Professional Documents
Culture Documents
Επιφάνιος Κύπρου
Επιφάνιος Κύπρου
Δι ευχών..
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι
τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν
ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας
τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’
ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό
στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός
οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό
θυσιαστήριόν Σου μόσχους.
Θαυμάτων τᾶς χάριτας εἰληφῶς, Ποιμένων το κλέος, Ἐπιφάνιε ιερέ, κατ’ ἄμφω νοσοῦντα με ἀθλίως
καθικετεύω σε πόθω, θεράπευσον.
Ψυχήν μου εὐσπλάχνως τῆν χαμερπήν, οὐράνωσον πάτερ, Ἐπιφάνιε ιερέ, ταῖς πανευπροσδέκτοις σου
πρεσβεῖαις, πρὸς τὸν Δεσπότην ἀπάσης τῆς κτίσεως.
Θεοτοκίον.
Τεκοῦσα τὸν Κύριον τοῦ παντός, τῆν τοῦ Παραδείσου, πύλην ἤνοιξας τοῖς βροτοῖς˙ ὄθεν Παντευλόγητε
Μαρία, εὐγνωμοσύνης σοι ὔμνον προσάδομεν.
Ειρήνην τῆν κρείττονα, τῶ ταπεινῶ δος ικέτη σου, ὸ τοῦ Ειρηνάρχου Ἰεράρχης, ἰερέ Ἐπιφάνιε.
Χορήγει τὰ κρείττονα, τοῖς εὐλαβῶς εὐφημούσι σε, ὠς ἔνθεον φίλον τοῦ Σωτήρος, ἰερέ Ἐπιφάνιε.
Θεοτοκίον.
Ἀγγέλων ἐξέστησαν, Θεοκυήτορ τα τάγματα, ὀρῶντες σε φέρειν ἐν ἀγκάλαις, τῆς Τριάδος τὸν δεύτερον.
Διάσωσον τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, από κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ιεραῖς σου
πρεσβεῖαις πρὸς τὸν Σωτήρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Τῆν καρδίαν μου πλούτισον, τῶ αμέτρω πλούτω τῆς σῆς χρηστότητος, Ἰεράρχα Ἐπιφάνιε, ὸ πλουτήσας ἐν
ἔργοις τοῖς κρείττοσι.
Πρὸς νομάς σωτηρίου με, ποίμανον θεόληπτε Ἐπιφάνιε˙ συ ποιμήν γᾶρ ὤφθης κράτιστος, εὐδοκία τοῦ
κρείττονος Ὄσιε.
Θεοτοκίον.
Ἀμαρτίας ἀναίρεσις, τῆς ἀρχαίας πέφηνας Θεονύμφευτε, τὸν Χριστόν ἀφράστως τέξασα, δι΄ἠμᾶς ἐν δυσί
ὐποστάσεσι.
Ψεύδους κραταιῶς, τὸν δυνάστην καταβέβληκας, ου τῆς μήνιδος διάσωσον ἠμᾶς, ἀνωτέρους Ἰεράρχα
Ἐπιφάνιε.
Σοφίας προσειληφῶς τᾶς χάριτας, ἐν σοφία τῆν λαχούσαν σοι ποίμνην, πρὸς σωτηρίου νομάς
ἀνυστάκτως, ὠ Ἐπιφάνιε πάτερ ἐποίμανας˙ ὄθεν καμέ πρὸς τᾶς νομάς, τῆς ἀψεύστου ζωής καθοδήγησον.
Ἐκύκλωσαν τῆν ψυχήν μου Ὄσιε, ὤσπερ κύνες ὐλακτούντες τα πάθη˙ συ δε ὠς πέλων εὐήκοος πᾶσι,
ἐλέησόν με ἐν πίστει φωνούντα σε, Ἰεραρχών ἠ καλλονή, Ἐπιφάνιε πάτερ τρισόλβιε.
Θεοτοκίον.
Βοήθειαν πρὸς το σῶζει κέκτημαι, σε ἐτοίμην ἀειπάρθενε Κόρη˙ διὸ προσπίπτω σοι ὄλη τῆ καρδία, καὶ
ἀνακράζω ἐν θλίψει καὶ δάκρυσι, τοῦ αἰωνίου με πυρός, τῆ πρεσβεῖα σου ρῦσαι ὠς εὔσπλαχνος.
Διάσωσον τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, από κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ἰεραῖς σου
πρεσβεῖαις πρὸς τὸν Σωτήρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Προκείμενον.
Οι Ἰερείς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οι Ὄσιοι σου ἀγαλλιάσονται.
Στίχ. Τίμιος εναντίον Κυρίου ό θάνατος τοϋ Όσιου αύτοΰ.
Δόξα.
Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἤχος πλ. β’. Τριήμερος ἀνέστη.
Χριστόν ἀπό ψυχής ὀλικῶς, θεόφρων Ἐπιφάνιε ἀγαπήσας, τα θελήματα αὐτοῦ, ἐπλήρωσας πανσόφως, ὠν
πληρωτήν εὐχαῖς σου, ταῖς ιεραῖς καμέ ἀνάδειξον.
Εὐμενής μοι ταῖς θεῖαις, καὶ σεπταῖς σου πρεσβεῖαις Χριστόν ἀπέργασαι˙ το δῦνασαι γᾶρ ἔχεις, ἀξίως ὠς
βαστάσας, ιερέ Ἐπιφάνιε, αὐτοῦ τὸν θείον ζυγόν, ἐπ’ ὤμον σου προθύμως.
Ἀσινείς διατήρει, τοῦς προστρέχοντας πίστει, τῆ προστασία σου απο ἀμπλακημάτων σαρκός καὶ
νοσημάτων, θαυμαστέ Ἐπιφάνιε˙ παρά Θεῶ γᾶρ πολλήν, τῆν παρρησίαν ἔχεις.
Θεοτοκίον.
Κλίμαξ ὤφθης Αγία, καὶ μετάρσιος Κόρη, αεἰμακάριστε, δι’ ἠς πρὸς σωτηρίας, ἀνέρχονται το ὔψος, οι τὸν
ἄφραστον τόκον σου, ὐμνολογούντες ἀεί, θερμότητι καρδίας.
Ἐνισχυσόν με, τῆ ιερά σου δυνάμει, Ἐπιφάνιε Πατέρων ἠ λαμπρότης, φέρειν τᾶ ἐν βίω, ἐπίπονα ἠδέως.
Τῆν τῶν παθῶν μου, ζοφὠδεστάτην ὀμίχλην, Ἐπιφάνιε διάλυσον ἀκτίσι, τῆς παμφαεστάτης, καὶ θείας
χἀριτός σου.
Θεοτοκίον.
Τῆν πρῶτην Εὔαν, Θεοκυήτορ Μαρία, ἀπελύτρωσας κατάρας τῆς ἀρχαίας, τέξασα ἀρρήτως, τὸν ἔνα τῆς
Τριάδος.
Ψυχής μου τᾶς ἀρούρας, ἄρδευσον πλουσίως, τῆς ιεράς χἀριτός σου τῶ ὔδατι, ὠ Ἐπιφάνιε πάτερ, Ὀσίων
καύχημα.
Πυρός με τοῦ ἀστέκτου, καὶ ἀτελευτήτου, ταῖς ἰεραῖς πρὸς Χριστόν μεσιτείαις σου, ὠ Ἐπιφάνιε ρῦσαι, ὠς
συμπαθέστατος.
Θεοτοκίον.
‘Υπερδεδοξασμένη, Μήτερ τοῦ Υψίστου, ταῖς μητρικαῖς σου πρεσβεῖαις διάσωζε, απο παντοίων κινδύνων,
τοῦς σε γεραίροντας.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως
Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαῖροις ο θεόρρυτος ποταμός, ο τῆν Οἰκουμένην, καταρδεύσας πάτερ σοφέ˙ χαῖροις εὐσεβείας, φωστήρ ο
φωτοβόλος, ο θαὐμαστώς ἐκλάμπων, ἠμῖν τιμῶσι σε.
Ψεύδους τὸν αρχέκακον ἀρχηγόν, κατήσχυνας πάτερ, Ἐπιφάνιε ιερέ, τῆ παρά Κυρίου, δοθείση σοι σοφία,
καὶ βίου ἐναρέτου, τοῖς κατορθώμασι.
Τοῦ Ἐπιφανίου ταῖς ἰεραίς, πρεσβεῖαις Οἰκτίρμων, τῆν ειρήνην σου δὸς ἠμῖν, καὶ τῆς τοῦ βελίαρ, κακίας
ἀνωτέρους, συντήρει τοῦς ὐμνούντας, το θείον κράτος σου.
Χαῖροις ἠ θεόληπτος ξυνωρίς, τῶν τῆς ἐκκλησίας, θεοσόφων Ἰεραρχῶν, Ἀνδρέα τῆς Κρήτης, σῦν τῶ
Ἐπιφανίω, τῆς ἐν Χριστῶ σοφίας, μῦσται πανάριστοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας
ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά
σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά
ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν
ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός
ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν,
ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δίστιχον·
Ἐπιφάνιε λαμπρῶς επἰφανόν μοι
Κωνσταντίνω ὐμνούντι σε σῆν χάριν.