τὸν Εὐφράτην ποταμὸν ἐν δεξιᾷ ἔχων͵ καὶ ἀφικνεῖται ἐπὶ
Πύλας.

135. κρέα οὖν ἐσθίοντες οἱ στρατιὦται διεγίγνοντο.

136. ἐκ ταύτης οἱ στρατιὦται ἠγόραζον τὰ ἐπιτήδεια͵ σχεδίαις διαβαίνοντες


Ὠδε.

137. οἱ δὲ καὶ ἕστασαν ἀποροῦντες τ῵ πράγματι.

138. ὁ δὲ Πρόξενος (ἔτυχε γὰρ ὕστερος προσιὼν καὶ τάξις αὐτ῵ ἑπομένη τὦν
ὁπλιτὦν) εὐθὺς οὖν εἰς τὸ μέσον ἀμφοτέρων ἄγων ἔθετο τὰ ὅπλα καὶ ἐδεῖτο
τοῦ Κλεάρχου μὴ ποιεῖν ταῦτα.

139. Ἐντεῦθεν προϊόντων ἐφαίνετο ἴχνια ἵππων καὶ κόπρος·

140. ἐνταῦθα Γαυλίτης παρών͵ φυγὰς Σάμιος͵ πιστὸς δὲ Κύρῳ͵ εἶπεν·

141. Ἀβροκόμας δὲ ὑστέρησε τ῅ς μάχης ἡμέραις πέντε͵ ἐκ Φοινίκης


ἐλαύνων.

142. [ἔνθα αἱ διώρυχες͵ ἀπὸ τοῦ Τίγρητος ποταμοῦ ῥέουσαι· εἰσὶ δὲ τέτταρες͵
τὸ μὲν εὖρος πλεθριαῖαι͵ βαθεῖαι δὲ ἰσχυρὦς͵ καὶ πλοῖα πλεῖ ἐν αὐταῖς
σιταγωγά· εἰσβάλλουσι δὲ εἰς τὸν Εὐφράτην͵ διαλείπουσι δ΄ ἑκάστη
παρασάγγην͵ γέφυραι͵ δ΄ ἔπεισιν.+

143. ταύτῃ μὲν οὖν τῆ ἡμέρᾳ οὐκ ἐμαχέσατο βασιλεύς͵ ἀλλ΄ ὑποχωρούντων
φανερὰ ἦσαν καὶ ἵππων καὶ ἀνθρώπων ἴχνη πολλά.

144. ἔνθα δὴ σὺν πολλῆ σπουδῆ καθίσταντο͵ Κλέαρχος μὲν τὰ δεξιὰ τοῦ
κέρατος ἔχων πρὸς τ῵ Εὐφράτῃ ποταμ῵͵ Πρόξενος δὲ ἐχόμενος͵ οἱ δ΄ ἄλλοι
μετὰ τοῦτον͵ Μένων δὲ καὶ τὸ στράτευμα τὸ εὐώνυμον κέρας ἔσχε τοῦ
Ἑλληνικοῦ.

9
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

145. πρὸ δὲ αὐτὦν ἅρματα διαλείποντα συχνὸν ἀπ΄ ἀλλήλων τὰ δὴ


δρεπανηφόρα καλούμενα·

146. καὶ ὁ Κῦρος παρελαύνων οὐ πάνυ πρὸς αὐτ῵ στρατεύματι κατεθεᾶτο


ἑκατέρωσε ἀποβλέπων εἴς τε τοὺς πολεμίους καὶ τοὺς φίλους.

147. καὶ βασιλεὺς δὴ τότε μέσον ἔχων τ῅ς αὑτοῦ στρατιᾶς ὅμως ἔξω ἐγένετο
τοῦ Κύρου εὐωνύμου κέρατος.

148. σὺν τούτοις δὲ ὥν καθορᾷ βασιλέα καὶ τὸ ἀμφ΄ ἐκεῖνον στῖφος·

149. παίοντα δ΄ αὐτὸν ἀκοντίζει τις παλτ῵ ὑπὸ τὸν ὀφθαλμὸν βιαίως·

150. τεκμήριον δὲ τούτου καὶ τόδε. παρὰ μὲν Κύρου δούλου ὄντος οὐδεὶς
ἀπῄει πρὸς βασιλέα͵ πλὴν Ὀρόντας ἐπεχείρησε·

151. βασιλεὺς δὲ *καὶ οἱ σὺν αὐτ῵+ διώκων εἰσπίπτει εἰς τὸ Κύρειον


στρατόπεδον·

152. ἐνταῦθα διέσχον ἀλλήλων βασιλεύς τε καὶ οἱ Ἕλληνες ὡς τριάκοντα


στάδια͵ οἱ μὲν διώκοντες τοὺς καθ΄ αὑτοὺς ὡς πάντας νικὦντες͵ οἱ δ΄
ἁρπάζοντες ὡς ἤδη πάντες νικὦντες.

153. ὁ γὰρ Τισσαφέρνης ἐν τῆ πρώτῃ συνόδῳ οὐκ ἔφυγεν͵ ἀλλὰ διήλασε


παρὰ τὸν ποταμὸν κατὰ τοὺς Ἕλληνας πελταστάς· διελαύνων δὲ κατέκανε
μὲν οὐδένα͵ διαστάντες δ΄ οἱ Ἕλληνες ἔπαιον καὶ ἠκόντιζον αὐτούς·

154. ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον͵ καὶ τὦν


Ἑλλήνων ἔχων ὁπλίτας ἀνέβη τριακοσίους͵ ἄρχοντα δὲ αὐτὦν Ξενίαν
Παρράσιον.

155. τούτῳ συγγενόμενος ὁ Κῦρος ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτ῵


μυρίους δαρεικούς.

156. καὶ λαβόντες τὰ ὅπλα παρ῅σαν εἰς Σάρδεις.

157. ἡ δὲ Κίλισσα ἰδοῦσα τὴν λαμπρότητα καὶ τὴν τάξιν τοῦ στρατεύματος
ἐθαύμασε.

158. καὶ ἥ τε Κίλισσα ἔφυγεν ἐπὶ τ῅ς ἁρμαμάξης καὶ οἱ ἐκ τ῅ς ἀγορᾶς
καταλιπόντες τὰ ὤνια ἔφυγον.

10
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

159. Κῦρος δὲ ἥσθη τὸν ἐκ τὦν Ἑλλήνων εἰς τοὺς βαρβάρους φόβον ἰδών.

160. παρὰ δὲ Ξενίου καὶ Πασίωνος πλείους ἢ δισχίλιοι λαβόντες τὰ ὅπλα καὶ
τὰ σκευοφόρα ἐστρατοπεδεύσαντο παρὰ Κλεάρχῳ.

161. ταῦτα εἰπὼν ἐπαύσατο.

162. ὁ δὲ ἐλθὼν πρὸς τὸ ἑαυτοῦ στράτευμα ἔλεγεν·

163. οἱ δὲ ταῦτα ἐποίησαν͵ ἀγαγόντες ὡς τρισχιλίους ὁπλίτας.

164. ταῦτα δ΄ εἰπὼν εἰς τὴν αὑτοῦ χώραν ἀπήλαυνε.

165. ὁ δ΄ οὖν Τισσαφέρνης ὡς μεῖον ἔχων ἀπηλλάγη͵ πάλιν μὲν οὐκ


ἀναστρέφει͵ εἰς δὲ τὸ στρατόπεδον ἀφικόμενος τὸ τὦν Ἑλλήνων ἐκεῖ
συντυγχάνει βασιλεῖ͵ καὶ ὁμοῦ δὴ πάλιν συνταξάμενοι ἐπορεύοντο.

166. ἡ δὲ μήτηρ ἐξαιτησαμένη αὐτὸν ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν.

167. ἀκούσαντες δὲ ταῦτα οἱ αἱρετοὶ ἀγγέλλουσι τοῖς στρατιώταις·

168. Κῦρος δὲ συγκαλέσας τοὺς στρατηγοὺς εἶπεν·

169. οἱ δὲ ποιήσαντες ἐκκλησίαν ἀπήγγελλον ταῦτα·

170. ἀκούσαντες ταῦτα ἐπείθοντο

171. ταῦτα δὲ ποιήσας διέβαινε·

172. ἀκούσαντες δὲ οἱ στρατιὦται ἐχαλέπαινον καὶ ὠργίζοντο ἰσχυρὦς τ῵


Κλεάρχῳ. τῆ δὲ αὐτῆ ἡμέρᾳ Κλέαρχος ἐλθὼν ἐπὶ τὴν διάβασιν τοῦ ποταμοῦ
καὶ ἐκεῖ κατασκεψάμενος τὴν ἀγορὰν ἀφιππεύει ἐπὶ τὴν ἑαυτοῦ σκηνὴν διὰ
τοῦ Μένωνος στρατεύματος σὺν ὀλίγοις τοῖς περὶ αὐτόν·

173. ἀκούσας ταῦτα ὁ Κλέαρχος ἐν ἑαυτ῵ ἐγένετο· καὶ παυσάμενοι


ἀμφότεροι κατὰ χώραν ἔθεντο τὰ ὅπλα.

174. ἀκούσας ταῦτα ἔλεξεν ὁ Κῦρος·

175. οἱ δὲ ταῦτα ἀκούσαντες αὐτοί τε ἦσαν πολὺ προθυμότεροι καὶ τοῖς


ἄλλοις ἐξήγγελλον.

11
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

176. Ὀρόντας δέ͵ Πέρσης ἀνήρ͵ γένει τε προσήκων βασιλεῖ καὶ τὰ πολέμια
λεγόμενος ἐν τοῖς ἀρίστοις Περσὦν ἐπιβουλεύει Κύρῳ καὶ πρόσθεν
πολεμήσας͵ καταλλαγεὶς δέ.

177. τοῦτον διαβὰς ἐξελαύνει διὰ Φρυγίας σταθμὸν ἕνα παρασάγγας ὀκτὼ
εἰς Κολοσσάς͵ πόλιν οἰκουμένην καὶ εὐδαίμονα καὶ μεγάλην.

178. ἐνταῦθα καὶ οἱ παρὰ Ἀβροκόμα μισθοφόροι Ἕλληνες ἀποστάντες


ἦλθον παρὰ Κῦρον τετρακόσιοι ὁπλῖται καὶ συνεστρατεύοντο ἐπὶ βασιλέα.

179. ὁ δὲ ἐμπιμπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπε.

180. γέφυρα δὲ ἐπ῅ν ἐζευγμένη πλοίοις.

181. οἱ δὲ παρήλαυνον τεταγμένοι κατὰ ἴλας καὶ κατὰ τάξεις· εἶτα δὲ τοὺς
Ἕλληνας͵ παρελαύνων ἐφ΄ ἅρματος καὶ ἡ Κίλισσα ἐφ΄ ἁρμαμάξης. εἶχον δὲ
πάντες κράνη χαλκᾶ καὶ χιτὦνας φοινικοῦς καὶ κνημῖδας καὶ τὰς ἀσπίδας
ἐκκεκαλυμμένας.

182. ἐπὶ τούτων διέβαινον καὶ ἐλάμβανον τὰ ἐπιτήδεια͵ οἶνόν τε ἐκ τ῅ς


βαλάνου πεποιημένον τ῅ς ἀπὸ τοῦ φοίνικος καὶ σῖτον μελίνης· τοῦτο γὰρ
ἦν ἐν τῆ χώρᾳ πλεῖστον.

183. ἐντεῦθεν δὲ Κῦρος ἐξελαύνει σταθμὸν ἕνα παρασάγγας τρεῖς


συντεταγμένῳ τ῵ στρατεύματι παντὶ καὶ τ῵ Ἑλληνικ῵ καὶ τ῵ βαρβαρικ῵·

184. Κῦρος δὲ καὶ ἱππεῖς τούτου ὅσον ἑξακόσιοι κατὰ τὸ μέσον͵ ὡπλισμένοι
θώραξι μὲν αὐτοὶ καὶ παραμηριδίοις καὶ κράνεσι πάντες πλὴν Κύρου· Κῦρος
δὲ ψιλὴν ἔχων τὴν κεφαλὴν εἰς τὴν μάχην καθίστατο.

185. εἶχον δὲ τὰ δρέπανα ἐκ τὦν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα καὶ ὑπὸ
τοῖς δίφροις εἰς γ῅ν βλέποντα.

186. ἐκ δὲ τούτου ἀνίσταντο οἱ μὲν ἐκ τοῦ αὐτομάτου͵ λέξοντες ἃ


ἐγίγνωσκον͵ οἱ δὲ καὶ ὑπ΄ ἐκείνου ἐγκέλευστοι.

187. ταύτην τὴν χώραν ἐπέτρεψε διαρπάσαι τοῖς Ἕλλησιν ὡς πολεμίαν


οὖσαν.

188. πολὺ γὰρ ἀπέσπα φεύγουσα͵ τοῖς μὲν ποσὶ δρόμῳ͵ ταῖς δὲ πτέρυξιν
αἴρουσα͵ ὥσπερ ἱστίῳ χρωμένη.

12
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

189. ἐκ δὲ τούτου θᾶττον προϊόντων σὺν κραυγῆ ἀπὸ τοῦ αὐτομάτου δρόμος
ἐγένετο τοῖς στρατιώταις ἐπὶ τὰς σκηνάς͵ τὦν δὲ βαρβάρων φόβος πολύς͵.

190. μετὰ ταῦτα͵ ἔφη͵ κελεύοντος Κύρου ἔλαβον τ῅ς ζώνης τὸν Ὀρόνταν ἐπὶ
θανάτῳ ἅπαντες ἀναστάντες καὶ οἱ συγγενεῖς·

191. ὁ μὲν οὖν πρεσβύτερος παρὼν ἐτύγχανε·

192. τοῦτο δ΄ αὖ οὕτω τρεφόμενον ἐλάνθανεν αὐτ῵ τὸ στράτευμα.

193. Ἀρίστιππος δὲ ὁ Θετταλὸς ξένος ὥν ἐτύγχανεν αὐτ῵͵ καὶ πιεζόμενος


ὑπὸ τὦν οἴκοι ἀντιστασιωτὦν ἔρχεται πρὸς τὸν Κῦρον καὶ αἰτεῖ αὐτὸν εἰς
δισχιλίους ξένους καὶ τριὦν μηνὦν μισθόν.

194. οὕτω δὲ αὖ τὸ ἐν Θετταλίᾳ ἐλάνθανεν αὐτ῵ τρεφόμενον στράτευμα.

195. καὶ γὰρ ἦσαν αἱ Ἰωνικαὶ πόλεις Τισσαφέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως


δεδομέναι͵ τότε δὲ ἀφειστήκεσαν πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου·

196. · οὗτοι δ΄ αὖ πρὸ αὐτοῦ βασιλέως τεταγμένοι ἦσαν.

197. οὐ γὰρ φθονὦν τοῖς φανερὦς πλουτοῦσιν ἐφαίνετο͵ ἀλλὰ πειρώμενος


χρ῅σθαι τοῖς τὦν ἀποκρυπτομένων χρήμασι.

198. ἐνταῦθα δ΄ ἔστησαν οἱ Ἕλληνες καὶ θέμενοι τὰ ὅπλα ἀνεπαύοντο·

199. ἐν Μιλήτῳ δὲ Τισσαφέρνης προαισθόμενος τὰ αὐτὰ ταῦτα


βουλευομένους ἀποστ῅ναι πρὸς Κῦρον͵ τοὺς μὲν αὐτὦν ἀπέκτεινε τοὺς δ΄
ἐξέβαλεν.

200. οὐ γὰρ ᾔδεσαν αὐτὸν τεθνηκότα͵ ἀλλ΄ εἴκαζον ἢ διώκοντα οἴχεσθαι ἢ


καταληψόμενόν τι προεληλακέναι·

201. Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπ῅ρχε τ῵ Κύρῳ͵ φιλοῦσα αὐτὸν μᾶλλον ἢ


τὸν βασιλεύοντα Ἀρταξέρξην.

202. Ξενίας μὲν δὴ τοὺς ἐκ τὦν πόλεων λαβὼν παρεγένετο εἰς Σάρδεις
ὁπλίτας εἰς τετρακισχιλίους͵ Πρόξενος δὲ παρ῅ν ἔχων ὁπλίτας μὲν εἰς
πεντακοσίους καὶ χιλίους͵ γυμν῅τας δὲ πεντακοσίους͵ Σοφαίνετος δὲ ὁ
Στυμφάλιος ὁπλίτας ἔχων χιλίους͵ Σωκράτης δὲ ὁ Ἀχαιὸς ὁπλίτας ἔχων ὡς
πεντακοσίους͵ Πασίων δὲ ὁ Μεγαρεὺς τριακοσίους μὲν ὁπλίτας͵
τριακοσίους δὲ πελταστὰς ἔχων παρεγένετο· ἦν δὲ καὶ οὗτος καὶ ὁ
Σωκράτης τὦν ἀμφὶ Μίλητον στρατευομένων.

13
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

203. καὶ πρὦτον μὲν ἐδάκρυε πολὺν χρόνον ἑστώς· οἱ δὲ ὁρὦντες ἐθαύμαζον
καὶ ἐσιώπων· εἶτα δὲ ἔλεξε τοιάδε.

204. ταύτην τὴν πόλιν ἐξέλιπον οἱ ἐνοικοῦντες μετὰ Συεννέσιος εἰς χωρίον
ὀχυρὸν ἐπὶ τὰ ὄρη πλὴν οἱ τὰ καπηλεῖα ἔχοντες· ἔμειναν δὲ καὶ οἱ παρὰ τὴν
θάλατταν οἰκοῦντες ἐν Σόλοις καὶ ἐν Ἰσσοῖς.

205. μετὰ δὲ ταῦτα συναγαγὼν τούς θ΄ ἑαυτοῦ στρατιώτας καὶ τοὺς


προσελθόντας αὐτ῵ καὶ τὦν ἄλλων τὸν βουλόμενον͵ ἔλεξε τοιάδε.

206. καὶ τὦν διαβαινόντων τὸν ποταμὸν οὐδεὶς ἐβρέχθη ἀνωτέρω τὦν
μαστὦν ὑπὸ τοῦ ποταμοῦ.

207. τὰ δὲ κρέα τὦν ἁλισκομένων ἦν παραπλήσια τοῖς ἐλαφείοις͵


ἁπαλώτερα δέ.

208. οἱ δὲ ἐνοικοῦντες ὄνους ἀλέτας παρὰ τὸν ποταμὸν ὀρύττοντες καὶ


ποιοῦντες εἰς Βαβυλὦνα ἦγον καὶ ἐπώλουν καὶ ἀνταγοράζοντες σῖτον
ἔζων.

209. εὐθὺς δ΄ ἔλαβε τὰ παλτὰ εἰς τὰς χεῖρας καὶ σὺν τοῖς παροῦσι τὦν
πιστὦν ἧκεν ἐλαύνων εἰς τὸ μέσον͵ καὶ λέγει τάδε.

210. πρὸς ταῦτα Κῦρος εἶπε τοῖς παροῦσιν·

211. μετὰ δὲ τὴν ἐξέτασιν ἅμα τῆ ἐπιούσῃ ἡμέρᾳ ἥκοντες αὐτόμολοι παρὰ
μεγάλου βασιλέως ἀπήγγελλον Κύρῳ περὶ τ῅ς βασιλέως στρατιᾶς.

212. τὸ δὲ Ἑλληνικὸν ἔτι ἐν τ῵ αὐτ῵ μένον συνετάττετο ἐκ τὦν ἔτι


προσιόντων.

213. καὶ ἐμβαλὼν σὺν τοῖς ἑξακοσίοις νικᾷ τοὺς πρὸ βασιλέως τεταγμένους
καὶ εἰς φυγὴν ἔτρεψε τοὺς ἑξακισχιλίους.

214. Κῦρος μὲν οὖν οὕτως ἐτελεύτησεν͵ ἀνὴρ ὥν Περσὦν τὦν μετὰ Κῦρον
τὸν ἀρχαῖον γενομένων βασιλικώτατός.

215. ὁ δὲ λαβὼν τὸ χρυσίον στράτευμα συνέλεξεν ἀπὸ τούτων τὦν


χρημάτων καὶ ἐπολέμει ἐκ Χερρονήσου ὁρμώμενος τοῖς Θρᾳξὶ τοῖς ὑπὲρ
Ἑλλήσποντον οἰκοῦσι καὶ ὠφέλει τοὺς Ἕλληνας·

14
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

216. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς φ εύγοντας συλλέξας στράτευμα ἐπολιόρκει


Μίλητον καὶ κατὰ γ῅ν καὶ κατὰ θάλατταν καὶ ἐπειρᾶτο κατάγειν τοὺς
ἐκπεπτωκότας.

217. ἐκάλεσε δὲ καὶ τοὺς Μίλητον πολιορκοῦντας͵ καὶ τοὺς φυγάδας


ἐκέλευσε σὺν αὐτ῵ στρατεύεσθαι

218. οὐ γὰρ ἦν πρὸς τοῦ Κύρου τρόπου ἔχοντα μὴ ἀποδιδόναι.

219. ἐντεῦθεν ἐπειρὦντο εἰσβάλλειν εἰς τὴν Κιλικίαν·

220. καὶ πρὦτον μὲν πρὸς τοὺς Θρᾷκας ἐπολέμησα͵ καὶ ὑπὲρ τ῅ς Ἑλλάδος
ἐτιμωρούμην μεθ΄ ὑμὦν͵ ἐκ τ῅ς Χερρονήσου αὐτοὺς ἐξελαύνων
βουλομένους ἀφαιρεῖσθαι τοὺς ἐνοικοῦντας Ἕλληνας τὴν γ῅ν.

221. νομίζω γὰρ ὑμᾶς ἐμοὶ εἶναι καὶ πατρίδα καὶ φίλους καὶ συμμάχους.

222. Κῦρος δὲ τούτοις ἀπορὦν τε καὶ λυπούμενος μετεπέμπετο τὸν


Κλέαρχον· ὁ δὲ ἰέναι μὲν οὐκ ἤθελε͵ λάθρᾳ δὲ τὦν στρατιωτὦν πέμπων
αὐτ῵ ἄγγελον ἔλεγε θαρρεῖν ὡς καταστησομένων τούτων εἰς τὸ δέον.
μεταπέμπεσθαι δ΄ ἐκέλευεν αὐτόν· αὐτὸς δ΄ οὐκ ἔφη ἰέναι.

223. ἀλλ΄ ἐγώ φημι ταῦτα μὲν φλυαρίας εἶναι·

224. οἱ δὲ στρατιὦται ἐχαλέπαινον τοῖς στρατηγοῖς͵ καὶ ἔφασαν αὐτοὺς


πάλαι ταῦτ΄ εἰδότας κρύπτειν͵ καὶ οὐκ ἔφασαν ἰέναι.

225. τὸ δὲ στράτευμα ὁ σῖτος ἐπέλιπε͵ καὶ πρίασθαι οὐκ ἦν εἰ μὴ ἐν τῆ Λυδίᾳ


ἀγορᾷ ἐν τ῵ Κύρου βαρβαρικ῵͵ τὴν καπίθην ἀλεύρων ἢ ἀλφίτων τεττάρων
σίγλων.

226. καὶ δή ποτε στενοχωρίας καὶ πηλοῦ φανέντος ταῖς ἁμάξαις


δυσπορεύτου ἐπέστη ὁ Κῦρος σὺν τοῖς περὶ αὐτὸν ἀρίστοις καὶ
εὐδαιμονεστάτοις καὶ ἔταξε Γλοῦν καὶ Πίγρητα λαβόντας τοῦ βαρβαρικοῦ
στρατοῦ συνεκβιβάζειν τὰς ἁμάξας.

227. ἀμφιλεξάντων δέ τι ἐνταῦθα τὦν τε τοῦ Μένωνος στρατιωτὦν καὶ τὦν


τοῦ Κλεάρχου ὁ Κλέαρχος κρίνας ἀδικεῖν τὸν τοῦ Μένωνος πληγὰς
ἐνέβαλεν·

228. ἀμφιλεξάντων δέ τι ἐνταῦθα τὦν τε τοῦ Μένωνος στρατιωτὦν καὶ τὦν


τοῦ Κλεάρχου ὁ Κλέαρχος κρίνας ἀδικεῖν τὸν τοῦ Μένωνος πληγὰς
ἐνέβαλεν·

15
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

229. ἐκέλευσέ τε αὐτὸν ἐκ τοῦ μέσου ἐξίστασθαι.

230. εἰκάζετο δ΄ εἶναι ὁ στίβος ὡς δισχιλίων ἵππων.

231. τ῵ δὲ Κύρῳ ἀκούσαντι ταῦτα ἐδόκει ὠφέλιμα εἶναι͵ καὶ ἐκέλευεν αὐτὸν
λαμβάνειν μέρος παρ΄ ἑκάστου τὦν ἡγεμόνων.

232. ὁ δ΄ Ὀρόντας νομίσας ἑτοίμους εἶναι αὑτ῵ τοὺς ἱππέας γράφει


ἐπιστολὴν παρὰ βασιλέα

233. ἔφη δὲ Κῦρον ἄρχειν τοῦ λόγου Ὠδε.

234. καὶ ἐκέλευε Κλέαρχον μὲν τοῦ δεξιοῦ κέρως ἡγεῖσθαι͵ Μένωνα δὲ τὸν
Θετταλὸν τοῦ εὐωνύμου͵ αὐτὸς δὲ τοὺς ἑαυτοῦ διέταξε.

235. Ὦ ἄνδρες Ἕλληνες͵ οὐκ ἀνθρώπων ἀπορὦν βαρβάρων συμμάχους


ὑμᾶς ἄγω͵ ἀλλὰ νομίζων ἀμείνονας καὶ κρείττους πολλὦν βαρβάρων ὑμᾶς
εἶναι͵ διὰ τοῦτο προσέλαβον.

236. Κῦρός τε καταπηδήσας ἀπὸ τοῦ ἅρματος τὸν θώρακα ἐνεδύετο καὶ
ἀναβὰς ἐπὶ τὸν ἵππον τὰ παλτὰ εἰς τὰς χεῖρας ἔλαβε͵ τοῖς τε ἄλλοις πᾶσι
παρήγγελλεν ἐξοπλίζεσθαι καὶ καθίστασθαι εἰς τὴν ἑαυτοῦ τάξιν ἕκαστον.

237. *λέγεται δὲ καὶ τοὺς ἄλλους Πέρσας ψιλαῖς ταῖς κεφαλαῖς ἐν τ῵


πολέμῳ διακινδυνεύειν+.

238. καὶ ἐνταῦθα δὴ ἐδίωκον μὲν κατὰ κράτος οἱ Ἕλληνες͵ ἐβόων δὲ


ἀλλήλοις μὴ θεῖν δρόμῳ͵ ἀλλ΄ ἐν τάξει ἕπεσθαι.

239. καὶ ἰᾶσθαι αὐτὸς τὸ τραῦμά φησι.

240. ἔνθα Κῦρος αἰδημονέστατος μὲν πρὦτον τὦν ἡλικιωτὦν ἐδόκει εἶναι͵
τοῖς τε πρεσβυτέροις καὶ τὦν ἑαυτοῦ ὑποδεεστέρων μᾶλλον πείθεσθαι͵
ἔπειτα δὲ φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα χρ῅σθαι· ἔκρινον δ΄ αὐτὸν
καὶ τὦν εἰς τὸν πόλεμον ἔργων͵ τοξικ῅ς τε καὶ ἀκοντίσεως͵
φιλομαθέστατον εἶναι καὶ μελετηρότατον.

241. καὶ γὰρ στρατηγοὶ καὶ λοχαγοί͵ οἳ χρημάτων ἕνεκα πρὸς ἐκεῖνον
ἔπλευσαν͵ ἔγνωσαν κερδαλεώτερον εἶναι Κύρῳ καλὦς πειθαρχεῖν ἢ τὸ
κατὰ μ῅να κέρδος.

16
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

242. βασιλεὺς δὲ καὶ οἱ σὺν αὐτ῵ τά τε ἄλλα πολλὰ διαρπάζουσι καὶ τὴν
ΦωκαἸδα τὴν Κύρου παλλακίδα τὴν σοφὴν καὶ καλὴν λεγομένην εἶναι
λαμβάνει.

243. καὶ τὸ βασίλειον σημεῖον ὁρᾶν ἔφασαν αἰετόν τινα χρυσοῦν ἐπὶ πέλτῃ
ἐπὶ ξύλου ἀνατεταμένον.

244. ἔδοξεν αὐτοῖς ἀπιέναι·

245. Πρόξενον δὲ τὸν Βοιώτιον ξένον ὄντα ἐκέλευσε λαβόντα ἄνδρας ὅτι
πλείστους παραγενέσθαι͵ ὡς ἐς Πισίδας βουλόμενος στρατεύεσθαι͵ ὡς
πράγματα παρεχόντων τὦν Πισιδὦν τῆ ἑαυτοῦ χώρᾳ.

246. Σοφαίνετον δὲ τὸν Στυμφάλιον καὶ Σωκράτην τὸν Ἀχαιόν͵ ξένους


ὄντας καὶ τούτους͵ ἐκέλευσεν ἄνδρας λαβόντας ἐλθεῖν ὅτι πλείστους͵ ὡς
πολεμήσων Τισσαφέρνει σὺν τοῖς φυγάσι τοῖς Μιλησίων.

247. καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. ἐλέγετο δὲ καὶ συγγενέσθαι
Κῦρον τῆ Κιλίσσῃ.

248. πρὸς τοῦτον οὖν ἔφη βούλεσθαι ἐλθεῖν·

249. καὶ παρελθεῖν οὐκ ἦν βίᾳ·

250. ἀναγνοὺς δὲ αὐτὴν ὁ Κῦρος συλλαμβάνει Ὀρόνταν͵ καὶ συγκαλεῖ εἰς


τὴν ἑαυτοῦ σκηνὴν Πέρσας τοὺς ἀρίστους τὦν περὶ αὐτὸν ἑπτά͵ καὶ τοὺς
τὦν Ἑλλήνων στρατηγοὺς ἐκέλευσεν ὁπλίτας ἀγαγεῖν͵ τούτους δὲ θέσθαι
τὰ ὅπλα περὶ τὴν αὑτοῦ σκηνήν.

251. ἔστι δ΄ ὅστις καὶ κατελήφθη ὥσπερ ἐν ἱπποδρόμῳ ἐκπλαγείς· καὶ οὐδὲν
μέντοι οὐδὲ τοῦτον παθεῖν ἔφασαν͵ οὐδ΄ ἄλλος δὲ τὦν Ἑλλήνων ἐν ταύτῃ τῆ
μάχῃ ἔπαθεν οὐδεὶς οὐδέν.

252. βουλόμενος οὖν ἐπιδεῖξαι ἐξέτασιν ποιεῖται ἐν τ῵ πεδίῳ τὦν Ἑλλήνων


καὶ τὦν βαρβάρων.

253. οἱ μὲν δὴ στρατιὦται ἐν ἐλπίσι μεγάλαις ὄντες ηὔχοντο αὐτὸν


εὐτυχ῅σαι͵ Μένωνι δὲ καὶ δὦρα ἐλέγετο πέμψαι μεγαλοπρεπὦς.

254. ἐδόκει δὴ θεῖον εἶναι καὶ σαφ ὦς ὑποχωρ῅σαι τὸν ποταμὸν Κύρῳ ὡς
βασιλεύσοντι.

255. ἔνθα δὴ μέρος τι τ῅ς εὐταξίας ἦν θεάσασθαι.

17
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

256. ὁρὦν δὲ ὁ Κλέαρχος τὸ μέσον στῖφος καὶ ἀκούων Κύρου ἔξω ὄντα τοῦ
Ἑλληνικοῦ εὐωνύμου βασιλέα (…) ἀλλ΄ ὅμως ὁ Κλέαρχος οὐκ ἤθελεν
ἀποσπάσαι ἀπὸ τοῦ ποταμοῦ τὸ δεξιὸν κέρας.

257. καὶ οἱ μέν φασι βασιλέα κελεῦσαί τινα ἐπισφάξαι αὐτὸν Κύρῳ͵ οἱ δ΄
ἑαυτὸν ἐπισφάξασθαι σπασάμενον τὸν ἀκινάκην· εἶχε γὰρ χρυσοῦν·

258. πάντες γὰρ οἱ τὦν ἀρίστων Περσὦν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις
παιδεύονται· ἔνθα πολλὴν μὲν σωφροσύνην καταμάθοι ἄν τις͵ αἰσχρὸν δ΄
οὐδὲν οὔτ΄ ἀκοῦσαι οὔτ΄ ἰδεῖν ἔστι.

259. πολλάκις δὲ χ῅νας ἡμιβρώτους ἔπεμπε καὶ ἄρτων ἡμίσεα καὶ ἄλλα
τοιαῦτα͵ ἐπιλέγειν κελεύων τὸν φέροντα· Τούτοις ἥσθη Κῦρος· βούλεται
οὖν καὶ σὲ τούτων γεύσασθαι.

260. καὶ ἐδόκει αὐτοῖς ἀναπτύσσειν τὸ κέρας καὶ ποιήσασθαι ὄπισθεν τὸν
ποταμόν.

261. πρὸς δὲ βασιλέα πέμπων ἠξίου ἀδελφὸς ὥν αὐτοῦ δοθ῅ναι οἷ ταύτας


τὰς πόλεις μᾶλλον ἢ Τισσαφέρνην ἄρχειν αὐτὦν͵ καὶ ἡ μήτηρ συνέπραττεν
αὐτ῵ ταῦτα·

262. Τισσαφέρνης δὲ κατανοήσας ταῦτα͵ καὶ μείζονα ἡγησάμενος εἶναι ἢ ὡς


ἐπὶ Πισίδας τὴν παρασκευήν͵ πορεύεται ὡς βασιλέα ᾗ ἐδύνατο τάχιστα
ἱππέας ἔχων ὡς πεντακοσίους.

263. οἱ γὰρ στρατιὦται οὐκ ἔφασαν ἰέναι τοῦ πρόσω· ὑπώπτευον γὰρ ἤδη
ἐπὶ βασιλέα ἰέναι·

264. ὁ δὲ Κῦρος ὑπισχνεῖται ἡμιόλιον πᾶσι δώσειν οὗ πρότερον ἔφερον͵ ἀντὶ


δαρεικοῦ τρία ἡμιδαρεικὰ τοῦ μηνὸς τ῵ στρατιώτῃ·

265. ὁ δ΄ ὑπέσχετο ἀνδρὶ ἑκάστῳ δώσειν πέντε ἀργυρίου μνᾶς͵.

266. ἐδόκει γὰρ εἰς τὴν ἐπιοῦσαν ἕω ἥξειν βασιλέα σὺν τ῵ στρατεύματι
μαχούμενον·

267. ᾤετο γὰρ ταύτῃ τῆ ἡμέρᾳ μαχεῖσθαι βασιλέα·

268. αὐτίκα γὰρ ἐδόκουν οἱ Ἕλληνες καὶ πάντες δὲ ἀτάκτοις σφίσιν


ἐπιπεσεῖσθαι·

18
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

269. ἠρώτησεν ὁ Κῦρος αὐτόν· Ὁμολογεῖς οὖν περὶ ἐμὲ ἄδικος γεγεν῅σθαι;
῏Η γὰρ ἀνάγκη͵ ἔφη Ὀρόντας.

270. ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν νικήσας ἐρίζοντά οἱ περὶ


σοφίας͵ καὶ τὸ δέρμα κρεμάσαι ἐν τ῵ ἄντρῳ ὅθεν αἱ πηγαί·

271. καὶ λέγεται δεηθ῅ναι ἡ Κίλισσα Κύρου ἐπιδεῖξαι τὸ στράτευμα αὐτῆ·

272. ἐλέγετο δὲ καὶ Συέννεσις εἶναι ἐπὶ τὦν ἄκρων φυλάττων τὴν εἰσβολήν·

273. ἦσαν δὲ ταῦτα δύο τείχη͵ καὶ τὸ μὲν ἔσωθεν τὸ πρὸ τ῅ς Κιλικίας
Συέννεσις εἶχε καὶ Κιλίκων φυλακή͵ τὸ δὲ ἔξω τὸ πρὸ τ῅ς Συρίας βασιλέως
ἐλέγετο φυλακὴ φυλάττειν.

274. Αἰγύπτιοι δ΄ οὗτοι ἐλέγοντο εἶναι·

275. καὶ ἀποκτεῖναι λέγεται αὐτὸς τῆ ἑαυτοῦ χειρὶ Ἀρταγέρσην τὸν


ἄρχοντα αὐτὦν.

276. οἶδα γὰρ ὅπῃ οἴχονται·

277. Κῦρος δὲ συγκαλέσας τοὺς στρατηγοὺς καὶ λοχαγοὺς τὦν Ἑλλήνων


συνεβουλεύετό τε πὦς ἅν τὴν μάχην ποιοῖτο καὶ αὐτὸς παρῄνει θαρρύνων
τοιάδε.

278. ταῦτα δὲ λέγων θορύβου ἤκουσε διὰ τὦν τάξεων ἰόντος͵ καὶ ἤρετο τίς ὁ
θόρυβος εἴη.

279. καὶ ἤρετο ὅ τι εἴη τὸ σύνθημα. ὁ δ΄ ἀπεκρίνατο· Ζεὺς σωτὴρ καὶ νίκη.

280. ὁπόσοι μὲν τὦν ἀμφὶ βασιλέα ἀπέθνῃσκον Κτησίας λέγει· παρ΄ ἐκείνῳ
γὰρ ἦν·

281. ὁ δὲ Κλέαρχος ἐβουλεύετο Πρόξενον καλέσας (πλησιαίτατος γὰρ ἦν)͵


εἰ πέμποιέν τινας ἢ πάντες ἴοιεν ἐπὶ τὸ στρατόπεδον ἀρήξοντες.

282. ὁ οὖν Κλέαρχος οὐκ ἀνεβίβαζεν ἐπὶ τὸν λόφον͵ ἀλλ΄ ὑπ΄ αὐτὸν στήσας
τὸ στράτευμα πέμπει Λύκιον τὸν Συρακόσιον καὶ ἄλλον ἐπὶ τὸν λόφον καὶ
κελεύει κατιδόντας τὰ ὑπὲρ τοῦ λόφου τί ἐστιν ἀπαγγεῖλαι.

283. καὶ αὐτοὶ ἐβουλεύοντο εἰ αὐτοῦ μείναντες τὰ σκευοφόρα ἐνταῦθα


ἄγοιντο ἢ ἀπίοιεν ἐπὶ τὸ στρατόπεδον.

19
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

284. Ἄνδρες στρατιὦται͵ μὴ θαυμάζετε ὅτι χαλεπὦς φέρω τοῖς παροῦσι


πράγμασιν.

285. καὶ οὔποτε ἐρεῖ οὐδεὶς ὡς ἐγὼ Ἕλληνας ἀγαγὼν εἰς τοὺς βαρβάρους͵
προδοὺς τοὺς Ἕλληνας τὴν τὦν βαρβάρων φιλίαν εἱλόμην.

286. οἱ δὲ στρατιὦται οἵ τε αὐτοῦ ἐκείνου καὶ οἱ ἄλλοι ταῦτα ἀκούσαντες ὅτι


οὐ φαίη παρὰ βασιλέα πορεύεσθαι ἐπῄνεσαν·

287. ὁ δ΄ ἀπεκρίνατο ὅτι ἀκούει Ἀβροκόμαν ἐχθρὸν ἄνδρα ἐπὶ τ῵ Εὐφράτῃ


ποταμ῵ εἶναι͵ ἀπέχοντα δώδεκα σταθμούς·

288. τοῖς δὲ ὑποψία μὲν ἦν ὅτι ἄγει πρὸς βασιλέα͵ ὅμως δὲ ἐδόκει ἕπεσθαι.

289. ὅτι δὲ ἐπὶ βασιλέα ἄγοι οὐδὲ ἐνταῦθα ἤκουσεν οὐδεὶς ἐν τ῵ γε φανερ῵.

290. καὶ Κῦρος μεταπεμψάμενος τοὺς στρατηγοὺς τὦν Ἑλλήνων ἔλεγεν ὅτι
ἡ ὁδὸς ἔσοιτο πρὸς βασιλέα μέγαν εἰς Βαβυλὦνα· καὶ κελεύει αὐτοὺς λέγειν
ταῦτα τοῖς στρατιώταις καὶ ἀναπείθειν ἕπεσθαι.

291. Ἐγὼ μέν͵ ὧ ἄνδρες͵ ἤδη ὑμᾶς ἐπαινὦ· ὅπως δὲ καὶ ὑμεῖς ἐμὲ ἐπαινέσετε
ἐμοὶ μελήσει͵ ἢ μηκέτι με Κῦρον νομίζετε.

292. ὁ δ΄ ἐπιστήσας εἶπε καὶ λέγειν ἐκέλευε πᾶσιν ὅτι καὶ τὰ ἱερὰ καλὰ καὶ
τὰ σφάγια καλά. ταῦτα δὲ λέγων θορύβου ἤκουσε διὰ τὦν τάξεων ἰόντος͵
καὶ ἤρετο τίς ὁ θόρυβος εἴη. ὁ δὲ *Κλέαρχος+ εἶπεν ὅτι σύνθημα παρέρχεται
δεύτερον ἤδη.

293. λέγουσι δέ τινες ὡς καὶ ταῖς ἀσπίσι πρὸς τὰ δόρατα ἐδούπησαν φόβον
ποιοῦντες τοῖς ἵπποις.

294. μέγα δὲ τεκμήριον καὶ τὸ ἐν τῆ τελευτῆ τοῦ βίου αὐτ῵ γενόμενον ὅτι
καὶ αὐτὸς ἦν ἀγαθὸς καὶ κρίνειν ὀρθὦς ἐδύνατο τοὺς πιστοὺς καὶ εὔνους
καὶ βεβαίους.

295. καὶ ὁ Λύκιος ἤλασέ τε καὶ ἰδὼν ἀπαγγέλλει ὅτι φεύγουσιν ἀνὰ κράτος.

296. καὶ ἅμα μὲν ἐθαύμαζον ὅτι οὐδαμοῦ Κῦρος φαίνοιτο οὐδ΄ ἄλλος ἀπ΄
αὐτοῦ οὐδεὶς παρῄει·

297. Κῦρον δὲ μεταπέμπεται ἀπὸ τ῅ς ἀρχ῅ς ἧς αὐτὸν σατράπην ἐποίησε͵


καὶ στρατηγὸν δὲ αὐτὸν ἀπέδειξε πάντων ὅσοι ἐς Καστωλοῦ πεδίον
ἁθροίζονται.

20
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

298. Ὠδε οὖν ἐποιεῖτο τὴν συλλογήν. ὁπόσας εἶχε φυλακὰς ἐν ταῖς πόλεσι
παρήγγειλε τοῖς φρουράρχοις ἑκάστοις λαμβάνειν ἄνδρας Πελοποννησίους
ὅτι πλείστους καὶ βελτίστους͵ ὡς ἐπιβουλεύοντος Τισσαφέρνους ταῖς
πόλεσι.

299, Κῦρος δὲ ἔχων οὓς εἴρηκα ὡρμᾶτο ἀπὸ Σάρδεων·

300. ἐνταῦθ΄ ἔμεινεν ἡμέρας τρεῖς· ἐν αἷς Ξενίας ὁ Ἀρκὰς τὰ Λύκαια ἔθυσε
καὶ ἀγὦνα ἔθηκε·

301. · καὶ συνέπεμψεν αὐτῆ στρατιώτας οὓς Μένων εἶχε καὶ αὐτόν.

302. ἐνταῦθα ἔμειναν ἡμέρας τρεῖς· ἐν ᾧ Κῦρος ἀπέκτεινεν ἄνδρα Πέρσην


Μεγαφέρνην͵ φοινικιστὴν βασίλειον͵ καὶ ἕτερόν τινα τὦν ὑπάρχων
δυνάστην͵ αἰτιασάμενος ἐπιβουλεύειν αὐτ῵.

303. ἐμοὶ γὰρ ξένος Κῦρος ἐγένετο καί με φεύγοντα ἐκ τ῅ς πατρίδος τά τε
ἄλλα ἐτίμησε καὶ μυρίους ἔδωκε δαρεικούς· οὓς ἐγὼ λαβὼν οὐκ εἰς τὸ ἴδιον
κατεθέμην ἐμοὶ οὐδὲ καθηδυπάθησα͵ ἀλλ΄ εἰς ὑμᾶς ἐδαπάνων.

304. ἐμοὶ γὰρ ξένος Κῦρος ἐγένετο καί με φεύγοντα ἐκ τ῅ς πατρίδος τά τε
ἄλλα ἐτίμησε καὶ μυρίους ἔδωκε δαρεικούς· οὓς ἐγὼ λαβὼν οὐκ εἰς τὸ ἴδιον
κατεθέμην 3.4 ἐμοὶ οὐδὲ καθηδυπάθησα͵ ἀλλ΄ εἰς ὑμᾶς ἐδαπάνων.

305. ἔδοξε ταῦτα͵ καὶ ἄνδρας ἑλόμενοι σὺν Κλεάρχῳ πέμπουσιν οἳ ἠρώτων
Κῦρον τὰ δόξαντα τῆ στρατιᾷ.

306. Ἐντεῦθεν ἐξελαύνει σταθμοὺς δύο παρασάγγας δέκα ἐπὶ τὸν Ψάρον
ποταμόν͵ οὗ ἦν τὸ εὖρος τρία πλέθρα. ἐντεῦθεν ἐξελαύνει σταθμὸν ἕνα
παρασάγγας πέντε ἐπὶ τὸν Πύραμον ποταμόν͵ οὗ ἦν τὸ εὖρος στάδιον.

307. παρ῅ν δὲ καὶ Χειρίσοφος Λακεδαιμόνιος ἐπὶ τὦν νεὦν͵ μετάπεμπτος


ὑπὸ Κύρου͵ ἑπτακοσίους ἔχων ὁπλίτας͵ Ὠν ἐστρατήγει παρὰ Κύρῳ.

308. Μετὰ ταῦτα Κῦρος ἐξελαύνει σταθμοὺς τέτταρας παρασάγγας εἴκοσιν


ἐπὶ τὸν Χάλον ποταμόν͵ ὄντα τὸ εὖρος πλέθρου͵ πλήρη δ΄ ἰχθύων μεγάλων
καὶ πραέων͵ οὓς οἱ Σύροι θεοὺς ἐνόμιζον καὶ ἀδικεῖν οὐκ εἴων͵ οὐδὲ τὰς
περιστεράς. αἱ δὲ κὦμαι ἐν αἷς ἐσκήνουν Παρυσάτιδος ἦσαν εἰς ζώνην
δεδομέναι.

309. ἐντεῦθεν ἐξελαύνει σταθμοὺς πέντε παρασάγγας τριάκοντα ἐπὶ τὰς


πηγὰς τοῦ Δάρδατος ποταμοῦ͵ οὗ τὸ εὖρος πλέθρου. ἐνταῦθα ἦσαν τὰ

21
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

Βελέσυος βασίλεια τοῦ Συρίας ἄρξαντος͵ καὶ παράδεισος πάνυ μέγας καὶ
καλός͵ ἔχων πάντα ὅσα Ὠραι φύουσι. Κῦρος δ΄ αὐτὸν ἐξέκοψε καὶ τὰ
βασίλεια κατέκαυσεν.

310. διφθέρας ἃς εἶχον στεγάσματα ἐπίμπλασαν χόρτου κούφου͵ εἶτα


συν῅γον καὶ συνέσπων.

311. κακὦς γὰρ τὦν ἡμετέρων ἐχόντων πάντες οὗτοι οὓς ὁρᾶτε βάρβαροι
πολεμιώτεροι ἡμῖν ἔσονται τὦν παρὰ βασιλεῖ ὄντων.

312. Κλέαρχον δὲ καὶ εἴσω παρεκάλεσε σύμβουλον͵ ὅς γε καὶ αὐτ῵ καὶ τοῖς
ἄλλοις ἐδόκει προτιμηθ῅ναι μάλιστα τὦν Ἑλλήνων.

313. μετὰ ταῦτα͵ ἔφη͵ Ὀρόντα͵ ἔστιν ὅ τι σε ἠδίκησα; ἀπεκρίνατο ὅτι οὔ.

314. παρεκελεύοντο δὲ αὐτ῵ πάντες ὅσοιπερ διελέγοντο μὴ μάχεσθαι͵ ἀλλ΄


ὄπισθεν ἑαυτὦν τάττεσθαι.

315. τὦν δὲ πολεμίων ἐλέγοντο εἶναι ἑκατὸν καὶ εἴκοσι μυριάδες καὶ ἅρματα
δρεπανηφόρα διακόσια. ἄλλοι δὲ ἦσαν ἑξακισχίλιοι ἱππεῖς͵ Ὠν Ἀρταγέρσης
ἦρχεν·

316. ταῦτα δὲ ἤγγελλον πρὸς Κῦρον οἱ αὐτομολήσαντες *ἐκ τὦν πολεμίων+


παρὰ μεγάλου βασιλέως πρὸ τ῅ς μάχης͵ καὶ μετὰ τὴν μάχην οἳ ὕστερον
ἐλήφθησαν τὦν πολεμίων ταὐτὰ ἤγγελλον.

317. καὶ ἄρκτον ποτὲ ἐπιφερομένην οὐκ ἔτρεσεν͵ ἀλλὰ συμπεσὼν


κατεσπάσθη ἀπὸ τοῦ ἵππου͵ καὶ τὰ μὲν ἔπαθεν͵ Ὠν καὶ τὰς ὠτειλὰς εἶχεν͵
τέλος δὲ κατέκανε· καὶ τὸν πρὦτον μέντοι βοηθήσαντα πολλοῖς μακαριστὸν
ἐποίησεν.

318. στρατευόμενος οὖν καὶ αὐτὸς εἰς ταύτας τὰς χώρας͵ οὓς ἑώρα
ἐθέλοντας κινδυνεύειν͵ τούτους καὶ ἄρχοντας ἐποίει ἧς κατεστρέφετο
χώρας͵ ἔπειτα δὲ καὶ ἄλλοις δώροις ἐτίμα·

319. ἡ δὲ Μιλησία ἡ νεωτέρα ληφθεῖσα ὑπὸ τὦν ἀμφὶ βασιλέα ἐκφεύγει


γυμνὴ πρὸς τὦν Ἑλλήνων οἳ ἔτυχον ἐν τοῖς σκευοφόροις ὅπλα ἔχοντες καὶ
ἀντιταχθέντες πολλοὺς μὲν τὦν ἁρπαζόντων ἀπέκτειναν͵ οἱ δὲ καὶ αὐτὦν
ἀπέθανον· οὐ μὴν ἔφυγόν γε͵ ἀλλὰ καὶ ταύτην ἔσωσαν καὶ τἆλλα͵ ὁπόσα
ἐντὸς αὐτὦν καὶ χρήματα καὶ ἄνθρωποι ἐγένοντο͵ πάντα ἔσωσαν.

320. ὑπὲρ γὰρ τ῅ς κώμης γήλοφ ος ἦν͵ ἐφ΄ οὗ ἀνεστράφησαν οἱ ἀμφὶ
βασιλέα͵ πεζοὶ μὲν οὐκέτι͵ τὦν δὲ ἱππέων ὁ λόφος ἐνεπλήσθη.

22
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

321. καταλαμβάνουσι δὲ τὦν τε ἄλλων χρημάτων τὰ πλεῖστα διηρπασμένα


καὶ εἴ τι σιτίον ἢ ποτὸν ἦν͵ καὶ τὰς ἁμάξας μεστὸς ἀλεύρων καὶ οἴνου͵ ἃς
παρεσκευάσατο Κῦρος.

322. Τισσαφέρνης δὲ κατανοήσας ταῦτα͵ καὶ μείζονα ἡγησάμενος εἶναι ἢ


ὡς ἐπὶ Πισίδας τὴν παρασκευήν͵ πορεύεται ὡς βασιλέα ᾗ ἐδύνατο τάχιστα
ἱππέας ἔχων ὡς πεντακοσίους.

323. εὐθὺς δὲ σὺν τούτοις εἰσπηδήσαντες εἰς τὸν πηλὸν θᾶττον ἢ ὥς τις ἅν
ᾤετο μετεώρους ἐξεκόμισαν τὰς ἁμάξας.

324. ταύτην τὴν ἐπιστολὴν δίδωσι πιστ῵ ἀνδρί͵ ὡς ᾤετο· ὁ δὲ λαβὼν Κύρῳ
δίδωσιν.

325. καὶ ἅμα ἐφθέγξαντο πάντες οἷον τ῵ Ἐνυαλίῳ ἐλελίζουσι͵ καὶ πάντες
δὲ ἔθεον.

326. καὶ εὐθὺς οὐκ ἠνέσχετο͵ ἀλλ΄ εἰπὼν Τὸν ἄνδρα ὁρὦ ἵετο ἐπ΄ αὐτὸν καὶ
παίει κατὰ τὸ στέρνον καὶ τιτρώσκει διὰ τοῦ θώρακος͵ ὥς φησι Κτησίας ὁ
ἰατρός.

327. ἐν τούτῳ καὶ βασιλεὺς δ῅λος ἦν προσιὼν πάλιν͵ ὡς ἐδόκει͵ ὄπισθεν.

328. Κῦρος δ΄ οὖν ἀνέβη ἐπὶ τὰ ὄρη οὐδενὸς κωλύοντος͵ καὶ εἶδε τὰς σκηνὰς
οὗ οἱ Κίλικες ἐφύλαττον.

329. καταβὰς δὲ διὰ τούτου τοῦ πεδίου ἤλασε σταθμοὺς τέτταρας


παρασάγγας πέντε καὶ εἴκοσιν εἰς Ταρσούς͵ τ῅ς Κιλικίας πόλιν μεγάλην καὶ
εὐδαίμονα͵ οὗ ἦν τὰ Συεννέσιος βασίλεια τοῦ Κιλίκων βασιλέως·

330. ῥίψαντες γὰρ τοὺς πορφυροῦς κάνδυς ὅπου ἔτυχεν ἕκαστος ἑστηκώς͵
ἵεντο ὥσπερ ἅν δράμοι τις ἐπὶ νίκῃ καὶ μάλα κατὰ πρανοῦς γηλόφου͵
ἔχοντες τούτους τε τοὺς πολυτελεῖς χιτὦνας καὶ τὰς ποικίλας ἀναξυρίδας͵
ἔνιοι δὲ καὶ στρεπτοὺς περὶ τοῖς τραχήλοις καὶ ψέλια περὶ ταῖς χερσίν·

331. Ἀλλ΄ ἔστι μὲν ἡμῖν͵ ὧ ἄνδρες͵ ἀρχὴ πατρῴα πρὸς μὲν μεσημβρίαν
μέχρι οὗ διὰ καῦμα οὐ δύνανται οἰκεῖν ἄνθρωποι͵ πρὸς δὲ ἄρκτον μέχρι οὗ
διὰ χειμὦνα·

332. καὶ οἱ μὲν μετὰ Ἀριαίου οὐκέτι ἵστανται͵ ἀλλὰ φεύγουσι διὰ τοῦ αὑτὦν
στρατοπέδου εἰς τὸν σταθμὸν ἔνθεν ὡρμὦντο·

23
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

333. ὁ δὲ βασιλεὺς ταύτῃ μὲν οὐκ ἦγεν͵ ᾗ δὲ παρ῅λθεν ἔξω τοῦ εὐωνύμου
κέρατος ταύτῃ καὶ ἀπ῅γεν͵ ἀναλαβὼν καὶ τοὺς ἐν τῆ μάχῃ πρὸς τοὺς
Ἕλληνας αὐτομολήσαντας καὶ Τισσαφέρνην καὶ τοὺς σὺν αὐτ῵.

334. Ἐπεὶ δ΄ ἐδόκει ἤδη πορεύεσθαι αὐτ῵ ἄνω͵ τὴν μὲν πρόφασιν ἐποιεῖτο
ὡς Πισίδας βουλόμενος ἐκβαλεῖν παντάπασιν ἐκ τ῅ς χώρας·

335. καὶ βασιλεὺς μὲν δὴ ἐπεὶ ἤκουσε Τισσαφέρνους τὸν Κύρου στόλον͵
ἀντιπαρεσκευάζετο.

336. ἐνταῦθα Ξέρξης͵ ὅτε ἐκ τ῅ς Ἑλλάδος ἡττηθεὶς τῆ μάχῃ ἀπεχώρει͵


λέγεται οἰκοδομ῅σαι ταῦτά τε τὰ βασίλεια καὶ τὴν Κελαινὦν ἀκρόπολιν.

337. ἐπειδὴ δὲ πάντας παρήλασε͵ στήσας τὸ ἅρμα πρὸ τ῅ς φάλαγγος μέσης͵
πέμψας Πίγρητα τὸν ἑρμηνέα παρὰ τοὺς στρατηγοὺς τὦν Ἑλλήνων
ἐκέλευσε προβαλ έσθαι τὰ ὅπλα καὶ ἐπιχωρ῅σαι ὅλην τὴν φάλαγγα. οἱ δὲ
ταῦτα προεῖπον τοῖς στρατιώταις· καὶ ἐπεὶ ἐσάλπιγξε͵ προβαλόμενοι τὰ
ὅπλα ἐπῆσαν.

338. οἱ δ΄ ἄλλοι ἐπεὶ ἧκον͵ τήν τε πόλιν τοὺς Ταρσοὺς διήρπασαν͵ διὰ τὸν
ὄλεθρον τὦν συστρατιωτὦν ὀργιζόμενοι͵ καὶ τὰ βασίλεια τὰ ἐν αὐτῆ. Κῦρος
δ΄ ἐπεὶ εἰσήλασεν εἰς τὴν πόλιν͵ μετεπέμπετο τὸν Συέννεσιν πρὸς ἑαυτόν· ὁ
δ΄ οὔτε πρότερον οὐδενί πω κρείττονι ἑαυτοῦ εἰς χεῖρας ἐλθεῖν ἔφη οὔτε
τότε Κύρῳ ἰέναι 2.27 ἤθελε͵ πρὶν ἡ γυνὴ αὐτὸν ἔπεισε καὶ πίστεις ἔλαβε.

339. μετὰ δὲ ταῦτα ἐπεὶ συνεγένοντο ἀλλήλοις͵ Συέννεσις μὲν ἔδωκε Κύρῳ
χρήματα πολλὰ εἰς τὴν στρατιάν͵ Κῦρος δὲ ἐκείνῳ δὦρα ἃ νομίζεται παρὰ
βασιλεῖ τίμια͵ ἵππον χρυσοχάλινον καὶ στρεπτὸν χρυσοῦν καὶ ψέλια καὶ
ἀκινάκην χρυσοῦν καὶ στολὴν Περσικήν͵ καὶ τὴν χώραν μηκέτι
διαρπάζεσθαι·

340. οἱ δ΄ αὐτόν τε ἔβαλλον καὶ τὰ ὑποζύγια τὰ ἐκείνου͵ ἐπεὶ ἄρξαιντο


προϊέναι.

341. ἡγεῖτο δ΄ αὐταῖς Ταμὼς Αἰγύπτιος ἐξ Ἐφέσου͵ ἔχων ναῦς ἑτέρας Κύρου
πέντε καὶ εἴκοσιν͵ αἷς ἐπολιόρκει Μίλητον͵ ὅτε Τισσαφ έρνει φίλη ἦν͵ καὶ
συνεπολέμει Κύρῳ πρὸς αὐτόν.

342. καὶ Ξενίας ὁ Ἀρκὰς *στρατηγὸς+ καὶ Πασίων ὁ Μεγαρεὺς ἐμβάντες εἰς
πλοῖον καὶ τὰ πλείστου ἄξια ἐνθέμενοι ἀπέπλευσαν καὶ Ξενίας ὁ Ἀρκὰς
*στρατηγὸς+ καὶ Πασίων ὁ Μεγαρεὺς ἐμβάντες εἰς πλοῖον καὶ τὰ πλείστου
ἄξια ἐνθέμενοι ἀπέπλευσαν. (...) ἐπεὶ δ΄ ἦσαν ἀφανεῖς͵ δι῅λθε λόγος ὅτι
διώκει αὐτοὺς Κῦρος τριήρεσι·

24
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

343. Κῦρος δ΄ ἐπεὶ ᾔσθετο διαβεβηκότας͵ ἥσθη τε καὶ τ῵ στρατεύματι


πέμψας Γλοῦν εἶπεν·

344. τὦν δὲ Μένωνος στρατιωτὦν ξύλα σχίζων τις ὡς εἶδε Κλέαρχον


διελαύνοντα͵ ἵησι τῆ ἀξίνῃ· καὶ οὗτος μὲν αὐτοῦ ἥμαρτεν· ἄλλος δὲ λίθῳ καὶ
ἄλλος͵ εἶτα πολλοί͵ κραυγ῅ς γενομένης.

345. ἐπεὶ δ΄ ἐξ῅λθεν͵ ἀπήγγειλε τοῖς φίλοις τὴν κρίσιν τοῦ Ὀρόντα ὡς
ἐγένετο· οὐ γὰρ ἀπόρρητον ἦν.

346. Οὐκοῦν͵ ἔφη ὁ Κῦρος͵ ὁπότ΄ αὖ ἔγνως τὴν σαυτοῦ δύναμιν͵ ἐλθὼν ἐπὶ
τὸν τ῅ς Ἀρτέμιδος βωμὸν μεταμέλειν τέ σοι ἔφησθα καὶ πείσας ἐμὲ πιστὰ
πάλιν ἔδωκάς μοι καὶ ἔλαβες παρ΄ ἐμοῦ;

347. ἐπεὶ δὲ εἶδον αὐτὸν οἵπερ πρόσθεν προσεκύνουν͵ καὶ τότε


προσεκύνησαν͵ καίπερ εἰδότες ὅτι ἐπὶ θάνατον ἄγοιτο.

348. ἐπεὶ δὲ εἰς τὴν Ἀρταπάτου σκηνὴν εἰσήχθη͵ τοῦ πιστοτάτου τὦν Κύρου
σκηπτούχων͵ μετὰ ταῦτα οὔτε ζὦντα Ὀρόνταν οὔτε τεθνηκότα οὐδεὶς εἶδε
πώποτε͵ οὐδὲ ὅπως ἀπέθανεν οὐδεὶς εἰδὼς ἔλεγεν·

349. ταύτην δὲ τὴν τάφρον βασιλεὺς ποιεῖ μέγας ἀντὶ ἐρύματος͵ ἐπειδὴ
πυνθάνεται Κῦρον προσελαύνοντα.

350. τοῦτο τὸ χρυσίον τότε ἀπέδωκεν͵ ἐπεὶ παρ῅λθον αἱ δέκα ἡμέραι.

351. ἡνίκα δὲ δείλη ἐγίγνετο͵ ἐφάνη κονιορτὸς ὥσπερ νεφέλη λευκή͵ χρόνῳ
δὲ συχν῵ ὕστερον ὥσπερ μελανία τις ἐν τ῵ πεδίῳ ἐπὶ πολύ. ὅτε δὲ
ἐγγύτερον ἐγίγνοντο͵ τάχα δὴ καὶ χαλκός τις ἤστραπτε καὶ λόγχαι καὶ αἱ
τάξεις καταφανεῖς ἐγίγνοντο.

352. ὃ μέντοι Κῦρος εἶπεν ὅτε καλέσας παρεκελεύετο τοῖς Ἕλλησι τὴν
κραυγὴν τὦν βαρβάρων ἀνέχεσθαι͵ ἐψεύσθη τοῦτο·

353. πρὶν δὲ τόξευμα ἐξικνεῖσθαι ἐκκλίνουσιν οἱ βάρβαροι καὶ φεύγουσι…..


οἱ δ΄ ἐπεὶ προἸδοιεν͵ διίσταντο·

354. ὡς δ΄ ἡ τροπὴ ἐγένετο͵ διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι εἰς τὸ


διώκειν ὁρμήσαντες͵ πλὴν πάνυ ὀλίγοι ἀμφ΄ αὐτὸν κατελείφθησαν͵ σχεδὸν
οἱ ὁμοτράπεζοι καλούμενοι.

25
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

356. πρὦτον μὲν γὰρ ἔτι παῖς ὤν͵ ὅτ΄ ἐπαιδεύετο καὶ σὺν τ῵ ἀδελφ῵ καὶ σὺν
τοῖς ἄλλοις παισί͵ πάντων πάντα κράτιστος ἐνομίζετο.

357. ἐπεὶ δὲ τῆ ἡλικίᾳ ἔπρεπε͵ καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία


μέντοι φιλοκινδυνότατος.

358. παρὰ δὲ βασιλέως πολλοὶ πρὸς Κῦρον ἀπ῅λθον͵ ἐπειδὴ πολέμιοι


ἀλλήλοις ἐγένοντο͵ καὶ οὗτοι μέντοι οἱ μάλιστα ὑπ΄ αὐτοῦ ἀγαπώμενοι.

359. ὡς δὲ εἶδον οἱ Ἕλληνες ἐγγύς τε ὄντας καὶ παρατεταγμένους͵ αὖθις


παιανίσαντες ἐπῆσαν πολὺ ἔτι προθυμότερον ἢ τὸ πρόσθεν. οἱ δ΄ αὖ
βάρβαροι οὐκ ἐδέχοντο͵ ἀλλὰ ἐκ πλέονος ἢ τὸ πρόσθεν ἔφευγον· οἱ δ΄
ἐπεδίωκον μέχρι κώμης τινός· ἐνταῦθα δ΄ ἔστησαν οἱ Ἕλληνες·

360. ἐπεὶ δὲ καὶ ἐνταῦθ΄ ἐχώρουν οἱ Ἕλληνες͵ λείπουσι δὴ καὶ τὸν λόφον οἱ
ἱππεῖς· οὐ μὴν ἔτι ἁθρόοι ἀλλ΄ ἄλλοι ἄλλοθεν· ἐψιλοῦτο δ΄ ὁ λόφος τὦν
ἱππέων· τέλος δὲ καὶ πάντες ἀπεχώρησαν…. σχεδὸν δ΄ ὅτε ταῦτα ἦν καὶ
ἥλιος ἐδύετο.

361. ἐπεὶ δὲ ὑμεῖς οὐ βούλεσθε συμπορεύεσθαι͵ ἀνάγκη δή μοι ἢ ὑμᾶς


προδόντα τῆ Κύρου φιλίᾳ χρ῅σθαι ἢ πρὸς ἐκεῖνον ψευσάμενον μεθ΄ ὑμὦν
εἶναι.

362. ἀλλ΄ ἐπεὶ ὑμεῖς ἐμοὶ οὐ θέλετε πείθεσθαι͵ ἐγὼ σὺν ὑμῖν ἕψομαι.

363. ἐπεὶ δ΄ ἐδόκουν αὐτ῵ σχολαίως ποιεῖν͵ ὥσπερ ὀργῆ ἐκέλευσε τοὺς περὶ
αὐτὸν Πέρσας τοὺς κρατίστους συνεπισπεῦσαι τὰς ἁμάξας.

364. καὶ ἐν τούτῳ Κῦρος παρελαύνων αὐτὸς σὺν Πίγρητι τ῵ ἑρμηνεῖ καὶ
ἄλλοις τρισὶν ἢ τέτταρσι τ῵ Κλεάρχῳ ἐβόα ἄγειν τὸ στράτευμα κατὰ μέσον
τὸ τὦν πολεμίων͵ ὅτι ἐκεῖ βασιλεὺς εἴη·

365. ὡς δὲ πορευομένων ἐξεκύμαινέ τι τ῅ς φάλαγγος͵ τὸ ὑπολειπόμενον


ἤρξατο δρόμῳ θεῖν·

366. ἐπεὶ δ΄ οὐδεὶς αὐτ῵ ἐμάχετο ἐκ τοῦ ἀντίου οὐδὲ τοῖς αὐτοῦ τεταγμένοις
ἔμπροσθεν͵ ἐπέκαμπτεν ὡς εἰς κύκλωσιν.

367. τὸ μὲν τὰ μεγάλα νικᾶν τοὺς φίλους εὖ ποιοῦντα οὐδὲν θαυμαστόν͵


ἐπειδή γε καὶ δυνατώτερος ἦν·

26
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

368. καὶ αὕτη αὖ ἄλλη πρόφασις ἦν αὐτ῵ τοῦ ἁθροίζειν στράτευμα. ὥστε
βασιλεὺς τὴν μὲν πρὸς ἑαυτὸν ἐπιβουλὴν οὐκ Ἠσθάνετο͵ Τισσαφέρνει δ΄
ἐνόμιζε πολεμοῦντα αὐτὸν ἀμφὶ τὰ στρατεύματα δαπανᾶν·

369. (…) ὥστε τῆ ὑστεραίᾳ Κῦρος ἐπορεύετο ἠμελημένως μᾶλλον. τῆ δὲ


τρίτῃ ἐπί τε τοῦ ἅρματος καθήμενος τὴν πορείαν ἐποιεῖτο καὶ ὀλίγους ἐν
τάξει ἔχων πρὸ αὑτοῦ͵ τὸ δὲ πολὺ αὐτ῵ ἀνατεταραγμένον ἐπορεύετο καὶ
τὦν ὅπλων τοῖς στρατιώταις πολλὰ ἐπὶ ἁμαξὦν ἤγοντο καὶ ὑποζυγίων.

370. (τοσοῦτον γὰρ πλήθει περι῅ν βασιλεὺς ὥστε μέσον τὦν ἑαυτοῦ ἔχων
τοῦ Κύρου εὐωνύμου ἔξω ἦν).

371. θεὦνται δ΄ οἱ παῖδες καὶ τιμωμένους ὑπὸ βασιλέως καὶ ἀκούουσι͵ καὶ
ἄλλους ἀτιμαζομένους· ὥστε εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχειν τε
καὶ ἄρχεσθαι.

372. τούς γε μέντοι ἀγαθοὺς εἰς πόλεμον ὡμολόγητο διαφερόντως τιμᾶν.


ὥστε φαίνεσθαι τοὺς μὲν ἀγαθοὺς εὐδαιμονεστάτους͵ τοὺς δὲ κακοὺς
δούλους τούτων ἀξιοῦσθαι εἶναι.

373. ταύτης ἕνεκα τ῅ς παρόδου Κῦρος τὰς ναῦς μετεπέμψατο͵ ὅπως
ὁπλίτας ἀποβιβάσειεν εἴσω καὶ ἔξω τὦν πυλὦν.

374. οἱ δὲ Θαψακηνοὶ ἔλεγον ὅτι οὐπώποθ΄ οὗτος ὁ ποταμὸς διαβατὸς


γένοιτο πεζῆ εἰ μὴ τότε͵ ἀλλὰ πλοίοις͵ ἃ τότε Ἀβροκόμας προϊὼν
κατέκαυσεν͵ ἵνα μὴ Κῦρος διαβῆ.

375. Παρεκάλεσα ὑμᾶς͵ ἄνδρες φίλοι͵ ὅπως σὺν ὑμῖν βουλευόμενος ὅ τι


δίκαιόν ἐστι καὶ πρὸς θεὦν καὶ πρὸς ἀνθρώπων͵ τοῦτο πράξω περὶ Ὀρόντα
τουτουί.

376. ἡ δὲ εἰσβολὴ ἦν ὁδὸς ἁμαξιτὸς ὀρθία ἰσχυρὦς καὶ ἀμήχανος εἰσελθεῖν


στρατεύματι͵ εἴ τις ἐκώλυεν.

377. οἱ δὲ Ἕλληνες͵ εἴ τις καὶ ἀθυμότερος ἦν πρὸς τὴν ἀνάβασιν͵ ἀκούοντες


τὴν Κύρου ἀρετὴν ἥδιον καὶ προθυμότερον συνεπορεύοντο.

378. εἰ δέ τι καὶ ἄλλο ἐν῅ν ὕλης ἢ καλάμου͵ ἅπαντα ἦσαν εὐώδη ὥσπερ
ἀρώματα·

379. οὗτοι προϊόντες ἔκαιον καὶ χιλὸν καὶ εἴ τι ἄλλο χρήσιμον ἦν.

27
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

380. Οἴει γάρ σοι μαχεῖσθαι͵ ὧ Κῦρε͵ τὸν ἀδελφόν; Νὴ Δί΄͵ ἔφη ὁ Κῦρος͵
εἴπερ γε Δαρείου καὶ Παρυσάτιδός ἐστι παῖς͵ ἐμὸς δὲ ἀδελφός͵ οὐκ ἀμαχεὶ
ταῦτ΄ ἐγὼ λήψομαι.

381. ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης͵
Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύοι αὐτ῵.

382. τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν ὡς μάλιστα ἐδύνατο


ἐπικρυπτόμενος͵ ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα.

383, καὶ γὰρ ὁ Κῦρος ἀπέπεμπε τοὺς γιγνομένους δασμοὺς βασιλεῖ ἐκ τὦν
πόλεων Ὠν Τισσαφέρνους ἐτύγχανεν ἔχων. ὥστε καὶ χρήματα
συνεβάλλοντο αὐτ῵ εἰς τὴν τροφὴν τὦν στρατιωτὦν αἱ Ἑλλησποντιακαὶ
πόλεις ἑκοῦσαι.

384. ἐνταῦθα Κύρῳ βασίλεια ἦν καὶ παράδεισος μέγας ἀγρίων θηρίων


πλήρης͵ ἃ ἐκεῖνος ἐθήρευεν ἀπὸ ἵππου͵ ὁπότε γυμνάσαι βούλοιτο ἑαυτόν τε
καὶ τοὺς ἵππους.

385. τῆ δ΄ ὑστεραίᾳ ἧκεν ἄγγελος λέγων ὅτι λελοιπὼς εἴη Συέννεσις τὰ


ἄκρα͵ ἐπεὶ ᾔσθετο ὅτι τὸ Μένωνος στράτευμα ἤδη ἐν Κιλικίᾳ ἦν εἴσω τὦν
ὀρέων.

386. Κλέαρχος δὲ τότε μὲν μικρὸν ἐξέφυγε μὴ καταπετρωθ῅ναι͵ ὕστερον δ΄


ἐπεὶ ἔγνω ὅτι οὐ δυνήσεται βιάσασθαι͵ συνήγαγεν ἐκκλησίαν τὦν αὑτοῦ
στρατιωτὦν.

387. ἐπειδὴ δὲ Κῦρος ἐκάλει͵ λαβὼν ὑμᾶς ἐπορευόμην͵ ἵνα εἴ τι δέοιτο


ὠφελοίην αὐτὸν ἀνθ΄ Ὠν εὖ ἔπαθον ὑπ΄ ἐκείνου.

388. Ἄνδρες στρατιὦται͵ τὰ μὲν δὴ Κύρου δ῅λον ὅτι οὕτως ἔχει πρὸς ἡμᾶς
ὥσπερ τὰ ἡμέτερα πρὸς ἐκεῖνον· οὔτε γὰρ ἡμεῖς ἐκείνου ἔτι στρατιὦται͵ ἐπεί
γε οὐ συνεπόμεθα αὐτ῵͵ οὔτε ἐκεῖνος ἔτι ἡμῖν μισθοδότης.

389. Ἀβροκόμας δὲ οὐ τοῦτ΄ ἐποίησεν͵ ἀλλ΄ ἐπεὶ ἤκουσε Κῦρον ἐν Κιλικίᾳ


ὄντα͵ ἀναστρέψας ἐκ Φοινίκης παρὰ βασιλέα ἀπήλαυνεν͵ ἔχων͵ ὡς ἐλέγετο͵
τριάκοντα μυριάδας στρατιᾶς.

390. Μένων δὲ πρὶν δ῅λον εἶναι τί ποιήσουσιν οἱ ἄλλοι στρατιὦται͵ πότερον


ἕψονται Κύρῳ ἢ οὔ͵ συνέλεξε τὸ αὑτοῦ στράτευμα χωρὶς τὦν ἄλλων καὶ
ἔλεξε τάδε.

28
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

391. τί οὖν κελεύω ποι῅σαι; νῦν δεῖται Κῦρος ἕπεσθαι τοὺς Ἕλληνας ἐπὶ
βασιλέα· ἐγὼ οὖν φημι ὑμᾶς χρ῅ναι διαβ῅ναι τὸν Εὐφράτην ποταμὸν πρὶν
δ῅λον εἶναι ὅ τι οἱ ἄλλοι Ἕλληνες ἀποκρινοῦνται Κύρῳ.

392. καὶ οἱ μὲν ὄνοι͵ ἐπεί τις διώκοι͵ προδραμόντες ἕστασαν· καὶ πάλιν͵
ἐπεὶ πλησιάζοιεν οἱ ἵπποι͵ ταὐτὸν ἐποίουν͵ καὶ οὐκ ἦν λαβεῖν͵ εἰ μὴ
διαστάντες οἱ ἱππεῖς θηρ῵εν διαδεχόμενοι. οἱ δὲ διώξαντες τὦν ἱππέων
ταχὺ ἐπαύοντο·

393. Κλέαρχε καὶ Πρόξενε καὶ οἱ ἄλλοι οἱ παρόντες Ἕλληνες͵ οὐκ ἴστε ὅ τι
ποιεῖτε. εἰ γάρ τινα ἀλλήλοις μάχην συνάψετε͵ νομίζετε ἐν τῆδε τῆ ἡμέρᾳ
ἐμέ τε κατακεκόψεσθαι καὶ ὑμᾶς οὐ πολὺ ἐμοῦ ὕστερον·

394. Οὐκοῦν ὕστερον͵ ὡς αὐτὸς σὺ ὁμολογεῖς͵ οὐδὲν ὑπ΄ ἐμοῦ ἀδικούμενος


ἀποστὰς εἰς Μυσοὺς κακὦς ἐποίεις τὴν ἐμὴν χώραν ὅ τι ἐδύνω; ἔφη
Ὀρόντας.

395. ἐνταῦθα Κῦρος Σιλανὸν καλέσας τὸν Ἀμπρακιώτην μάντιν ἔδωκεν


αὐτ῵ δαρεικοὺς τρισχιλίους͵ ὅτι τῆ ἑνδεκάτῃ ἀπ΄ ἐκείνης ἡμέρᾳ πρότερον
θυόμενος εἶπεν αὐτ῵ ὅτι βασιλεὺς οὐ μαχεῖται δέκα ἡμερὦν͵ Κῦρος δ΄ εἶπεν·
Οὐκ ἄρα ἔτι μαχεῖται͵ εἰ ἐν ταύταις οὐ μαχεῖται ταῖς ἡμέραις·

396. Καὶ ἤδη τε ἦν ἀμφὶ ἀγορὰν πλήθουσαν καὶ πλησίον ἦν ὁ σταθμὸς ἔνθα
ἔμελλε καταλύειν͵ ἡνίκα Πατηγύας͵ ἀνὴρ Πέρσης τὦν ἀμφὶ Κῦρον χρηστός͵
προφαίνεται ἐλαύνων ἀνὰ κράτος ἱδροῦντι τ῵ ἵππῳ͵ καὶ εὐθὺς πᾶσιν οἷς
ἐνετύγχανεν ἐβόα καὶ βαρβαρικὦς καὶ ἑλληνικὦς ὅτι βασιλεὺς σὺν
στρατεύματι πολλ῵ προσέρχεται ὡς εἰς μάχην παρεσκευασμένος.

397. Κῦρος δ΄ ὁρὦν τοὺς Ἕλληνας νικὦντας τὸ καθ΄ αὑτοὺς καὶ διώκοντας͵
ἡδόμενος καὶ προσκυνούμενος ἤδη ὡς βασιλεὺς ὑπὸ τὦν ἀμφ΄ αὐτόν͵ οὐδ΄
ὣς ἐξήχθη διώκειν͵ ἀλλὰ συνεσπειραμένην ἔχων τὴν τὦν σὺν ἑαυτ῵
ἑξακοσίων ἱππέων τάξιν ἐπεμελεῖτο ὅ τι ποιήσει βασιλεύς.

398. τοιγαροῦν ἐπεὶ Τισσαφέρνει ἐπολέμησε͵ πᾶσαι αἱ πόλεις ἑκοῦσαι


Κῦρον εἵλοντο ἀντὶ Τισσαφέρνους πλὴν Μιλησίων· οὗτοι δὲ ὅτι οὐκ ἤθελε
τοὺς φεύγοντας προέσθαι ἐφοβοῦντο αὐτόν.

399. πολλάκις δ΄ ἦν ἰδεῖν παρὰ τὰς στειβομένας ὁδοὺς καὶ ποδὦν καὶ
χειρὦν καὶ ὀφθαλμὦν στερομένους ἀνθρώπους· ὥστ΄ ἐν τῆ Κύρου ἀρχῆ
ἐγένετο καὶ Ἕλληνι καὶ βαρβάρῳ μηδὲν ἀδικοῦντι ἀδεὦς πορεύεσθαι ὅπῃ
τις ἤθελεν

29
JENOFONTE, ANÁBASIS I Curso 2019/2020

400. Κῦρος γὰρ ἔπεμπε βίκους οἴνου ἡμιδεεῖς πολλάκις ὁπότε πάνυ ἡδὺν
λάβοι͵ λέγων ὅτι οὔπω δὴ πολλοῦ χρόνου τούτου ἡδίονι οἴνῳ ἐπιτύχοι·
“τοῦτον οὖν σοὶ ἔπεμψε καὶ δεῖταί σου τήμερον τοῦτον ἐκπιεῖν σὺν οἷς
μάλιστα φιλεῖς.”

401. ὅπου δὲ χιλὸς σπάνιος πάνυ εἴη͵ αὐτὸς δὲ δύναιτο παρασκευάσασθαι


διὰτὸ πολλοὺς ἔχειν ὑπηρέτας καὶ διὰ τὴν ἐπιμέλειαν͵ δια πέμπων ἐκέλευε
τοὺς φίλους τοῖς τὰ ἑαυτὦν σώματα ἄγουσιν ἵπποις ἐμβάλλειν τοῦτον τὸν
χιλόν͵ ὡς μὴ πεινὦντες τοὺς ἑαυτοῦ φίλους ἄγωσιν.

402. εἰ δὲ δή ποτε πορεύοιτο καὶ πλεῖστοι μέλλοιεν ὄψεσθαι͵ προσκαλὦν


τοὺς φίλους ἐσπουδαιολογεῖτο͵ ὡς δηλοίη οὓς τιμᾷ. ὥστε ἐγὼ μέν γε͵ ἐξ Ὠν
ἀκούω͵ οὐδένα κρίνω ὑπὸ πλειόνων πεφιλ῅σθαι οὔτε Ἑλλήνων οὔτε
βαρβάρων.

403. ἀποθνῄσκοντος γὰρ αὐτοῦ πάντες οἱ περὶ αὐτὸν φίλοι καὶ συντράπεζοι
ἀπέθανον μαχόμενοι ὑπὲρ Κύρου πλὴν Ἀριαίου· οὗτος δὲ τεταγμένος
ἐτύγχανεν ἐπὶ τ῵ εὐωνύμῳ τοῦ ἱππικοῦ ἄρχων· ὡς δ΄ ᾔσθετο Κῦρον
πεπτωκότα͵ ἔφυγεν ἔχων καὶ τὸ στράτευμα πᾶν οὗ ἡγεῖτο.

404. ἐπεὶ δ΄ ᾔσθοντο οἱ μὲν Ἕλληνες ὅτι βασιλεὺς σὺν τ῵ στρατεύματι ἐν


τοῖς σκευοφόροις εἴη͵ βασιλεὺς δ΄ αὖ ἤκουσε Τισσαφέρνους ὅτι οἱ Ἕλληνες
νικ῵εν τὸ καθ΄ αὑτοὺς καὶ εἰς τὸ πρόσθεν οἴχονται διώκοντες͵ ἔνθα δὴ
βασιλεὺς μὲν ἁθροίζει τε τοὺς ἑαυτοῦ καὶ συντάττεται.

405. ἐν ᾧ δὲ ταῦτα ἐβουλεύοντο͵ καὶ δὴ βασιλεὺς παραμειψάμενος εἰς τὸ


αὐτὸ σχ῅μα κατέστησεν ἀντίαν τὴν φάλαγγα ὥσπερ τὸ πρὦτον
μαχούμενος συνῄει, ὥστε τὸ ποιούμενον μὴ γιγνώσκειν.

406. (ἦσαν δ΄ αὗται τετρακόσιαι͵ ὡς ἐλέγοντο͵ ἅμαξαι)͵ καὶ ταύτας τότε οἱ


σὺν βασιλεῖ διήρπασαν. ὥστε ἄδειπνοι ἦσαν οἱ πλεῖστοι τὦν Ἑλλήνων·
ἦσαν δὲ καὶ ἀνάριστοι· πρὶν γὰρ δὴ καταλῦσαι τὸ στράτευμα πρὸς ἄριστον
βασιλεὺς ἐφάνη.

30

You might also like