You are on page 1of 84

Κανόνες εἰς κοιμηθέντας μοναχοὺς καὶ μοναζούσας

1. ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΜΟΝΑΧΟΥΣ

(Crypt. gr. Γ. β. V- Γ. α. XXV ἔτ. 1019, φφ. Ιδ΄ β-ιζ΄ β ἤ 1β, Vat. gr. 1836 XI- XII
αἰ., φφ. 133α-139α., Messin. Bibl. Univ. S. Salvat. gr. 153 XL αἰ.)

ἦχος β´. ᾨδὴ α´. Δεῦτε λαοί.

Οἱ ἐν σαρκὶ σύσκηνοι καὶ συμπολῖταί σου * ἐπιταφίοις ἄσμασιν τὸν


προσλαβόμενον * ἀδελφὲ τὴν ψυχήν σου * Σωτῆρα δυσωποῦμεν * τοῦ ἀναπαῦσαί σε.

Τῆς ἀπειλῆς * λύτρωσαι τοῦ αἰωνίου πυρὸς * τὸν μεταστάντα δοῦλόν σου * καὶ
καταξίωσον * τῆς ἀῤῥήτου σου δόξης * γενέσθαι κληρονόμον * εὔσπλαγχνε Κύριε.

Σύ τῳ Χριστῷ * πίστεως κόπους προσήγαγες * ἀσκητικοῖς παλαίσμασιν *


ἀγωνισάμενος * κατὰ τοῦ ἀντιπάλου * ὁ δοῦλός σου διό σου, τύχοι τῆς δόξης σου.

Θεοτοκίον.

Ζῶσα πηγὴ * πέφυκας, Παρθενομῆτορ ἁγνὴ * τὸν ἀρχηγὸν γεννήσασα πάσης τῆς
κτίσεως * τὴν ζωὴν τῶν ἁπάντων, δροσίζουσα τοὺς πίστει θεολογοῦντάς σε.

ᾨδὴ γ´. Ὁ στερεώσας.

Ἠγάπησε θερμῶς καὶ ἠρετήσατο * ἀσκήσει * μακρόθυμε σοὶ δουλεῦσαι * διὰ


τοῦτο δυσωποῦμέν σε * ὡς οἰκτίρμων ἀνάπαυσον τὸν δοῦλόν σου.

Χορῷ τῶν ἀσκητῶν * συγκαταρίθμησον * καὶ δόξης ἀνάδειξαν κληρονόμον *


τῆς ἀλήκτου σου Σωτὴρ ἡμῶν * ὃν μετέστησας δοῦλόν σου ἀνάπαυσον.

Γινώσκεις τὸ ἡμῶν * Σωτὴρ εὐόλισθον * οὐδεὶς γὰρ * ἀνέγκλητος ἐν ἀνθρώποις


* ἀλλ᾿ ὡς φύσει ἀναμάρτητος * εἰ καὶ ἥμαρτε φεῖσαι τοῦ ἱκέτου σου.

Θεοτοκίον.

Σὺ γλῶσσα γηγενῶν * οὐ νοῦς ἀσώματος * ἰσχύσει * τὸν τόκον σου Θεὸν μὴ


νεῦσαι * ὑπὲρ φύσιν γὰρ καὶ ἔννοιαν * Θεοτόκε τὸν Κτίστην ἀπεκύησας.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε * τὴν ἀκοήν.

Ἀναπαύσεως δώρησαι * τόπον Χριστὲ * τῷ πόθῳ τε καὶ πίστει * εὐσεβῶς


δουλεύσαντα συναυλίζεσθαι.

Συναυλίζεσθαι Κύριε * τοῖς δεξιοῖς * ἀξίωσον προβάτοις * τὸν πιστόν ἱκέτην σου
ὡς φιλάνθρωπος.
Νυμφευθέντα σοι πνεύματι * καὶ τῇ σαρκὶ Χριστὲ λαμπαδηφόρον * ἀδελφὸν
εὐδόκησον ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Ἀπροσμάχητον τεῖχος καὶ κραταιὰν ἐλπίδα, Θεοτόκε οἱ πιστοῖς σὲ κεκτήμεθα *


ἐν κινδύνοις ἀεί.

ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγὸς * καὶ τῶν αἰώνων.

Πόθῳ ψυχῆς καθαρᾶς ἀναλαβών σου τὸν σταυρὸν Κύριε * ὁ μεταστάς *


ἀσκήσεως πόνοις * ἐδούλευσε πιστῶς * τῷ θείῳ σου κράτει * διὸ εὗροι ἄνεσιν.

Ὑπὲρ χρυσίον πολύ * καὶ ὑπὲρ μέλι καὶ κηρὸν Δέσποτα * ταῖς ἐντολαῖς * ταῖς
σαῖς ἐνετρύφα * ἐν πίστει ἀκλινῇ * ὁ δοῦλός σου ἔνθεν * τῆς δόξης σου ἔτυχεν.

Ἅπαντες Σῶτερ βροτοί * ὅταν παρίστανται γυμνοὶ τρέμουσιν * τῷ φοβερῷ


Χριστὲ κριτηρίῳ τῆς δόξης σου τότε * δεόμεθα φεῖσαι * οἰκτίρμον τοῦ δούλου σου.

Θεοτοκίον.

Σεσαρκωμένον ἐκ σοῦ * Θεογεννῆτορ * οἱ πιστοὶ ἔγνωμεν * ἄνευ σπορᾶς * Υἱόν


γεννηθέντα * Θεὸν ἀληθινόν * καὶ ἄνθρωπον φύσει * διὸ σὲ δοξάζομεν.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Νεκρωθεὶς μὲν τῷ σώματι Δέσποτα * ζώσῃ δὲ ψυχῇ δυσωπεῖ σε Χριστὲ ὁ Θεὸς *


ὁ μεταστὰς ἱκέτης σου * ἵνα τύχη τῆς ἄνω σου κλήσεως.

Ὁ παλάμῃ συνέχων τὰ σύμπαντα * ὁ καὶ τῶν βροτῶν τὰ κρυπτὰ ἐπιστάμενος *


φιλανθρωπίας ὄμματι * ἐπιδὼν τὸν σὸν δοῦλόν ἀναπαῦσον.

Ὅν μετέστησας εὔσπλαγχνε Κύριε * ὅταν μετὰ δόξης καὶ πλήθους δυνάμεων *


ἐν τῇ δικαίᾳ κρίσει σου * ἔλθῃς δώρησαι τόπον ἀνέσεως.

Θεοτοκίον.

Ἀνωτέρα τῶν ἄνω δυνάμεων * καὶ ἁγιωτέρα ὑπάρχεις πανάχραντε * ὑπερφυῶς


χωρήσασα * τὸν ἀχώρητον Λόγον ἐν μήτρα σου.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς ἐν πεδίῳ.

Νεότητός μου * καὶ ἀγνοίας μὴ μνησθῇς * Χριστὲ ἐγκλήματα * ἐν τάφῳ κείμενος


* ἀνακράζει σοι * ὁ μεταστὰς ἐν τῷ πνεύματι * Δέσποτα Σωτήρ σοὶ γὰρ μόνῳ * τῷ
Θεῷ μοῦ πεπίστευκα * καὶ τὴν ἐλπίδα τῆς ζωῆς * προσανεθέμην ἀεί.
Ἠρπάγην φρικτῶς * ἐξ ὑμῶν ὦ ἀδελφοί * καὶ τοῖς νεκροῖς συνοικῶ * ἀλλ᾿ ἐν
λήθη μή μου γίνεσθε τῆς ἐν τῷ βίῳ συζεύξεως τῆς ἀνυποκρίτου ἀγάπης * καὶ
πρεσβείαν ποιήσατε * ὑπὲρ ἐμοῦ πρός τὸν Θεόν * ὁ μεταστὰς ἐκβοᾷ.

Ἰδοὺ ἀδελφοὶ πάντα κόνις καὶ σκιὰ τὰ ἐν τῷ βίῳ τερπνά * ὥσπερ γὰρ ὄναρ *
εὐληθάργητον * οὕτως ἐστὶν ἡ ζωὴ ἡμῶν * δάκρυσιν οὖν τῆς συμπαθείας * τὸν Θεὸν
ἱκετεύσατε * ἡμῖν βοᾷ ὁ μεταστὰς τοῦ ἀναπαῦσαί με.

Θεοτοκίον.

Λιμὴν ἀσφαλὴς προστασία φοβερά * καὶ τεῖχος ἄῤῥηκτον τοῖς ἐν ἀνάγκαις


κινδυνεύουσιν * χειμαζομένοις ἐν θλίψεσιν * ταῖς πρός τὸν Υἱόν σου πρεσβείαις *
Θεοτόκε ὑπάρχουσα * ἐκ πολυτρόπων πειρασμῶν * σῶζε τὴν ποίμνην σου.

ᾨδὴ η´. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων.

Ὅταν καθίσῃς ὁ Θεὸς * ἐπὶ θρόνου φοβεροῦ δικαιοκρίτα * ἀποδοῦναι ἑκάστῳ *


καὶ τὰ ἔργα αὐτοῦ * συγγνώμην * παράσχου ἄφεσιν * τῶν πλημμελημάτων * Χριστὲ
τῷ μεταστάντι.

Μετὰ δικαίων ὡς Θεὸς τὴν ψυχὴν τοῦ μεταστάντος ἐκ τοῦ βίου * κατατάξας
παράσχου ἀγαλλόμενος δι’ ἀγγέλοις ἀεὶ συγχορεύειν σοι * αἶνον προσφέρειν εἰς
πάντας τοὺς αἰῶνας.

Νεκρῶν καὶ ζώντων ὁ Θεὸς * ὁ δεσπόζων πᾶσαν πνοὴν * καὶ σώζει τῶν βασάνων
οὓς θέλει * καὶ μάλιστα τοὺς πόθῳ * τὴν αὐτοῦ προσκυνοῦντας * μόρφωσιν ἐν τύποις
* μεθ᾿ οὓς ἀνυμνοῦμεν.

ᾨδὴ θ´. Μὴ ἐποδύρου μου Μήτηρ * καθορῶσα.

Μὴ ἐποδύρεσθαι πάντες * οἱ ἐν πίστει θανόντες * ὁ γὰρ Χριστὸς ὑπὲρ ἡμῶν


σωματικῶς ἔπαθεν σταυρόν * καὶ θανατώσας ᾅδην * ἀθανασίας υἱούς * ἀπειργάσατο
πάντας * βοῶντας πρός αὐτὀν * μὴ εἰσέλθῃς εἰς κρίσιν * μετὰ τῶν δούλων σου.

Ἐν τῇ ἀγήρῳ σου δόξῃ καὶ τρυφῇ παραδείσου * τὸν ἐξ ἡμῶν προμεταστάντα


τάξον ἀγαθὲ * τὸν ὀρθοδοξίᾳ καὶ μετανοίᾳ σοι * προσδραμόντα ἐνταῦθα * καὶ
ποίησον αὐτόν * ἐκλεκτὸν παραστάτην * τῆς βασιλείας σου.

Τριαδικόν.

Ἄναρχε ἀκτιστε Τριάς * ἡ ἀκήρατος φύσις * ἡ ἐν Πᾳτρί τε καὶ Υἱῷ καὶ Πνεύματι
ὁμοῦ * προσκυνουμένη σεπτῶς * καὶ αἰνουμένη πιστῶς * τὸν ἐν πίστει σωτήριον
οἶκον * δομήσαντα ἐν γῆ οὐρανίοις σκηναῖς σου * τοῦτον ἀναπαῦσον.

Θεοτοκίον.
Χαῖρε ἁγία ἁγίων * χαῖρε ἄνασσα αὔθις * χαῖρε πασῶν τιμιωτέρα τῶν δυνάμεων
ἁγνή * χαῖρε τῶν δογμάτων * ὄντως κεφάλαιον * δι’ ἧς ἔγνωμεν πάντες * φανέντα
ὑμνεῖν * ἐν τρισὶν τοῖς προσώποις μίαν θεότητα.

2. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΤΕΛΕΥΤΗΣΑΝΤΑ ΤΟΥ ΒΙΟΥ


ΛΑΒΟΝΤΟΣ ΤΟ ΣΧΗΜΑ

Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: «Κλήμεντος»

(Crypt. gr. Γ. β. V- Γ. α. XXV ἔτ. 1019, φφ. 6β-9β)

ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὸν πίστει μονάσαντα ὁ Θεὸς * καὶ βίον λιπόντα * συναφείας τῆς κοσμικῆς * τὸν
πόθῳ σου Λόγε μεταστάντα * τῆς βασιλείας σου τούτου ἀξίωσον.

Σὺ χρόνοις παρέχεις σὺ τὸν μισθόν * ἀλλὰ προαιρέσει * πιστότατῃ Λόγε Θεοῦ *


διὸ προσελθόντα τῇ ἀσκήσει * ἐσχάτῃ ὥρᾳ τὸν δοῦλόν σου πρόσδεξαι.

Τοῦ κόσμου τὴν ἄρνησιν ὁ Θεός * θυσίαν ἐν πίστει * σοὶ προσήνεγκεν ὁ Θεός *
ὁ δοῦλός σου Λόγε ὃν καὶ σῶσον * καὶ εἵ τι ἥμαρτε οὗτος συγχώρησον.

Θεοτοκίον.

Καὶ τίκτεις Παρθένε ὑπερφυῶς * καὶ μένεις παρθένος * ὡς πρὸ τόκου θεοπρεπῶς
* ζωὴν γὰρ ἐγέννησας τὴν πάντων * νεκρῶν καὶ ζώντων ἀεὶ κυριεύουσαν.

ᾨδὴ β´. Πρόσεχε οὐρανέ.

Προέφθασεν ἐν ἐξομολογήσει * τὸ πρόσωπόν σου Χριστὲ * διὸ μὴ ἔλθῃς εἰς


κρίσιν * ἐν κρίσει μετὰ τοῦ δούλου σου.

Ἔθυσεν * ὡς θυσίαν ἁγίαν * σοι τῷ Θεῷ καὶ Πατρί * τοὺς καρποὺς τῆς ὀσφῦος *
ὁ δοῦλός σου ὃν ἀνάπαυσον.

Κύριε * ἐν χορῷ τῶν ἁγίων * καὶ μοναστῶν ἱερῶν * τὸν ἱκέτην σου δεῖξον *
μονάσαντα ἐν τῷ τέλει πιστῶς.

Θεοτοκίον.

Λέλυται * ἡ ἀρὰ τῶν θηλείων * τῇ σῇ κυήσει Ἁγνή * ἐκ σοῦ γὰρ ἐσαρκώθη * ὁ


πάντων ἐξουσιάρχης Θεός.

ᾨδὴ γ´. Σὺ εἰ τὸ στερέωμα τῶν προστρεχόντων.


Πάντα σοι προσήνεγκεν * τὰ ἐπὶ γῆς πιστῶς Κύριε * σοι προσελθών * ὁ πιστός
σου δοῦλός * ὃν θανόντα ἀναπαῦσον.

Δέξαι ὀρφανίας νῦν * τὰς προσευχὰς Σωτὴρ εὔσπλαγχνε * ὑπὲρ ψυχῆς * σὲ


ἱκετευούσης * πατρικῆς νῦν ἀναπαῦσον.

Ἄνοιξον τῷ δούλῳ σου * τὴν τοῦ ἐλέους σου εὔσπλαγχνε * πύλην Χριστὲ * καὶ
τῆς βασιλείας * κληρονόμον ἀνάδειξον.

Θεοτοκίον.

Ἥν οὐδεὶς διέφθειρεν * ὑπερφυῶς Χριστὸν τίκτουσαν * ταύτην σαφῶς οὐδὲ τοῦ


θανάτου * ἡ φθορὰ νῦν ἐκράτησεν.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου.

Ἁμαρτίας ἀναίρεσιν * τοῖς βροτοῖς τὸν θάνατον παρεχώρησας * ὅθεν Λόγε


μεταστάντα πρός σέ * τὸν πιστόν ἱκέτην σου ἀνάπαυσον.

Ἐν σκηνώμασιν δόξης σου * Λόγε τὸν ἱκέτην σου * σὺ ἀναπαῦσον * παρθενίας


εἰς σκηνὴν ἐπὶ γῆς * εὐσεβῶς δυνάμενος * τὴν οἰκίαν Χριστέ.

Τὴν ἐγκόσμιον βίωσιν * ὡς ἀπαρνησάμενος τὸν ἱκέτην σου * καταξίωσον ὡς


εὔσπλαγχνος * τῆς ὑπερκοσμίου * ἀφθαρσίας σου.

Θεοτοκίον.

Μαρτυρεῖ σου ἡ γέννησις * ἄχραντε Μαρία * τὴν θείαν κύησιν * καὶ τεκοῦσα
γὰρ παρθένος ὡς πρίν * καὶ θανοῦσα ὤφθης * πάλιν ζῶσα ἁγνή.

ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμεν σοι Κύριε.

Λῃστὴν ὁ δικαιώσας αὐθημερόν * ὡς οἰκτίρμων * δέξαι καὶ τοῦ δούλου σου *


τὴν τελευταίαν προσέλευσιν.

Ἀγρύπνους ἱκεσίας δεήσεις τε * τῆς καρδίας * πρόσδεξαι τοῦ δούλου σου *


μνησθεὶς αὐτοῦ τῆς προθέσεως.

Δακρύων τελευταίων ἐπάκουσον * ἐλεήμων * καὶ πταισμάτων ἄφεσιν * τῷ


μεταστάντι κατάπεμψον.

Θεοτοκίον.

Ἐδείχθης ἐν τῷ τόκῳ Παρθένος ὡς πρὸ τοῦ τόκου * καὶ ἐν τῇ κοιμήσει σου *


πάλιν ζωοῦσα Θεόνυμφε.

ᾨδὴ στ´. Χιτῶνα μοι παράσχου φωτεινόν.


Αἰτούμενος πταισμάτων ἱλασμόν * ὁ δοῦλός σου ἔδραμεν * ὀπίσω σου * Κύριε *
ὃν ἡ χεὶρ ἡ δεξιά σου ἀντιλάβοιτο.

Ἐν οἴκῳ τῆς Μητρός σου εὐσεβῶς * μονάσαντα Κύριε * τὸν δοῦλόν σου
πρόσδεξαι * μεταστάντα ἐν αὐτῇ ὡς φιλάνθρωπος.

Προσῆλθεν σοι ἐκ πόθου ὁλικῶς * ὁ δοῦλός σου Κύριε * πάντα προθύσας σοι *
ὡς θυσίαν λογικήν * ἥν * καὶ πρόσδεξαι.

Θεοτοκίον.

Νεκρωμένη καθωράθης σαρκικῶς * τριήμερος Πάναγνε * νυνὶ δὲ ἀείζωος *


διαμένεις ὡς παρθένος μετὰ γέννησιν.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὁ ζητῶν πρός τὸ σῶσαι ἀφορμὴν εὐσεβείας * Σῶτερ τὸν ἄνθρωπον * εὐδόκησον


τοῦ σῶσαι * τὸν σὸν ἱκέτην Λόγε * καὶ τῆς κρίσεως λύτρωσαι * ἐν πίστει ψάλλοντα ὁ
Θεὸς εὐλογητὸς εἶ.

Ὡς φυγόντα τοῦ κόσμου * ματαιότητος πᾶσαν * τὸν σὸν ἱκέτην Σωτήρ * καὶ βίον
ἁγνοσύνης * ἀράμενον παράσχου τοῦ φυγεῖν ἐκ τῆς κρίσεως * καὶ μεταστάντα αὐτόν
* Χριστὲ ἐλέησον.

Τῇ ῥοπῇ τοῦ ἐλέους * τῆς σῆς φιλανθρωπίας Δέσποτα Κύριε * τὸ πῦρ τὸ τῆς
γεέννης * κατάσβεσον καὶ σῶσον * τὸν ἱκέτην σου Λόγε Θεοῦ * μνησθεὶς ἐλέους
αὐτοῦ * τῆς μεταδόσεως.

Θεοτοκίον. *

Τὴν ἀφθόρως τεκούσαν * ἀειπάρθενον Κόρην * καὶ μὴ θανοῦσαν ἀεὶ * θανοῦσαν


ὡς κατ᾿ ἄμφω * δειχθεῖσαν ὑπὲρ φύσιν * ἀνυμνήσωμεν λέγοντες * ῥῦσαι Παρθένε
ἁγνὴ τὸν δοῦλόν σου γεέννης.

ᾨδὴ η´. Τὸν ἐν ὅρει.

Σοῦ τῷ πόθῳ * Χριστὲ ὡς τετρωμένος * ἐμερίσθη * τῆς κάτω συναφείας * καὶ


σὺν αὐτοῖς αὐτόν σοι ἀφιέρωσεν * ὁ πιστός σου δοῦλός * ὅν * ἐν ἀφθαρσίας
ἀναπαῦσον νυμφῶνι.

Ἐκολλήθην * ὀπίσω σου οἰκτίρμων * ὁ πιστός σου * ἱκέτης τῇ ἀσκήσει * καὶ


παριδὼν τὴν κάτω πᾶσαν ὕπαρξιν * ἔδραμεν ἐν δίψει ὃν * καὶ ἀναπαῦσαι *
εὐδόκησον οἰκτίρμων.

Δεδοικότες * τὴν ὥραν τοῦ θανάτου * καὶ τὴν κρίσιν * τὴν ἄστεκτον ἐκείνην *
τῷ κοιμηθέντι πίστει ἐξαιτήσωμεν * ἱλασμὸν πταισμάτων * καὶ τῆς βασιλείας *
τυχεῖν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.

Ὁ καρπός σου * ζωὴ ἐδείχθη πᾶσιν * καὶ θανάτῳ * εἰκότως σου χειροῦσαι * διὸ
παρθένος ἔμεινας γεννήσασα * καὶ θανοῦσα πάλιν * ζῶσα διαμένεις * ἁγνὴ
Θεοκυῆτορ.

ᾨδὴ θ´. Σὲ τὴν ἀπειρόγαμον.

Νῦν τούς σου θεράποντας * προστάτας εὗρεν τελευταῖον Δέσποτα Σωτὴρ


φιλάνθρωπε * οὓς * προσάγων σοι ἔτυχεν * νῦν δὲ ὁ σὸς δοῦλός εὐμενοῦς
παρακλήσεως * τοὺς ὁσίους * καὶ Θεοτόκου ταῖς ἐντεύξεσιν.

Ἵλεως τῷ δούλῳ σου * γενοῦ φιλάνθρωπε οἰκτίρμων * ἐν φωνῇ πιστῶς αἰνέσεως


* δυσωποῦμέν σε Κύριε * καὶ τῆς τῶν δικαίων * παραστάσεως μέτοχον δεῖξον τοῦτον
* καὶ ἐν χορείαις μοναζόντων Σωτήρ.

Λύτρωσαι φιλάνθρωπε * τοῦ χωρισμοῦ τοῦ τελευταίου * καὶ τῆς ἀποφάσεως *


τῆς πικρᾶς τὸν ἱκέτην σου * ὡς κεχωρισμένον * πρὸ τοῦ τέλους τῆς χύσεως * καὶ ἐν
δόξῃ Χριστέ.

Θεοτοκίον.

Σὺ καὶ μετὰ γέννησιν * παρθένος ὤφθης ὡς πρὸ τόκου * καὶ θανοῦσα πέφυκας *
ἐν ζωῇ ἀθανάτῳ ἁγνή * εἰς τὸν σὸν ἱκέτην καταξίωσον Δέσποινα Θεοτόκε * τὴν
ἱκεσίαν ἐκπληρῶσαι ἡμῶν.

3. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΜΟΝΑΧΟΥΣ

Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: «Εὐθυμίου».

(Sinait. gr. 963 XII αἱ.)

ἦχος πλ. β´. ᾨδὴ α´. Κύματι θαλάσσης.

Σοι τῷ ἀθανάτῳ * Θεῷ καὶ δεσπότῃ * πάντες προσπίπτομεν * ἐν κατανύξει


θερμῇ * τὸν ἐπιτάφιον ὕμνον * ἐν κλαυθμῷ ἀναβοῶντες Χριστῷ * τὸν πιστόν ἱκέτην
σου * ἀναπαῦσον φιλάνθρωπε.

Ἀβίαστος ὑπάρχων ἐλέους * οἰκτίρμων * καὶ ἀγαθότητος τὸν μεταστάντα πρός


σὲ * ἐν εὐσεβεῖ πολιτείᾳ * δι᾿ ὁ ἀναπαῦσον Χριστὲ ὁ Θεὸς * παρορῶν ὡς
εὔσπλαγχνος αὐτοῦ τὰ πλημμελήματα.

Βίου τὴν ἀπάτην φυγὼν ὁ πιστός σου ἱκέτης Δέσποτα * σοι ἠκολούθησεν *
ἀναλαβὼν ἐπ᾿ ὤμων * τὸν Σταυρὸν αὐτοῦ ὡς ἔφησας * τοῦτον οὖν ὡς εὔσπλαγχνος *
δικαίοις συναρίθμησον.
Ποῦ ἡ ματαιότης * τοῦ κόσμου καὶ πᾶσα ἡ περιφάνεια * τῶν γηγενῶν ἀδελφοὶ *
οὐκ ἰδοὺ πάντα τὰ τῄδε * διαδέχεται ὁ θάνατος * ματαιότης πάντα γὰρ * ματαιοτήτων
ὄντως * ἐστίν.

Θεοτοκίον.

Ἐν τῇ Παναχράντῳ * κυήσει σου κόρῃ * Παρθένε ἄχραντε * οἱ τῶν ἀγγέλων


χοροί * καὶ τῶν ἀνθρώπων τὰ πλήθη * ἀγαλλόμενα ἐχόρευον * δόξαν ἀναπέμποντες *
τῷ τόκῳ σου πανύμνητε.

ᾨδὴ γ´. Σὲ τῶν ἐπὶ ὑδάτων.

Ὅνπερ ἐκ τῶν προσκαίρων * ἐχώρισας πιστόν σου δοῦλόν Σῶτερ * ἐν χώρᾳ τῶν
Δικαίων * συναριθμήσας κατάταξον * εἰς τὸ ὑμνεῖν τὴν δόξαν σου * οὐκ ἐστὶν Ἅγιος
πλήν σου Κύριε κραυγάζοντα.

Ἐν τόπῳ τῷ τῆς χλόης * κατάταξον * τὸ πνεῦμα τοῦ σοῦ δούλου * ἐν ᾧ


περιπολοῦσι ψυχαὶ Δικαίων φιλάνθρωπε * ἀκαταπαύστως ᾄδουσαι * οὐκ ἐστὶν Ἅγιος
* πλήν σου Κύριε καὶ δίκαιος.

Τοῦ τὸν Σταυρὸν ἐπ᾿ ὤμων * ἀράμενος * ὁ σὸς πιστὸς θεράπων * ἐν μετανοίᾳ
Σῶτερ * τὸν αὐτοῦ δρόμον τετέλεκεν * ὃν σὺν χοροῖς ἀξίωσον * τοῖς τῶν ἀγγέλων
σου * μόνε Κύριε δοξάζειν σε.

Ἐγκυψον ἐν τοῖς τάφοις * ὦ ἄνθρωπε * καὶ γνῶθι τί ὑπάρχεις * διάκρινον εἰ δύνῃ


* τίς ὁ πτωχὸς καὶ ὁ πλούσιος * τίς ὁ σοφός * καὶ ἄσοφος * θρηνῶν δὲ βόησον *
σῶσον Κύριε τὸ πλάσμα σου.

Θεοτοκίον.

Ὑπερευλογημένη Θεόνυμφος * σὺ μόνη ἀπεφάνθης * ὅτι τὸν θεῖον Λόγον * τὸν


τοῦ Πατρὸς ἀπεκύησας * ἀνερμηνεύτως ἄχραντε * ἐκ θείου Πνεύματος * ὃν
δυσώπησον σωθῆναι ἡμᾶς.

ᾨδὴ δ´. Τὴν ἐν Σταυρῷ σου θείαν,

Ὁ ἐν τῷ Σταυρῷ σου θεία κένωσις * τοὺς βροτοὺς ἐκ φθορᾶς * ἐῤῥύσατο


ἀθανάτου * διὸ Χριστὲ τὸν δοῦλόν σου * ὅνπερ ἐξ ἡμῶν προσελάβου οἰκτίρμων *
τάξον ἐν βίβλῳ ζωῆς.

Ἅπερ ἐν βίῳ ἐπλημμέλησεν * ἑκουσίως ὁ σὸς * καὶ ἀκουσίως Λόγε * ἱκέτης


εὐσπλαγχνίας σου * σύγγνωθι αὐτῷ * προσφυγόντι σοῖς σπλάγχνοις * ἐν μετανοίᾳ
θερμῇ.

Ὅτι ἡ κρίσις ἀνυπόστατος * τῆς φρικτῆς ἀπειλῆς ὑπάρχει σοὶ οἰκτίρμων * διὸ δὴ
τὸν ἱκέτην σου * δεῖξον ἀγαθὲ * δεξιὸν παραστάτην τῆς βασιλείας σου.

Θεοτοκίον.
Θαῦμα φρικτὸν ὅτι γεγέννηκας * τὸν τῶν ὅλων Θεὸν * ἁγνὴ * καὶ βασιλέα *
ὅθεν μακαριοῦμέν σε * πᾶσαι γενεαί * καὶ πιστῶς προσκυνοῦμεν τὸν θεῖον τόκον
σου.

ᾨδή ε'. Θεοφάνειας σου Χριστέ.

Ὁ πᾶσι βρύων τὴν ζωὴν * Λόγε Θεοῦ * τοῦ Πατρὸς ἀπαύγασμα * τὸν τοῦ βίου
δρόμον διανύσαντα * καὶ πρός σὲ χωρήσαντα Δέσποτα * δι᾿ ὅ ἀναπαῦσον ὡς Θεὸς *
καὶ δεῖξον μέτοχον τῆς σῆς βασιλείας * ἐν χώρα τῶν ἐκλεκτῶν * συναριθμῶν αὐτόν.

Ὁ μόνος φύσει ἀγαθὸς * καὶ συμπαθὴς ἐλεῆμον Κύριε * τὸν ἐν πίστει καὶ ἐλπίδι
ζήσαντα * καὶ πρός σὲ θερμῶς ἐκδημήσαντα * μετανοίᾳ ἐν ἀληθεῖ * καὶ
ὑπακούσαντα προσταγῆς σου θείας * εἰσάγαγε εἰς χαρὰν τὴν τοῦ νυμφῶνός σου.

Ἀποῤῥαγεὶς τῆς κοσμικῆς * ὁ σὸς πιστὸς δοῦλός εὐσυμπάθητε * προσπαθείας καὶ


ἰλύος ἔδραμεν * σου ὀπίσω φέρων φιλάνθρωπε * ἐπ᾿ ὠμῶν τὸν ἑαυτοῦ * Σταυρὸν ὡς
ἔφησας * διὰ μετανοίας * διὸ τοῦτον ἐν σκηναῖς * Ὁσίων σύνταξον.

Οἱ καὶ ὡς ἄνθρωπος τρεπτός * ὁ σὸς Χριστὲ δοῦλός ἀναμάρτητε * ἑκουσίως ἐν


τῷ βίῳ ἥμαρτεν * μὴ μνησθῇς αὐτοῦ παραπτώματα * τῆς νεότητος ἀγαθὲ * ὅτι οὐκ
ἐστὶν τίς πλήν σου ἔξω ῥύπου * συνεύφρανον δὲ αὐτὸν τῶν σῳζομένων χοροῖς.

Θεοτοκίον.

Ὥσπερ τῆς ποίμνης σου ἁγνὴ * τὸν σὸν Υἱὸν ἱκετεύειν πάντοτε * μὴ ἐλλείπῃς ἐκ
φθορᾶς λυτρώσασθαι * τοῦ θανάτου μόνη Θεόνυμφε * σὺ γὰρ εἶ τῶν πιστῶν ἐλπὶς
καὶ στήριγμα * καὶ βεβαία σκέπη * καὶ τεῖχος καὶ ἱλασμὸς * τῶν προσφευγόντων σοι.

ᾨδὴ στ´. Συνεσχέθη ἀλλ᾿ οὐ κατεσχέθη.

Ζωηφόρον * νέκρωσιν ὑπέστης * Λόγε τοῦ Θεοῦ δι’ ἡμᾶς * τοὺς ὑπαχθέντας
πρῴην * τῇ τοῦ δράκοντος κακοβουλία * τοῦ βροτοκτόνου * Ἰησοῦ φιλάνθρωπε * διὸ
δὴ τὸν σὸν πιστόν ἱκέτην * ὡς ὑπεράγαθος * σκήνωσον ἐν χοροῖς * τῶν σῶν
ἐκλεκτῶν ὃν νῦν μετέστησας.

Ὅταν μέλλῃς πάντων ἐξετάζειν * μόνε βασιλεῦ τοῦ παντός * τὰ κεκρυμμένα


ἔργα * τὰ ἐν γνώσει τε καὶ ἐν ἀγνοίᾳ * τοῦ σου ἱκέτου * πάριδε τὰ πταίσματα * ἀξιῶν
αὐτὸν τῆς τῶν δικαίων σου παραστάσεως * δόξης τε καὶ χαρᾶς * καὶ θείου φωτὸς ὡς
παντοδύναμος.

Ἐπακούσας * ὁ πιστός σου δοῦλός * θείας ἐντολῆς σου θερμῶς * ἐπὶ τῶν ὤμων
ᾖρεν * τὸν Σταυρὸν αὐτοῦ ἐν μετανοίᾳ * καταφρονήσας βίου τὴν εὐπάθειαν * τοῦτον
σὸν ἀνάδειξον Σωτήρ μου * τῆς βασιλείας σου * μέτοχον καὶ Υἱὸν * πάντα
συγχωρῶν αὐτοῦ τὰ πταίσματα.

Ἀναπλᾶσαι * σου τὸ κατ’ εἰκόνα * Λόγε τοῦ Θεοῦ βουληθείς * δι᾿ ἄκραν
εὐσπλαγχνίαν * σαρκοφόρος ὤφθης ἐκ Παρθένου * ἁγνῆς καὶ διὰ ἐγέρσεως τοὺς
βροτοὺς ἐξ ᾍδου κατωτάτου * ὅθεν τὸν δοῦλόν σου * σύνταξον ἐν σκηναῖς * ζώντων
ὡς Θεὸς * ὃν νῦν μετέστησας.

Θεοτοκίον.

Μακαρία * σὺ εἶ Θεομήτωρ * μόνη Παρθένε Μαριάμ * ὅτι τὸν θεῖον Λόγον *


τοῦ Πατρὸς συνείληφας ἀσπόρως * ἐπισκιάσει τοῦ ἁγίου Πνεύματος * καὶ
γεγέννηκας ἀνερμηνεύτως * διπλοῦν ταῖς φύσεσι * τέλειον τὸν αὐτὸν * Θεὸν καὶ
βροτὸν ὄντα πανάμωμε.

ᾨδὴ ζ´. Ἄφραστον θαῦμα * ὁ ἐν καμίνῳ.

Ἐν Παραδείσῳ * τῷ τῆς τρυφῆς ἐναυλίζεσθαι σὸν δοῦλόν τάξον ἀγαθὲ διαπαντὸς


ἐντρυφᾶν τῆς ἀῤῥήκτου δόξης σου * εἰς τὸ ὑμνεῖν σὲ τὸν Κύριον τῆς δόξης *
λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Σύνταξον Λόγε * τὸν μεταστάντα ἱκέτην σου * ταῖς χορείαις * τῶν σῶν ἐκλεκτῶν
* ἐφ᾿ ὕδωρ τὸ ζῶν * ἔνθα ἦχος ἐνεστὶν ἐορταζόντων * ἔνθα τὸ φῶς σου λάμπει * τοῦ
προσώπου Χριστὲ ὡς ἐλεήμων.

Τὸν ἐκ τοῦ βίου * διαπεράσαντα δοῦλόν σου * μετάνοια καὶ ὑπακοὴ * μετάγαγε
πρός ζωὴν * Σῶτερ τὴν αἰώνιον καὶ εὐφροσύνην ὡς οἰκτίρμων * ἵνα ψάλλη
εὐλογητὸς εἶ.

Βρυγμοῦ ὀδόντος * καὶ τῆς φρικτῆς ἀποφάσεως * τὸν σὸν δοῦλόν ῥῦσαι ὡς Θεὸς
* καὶ πάσης ἄλλης ὀργῆς δικαίας σου Κύριε ὡς εὐεργέτης * καὶ μόνος ἐλεήμων * ἵνα
κράζη ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἵνα τὸν κόσμον * τῆς καταδίκης λυτρώσηται * τοῦ θανάτου πάναγνε σεμνὴ *
Ὁσία Παρθένε Υἱός * ἐξ ἁγνῶν αἱμάτων σου δι᾿ εὐσπλαγχνίαν * προῆλθε
σαρκοφόρος * Ὃν δυσώπει ἀεὶ ὑπὲρ τῶν δούλων σου.

ᾨδὴ η´. Ἐκστῆθι φρίττων οὐρανέ.

Εὔφρανον Δέσποτα Χριστὲ * ὅνπερ μετέστησας * σοῦ ἱκέτην ἐν χοροῖς * ἁγίων *


ἔνθα καταλάμπει σου * φῶς τὸ ἀπρόσιτον * ἐν ἤχῳ τερπνῷ ἑορταζόντων * ἐν τόπῳ
τῷ τῆς χλόης * ἐν τρυφῇ παραδείσου * ὅπως ἀνυμνεῖ σε εἰς πάντας τοὺς αἰῶνας.

Δόξης ἧς ἔτυχον Χριστὲ * οἱ σὲ ποθήσαντες * ἀπολαύσεται Σωτὴρ * ὁ δοῦλός *


ὁ πιστός σου Κύριέ * σοι γὰρ προσέδραμεν * τοῦ βίου τὴν ἀπάτην μισήσας * ἐν
θερμῇ μετανοίᾳ * καὶ συντόνῳ δεήσει * ἵνα σὲ δοξάζει εἰς πάντας τοὺς αἰῶνας.

Ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ * Σωτὴρ ἐλεύσει σου * ὅταν ἔλθῃς ἐπὶ γῆς τοῦ κρῖναι ὁ
Θεὸς τὰ σύμπαντα * δικαίς σου τότε Χριστὲ * προβάτοις συναρίθμησον δεῖξον * τοῖς
δεξιοῖς σου Λόγε * καὶ τῆς σῆς βασιλείας μέτοχον γενέσθαι * ἀξίων τὸν σὸν δοῦλόν.
Θεοτοκίον.

Ὄρος κατάσκιον ἁγνὴ * καὶ πύλη ἔμψυχος * καὶ νεφέλη φωτεινή * καὶ κλῖμαξ
ἀπὸ γῆς ἀνάγουσα * πρός οὐρανὸν τοὺς βροτούς * σὺ μόνη ἐξ αἰῶνος ἐφάνης * καὶ
βάτος τε καὶ στάμνος * καὶ παστὰς καὶ λυχνία * καὶ ναὸς καὶ θρόνος * καὶ ῥάβδος καὶ
πυρίον.

ᾨδὴ θ´. Μὴ ἐποδύρου μου Μήτηρ καθορῶσα.

Ἂν ἀναπαύσεως τόποις * ἐν τρυφὴ παραδείσου * ὃν ἐξ ἡμῶν ὡς ἀγαθὸς


μετέστησας Χριστὲ * ἔνθα ἦχος τερπνὸς ἑορταζόντων ἐστίν * καὶ ἀΐδιος δόξα καὶ
θεία καλλονὴ τοῦ νυμφῶνός σου Λόγε * νῦν κατασκήνωσον.

Ἔνθα ἀνέκφραστος αἴγλη * καὶ τρυφῆς ὁ χειμάῤῥους * ἔνθα πηγὴ ἀένναος καὶ
δῆμος ἐκλεκτῶν * ἔνθα ὕδωρ ἐστὶν τὸ τῆς ἀφέσεως * ὅπου τάξεις ἀγγέλων * δικαίων
ἐν σκηναῖς * κατασκήνωσον Λόγε * νῦν τὸν ἱκέτην σου.

Ὁ πάντας θέλων σωθῆναι * τοὺς ἀνθρώπους οἰκτίρμων * καὶ ἀναμένων


διόρθωσιν ἑκάστου ὡς Θεὸς * εὐδόκησας νῦν * ἐκ τῶν προσκαίρων Χριστὲ
καταξίωσον Σῶτερ τῆς σῆς χαρμονῆς καὶ τρυφῆς ἀειζώου, πιστόν ὁ Θεός.

Θεοτοκίον.

Ὑψηλότερα ὑπάρχεις τῶν ἁγίων ἀγγέλων * καὶ ὑπέρτερα τῶν ἐνδόξων Κόρη
Σεραφεὶμ * τὸν γὰρ θεῖον Λόγον * ἐκυοφόρησας * ἐξ ἁγίου Παρθένε * Πνεύματος
Μαριάμ * ὃν δυσώπει ἀπαύστως * σωθῆναι τὰς ψυχὰς ἡμῶν.

4. ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΗΣΥΧΑΣΤΗΝ

ἔχων ἀκροστιχίδα τήνδε * Τῷ κοιμηθέντι προσλαλῶν ἡσυχαστήν.

(Crypt. gr. Γ. β. ΧΧΠΙ, XI αἱ.)

ἦχος α´. ᾨδὴ α´. Σοῦ ἡ τροπαιοῦχος.

Τῆς ἄνω λαμπρότητος Χριστὲ * τῆς τῶν ἁγίων χαρᾶς καταξίωσον * ὡς καὶ πρὸ
θανάτου σοι * ἀσκητικῶς καὶ ἡσύχως δουλεύσαντα * μέτοχον γενέσθαι * ὃν ἐκ τοῦ
βίου μετέστησας.

Ὡς μόνος ὑπάρχων συμπαθής * ὡς συγχωρεῖν ἁμαρτίας δυνάμενος * Κύριε


καμπτόμενος ὑπὸ τῆς σῆς συνήθους ἀγαθότητος * τὸν ἀσκητικῶς σοί * δουλεύσαντα
κατοικτείρησον.

Θεοτοκίον.
Κυρίως γεννήσασα Θεὸν * ἐν γενεαῖς γενεῶν Θεονύμφευτε * μόνη κεχαρίτωσαι
* τὸν τὰς ἡμῶν * ἁμαρτίας ἀράμενον * καὶ διὰ θανάτου * νενικηκότα τὸν θάνατον.

ᾨδὴ β´. Πρόσεχε * οὐρανέ.

Οἴκτειρον * ὁ Θεὸς ὁ οἰκτίρμων * δι᾿ ἀγαθότητα πολλὴν * ὁ πᾶσι δωρούμενος *


τὸν ἱλασμὸν τῶν ἁμαρτιῶν * τὸν δοῦλόν σου Δέσποτα * ὃν ἐξ ἡμῶν προσελάβου *
ὡς φιλάνθρωπος.

Ἴχνεσι * τὸν σταυρόν σου ἐπ’ ὤμων * ἀναλαβόμενος τοῖς σοῖς * θερμῶς
ἠκολούθησεν * ὁ μεταστὰς δοῦλός σου Χριστὲ * τὸ θεῖόν σου θέλημα * ἐπιπόθων
ἐκτελέσαι * δι᾿ ἀσκήσεως.

Θεοτοκίον.

Ἄμβλυνεν * τοῦ θανάτου τὸ κέντρον * ὁ ἐκ Παρθένου σαρκωθείς * καὶ πᾶσι


παρέσχετο * παντουργικῷ νεύματι Χριστὸς * ζωὴν τὴν ἀνώλεθρον * τοῖς ἐπ᾿ αὐτῷ
πεποιθόσιν ὡς φιλάνθρωπος.

ᾨδὴ γ´. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Θελήματι μόνῳ σου Χριστὲ * ὁ πᾶσιν τὴν ἀνώλεθρον * ἀθανασίαν καὶ


ἀγαλλίασιν * ἀεὶ παρέχων τοῖς εὐγνωμόνως σοι * ἐπὶ γῆς δουλεύουσιν * αὐτὸς καὶ
τὸν δοῦλόν σου * ἐν τρυφῇ παραδείσου κατάταξον.

Ἐν σοὶ τὰς ἐλπίδας ἀποδούς * ἠσύχως ὁ ἱκέτης σου * τὸ τῶν ἀγώνων ἥνυσεν
στάδιον * μονήρη βίον ἀμφιασάμενος * πρὸ τῆς ἐκδημήσεως τῆς πρός σὲ φιλάνθρωπε
* διὰ τοῦτο αὐτὸν κατοικτείρισον.

Θεοτοκίον.

Νεκρῶν καὶ τῶν ζώντων ὡς Θεὸς * ἀσπόρως ἐκ λαγόνων σου * ὁ προελθὼν


Παρθένε Θεόνυμφε * ὡς κυριεύων διὰ σταυρώσεως * τοῖς νεκροῖς αἰώνιον * ζωὴν
δωρησάμενος * τὸ τοῦ ᾍδου καθεῖλε βασίλειον.

ᾨδὴ δ´. Ὄρος σε τῇ χάριτι.

Ὢ τὸ κάλλος * τὸ σὸν ἐπιπόθων κατοπτρίζεσθαι * τὴν ταραχὴν τῶν σφαλερῶν *


ῥᾷον διέφυγεν Χριστὲ * μεριμνῶν ὁ δοῦλός σου * σοὶ τῷ Θεῷ ἐν ἡσυχίᾳ κολλώμενος
* ὃν καὶ πιστῶς μεταστάντα ἀναπαῦσον.

Ἰσχύει τῆς σῆς ἀκαταλήπτου θεότητος * ὁ τοῦ θανάτου τὴν ἰσχὺν * καὶ τῷ
σταυρῷ σου καθελὼν * αὐτὸς καὶ τὸν δοῦλόν σου * τῆς παρὰ σοῦ κατηξίωσας
λαμπρότητος * τὸν ἐξ ἡμῶν μεταστάντα ἀναπαῦσον.

Θεοτοκίον.
Προσλήψει * σαρκὸς τὸ τοῦ θανάτου ποτήριον * ὃν ἐσωμάτωσας ἁγνὴ *
ἀνερμηνεύτως Πλαστουργόν * γευσάμενος ἅπασιν * τῆς ἐν αὐτῷ * ἀθανασίας
μετέδωκε * τοῖς ἐπ᾿ αὐτῷ πεποιθόσι τὴν ἄβυσσον.

ᾨδὴ ε´. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ῥῦσαι πάσης * ἀπειλῆς καὶ κολάσεως Κύριε * τῆς μελλούσης * ἐπιπέμπεσθαι


τοῖς μὴ ἰδῶσί με * τὸν πιστόν ἱκέτην σου * ὃν ἐξελέξω ἐκ τοῦ βίου * ὁ κρῖναι πάντας
ἐρχόμενος.

Ὁλοτρόπως * ἐπὶ σοὶ τὰς ἐλπίδας προθέμενος * ἐν ἀσκήσει * καὶ στεῤῥᾷ ἡσυχίᾳ
φιλάνθρωπε * καὶ ἐν ἐγκρατείᾳ σοι * δεδουλευκὼς ἐπιτεύξαιτο * τῶν ἀγαθῶν σου ὁ
δοῦλός σου.

Θεοτοκίον.

Συλλαβοῦσα * ἀπειράνδρως Θεὸν ἀπεκύησας * μὴ τραπέντα * τῆς οἰκείας


Παρθένε θεότητος * τοῦτον ἀδιάφθορος * καὶ μετὰ τόκον φυλαχθεῖσα * ὃν νῦν τῷ
κόσμῳ κατάλλαξον.

ᾨδὴ στ´. Ἐκύκλωσεν ἡμᾶς.

Λιμένι προσδραμὼν τὸ τῆς ἀσκήσεως * ὁ δοῦλός σου διέφυγε * τοὺς θορύβους


Σῶτερ τοὺς βιαστικοὺς * καὶ ἐν ἡσυχίᾳ σοὶ ἐδούλευσεν * καὶ προσευχῇ * ὃν
μεταστάντα ἐν σοὶ ἀνάπαυσον.

Ἁπάσης τῶν τερπνῶν τοῦ βίου Κύριε * νυκτὶ καὶ ἐν ἡμέρᾳ σοι *
προσκολλώμενος ῥεούσης ἡδονῆς * ἀπεδοκιμάσθη ὁ ἱκέτης σου * ἀλλ᾿ οὖν τῆς σῆς *
ἐπιτεύξοιτο * νῦν παρακλήσεως.

Θεοτοκίον.

Λυτρούμενος ἡμᾶς τῆς πρωτογόνου ἀρᾶς * ἐκ μήτρας σου ὁ Κύριος *


προσελήλυθεν Παρθένον σὲ ἁγνὴν * καὶ μετὰ τὸν τόκον συντηρήσας διὸ * σὲ ἀληθῶς
ὡς Θεοτόκον * μακαριοῦμεν ἁγνή.

ᾨδὴ ζ´. Σὲ νοητήν, Θεοτόκε κάμινον.

Ὡς ἀγαθὸς * ὡς ἐλέους ἄβυσσος * ὑπάρχων καὶ τῶν οἰκτίρμων * τῶν ἐν βίῳ


ἀσκητικῷ * καὶ ἐν ἡσυχίᾳ σοί * Κύριε δουλεύσαντα * ἀφηρπακὼς τῇ βουλήσει σου *
νῦν ἐξ ἡμῶν * ἐν ἁγίων σκηναῖς αὐτὸν κατάταξον.

Ἡ ἐν Ἐδέμ* στρεφομένη Κύριε* ῥομφαία πύρινος ἐν γῇ* τῷ δουλεύσαντί σοι


πιστῶς* διὰ τῆς ἀσκήσεως* καὶ τῆς ταπεινώσεως* ὑποχωρείτω τὴν εἴσοδον* τὰ
χερουβείμ* ἐπανοίξει αὐτῷ ζωῆς τὸ θεῖον φυτόν.
Θεοτοκίον.

Ἡ τὸν Θεὸν* ἐξ ἁγνῶν αἱμάτων σου* σάρκα δανείσασα ἁγνὴ* τὸ τῆς Εὔας
χρεωστικῶς* ὄφλημα ἀπῄτησας* μόνη ἐξ αἰῶνος γάρ* εἰς κατοικίαν τοῦ κτίστου
σου* καὶ πλαστουργοῦ* ἐξελέχθης διό σε μακαρίζομεν.

ᾨδὴ η´. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.

Ὑπακοῦσαι * θείας σου φωνῆς * ἀξίωσον οἰκτίρμον * δικαίοις προσβαλουμένης


* ὅταν ἔλθῃς φοβερός * τοῦ κρῖναι τὰ σύμπαντα * τὸν ἐν πίστει * καὶ τῇ ἐλπίδι * τῇ
σῇ προμεταστάντα * νῦν ἐκ τῶν προσκαίρων πρός σὲ πιστόν σου δοῦλόν.

Χαρισμάτων τῶν πνευματικῶν* τὸ τάλαντόν σου Λόγε* πληθύναι ἐκ τῶν


σκανδάλων * προαιρούμενος σπουδῇ* τοῦ βίου ὁ δοῦλός σου* καὶ πρὸ τέλους *
ἀσκητικῶς σοί* δουλεύσας μετετέθη * ὅθεν βασιλείας τῆς σῆς ἀξιωθήτω.

Θεοτοκίον.

Ἀπὸ πάσης* ῥῦσαι ἀπειλῆς * Παρθένε Θεοτόκε * εἰκότως ἐπερχομένης * τοῦ


Υἱοῦ σου ἐφ᾿ ἡμῖν * τοῖς δούλοις σου Δέσποινα * ἵνα πίστει * σὲ τὴν φανεῖσαν *
μητέρα καὶ παρθένον * ἀνυμνολογοῦμεν πιστῶς καὶ προσκυνοῦμεν.

ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.

Σῶσον ὁ Θεὸς τὸν δοῦλόν σου* ὃν προσελάβου ἐξ ἡμῶν τῇ προστάξει σου* τῆς
εἰλικρινοῦς αὐτοῦ πρός σὲ διαθέσεως* μεμνημένος ἐν σοὶ γὰρ ἐφήλπισε* τῷ σῴζειν
δυναμένῳ* καὶ ἐν ἀσκήσει σοι ἐδούλευσεν.

Τύπον τῶν παθῶν σου Κύριε* ὁ ἐκλεκτός σου δοῦλός καὶ τοῦ θανάτου σου* δι’
ἀσκήσεως καὶ ἐγκρατείας ἐσταύρωται * τῇ σᾳρκὶ καὶ τῷ κόσμῳ ἡσύχως ζητῶν*
ποιεῖν τὸ θέλημά σου* ὃν καταξίωσον ἀμείνονος ζωῆς.

Θεοτοκίον.

Ἥνπερ Ἡσαΐας κέκραγεν * ἰδοὺ συλλήψει ἡ Παρθένος καὶ τέξεται * τὸν


Ἐμμανουὴλ ἄνευ σπορᾶς σὺ εἶ Δέσποινα * μεθ᾿ ἡμῶν ὁ Θεὸς ᾧ κραυγάζομεν * αὐτὸν
ὑπὲρ λαοῦ σου * ἀδιαλείπτως καθικέτευε.

5. ΚΑΝΩΝ ΕΙΣ ΜΟΝΑΖΟΥΣΑΝ, ΚΛΗΜΕΝΤΟΣ

Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: «Κλήμεντος».

(Crypt. gr. Γ. β. XXIII, XI αἱ.)

ἦχος πλ. α´. ᾨδὴ α´. Ἵππον καὶ ἀναβάτην.


Δέσποτα πανοικτίρμον * τὴν σὴν ἱκέτιδα * ὡς μονάσασαν πίστει * καὶ τὸν
σταυρόν σου ἄρασαν * ἐκ βρέφους τῷ πόθῳ σου μεταστᾶσαν * δεῖξον σὺν ταῖς
παρθένοις * εὐφραινομένην ἐν σοί.

Ἵλεως ἔσω Λόγε τῇ σῇ ἱκέτιδι* καὶ πταισμάτων παράσχου* τὴν ἄφεσιν αὐτῇ ὡς
Θεὸς* καὶ δόξης ἀξίωσον βασιλείας* σὲ γὰρ ὁμολογοῦσα ἐν σοὶ κεκοίμηται.

Πάντα τὰ ἐν ἁγνοίᾳ καὶ τὰ ἑκούσια* ὅσα ἥμαρτε Λόγε* ἡ σὴ πιστὴ θεράπαινα*


συγχώρησον Δέσποτα οἰκτίρμον* σὺ γὰρ ἀπεκληρώθη πιστῶς μονάσασα.

Θεοτοκίον.

Κλῖμαξ ἀφικνουμένη * πρός οὐρανὸν ἀπὸ γῆς * Θεοτόκε ἐδείχθης * δι᾿ ἧς


κατέβη Κύριος * ἀφράστως σαρκούμενος καὶ παρέχων * πᾶσι τοῖς ἐπ᾿ ἐλπίδι θανοῦσι
θείαν ζωήν.

ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμὶ Θεὸς ὁ σάρκα.

Δέησιν πρόσδεξαι * νῦν ἐπιτάφιον Σωτήρ * καὶ ῥῦσαι τῆς κολάσεως Σωτήρ μου
τῆς φρικτῆς σου * τὴν ἱκέτην σου Χριστὲ * παρορῶν ἁμαρτίας * καὶ τῶν πταισμάτων
παρέχων ἄφεσιν.

Κόσμον μισήσασαν * καὶ σὲ ποθήσασαν Χριστὲ * σπουδαίως * καὶ μονάσασα ἐν


πίστει σοι προσῆλθεν * ἡ ἱκέτης σου θερμῶς* ἥν καὶ πρὸ μεταστᾶσαν * τῆς σῆς
παστάδος * νύμφην ἀνάδειξον.

Πίστιν ὀρθόδοξον * βίον ἀσκήσεως Χριστὲ * ὡς δῶρα * πενιχρὰ τὴν σὴν ἱκέτην
κεκτημένην * προσδεξάμενος Σωτήρ * τῶν πταισμάτων παράσχου * ἐλευθερίαν * ὡς
μόνος εὔσπλαγχνος.

Σοὶ ὡς δουλεύσασαν * Λόγε ἀγρύπνῳ προσευχῇ * ἐν ὕμνοις * καὶ ψαλμοῖς τὴν


σὴν ἱκέτην ἐν τῷ βίῳ * καταξίωσον Χριστὲ * σὺν χοροῖς νεανίδων * μετ᾿ ἤχου θείου
ἑορταζόντων φαιδρῶς.

Θεοτοκίον.

Λέλυται πέπαυται * πᾶσα ἡ λύπη διὰ σοῦ * Παρθένε * τὴν χαρὰν γὰρ ἀπεκύησας
τῷ κόσμῳ * τὸν Θεὸν τοῦ Ἰσραὴλ * τὴν ζωὴν ἀφθαρσίας * νεκροῖς καὶ ζῶσιν πᾶσι
διδόντα πιστοῖς.

ᾨδὴ γ´. Ὁ πηγὰς ἐπ᾿ οὐδενός.

Χορείαις * μοναζουσῶν παρθένων ἁγίων Σωτήρ * τὴν πιστήν σου δούλην Χριστὲ
συμμέτοχον * δεῖξον ὡς μονάζουσαν πιστῶς * τοῦ βίου τὰς εὐθύνας * φιλανθρωπίᾳ
παρορῶν αὐτῆς * μόνε ἀναμάρτητε Κύριε.
Ὁ τάξεις* ἐπὶ τῆς γῆς προνοίᾳ τῇ σῇ ἀγαθὲ* εἰς χορὸν ψαλλόντων ἡμέρας τε καὶ
νυκτός* Σῶτερ τὴν ἱκέτην σου πιστῶς* ταύτην καὶ μεταστᾶσαν* ἐν οὐρανῶν χοροῖς
ἀρίθμησον* τῶν δοξολογούντων σε Κύριε.

Ἐν ἔργοις* διανοίας καὶ λόγοις σφαλεῖσαν πολλοῖς* ἐν τῷ βίῳ τούτῳ * τὴν σὴν
ἱκέτην Χριστὲ * δώρησαι τὴν ἄφεσιν αὐτὸς * τῶν ἐγκλημάτων πάντων * ὁ τῶν
ἀνθρώπων ἐπιστάμενος * τὸ πολυαμάρτητον Κύριε.

Θεοτοκίον.

Ἡ μόνη * ἁμαρτωλῶν προστάτις ὑπάρχουσα * καὶ τῶν ἐκπιπτόντων θεία


ἀνόρθωσις * καὶ τῶν τεθνεώτων πρεσβευτής * Παρθένε σωτηρίας * διὸ πιστῶς σὲ
ἱκετεύομεν * ὑπὲρ τῆς θανούσης πρεσβεύειν Θεῷ,

ᾨδὴ δ´. Πρὸς θείαν ἔννοιαν.

Στενὴν καὶ τεθλιμμένην ὁδὸν ἐπὶ γῆς* ἡ σὴ ἱκέτης ἀγαθὲ* διῆλθεν πίστει
ἀσκήσασα* ἀλλ᾿ εἶ τι ἥμαρτε Λόγε* ὡς ἄνθρωπος ἐν βίῳ συγχώρησον.

Κριτήριον πικρὸν καὶ ἀδέκαστον* πᾶσιν ἐκδέχεται ἡμῖν* ἐν ᾧ Σωτὴρ


ὑπεραγαθε* τῆς μεταστάσης τὰς πράξεις* ἀφάτῳ εὐσπλαγχνίᾳ συγχώρησον.

Τῇ πίστει ἠκολούθει ὀπίσω σου * ἡ σῇ ἱκέτις ἀγαθὲ * ὡς ἑλομένη τὴν ἄσκησιν *


ἀλλὰ ὡς ἄνθρωπον ταύτην * σφαλεῖσαν ἐν τῷ βίῳ ἐλέησον.

Θεοτοκίον.

Μεμύηται Παρθένε ὁ τόκος σου* τὸν γὰρ ἀόρατον Θεὸν* βροτὸν ἐκύησας
ἄχραντε* ἐν ὀρατῇ ὑποστάσει* δι’ ἧς περιγραπτῶς ἐγνωρίσθη ἡμῖν.

ᾨδὴ ε´. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Λόγων τε καὶ πράξεων καὶ ἐνθυμήσεων * τῆς ἁμαρτίας Χριστὲ οἰκτίρμον * ὁ


Θεὸς συγχώρησον * τῆς προμεταστάσης * ὡς πίστει δουλευσάσης σοι.

Τὸ ἀπροσωπόληπτον* τοῦ Κριτοῦ πρόσωπον* τίς οὐ τρομάσσει* καὶ τίς οὐ


φρίττει* διὸ φεῖσαι Κύριε* πυρὸς αἰωνίου* τὴν μεταστᾶσαν δούλην σου.

Τῆς ἀγαλλιάσεως* τῶν σῳζομένων Χριστὲ* τὴν σὴν ἱκέτην* ὡς ἐλεήμων* μετὰ
τῶν ὑμνούντων σε* ἀξίωσον ᾄδειν* ὡς ψάλλουσαν ἐν βίῳ σοι.

Θεοτοκίον.

Ἔχουσα τὸ καύχημα τῆς παρθενίας φαιδρόν * ὡς μήτηρ αὔθις* Θεοῦ γεραίρειν*


ὑπερτέρως ἄχραντε* διό σοι τὸ χαῖρε* τοῦ Γαβριὴλ φθεγγόμεθα.
Ὠδὴ στ'. Μαινομένην κλύδωνι.

Ἐπὶ γῆς φορέσασαν * μετανοίας ἔνδυμα Σωτὴρ * τὴν πιστὴν ἱκέτην σου *
ἀξίωσον ἀφθαρσίας * στολὴν αὐτόθι ἐνδύσασθαι.

Ἥν πιστῶς ἐκάλεσας * εἰς δουλείαν Δέσποτα Χριστὲ * τοῦ αἰνεῖν καὶ ψάλλειν
σου τὸ ὄνομα μεταστᾶσαν * χοροῖς αἰνούντων σὲ σύναψον.

Φοβερὸν τὸ βῆμά σου * καὶ ἡ κρίσις ὄντως χαλεπῆ * διὸ φεῖσαι Κύριε τῆς
δούλης σου ἐν τῇ ὥρᾳ * τῆς ἀδεκάστου στάσεως.

Θεοτοκίον.

Νέον σοὶ ἐγκώμιον* καὶ ἀρχαῖον ἄδομεν ἁγνὴ* οὐ γὰρ κρεῖττον ἔχομεν πρός
ἔπαινον πλὴν τὸ χαῖρε* τοῦ Γαβριήλ σοι προσφθέγξασθαι.

ᾨδὴ ζ´. Ὁ ὑπερυψούμενος.

Ἥν τῇ μετὰ δόξῃ σου * παρουσίᾳ Κύριε * ἀξίωσον Δέσποτα * φαιδρῶς


ὑπαντῆσαί σοι * κατέχουσα λαμπάδα * ὁ Θεὸς τὴν σὴν ἱκέτην.

Σοι πιστῶς κεκλήρωτο * ἐπὶ γῆς ἡ δούλη σου * διὰ τῆς ἀσκήσεως * Σῶτερ
ὑπεράγαθε * τῆς σῆς καὶ μεταστᾶσα * ἀπολαύσει κληρουχίας.

Οἷα ἡ ζωὴ ἡμῶν καὶ ἡ δόξα ἅπασα * ἀτμίδος σαθρότερα * σκιᾶς ἀδρανεστέρα *
μάτην ἐν τῷ βίῳ * φρυαττόμεθα ἀφρόνως.

Θεοτοκίον.

Τίμιον τὸ κάλλος σου * καὶ Θεῷ ἐράσμιον * τοῦτο γὰρ θελγόμενος Υἱός σου
ἐγένετο παρθένον σὲ φυλάξας * ὡς πρὸ τόκου μετὰ τόκον.

ᾨδὴ η´. Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ.

Δέσποτα Χριστὲ* τὴν μεταστᾶσαν πίστει* χοροῖς καταξίωσον παρθένων ψάλλειν


σοι * πάντα τὰ ἔργα τὸν Κύριον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὡς τὸν σταυρὸν ἀναλαβοῦσαν ὤμοις * καὶ πίστει μονάσασαν τὴν σὴν ἱκέτην
Χριστὲ * δέξαι εἰς κλῆρον τῶν σὲ δοξολογούντων * ἵνα σοι τὸν ὕμνον * σὺν τούτοις
ἀναμέλπει.

Πίστει ἀκλινεῖ * ἡ σὴ ἱκέτις Λόγε * ὀπίσω σου ἔδραμε * διὰ τοῦ σχήματος * ἥπερ
παράσχου συγχώρησιν πταισμάτων * καὶ σὺν τοῖς ὁσίοις ἀξίωσον ὑμνεῖν σε.

Θεοτοκίον.
Ὅλη καθαρά * καὶ πλήρης θείας δόξης * ἁγνὴ ἡ πλησίον μου * φησὶ τὸ πνεῦμα
Θεοῦ * σὲ προαγγέλλων τοῖς ἀσμασιν ἐβόα * σὺ γὰρ πρέπει χαῖρε * Θεὸν βροτοῖς
τεκοῦσα.

ᾨδὴ θ´. Ἡσαΐα χόρευε.

Ἐκ πιστῆς προθέσεως * βιοτικὴς μέριμναν ζωῆς * φοροῦσα ἐπὶ τῆς γῆς Δέσποτα
Χριστὲ * ἡ δούλη σου ἤρατο ἀσκητικὸν βίον καὶ σεμνόν * ἥνπερ ἀναπαῦσον *
μεταστᾶσαν ὡς φιλάνθρωπος.

Τὸ πολυαμάρτητον * τῶν ἀνθρώπων οἶδας ἀγαθὲ * ὡς πλάστης τε καὶ Θεὸς * καὶ


δημιουργός * διὸ τὴν ἱκέτην σου μοναχικῶς * ζήσασαν ἐν γῇ * πᾶν εἵ τι ἥμαρτεν *
ἐλεήμων * ἄνες ἄφες αὐτῆ.

Ὡς τὸ ζῆσαι πνεύματι * ἐρασθεῖσα Δέσποτα Χριστὲ * ἐμόνασεν ἡ σὴ δούλη ἐπὶ


γῆς * ἀλλ᾿ εἴτε καὶ ἥμαρτεν ἐν τῇ σαρκὶ * δώρησαι αὐτῇ * σὺ τὴν συγχώρησιν * ὡς ἐν
πίστει * σοι δουλεύσασαν.

Θεοτοκίον.

Στόμα τὸ δοξάζον σε * Παναγία Μήτηρ τοῦ Θεοῦ * σοφίας θεϊκῆς * πλήρωσον


αὐτὸ * ἐν πίστει πρεσβεύω σοι * ἵνα πλουτῶν * χαίρω καὶ ὑμνῶ * τὰ μεγαλεῖά σου *
καὶ μελῳδῶν * τὴν ᾠδὴν ἐκπληρῶ.

6.ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΜΟΝΑΖΟΥΣΑΣ,

φέρων ἀκροστοιχίδα * Ἄνεσιν παράσχου Χριστὲ τῇ μεταστάσει, Ἰωσήφ.

(Crypt. gr. Γ. β. V Γ. α. XXV ἐτ. 1019, φφ. 13β1όβ)

ἦχος πλ. α´. ᾨδὴ α´. Ἵππον καὶ ἀναβάτην.

Ἅγιε ἐν ἁγίοις * ἀναπαυόμενος * ὁ δι᾿ οἶκτον ἐκ Κόρης * ἀποτεχθεὶς θεόπαιδος *


τὴν δούλην σου Δέσποτα μεταστᾶσαν * σκήνωσον ἐν ἁγίοις * ὡς ὑπεράγαθος.

Νέκρωσιν ζωηφόρον * ἐπιποθήσασα * ἐσταυρώθη τῷ κόσμῳ * ἡ δούλη σου


φιλάνθρωπε * ζωῆς ἀϊδίου νῦν * ταύτην δεῖξον * μέτοχον τοῦ ὑμνεῖν σου τὴν
ἀγαθότητα.

Ἔστησας τοῦ θανάτου τὴν ῥύμην Κύριε * τῷ θανάτῳ σου Λόγε * ζωὴν δὲ πάλιν
ἔβλυσας * διό σου δεόμεθα * τὴν σὴν δούλην * τάξον σὺν ταῖς φρονίμοις * Χριστὲ
παρθένοις.

Θεοτοκίον.
Σὲ Κεχαριτωμένη * Θεοχαρίτωτε * ἡ πιστῶς μεταστᾶσα * γνησίως ἐπεπόθησεν *
Χριστὸν οὖν δυσώπησον * οὐρανίου * μέτοχον ταύτην δείξαι δόξης δεόμεθα.

ᾨδὴ γ´. Ὁ πήξας ἐπ᾿ οὐδενός.

Παρθένου ἀποτεχθέντα Κόρης σε Δέσποτα * ἡ σεμνὴ παρθένος * ἐπιγινώσκουσα


* σῶμα δὲ ἐτήρησεν ἁγνὸν * μισήσασα τὰ πάθη * ἥν * ταῖς φρονίμοις συναρίθμησον
* νῦν κεκοιμημένην παρθένον σου.

Ἀκοῦσαί σου τῆς φωνῆς ἐκείνης ἀξίωσον * τὴν πιστήν σου δούλην * Δέσποτα
Κύριε * τὴν πρός τὸν νυμφῶνα τῆς ζωῆς * καὶ δόξαν τὴν ἀγήρω * προσκαλουμένης
τοῦτο θέλημα * σου ἐπὶ τῆς γῆς ἐκπληρώσαντες.

Ῥεόντων * λογισαμένη ὄντως τὸ ἄστατον * ἑαυτὴν ὁσίαν * κόσμου διέζευξας *


καὶ καθυπετάγης τῷ Θεῷ * ὑπερκοσμίους τε * μέτοχον δεικνύει ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Ἁγία * ἡ συλλαβοῦσα Λόγον πανάγιον * καὶ σαρκὶ τεκοῦσα * δι᾿ ἀγαθότητα *


τοῦτον ἐκδυσώπει ἐκτενῶς * λαμπρότησιν ἁγίων διαναπαῦσαι ἥν * μετέστησας *
δούλην σου πιστῶς δυσωπούμενος.

ᾨδὴ δ´. Τὴν θείαν ἐννοήσας σου κένωσιν.

Σαρκὸς τὰς ἡδονὰς θανατώσασα * ἀθανασίαν γὰρ ζωῆς * Χριστὲ οἰκτίρμον


ἀξίωσον * τὴν πιστοτάτην σου δούλην * ἐκ γῆς μετατεθεῖσαν προστάξει σου.

Χαρᾶς διαμενούσης ἀνάδειξον * μόνε οἰκτίρμον κοινωνεῖν * πενθούντων τὸ


σχῆμα φορέσασαν * ἐπὶ τῆς γῆς τὴν σὴν δούλην * ἡ πάντων εὐφροσύνη καὶ
λύτρωσις.

Ὁ μόνος τὴν ἡμῶν ἐπιστάμενος Λόγε ἀσθένειαν Πατρὸς * πλημμελημάτων


συγχώρησιν * καὶ οὐρανίων θαλάμων * οἰκείωσιν τῇ δούλη σου δώρησαι.

Ὑπάρχων εὐσπλαγχνίας ἡ ἄβυσσος * καὶ ἀγαθότητος πηγὴ * ἐφ᾿ ὕδωρ Σῶτερ


δεόμεθα * τῆς ἀναπαύσεως τάξον * τὴν δούλην σου δοξάζειν τὸ κράτος σου.

Θεοτοκίον.

Χειρὶ τῶν ἀπὸ γῆς διαπλάσαντα πάλαι τὸν ἄνθρωπον ἁγνὴ * χερσὶ πανάγνοις
ἐβάστασας * αὐτὸν δυσώπει Παρθένε * ὁσίοις ἀριθμήσαι τὴν δούλην σου.

ᾨδὴ ε´. Ὁ ἀναβαλλόμενος.

Ῥῦσαι ὑπεράγαθε διαιωνίζοντος * πυρὸς ἐν ὥρᾳ τῆς καταδίκης * ἥν * πιστῶς


μετέστησας * ἀπὸ τῶν προσκαίρων * ὁσίαν σου θεράπαιναν.
Ἵνα σου τὸ ἄφραστον * κάλλος θεάσει τε * σαρκὸς τὰ κάλλη * δι᾿ ἐγκρατείας *
Λόγε κατεμάρανεν * ἡ πιστή σου δούλη * διὸ αὐτὴν ἀναπαῦσον.

Σὲ τὸν μόνον ἄφθαρτον * νυμφίον Δέσποτα * ἐπιποθοῦσα * ἡ μεταστᾶσα *


παρθενίαν ἄσκησιν * εἰς τοῦ σου νυμφῶνος * τὰς πύλας ἀναπέτασον.

Θεοτοκίον.

Τὸν ἀπερινόητον * ἀσπόρως ἔτεκες * βροτὸν δι᾿ οἶκτον * γεγενημένον * τοῦτον


οὖν ἱκέτευε * τοῦ δι᾿ αἰῶνος ἀναπαῦσαι * τὴν δούλην σου πανάμωμε.

ᾨδὴ στ´. Μαινομένην κλύδωνι.

Ἐπὶ σὲ τὸν εὔσπλαγχνον * τὰς ἐλπίδας * ἐθετο πιστῶς * ἡ πιστὴ ἱκέτις σου *
βιώσασα πανευσεβῶς * ἥν ὡς οἰκτίρμων ἀναπαῦσον.

Τῆς φλογὸς τὸ ἔμμονον * ἐννοοῦσα Λόγε τὸ ἐκεῖ * τὰς καμίνους ἔσβεσε τοῦ
σώματος * ἡ ὁσία * τὴν μεταστᾶσαν ἀναπαῦσον.

Ἡ θανοῦσα Κύριε * δι᾿ ἡμῶν σοι πάντοτε βοᾶ * μὴ μνησθῇς φιλάνθρωπε ὧν


ἥμαρτεν * ἐν τῷ βίῳ * ἀλλ᾿ ὡς Θεὸς ταύτην οἴκτειρον.

Θεοτοκίον.

Μόνην προστασίαν σε * κεκτημένη Δέσποινα ἁγνὴ * ἡ θανοῦσα δούλη σου


κατέλιπε * τὰ ἐν βίῳ * ἧς * τὴν ἀνάπαυσιν αἴτησαι.

ᾨδὴ ζ΄. Οὗ κρύψον μου.

Ἔλιπες τὰ πρόσκαιρα * καὶ πρός τὰ αἰώνια * μετέβης σκηνώματα * ὁσία


κραυγάζουσα * τὸν πάντων εὐεργέτην * ὁ Θεὸς εὐλογητὸς εἶ.

Τέλος βίου ἔλαβεν * ἡ δούλη σου Κύριε * τὴν πρός ἀτελεύτητον * ζωὴν ἥν
κατάταξον * βοᾶν σοι ἀνενδότως ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἄνες ὡς φιλάνθρωπος ἅπερ ἐπλημμέλησεν * ὡς ἄνθρωπος Κύριε * ἡ δούλη σου


εὔσπλαγχνε * καὶ ταύτην οὐρανίων * ἀγαθῶν μέτοχον δεῖξον.

Θεοτοκίον.

Σε τὴν ἀειπάρθενον * καὶ ἀειμακάριστον * ἡ δούλη σου Δέσποινα * καλοῦσα εἰς


βοήθειαν * τοῦ σκότους τὸν προστάτην * ἐτροπώσατο ἐμφρόνως.

ᾨδὴ η´. Σὺ ὡς Θεὸς Κύριε ποιμὴν καὶ πλάστης.


Τοῦτον τὸν φθαρτόν * καταλιποῦσα βίον * ἡ δούλη σου ἄφθαρτον * τὸ σῶμα
φέρουσα * Σῶτερ μετέβη * πρός αἰώνιον λῆξιν * ἥν * φωτὸς ἀΰλου * ποίησον
κληρονόμον.

Ξύλον ζωὴν * ἐπιποθοῦσα πόνοις * τὴν σάρκα ἐμάρανας * Θεομακάριστε * ὅθεν


τῶν πάντων * ἐκδυσωποῦσα Κτίστην * ἄπονον πρός λῆξιν σεμνή σε κατατάξας.

Σὺ ταῖς καλλοναῖς * ἐνηδομένη Λόγε * τοῦ βίου τὸν τάραχον * ὄναρ λελόγισται
* αὕτη ἡ πιστή * τῶν ὧδε μεταστᾶσα * ἥν * ταῖς τῶν ὁσίων * κατάταξον ἀγέλαις.

Θεοτοκίον.

Ὁ τῶν οὐρανῶν * ψηλότερα κόρη * τῇ δούλη σου βράβευσον * θείαν ἀνάπαυσιν


* σὲ γὰρ ποθούσα ἁγνῶς ἐπολιτεύθη * πάσῃ ἐγκρατείᾳ * προθύμως ἀσκουμένῃ.

ᾨδὴ θ´. Ἡσαΐα χόρευε.

Ἵνα σου θεάσηται * ἐν ἡμέρᾳ * κρίσεως Χριστὲ * τὸ πρόσωπον εὐμενὲς κρίνοντι


τὴν γῆν * πενθεῖν ἠρετήσατο * ἀσκητικῷ * μόνῳ ἡ σεμνὴ * δούλη σου Κύριε * ἥν
θανοῦσαν * διανάπαυσον.

Ὤφθης σωματούμενος * ἐκ Παρθένου * εὔσπλαγχνε Σωτὴρ * ἀφθόρως τε τοὺς


χοροὺς * τοὺς παρθενικούς * Χριστὲ μνηστευόμενος * ὅθεν ἡ σὴ δούλη εὐσεβῶς * σὲ
ἐνυμφεύσατο τῇ ἀσκήσει διαλάμπουσα.

Σὲ τὸν ἀγαθότητι * παρορῶντα πταίσματα βροτῶν * αἰτούμεθα βασιλεῦ * εἴτι ἐπὶ


γῆς * ἡ δούλη σου ἥμαρτεν * ὡς συμπαθὴς πάριδε Χριστὲ * καὶ οὐρανίου σου *
κληρονόμον δόξης ποίησον.

Ἡ τοῦ Κτίστου ἔλευσις ἐπὶ θύραις * πρόσεχε ψυχὴ * ἐτοίμασον ἑαυτὴν * πρός
τὸν φοβερόν * Κριτὴν ὧνπερ ἥμαρτες * ἀποδώσεις * λόγον ἐτασμόν * πάντας
ἐτάζοντι τοὺς κακία ὑποκύψαντας.

Θεοτοκίον.

Φωτοφόρε Δέσποινα * τῷ φωτί σου * τῷ ἀληθινῷ * καταύγασον τὴν πιστῶς *


καὶ εἰλικρινῶς * ἁγνή σε ποθήσασαν * καὶ τοῦ φωτὸς δεῖξον κοινωνόν * καὶ τῆς
λαμπρότητος * τῶν ἁγίων * δυσωποῦμεν.

7. ΚΑΝΩΝ ΕΠΙΤΑΦΙΟΣ ΨΑΑΛΟΜΕΝΟΣ ΤΗ ΕΠΑΥΡΙΟΝ, ΗΝΙΚΑ


ΤΕΛΕΥΤΗΣΗ ΜΟΝΑΧΟΣ

ἔχων ἀκροστιχίδα * Θρῆνος ἐπιτάφιος εἰς μονάζοντα * ὃν Χριστὲ κατάταξον ἐν


χώρα ζώντων

(Crypt. gr. Γ. β. ΧΧΙV, XI αἱ., Messin. Bibl. Univ. S. Salv. gr. 172 ἐτ. 1179.)
ἦχος πλ. β´. ᾨδὴ α´. Βοηθὸς καὶ σκεπαστής.

Θρηνῳδίας ὁ καιρὸς * πρός γῆν ἐν ὅπερ διὰ θανάτου * στρέφεις ἡ γῆ τῶν βροτῶν
ἀδελφοὶ * καὶ μόνα τὰ ἔργα * τῇ ψυχὴ μετὰ φρικτῆς ἀκολουθεῖ τῆς κρίσεως.

Ῥαψωδίας μυθικῆς * ἀποσφαλέντες τῇ ὤρᾳ ταύτῃ * κλαύσωμεν λοιπὸν καὶ


βοήσωμεν * ἐκ βάθους καρδίας * ἄνες ἄφες ὁ Θεὸς * ὃν προσελάβου δοῦλόν σου.

Ἵνα τι με ἀδελφοὶ * ἐπιταφίους κενοῦτε θρήνους * μᾶλλον προχθῇ * ἐκβοήσατε


* ἐκ βάθους καρδίας * ἄνες ἄφες ὁ Θεὸς * ὃν προσελάβου δοῦλόν σου.

Νῦν ἐπέστη μοι καιρός * ἀποτισθῆναι τὸ κατὰ φύσιν χρέος * ἀδελφοὶ * μὴ


θρηνεῖτε λοιπόν * ἀλλ᾿ αὔθις βοάτε * ἄνες ἄφες ὁ Θεὸς * ὃν προσελάβου δοῦλόν
σου.

Ὁ τοῦ κόσμου τὰ τερπνά * ἀναλαβόμενος τὸν σταυρόν σου * ἐν ἀσκητικοῖς ὁ


θανῶν ἐκβοᾶ * προσήλθαν σοι τρόποις * διὸ σὺ με ὁ Θεὸς * ἐν ταῖς αὐλαῖς σου
σύνταξον.

Τριαδικόν.

Συναΐδιε Τριὰς * ἡ κατὰ φύσιν ἐνιζομένη * καὶ διαιρουμένη προσώποις τὰ σά *


ἐλέη παράσχου * τῷ ἱκέτῃ σου πιστῶς * πρός σὲ μεταχωρήσαντι.

Θεοτοκίον.

Ἐν ἡμέρᾳ φοβερᾶ * τῆς διαγνώσεως τοῦ σοῦ δούλου * Δέσποινα ἁγνὴ *


συμπαροῦσα ταῖς σαῖς * λιταῖς τῷ Υἱῷ σου * καταλλάξασα αὐτῷ * παράσχου τὰ ἐλέη
σου.

ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι * ὁ Θεός, ὁ μάννα.

Τότε ὀφθήσετε * ἥξω βοᾶ ὁ μεταστάς * τῷ θείῳ σου προσώπῳ * ἀνέγκλητος


οἰκτίρμον * ἰδοὺ γὰρ πάσης προσδοκίας ἀπεσφάλην * πλὴν κράζω ἐν κλαυθμῷ *
ἐλέησον με ὁ Θεός.

Ἴδε τὰ σπάργανα * ἐνειληχθέντα τῇ φθορᾷ * σκωλήκων ἐν τυμβίων * δοχεῖά μοι


ὁρῶνται * ἀλλὰ τῷ πνεύματι βοῶ σοι ἀλαλήτως * ἐλέησον Χριστὲ * τῇ ταλαιπώρῳ
μου ψυχή.

Τάφος ἐμφέρεια * τῆς ἀποφάσεως τῆς σῆς ὁρᾶται μοι προδήλως * Χριστὲ
δικαιοκρίτα * οὑ διαφεύξεται πᾶς τις τὴν ὀργήν σου * ἐν ὥρᾳ φοβερᾷ * ἐξ ἧς με
ῥῦσαι ὁ Θεός.

ᾌδης ἀπώλεια * παρὰ Θεῷ σοι φανερά * καὶ ὑετοῦ σταγόνες ἐν σοὶ ἠριθμημέναι
* καὶ πῶς ἐγὼ σοι διαλάθω ἐν τῷ κράζειν * βοᾶ ὁ μεταστὰς * ἐλέησόν με ὁ Θεός.
Φόβῳ τοῦ κράτους σου * καὶ τοῦ θανάτου ἀπειλῇ * ἀσκητικῶς ἐν βίῳ * βοᾶ
ἐπολιτεύθην * τῶν αἰωνίων ἀγαθῶν σου ἐπ᾿ ἐλπίδι * ὁ πίστει μεταστάς * διὸ με
οἴκτειρον Χριστέ.

Τριαδικόν.

Ἱεροπρεπέσιν * ἀκολουθοῦντες εὐσεβῶς * Τριάδα ἐν μονάδι * οὐσίας


προσκυνοῦμεν * Πατέρα ἀνάρχον * καὶ σύνθρονον Υἱόν τε καὶ Πνεῦμα τὸ εὐθὲς *
καὶ ἀνυμνοῦμεν οἱ πιστοί.

Θεοτοκίον.

Ὅτι ἐπέβλεψε * Θεογεννῆτορ ἐπὶ σὲ * ὁ εἰς ἀκηράτου * Τριάδος ἀσυγχύτως *


καὶ γενεαὶ τῶν γενεῶν σε * ὡς μητέρα * τοῦ πάντων Πλαστουργοῦ μακαριοῦμεν
εὐσεβῶς.

ᾨδὴ γ´. Στερέωσον Κύριε * ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου.

Συνέστησας Κύριε * κλεῖθρα καὶ πύλας ποτὲ τοῦ ᾍδου * καὶ νεκροῖς ζωὴν
ἐκήρυξας * ἀπολύσας * τούτους τῶν δεσμῶν τῷ θανάτῳ σου.

Ἐπισφαλῶς ἄνθρωποι * μὴ ἀθυμοῦμεν τοὺς ἐπ᾿ ἐλπίδι * τεθνεῶτας τῆς ἐγέρσεως


* καὶ γὰρ πάντων * Κύριος προέγνω τὸ εὔφορον.

Ἰδοὺ ὁ χθὲς συμβίος * ἡμῖν ἐν τάφῳ συγκεκλεισμένος * ἐν τῷ Πνεύματι βοᾷ *


ἡμῖν ἀλαλήτως * μέμνησθέ μου πάντες πρός Κύριον.

Συνέλθωμεν ἴδωμεν * ποῦ ὁ συμψάλλων * ἡμῖν προδήλως * σιωπᾶ


καταδεσμούμενος * ἐν τῷ τάφῳ * μέγα καὶ φρικτὸν τὸ μυστήριον.

Τριαδικόν.

Μονάδα μὲν φύσεως * ὁμολογοῦμεν * ἀλλὰ Τριάδα προσκυνοῦμεν ὑποστάσεων


* τῆς ἀκτίστου * καὶ ὑπερουσίου θεότητος.

Θεοτοκίον.

Ὃν ἔτεκες Δέσποινα * ὑπὲρ λαοῦ σου μὴ διαλείπῃς * Θεὸν Λόγον ἱκετεύουσα *


λυτρωθῆναι πάσης προσβολῆς τοῦ ἀλάστορος.

ᾨδὴ δ´. Ἀκήκοεν ὁ προφήτης.

Νεότητα μὲν καὶ γῆρας * πενίαν καὶ δυναστείαν ἐπιδημήσας * ἀδελφοὶ οὑ


φείδεται ὁ θάνατος * ἴδωμεν προδήλους τὸ μυστήριον * τὸν χθὲς ἡμῖν συμπεριόντα *
ἠγαπημένον ἐν τάφῳ συγκλειόμενον.
Ἀκούσωμεν ἀλαλήτως * βοῶντος ἐκ τῶν ἐγκάτων τῶν τοῦ θανάτου * νῦν τοῦ
τεθνεῶτος ἀδελφοῦ ἡμῶν * ὦ ἠγαπημένοι ἀδελφοί μου πιστοὶ * ἀνεπιλήπτως μετὰ
δακρύων * μνείαν μου πάντες * ποιεῖτε πρός τὸν Κύριον.

Ζοφώδης μὲν μοι ὁ τάφος * ἀλλὰ φωτὸς ἐπ᾿ ἐλπίδι τοῦ αἰωνίου * τὰ τερπνὰ τοῦ
βίου παρωσάμενος * ἐν ἀσκήσει σοι ὁ μεταστὰς ἐκβοᾷ * ἐδούλευσεν * ἀνεπιστρόφως
* διὸ θανέντα * οἰκτείρησόν με Κύριε.

Ὁ τάφος μου εἰς μνημεῖον* τῆς μεθ᾿ ὑμῶν συναφείας * ὦ συνεσχέθην * ἔστω
ἀδελφοὶ παρακαλῶ ὑμᾶς * ἐκ τῶν κενεώνων τοῦ θανάτου ἐν ᾧ ἑκάστοτε *
συνειλεγμένοι ἐξιλεοῦσθαι ὑπὲρ ἐμοῦ τὸν Κύριον.

Τριαδικόν.

Νοεῖσθε πεπαιδευμένοι * ἐν ὀροῖς τῶν θεοφόρων ἡμῶν πατέρων * ἀκαταληψία


τὸ μυστήριον * τῆς ὑπερουσίου κυριότητος δοξάζομεν * Τριάδα θείαν
προσκυνουμένην * ἐν μία τῇ θεότητι.

Θεοτοκίον.

Τὸ θαῦμα σου τῆς λοχείας * ἐκπλήττει πᾶσαν ἔννοιαν Θεογεννῆτορ * ὅτι ἐκ


λαγόνων σου προήγαγε * τὸν σοῦ ᾍδου λύσαντα τὴν δύναμιν * ἀνερμηνεύτως Θεὸν
Παρθένε * μεθ᾿ ὧν σε πάντες * ἀξίως μακαρίζομεν.

ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντα, φιλάνθρωπε.

Ἀπὸ τοῦ αἰῶνος τὰ ἐλέη σου * Κύριε Κύριε * ἐπὶ πάντας τοὺς βροτούς *
ὑπάρχουσιν δι᾿ ὅπερ * ἀναπαῦσον ὁ Θεὸς * καὶ τὸν πιστόν σου δοῦλόν.

Ὅτι ὡσεὶ χόρτος λογιούμεθα * ἄνθος εὐμάραντον * τῶν ἀνθρώπων ἡ ζωὴ


ὑπάρχει διὸ πάντες * αἰτήσωμεν ἐν κλαυθμῷ * ἱλασμὸν τῷ θανέντι.

Νόμῳ συναφείας ἐφελκόμενοι* δεῦτε συνδράμωμεν ἐν τῷ τάφῳ πρός βραχύ*


τοῦ μεθ᾿ ἡμῶν βιοῦντος* καταλλαγῆναι αὐτῷ αἰτούμενοι τὸ θεῖον.

Χωρισμὸς ἡμῶν μὴ ἐγκαυχήσητε * πάντοτε πάντες δὲ * τῷ θανέντι ἀδελφῷ * τῇ


ψυχὴ συνημμένοι συνεκβοῶμεν αὐτῷ * πρός Θεὸν ἰκεσίως.

Τριαδικόν.

Ῥῦσαι ἀπὸ πάσης περιστάσεως Πάτερ ἀγέννητε * Υἱὲ μονογενές * καὶ τὸ Ἅγιον
Πνεῦμα * τὸν εὐσεβῶς σε λαόν * ὡς Θεὸν προσκυνοῦντα.

Θεοτοκίον.

Ἱλασμὸν ἀνθρώποις ἀπεκύησας * ᾌδης γὰρ Δέσποινα * τῷ Υἱῷ σου προσλαλῶν


* κατεπόθη εἰς νῖκος * διὸ σὲ πάντες Θεοῦ * ὡς μητέρα ὕμνουμεν.

ᾨδὴ στ´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ.


Σοφίᾳ σου * καὶ συνέσει Κύριε * ὁ διαπλάσας με χειρὶ * μὴ με παραδώός εἰς
κρίσιν αἰωνίαν * ἀλλὰ σῶσον με ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Τῷ πόθῳ σου * τηρωμένος Κύριε * καὶ πρὸ θανάτου σοι πιστῶς * ἐν μονήρει βίῳ
* ἐδούλευσα δι᾿ ὅπερ * μὴ παρίδῃς ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Ἐξέλιπον * ἐκ τῆς συγγενείας μου * καὶ προσηνέχθην σοι πιστῶς * μὴ μὲν κατ᾿
ἀξίαν * τῶν πράξεών μου κρίνεις * ἀλλὰ σῶσόν με ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Ἀκούσομαι * τῆς δικαίας Κύριε * συγκαλουμένης σου φωνῆς * ὅταν ἔλθῃς


κρῖναι τὸν κόσμον μετ᾿ ἀγγέλων * ἐν τῇ δόξῃ σου * ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Τριαδικόν.

Ἀμέριστε* τῇ οὐσίᾳ δόξα σοι* Τριὰς ἁγία καὶ μονάς* ἡ ὑπὸ ἀγγέλων * οἷα
ἀπαύστως ὑμνουμένη * καὶ τὰ σύμπαντα ὡς Θεὸς περιστοιχοῦσα.

Θεοτοκίον.

Τὸν τόκον σου * Θεοτόκε Δέσποινα * καθυπαντήσας ἐν νεκροῖς * λογισθέντα


ᾌδης * εἰς νῖκος κατεπόθη * καὶ ἀγάλλονται ἐν αὐτῷ ψυχαὶ δικαίων.

ᾨδὴ ζ´. Ἡμάρτομεν * ἠνομήσαμεν.

Ἄρα ἡμῶν * ἐπιλέλησται * ὁ ποτὲ ἡμῖν συνειλεγμένος * ἄρα * που πορεύεται * ἡ


πῶς δὲ * ἀναπαύεται * ἡ μέμνηται πάντων ἡμῶν * τῶν βοώντων νυκτὸς καὶ ἡμέρας *
ὑπὲρ αὐτοῦ τῷ Θεῷ.

Τῆς μὲν φθορᾶς * καὶ τοῦ σώματος ἀποσχόμενος διὰ θανάτου * πάντα τὰ
ἀκόλουθα σὺν τούτοις ἐπιλέλησται * οἰκείων καὶ φίλων αὐτοῦ * ἀλλ᾿ ἡμεῖς ἀδελφοὶ
αἰτησώμεθα * ὑπὲρ αὐτοῦ τῷ Θεῷ.

Ἄρα καὶ πῶς * εἰ μὴ μέμνηται * τῶν ἐν βίῳ ὁ λυθεὶς τοῦ βίου * πάντων τῆς
δεήσεως αἰτεῖται τῆς πρός Κύριον * καὶ πᾶσιν προΐσταται, τῶν ἐνταῦθα αὐτῷ
μεμνημένων * καταλλαγεὶς τῷ Θεῷ.

Ὢ ξένον πιστοὶ * τὸ μυστήριον τοῖς ἀπείροις τοῦ θανάτου ἐστὶν * ὅμως μὴ


σπουδάσωμεν * μικρὸν γὰρ καὶ γνωσώμεθα αὐτοῦ τὴν κατήφειαν * ὅτι ξύλου οἱ
πάντες τῇ γεύσει * νῦν χρεωστοῦμεν θανεῖν.

Τριαδικόν.

Ὁμότιμε * ὁμοούσιε ἀδιαίρετε Τριὰς ἅγια * Πατὴρ ὁ ἀγέννητος * Υἱὸς ὁ


συναΐδιος καὶ Πνεῦμα τὸ Ἅγιον * τὰ ἐλέη σου πᾶσιν παράσχου * τοῖς πεποιθόσιν εἰς
σέ.
Θεοτοκίον.

Νοεῖταί σου * τὸ μυστήριον * Θεοτόκε * ἀκαταληψία * τίκτεις ἀπειράνδρως γὰρ


* ἀγνεύεις δὲ λοχεύουσα * καὶ γάλακτι τρέφεις Θεὸν * τὸν διδόντα τροφὴν πάσῃ τῇ
κτίσει * ὡς Ποιητῇ τοῦ παντός.

ᾨδὴ η´. Ὃν στρατιαὶ οὐρανῶν.

Οἷς ἑαυτοὺς * γεγονότες λάβωμεν συναίσθησιν ἀδελφοὶ * καὶ τὰ ἑαυτῶν νῦν ἐπὶ
τῷ πλησίον * γνωσόμεθα βοῶντες * σὲ ὑπερυψοῦμεν.

Νόμῳ φησίν * εἰ γὰρ καὶ τῆς φύσεως * πεπέδημαι τῆς φωνῆς κράζει ὁ θανῶν *
ἅπασιν ἀλαλήτως εἰ βούλεσθε διδάξω * ἅπερ ἐμνήσθην * πρὸ ἁρπαγεὶς ὑμῶν τοῦ
βίου.

Χάσμα ἰδοὺ * διακρίνων πρόκειται θανάτου καὶ τῆς ζωῆς * μέγα ἀδελφοὶ * τοῦτο
οἱ διαβάντες οὐκ ἔτι τῶν ἐν βίῳ πρόνοιαν ποιοῦνται * ληψόμενοό καρπῶν τῶν ἔργων.

Τριαδικόν.

Ῥῦσαι πυρὸς * αἰωνίου * δοῦλόν σου γῆς * σὲ γὰρ ἀδιαιρέτως * Τριάδα ἐν


μονάδι * φύσεως λατρεύων * ἐκήρυξεν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀναλαβὼν * τὴν ἡμῶν ἀσθένειαν * ἀθανασίαν ἡμῖν * ἔδωκεν ἐκ σοῦ Δέσποινα


Θεοτόκε ὁ Κύριος τῆς δόξης * ὃν ὑπερυψοῦμεν.

ᾨδὴ θ´. Ἀσπόρου συλλήψεως.

Ζητοῦντες ὡς θῆρές με* δεινῶς περιεκύκλωσαν* συναπολέσαι* ἐν ταῖς ἀνομίαις


μου* τοῦ σκότους οἱ ἄρχοντες* οἱ λῃσταὶ τοῦ ἀέρος* ἐξ ὧν ῥυσθῆναι με ἀδελφοὶ
ἱκετεύσατε Κυρίῳ * ἐκτενῶς * ὁ μεταστὰς ἐκβοᾶ.

Ὢ ποῖον ποτήριον * τὸ πᾶσιν ἀπαραίτητον * ὦ ποῖος θρῆνος ὁ πᾶσιν ἀλάθητος *


ὦ ποία κατήφεια ἡ λαμβάνουσα πάντας τοὺς ἀμερίμνους τὴν ἑαυτῶν νῦν ζωὴν
διερχομένους * ἀλλὰ φεῖσαι ἡμῶν Κύριε.

Νεκρὸν ἀνενέργητον* τῷ τάφῳ συγχωννύμενον* κατανοοῦντες τὸν χθὲς ἡμῖν


γνώριμον* φρικτὸν τὸ μυστήριον* πῶς οὐ μετανοοῦμεν* πῶς δυνησώμεθα τῷ Θεῷ*
κἂν βραδὺ συνδιαλλαγῆναι* ἀλλὰ φεῖσαι ἡμῶν Κύριε.

Τῆς σῆς ἀγαθότητος * μνησθεὶς καὶ τοῦ ἐλέους σου * Θεὲ τῶν ὅλων *
ἐπάκουσον Κύριε * φωνῆς τῶν βοώντων σοι * ἐν κλαυθμῷ καὶ παράσχου * τοὺς
οἰκτειρμούς σου τῷ ἐξ ἡμῶν μεταστάντι ὡς πρὸ τέλους * ἐν ἀσκήσει σοι
δουλεύσαντι.
Τριαδικόν.

Ὡς φύσει ἀμέριστον * καὶ ἐν ταῖς ὑποστάσεσι διαιρουμένην * Τριὰς ὁμοούσιε *


πιστῶς σοι λατρεύσαντι * ἐν γῇ τὸν σὸν ἱκέτην * Ὃν προσελάβου νῦν ἐξ ἡμῶν * μετ᾿
ἀγγέλων ἀνυμνεῖν σε * εἰς αἰῶνας κατασκήνωσον.

Θεοτοκίον.

Νῦν ἔφθασε Δέσποινα* ἡμέρα ἀπαραίτητος* τῆς βοηθείας* τῆς πρὸ σοῦ τῷ
πίστει σοι* ἐν βίῳ δουλεύσαντι* ὡς Μητρὶ τοῦ Ὑψίστου* ὃν μεταστάντα τῷ σῷ
Υἱῷ* καταλλάξασα ἀξίου* εἰς αἰῶνας μεγαλύνειν σε.

ii. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΙΕΡΕΙΣ καὶ ἡγουμένους

8. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΙΕΡΕΑ ΚΑΙ ΗΓΟΥΜΕΝΟΝ

(Crypt. gr. Γ. β. α. XXV ἔτ. 1019., Messin. Bibl. Univ. S. Salv. gr. 153 XI αἱ., Messin.
Bibl. Univ. S. Salv. gr. 172 ἔτ. 1179., Vat. gr. 1836 ΧΙ-ΧΙΙ αἱ.)

ἦχος β´. ᾨδὴ α´. Δεῦτε λαοὶ ᾄσωμεν.

Σὺ ὡς Θεός * Κύριε ποιμὴν καὶ πλάστης ἡμῶν * ὃν * εἰς ποιμένα τέθηκας *


κρίσει δικαίᾳ σου * προσλαβόμενος πίστει τοῖς θείοις σου ποιμέσιν * αὐτόθι
σύναψον.

Βιοτικὴς σχέσεως πάσης λυθέντα Χριστὲ καὶ σε πιστῶς ποθήσαντα ὡς Θεῖον


τάλαντον * προστασίας λαβόντα ἀκατάκριτον δεῖξον ἐπὶ τοῦ βήματος.

Νόμου παντός * πλήρωμα ὑπάρχεις καὶ προφητῶν * ἡ σὴ ἀγάπη Κύριε * ἥνπερ


ἐκτήσατο* ὁ θεράπων σου ἔνθεν * ὅνπερ καὶ μεταστάντα * τοῦτον ἐλέησον.

Θεοτοκίον.

Καταφυγήν* ἔχομεν τὴν σὴν βοήθειαν* ἐν πειρασμοῖς καὶ θλίψεσιν* ἁγία


Δέσποινα* Θεοτόκε Μαρία* προστρέχοντες γὰρ ταύτην ἀεὶ σῳζόμεθα.

ᾨδὴ β´. (Ἐλλειπής).

Τὰ πρόβατα ποιμέναν* διὸ Χριστὸς ὁ Δεσπότης* συμπαθής σοι γενήσεται.

Θεοτοκίον.

Λυτήριον ἁμαρτίας * ἀνεδείχθη ὁ τόκος σου * Θεοτόκε μήτηρ Ἰησοῦ τοῦ


Ἐμμανουὴλ * ὃν ἀπαύστως πρέσβευε * σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ γ´. Στερέωσον ἡμᾶς * ἐν σοὶ Κύριε.

Ὁ πόθος σὲ Ἰησοῦ * σφοδρῶς κατέφλεξε * θεράπον * καὶ ἔφυγες πάντα κόσμον


* τῇ ἀσκήσει δὲ σχολάσας πιστῶς * προσειλήφθης Θεῷ * καὶ ἀναπαύσει αὐτῷ.

Ὁ ποίμανας Χριστοῦ* τὸ θεῖον ποίμνιον* ἐν πίστει* ἐλπίδι τε καὶ ἀγάπῃ * ἀλλ’ ἡ


χάρις τῆς Τριάδος σε* ἀναπαύσει ὡς θεῖον λειτουργὸν ἑαυτῆς.

Κατάπεμψον ἡμῖν * Σωτὴρ φιλάνθρωπε τὰ πλήθη * εὐσπλάγχνως τῶν οἰκτίρμων


σου * τοῖς ἐν πίστει ἐκτελούσι Χριστὲ * τὴν ἐτήσιον μνήμην τοῦ θεράποντός σου.

Θεοτοκίον.

Ἡ χάρις σου ἡμᾶς* φρουρεῖ Πανύμνητε* ἐν πᾶσι* καὶ πάντοτε πάσης* βλάβης,
ἀλλὰ δεῖξον καὶ τὸν νοῦν εὐφημεῖν* ἐναργέστερον ἄρτι τὴν ἀντίληψιν.

ᾨδὴ δ´. Ὑμνῶ σε * ἀκοὴν γὰρ Κύριε.

Ὃν πίστει καὶ ἐλπίδι Κύριε * καὶ ἀγάπης τῆς σῆς σπουδαῖος * τὸν ἐκλεκτὸν
δοῦλόν σου * βιώσαντα ἐνταῦθα Σῶτερ τῆς σῆς καταξίωσον παστάδος Χριστὲ
λαμπαδηφόρον τοῦτον προσεχόμενος.

Τὸν κόσμον * ἀρνηθεὶς ὁ δοῦλός σου * τῇ ἀσκήσει προσῆλθεν Σῶτερ * καὶ


ταύτῃ σου Δέσποτα λελάτρευκεν ὀρθοδοξία διό * εἵ τι ἥμαρτεν ὡς ἄνθρωπος * ὡς
ἀγαθὸς συγχώρησον δεόμεθα.

Ποιμένα * τῆς ἐνθέου ποίμνης σου * ἠρετήσω τὸν σὸν ἱκέτην * διὸ Σωτὴρ
εὔσπλαγχνε * κατάταξον αὐτόθι τοῦτον τοῖς σοῖς * ἱερεῦσι καὶ ποιμέσι πιστοῖς * καὶ
τὰ τοῦ βίου πταίσματα συγχώρησον.

Θεοτοκίον.

Μητέρα τοῦ Θεοῦ σὲ σέβοντες * ἐξαιτούμεθα καὶ βοῶμεν * ἐλέησον Δέσποινα*


τοὺς δούλους σου ταῖς σαῖς πρεσβείαις πιστῶς* προσκυνοῦντας σου τὸ εἶδος ἁγνὴ *
καὶ τῶν πολλῶν πταισμάτων * ἐλευθέρωσον.

ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Ἔνθα ὁ ἦχος ἐστί* τῶν δοξαζόντων σε Χριστὲ σύναψον* ὃν* ἐξ ἡμῶν* Σωτὴρ
προσελάβου* ἐντεῦθεν ἀγαθέ* ὡς μεσονυκτίων πιστῶς ὀρθρίζοντα.

Ἀσκητικῶς τὴν στενὴν καὶ τεθλιμμένην νῦν ὁδὸν Κύριε * τὸν σὸν πιστόν ἱκέτην
δραμόντα * παράσχου ἀγαθὲ * τῆς σῆς βασιλείας τὴν τρῖβον εὐρύχωρον.

Φιλοξενίας πλοῦτον ὡς μιμητῆς τοῦ Ἀβραὰμ τίμιε ὤφθης αὐτοῦ* καὶ τῆς
εὐλογίας* συμμέτοχος αὐτὸς καὶ γὰρ ἀναπαύσοι* σὺν τούτῳ σε Κύριος.
Θεοτοκίον.

Εἰσάκουσόν μου ἁγνὴ τὸν τῆς καρδίας ὀδυνῶν δέομαι ἁμαρτωλῶν * προστάτις
γὰρ μόνη * ἐδείχθης ἐκ Θεοῦ * διὸ μοι πταισμάτων συγχώρησιν αἴτησαι.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Βακτηρία σοφίας ποιμάναντα* Πατὴρ τοῦ Κυρίου σου τὸ θεῖον ποίμνιον* ὡς


παιδευτὴν ἀφρόνων σὲ ἀναπαύσει* ἐν χώρᾳ ζωῆς θαυμαστής.

Ἐν νηστείαις τὸ πρόθυμον ἔδειξας * ἐν ταῖς ἀγρυπνίαις δὲ πάτερ τὸ σύντονον *


διὸ τρυφῆς ἐπέτυχες * ἀειζώου σοφὲ * ὥσπερ ηὔξου Θεῷ.

Ἰησοῦ Θεὲ τῶν πατέρων ἡμῶν* πρόσδεξαι τὴν δέησιν τῶν ἱκετῶν σου ἡμῶν* καὶ
ἐν σκηναῖς δικαίων σου* τὸν πρός σὲ μεταστάντα ἐλεησον.

Θεοτοκίον.

Νῦν καιρὸς βοηθείας παρέστησεν * νῦν μὴ ὑπερίδῃς μου τὴν τεθλιμμένην


φωνήν* ὑπεραγία Δέσποινα* ὅτι θλῖψις πολλὴ περιέσχε μοι.

ᾨδὴ ζ´. Εἰκόνος χρυσῆς ἐν πεδίῳ.

Ἀγῶνας ψυχῆς* καὶ καμάτους σαρκικούς* πολλοὺς προσήξας Θεῷ* ἐν οἷς* τὴν
μνήμην σου κατεκόσμησας* ὡς ἀμφοτέρωθεν ἄριστος* εἰ καὶ ἐκβοᾶ σου τοὺς πόνους
* ἐπιτάφια μέλπουσα * ἀναπαῦσον ὡς ἀγαθὸς * Σωτὴρ τὸν δοῦλόν σου.

Ἱδρῶσι σαρκὸς * ὡς παράδεισον Χριστὲ * τὴν σὴν εἰργάσω μονὴν


κεκοσμημένην ὡραιότητα * καὶ εὐθυνοῦσαν τοῖς δόγμασιν * εἰ καὶ συγκαλοῦσα τοὺς
μύστας ἐν τῇ μνήμῃ κραυγάζοντας * ἀναπαῦσον ὡς ἀγαθὸς * Σωτὴρ τὸν δοῦλόν σου.

Τὴν θείαν ζωήν * τὴν φθαρτὴν καὶ χαμερποῦς * πιστῶς προκρίναντα * ἱεραρχία *
μετὰ πίστεως * βεβιωκότα τὸν δοῦλόν σου * σῶσον προσλαβόμενος Λόγε * παρορῶν
ὡς φιλάνθρωπος * εἴτε ὡς ἄνθρωπος αὐτὸς * ἥμαρτε τῶν ἐπὶ γῆς.

Θεοτοκίον.

Τὴν σκέπην τὴν σὴν * μὴ ἀφελεῖς ἀφ᾿ ἡμῶν * ἁγία Δέσποινα * ἀλλὰ καὶ ζῶντας
* καταπλούτησον * καὶ μεταστάντος ἐνέπλησον * ὅπως δι᾿ αὐτῆς καὶ ἐνταῦθα * τῆς
ἁμαρτίας φευξόμεθα * καὶ μετὰ τέλους τῆς φρικτῆς * ῥυσθῶμεν κρίσεως.

ᾨδὴ η´. Τὸν ἐν καμίνῳ.


Ἱερωσύνης σοι Χριστὲ * μετὰ πόθου προσελθόντα τὸν σὸν δοῦλόν * καὶ ποιμένα
ὀφθέντα * τῇ εὐδοκίᾳ τῇ σῇ * πατέρων * τῆς δόξης * ἀξίωσον * νῦν προμεταστάντα *
Σωτὴρ ὡς εὐεργέτης.

Τὸν συμπαθείᾳ καὶ στοργῇ * ἐπιστρέψαντα Χριστὲ * πεπλανημένον * εἰς ὁδὸν


σωτηρίας * καὶ ἐπιγνώσεως σῆς * ὡς φύσει συμπαθὴς ἀναπαῦσον * ἔλεον γὰρ θέλεις
* αὐτὸς ὑπὲρ θυσίας.

Τὸν ἐπὶ γῆς θεοπρεπῶς * ὑμνωδοῦσάς σοι ψυχὰς * προσαγαγότας * καὶ χοροὺς
δοξαζόντων * τὰ μεγαλεία τὰ σὰ * ὡς φύσει φιλάνθρωπος Κύριε τάξον ἐν χορείαις *
αὐτὸν τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.

Οὐδεὶς ἀπώλετο ἁγνὴ * τὰς ἐλπίδας ἐπὶ σὲ νῦν κεκτημένος * ἐπὶ σοὶ ὀρθοδόξως *
παρθένε Μήτηρ Θεοῦ * οἱ μόνοι * οἱ φθόνῳ ἀρνούμενοι * σοῦ μὴ προσκυνεῖν * τῆς
μορφῆς τὴν ἐμφέρειαν.

ᾨδὴ θ´. Ἡ τὸν πρὸ ἡλίου.

Πίστει καὶ ἐλπίδι * ἀγάπῃ καὶ εἰρήνῃ διαπρεψαντα * τὸν σὸν ἱκέτην Κύριε
ἀναπαῦσον * καὶ ποιμένα ὥσπερ ἐντεῦθεν * ἔδειξας τῇ ποίμνῃ σου * τοῖς ἐκλεκτοῖς
ποιμέσιν σου, τοῦτον αὐτόθι συναρίθμησον.

Μνήσθητι οἰκτίρμον ὡς φύσει ἀγαθὸς * καὶ πολυέλεος τοῦ ἐκλεκτοῦ σου δούλου
καὶ θεράποντος * καὶ τῆς ἄνω χοροστασίας * τοῦτον καταξίωσον * ταῖς τῶν πατέρων
εὐχαῖς Κύριε τὴν τῶν πταισμάτων δίδου ἄφεσιν.

Φόβῳ τε καὶ πόθῳ ὀπίσω σου Χριστὲ ὡς ἐπηγγείλω αὐτός, νῦν σταυροφόρος
ἔδραμεν ὁ δοῦλός σου * οὐ τὴν πίστιν ὡς ἀγαθὸς * Δεσπότης δεχόμενος * πάντα τοῦ
βίου πάριδε ἄμφω τὰ σκύλα καὶ προσκόμματα.

Θεοτοκίον.

Στόματι δοξάζω * καὶ γλώσσῃ ἀνυμνῶ * καὶ τῇ ἐννοίᾳ ὑμνῶ τὰ μεγαλεῖα πάντα
τὰ σὰ Δέσποινα * ὁρατὸς μὲν τὰ τῆς σαρκός * σου εἶδος ἀσπαζόμενος * καὶ νοητῶς
γεραίρομέν σου τὴν θείαν χάριν τὴν ᾠδὴν ἐκπληρῶ.

9. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΗΓΟΥΜΕΝΟ Ν

Ψαλλόμενος ἔχων ἀκροστιχίδα * Εἰς μεταστάντα, ποιμένα θρήνους μέλος (Crypt.


gr. Γ. β. ΧΧLII, XI αἱ.)

ἦχος β´. ᾨδὴ α´. Ἐν βυθῷ κατέστρωσε.


Ἐν τῇ ἄνω δόξῃ καὶ τρυφῇ* τῶν ἠγαπηκότων σε* τὸν ἐπὶ γῆς σου τὴν ποίμνην
ποιμάναντα* κατατάξας Δέσποτα* καταξίωσον ἀνυμνεῖν σου τὸ ὄνομα * πίστει
μεταστάντα * νῦν ἐκ τῶν προσκαίρων ὡς φιλάνθρωπος.

Ἱλασμὸς ὑπάρχων τῶν βροτῶν Σῶτερ * καὶ τῷ μώλωπί σου τὰς ἡμῶν ἀσθενείας
ἰατρεύσας * ὅθεν τῆς συνηθείας σου * πρός ἡμᾶς εὐσπλαγχνία καμπτόμενος * ἄνεσιν
παράσχου * καὶ τὸν μεταστάντα νῦν ἱκέτην σου.

Σταυρωθεις τῷ κόσμῳ καὶ σαρκός, ὡς ἐπιλαθόμενός* σου τοῖς σεπτοις


ἠκολούθησεν ἴχνεσιν* Σῶτερ ὁ ἱκέτης, κοινωνήσας σου τῶν παθῶν δι᾿ ἀσκήσεως*
ὅνπερ μετασχεῖν σου* καὶ τῆς βασιλείας καταξίωσον.

Θεοτοκίον.

Μὴ ἐκστὰς τὸ πρῶτον ὅπερ ἥν * σάρκα προσελάβετο * ἐκ τῶν ἁγνῶν σου


αἱμάτων ὁ Κύριος * Μήτηρ ἀπειρόγαμε * καὶ τὸν θάνατον τῷ οἰκείῳ παθήματι *
εἷλεν τοῖς ἀνθρώποις * τὴν ἀθανασίαν χαρισάμενος.

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Ἐν τόπῳ ἀναψύξεως* ἐν θαλάμοις Κύριε ἐπ’ οὐρανίοις πίστει σε* τοῦ δοξάζειν
νῦν καταφύτευσον* τὸν πιστόν σου ἱκέτην* ὃν μετέστησας.

Τῷ φόβῳ στοιχειούμενος * τῆς ἀστέκτου δόξης σου * τὸ ἐκλεκτόν σου ποίμνιον


* ἐπεσπάσατο ὁ ἱκέτης σου * ὃν ἐκ γῆς μεταστάντα * Χριστὲ οἴκτειρον.

Ἀρίστην ἐνδειξάμενος * ἐπὶ πᾶσιν Κύριε * τοῖς ὑπηκόοις εὔνοιαν * ὁ ἱκέτης σου
φιλοστόργῳ ῥοπῇ καὶ τῆς σῆς βασιλείας * ἐπιτεύξοιτο.

Θεοτοκίον.

Σφραγῖδας μὲν οὐκ ἔλυσε * τῆς ἄχραντου μήτρας σου * ἀλλὰ θανάτου ὤλεσεν *
ὁ Υἱός σου * τὴν τυραννίδα ἁγνὴ * ἐκ φθορᾶς τοὺς ἀνθρώπους * λυτρωσάμενος.

ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Τοῦ κάλλους σου * θεωρῶν ὡς οἰκτίρμων ἀπέργασαι * τὸν τὴν ὡραιότητα * τῶν
ἐπικήρων ἱκέτην σου * Σῶτερ βδελυξάμενον * νῦν ἐξ ἡμῶν μεταστάντα * τῇ
προστάξει σου.

Ἀπρόσκοπτον * τὴν πρός σὲ νῦν πορείαν φιλάνθρωπε * τοῦ δούλου σου *


ποίησον * ἀποκουφίστας ὡς εὔσπλαγχνος * τοῦτον ἐπινεύσει σου * ἁμαρτιῶν τὸ
φορτίον * πολυέλεε.

Νενέκρωται * καὶ σαρκὸς πρὸ θανάτου θελήμασιν * καὶ σοῦ πρός τὸ θέλημα *
τοῖς ὑπηκόοις προσώρμηται * Σῶτερ ὁ ἱκέτης σου * ὃν ἐξ ἡμῶν μεταστάντα * δι᾿
ἀναπαῦσον.
Θεοτοκίον.

Τῷ τόκῳ σου * τοῦ θανάτου τὸ κέντρον ἠμαύρωσας * καὶ νῦν τῇ πρεσβείᾳ σου
τὸν ἐξ ἡμῶν ἐκδημήσαντα * Μήτηρ ἀπειρόγαμε * τοῦ σοῦ Υἱοῦ παραστάτην θεῖον
ἔργασαι.

ᾨδὴ ε´. Μεσίτης Θεοῦ * καὶ ἀνθρώπων.

Ἄϋλον φωτὸς * θεωρῶν ἐκ σκότους λυτρωσάμενος * καὶ πάσης κολάσεως *


Σῶτερ καταξίου τὸν ἱκέτην σου * ὃν ἐκ γῆς προσελάβου * ἐν πίστει τοῦ δοξάζειν σε.

Ποιμὴν ὁ καλὸς * Ὅπερ τῶν προβάτων ὁ τιθεὶς τὴν ψυχὴν * πιστῶς σου τὸ
ποίμνιον * Σῶτερ τὸν ποιμάντα κατάταξον * ἐν τῇ θείᾳ σου μάνδρᾳ * τὸν ἐκλεκτὸν
ἱκέτην σου.

Ὁ μόνος εἰδὼς * τὰ ἡμῶν ἑκάστου πλημμελήματα * ὁ πᾶσιν δωρούμενος *


Σῶτερ ὡς Θεὸς τὴν ἀπολύτρωσιν * καὶ τὸν νῦν μεταστάντα * παράσχου τὴν
συγχώρησιν.

Θεοτοκίον.

Ἰδοὺ σὲ ἁγνὴ * γενεαὶ ἀνθρώπων μακαρίζομεν * διὰ σοῦ γὰρ λύτρωσις * γέγονε
βροτοῖς ὅτι ἐκύησας * δι᾿ ἀθανάτου λύσαντα.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Μετὰ πάντων ἁγίων κατάταξον * τὸν μεταφοιτήσαντα ἐκ τῶν προσκαίρων


Χριστέ* ὡς ἀγαθὸν ἱκέτην σου* τοῦ ὑμνεῖν σου τὸ ἔνδοξον ὄνομα.

Ἐπὶ σοι τὰς ἐλπίδας ἀνέθετο * Σῶτερ ὃν μετέστησας ἀποδυσάμενος * καὶ πρὸ
θανάτου δοῦλός σου * τὰ τοῦ βίου τερπνὰ δι᾿ ἀσκήσεως.

Νῦν ἐν γῇ τῶν πραέων φιλάνθρωπε* καὶ ἐν παραδείσῳ τρυφῆς κατασκήνωσον*


ὃν ἐξ ἡμῶν μετέστησας* τῆς αὐτοῦ μεμνημένος ἀσκήσεως.

Θεοτοκίον.

Ἀπειράνδρως Παρθένε ἐκύησας * τὸν καταδεξάμενον * σαρκὶ τὸν θάνατον * καὶ


τὰ τοῦ ᾍδου λύσαντα * τῇ αὐτοῦ ἀναστάσει βασίλεια.

ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.

Θανάτου δεσπόζοντα καὶ τῆς ζωῆς σε * εἰδότες προσπίπτομεν * Χριστὲ τὴν


εὐσπλαγχνίαν σου * τυχεῖν ἐξαιτούμενοι * τὸν μεταστάντα ἐκ γῆς * Κύριε ἱκέτην σου
πολλῶν * ἁμαρτημάτων τὴν ἀπολύτρωσιν.
Ῥομφαίᾳ τοῦ πάθους σου * τὸ τοῦ θανάτου * κέντρον ἐξηφάνισται * καὶ πάντες
ἐπαγάλλονται * οἱ εὐαρεστήσαντές σε τὸν φιλάνθρωπον * ἐν τῇ βασιλείᾳ σου * μεθ᾿
ὧν * τὸν μεταστάντα νῦν κατασκήνωσον.

Ἰσχύει τοῦ κράτους σου * ὅ ἐπιστεύθη * ἐποίμανεν ποίμνιον * ἀγρύπνως ὁ ἱκέτης


σου * ἐν σοὶ τῷ Θεῷ ἡμῶν * ἐφελπικὼς καὶ τῆς σῆς * ζῶν καὶ μετὰ θάνατον * τυχεῖν
* προνοίας θείας ἀπεκδεχόμενον.

Θεοτοκίον.

Νεκρώσας τὸν θάνατον* τοῖς ἐν τῷ ᾅδη* ζωὴν ἐδωρήσατο* διὰ σταυροῦ


Παρθένε ἁγνὴ* Χριστὸς ὁ Θεὸς ἡμῶν* ὁ ἐκ λαγόνων σου* ὅλον με τὸν ἄνθρωπον *
λαβών * ἀπεριγράπτως * δι᾿ εὐσπλαγχνίαν πολλήν.

ᾨδὴ η´. Κάμινός ποτε * πυρός.

Οἶδας τὴν ἡμῶν* ἀσθένειαν οἰκτίρμων* κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου*
γενόμενος ἄνθρωπος* διὰ τοῦτο δυσωπούμενος * ὑπὸ τῆς εὐσπλαγχνίας σου*
δώρησαι* νῦν πταισμάτων* τῷ μεταστάντι συγχώρησιν.

Ὕπνος μὲν πιστοῖς* ὁ θάνατος ὑπάρχει* τοῖς εὐαρέστως σοι δουλεύουσιν * καὶ
διαβατήριον * πρός ζωὴν τὴν ἀτελεύτητον * ἐντεῦθεν ὁ ἱκέτης σου * εὕροιτο
Ζωοδότα * τὴν μετ᾿ ἀγγέλων κατοίκησιν.

Σοὶ παρατιθεὶς * Χριστὲ καὶ πρὸ τοῦ τέλους * τὰς ἑαυτοῦ ἐλπίδας νεύματι * τῷ
παντοδυνάμῳ σου ὀρθοδόξως ὁ ἱκέτης σου * προέστη τοῦ ποιμνίου σου * ὅνπερ καὶ
μεταστάντα * μετὰ ἁγίων κατάταξον.

Θεοτοκίον.

Μόνη γυναικῶν τὸ ὄνειδος ἀφεῖλες τῆς ἀρχεγόνου παραβάσεως * μόνη


ἐγαλούχησας * τὸν θανάτου κυριεύοντα * Παρθένε, ἀπειρόγαμε * μόνην σὲ
Θεοτόκον * ἀκαταπαύστως δοξάξομεν.

ᾨδὴ θ´. Ἀνάρχου γεννήσεως.

Ἐν σοὶ τῷ Θεῷ ἡμῶν* ἀνατεθεὶς ὁ δοῦλός σου* καὶ πρὸ τέλους ἀσκήσει* στεῤῥᾷ
νενέκρωται* κόσμου καὶ σαρκὸς ἀφειδήσας* καὶ τὸν σταυρὸν λαβών σου ἐπ᾿ ὤμων*
ὃν νῦν καταξίωσον* μεταστάντα αἰωνίου ζωῆς.

Λαοῦ προηγούμενον* τῆς ποίμνης σου φιλάνθρωπε* τὸν πιστόν σου ἱκέτην
ὅνπερ μετέστησας* ἄμοιρον εὐθυνῶν σου ποιήσας* τῶν κατ᾿ αὐτὸν*
ἐπιγραφομένων* αὐτῷ καταξίωσον* ἀνεγκλήτως παραστῆναί σοι.

Ὁ μόνος ἀθάνατος * ὁ μόνος εὐδιάλλακτος * ὁ μὴ ἁμαρτανόντων θέλων τὸν


θάνατον * σὺ τὸν ἐξ ἡμῶν μεταστάντα * τῆς παρὰ σοῦ * ζωῆς ἀξιώσας * παράσχου
συγχώρησιν * ὧν ἐν βίῳ σοι ἐξήμαρτεν.
Θεοτοκίον.

Συνήθως ἐφάπλωσον* Παρθένε τὰ ἐλέη σου* ἐπὶ τοῖς πεποιθόσιν ὑπὸ τὴν
σκέπην σου * καὶ τὸν ἐξ ἡμῶν μεταστάντα * τῷ σῷ Υἱῷ καὶ κτίστῃ τῶν ὅλων *
ἀνέγκλητον ποίησον * παραστῆναι ταῖς πρεσβείαις σου.

10. ΚΑΝΩΝ ΝΕΚΡΩΣΙΜΟΣ ΕΙΣ ΙΕΡΕΙΣ

{Barb. gr. 593 ΧΙ- ΧII αἱ) (ἐλλειπὴς κατὰ τὴν α΄, β΄, & γ΄ ᾠδὴ)

ᾨδὴ δ´.

Ὑπόδεξαι Κύριε* τὸν δοῦλόν σου τοῦτον τὸν μεταστάντα ἐπ᾿ ἐλπίδι* τῆς
ἀναστάσεως* ἔνθα τὸ φῶς σου πέλει χαρὰ* καὶ ἀίδιος δόξα* ἔνθα τῶν Ὁσίων οἱ
δῆμοι* μύστην τε καὶ λάτρην σου ἵνα φωναῖς ἀσματικαῖς ἀνυμνήσῃ σοι.

Ἱστάμενος Κύριε* τῇ θείᾳ τραπέζῃ* ὁ μεταστὰς καὶ ἱερεύς σου* φόβῳ ἠτένιζεν*
τῇ ἄνῳ καὶ φρικτῇ σου Χριστέ* παρουσία ἡνίκα* ἔλθῃς μετ᾿ ἀγγέλων χορείαις τοῦ
κρῖναι τὴν ὑφήλιον * ὅθεν βοᾶ τότε μου φεῖσαι ὡς εὔσπλαγχνος.

Σωτῆρά σε Κύριον * καὶ ῥύστην καὶ σωστην * γινώσκομέν σε καὶ εὐεργέτην *


πάντας δεχόμενον γνησίως μετανοοῦντας πρός σὲ * ἐπιστρέφοντας ὄντως * τοὺς ἐν
ἁμαρτίαις πεσόντας * ἐκήρυττεν ὁ δοῦλός σου * καὶ ἱερεὺς * Ὃν ἐξελέξω
ἀναπαῦσον.

Κατάταξον Κύριε * μετὰ δικαίων * ὃν προσελάβου Ζωοδότα * πιστόν ἱκέτην σου


* καὶ τοῦτον σὺν ὁσίοις χοροῖς * καταξίωσον ἔνθα * τὸ φῶς τοῦ προσώπου σου πέλει
* καὶ χαρὰ ἀνεκλάλητος * ὅπως ἀεὶ * σὺν τοῖς ἀγγέλοις δοξάζῃ σε.

Θεοτοκίον.

Ἁγία Παντάνασσα* Παρθένε Μαρία* τὸν σὸν Υἱὸν νῦν ἐκδυσώπει* ἵνα τὸν
δοῦλόν σου* ὡς ἱερέα ὄντα πιστόν* μεταστάντα ἐν φωτὶ* τάξῃ σὺν ἁγίοις προφήταις
* καὶ ἀποστόλοις ἅπασιν * σὲ γὰρ καὶ ζῶν * πιστῶς ἐν πόθῳ ἐδόξαζεν.

Ἕτερος εἱρμὸς * Τὴν ἐν Σταυρῷ σου * θείαν κένωσιν.

Τὸν θυηπόλον* ὃν μετέστησας* τῶν προσκαίρων Χριστέ* χαρᾶς ἀνεκλαλήτου *


φωνῆς ἀγαλλιάσεως * δεῖξον κοινωνὸν * καὶ τοῦ θείου νυμφῶνος * μέτοχον ποίησον.

Πυρὸς γεέννης * καὶ κολάσεως * καὶ φρικτῆς ἀπειλῆς * ἐκείνης τῆς ἡμέρας *
βορᾶς σκωλήκων Κύριε * σκότους τοῦ δεινοῦ * καὶ βρυγμοῦ τῶν ὀδόντων * ῥῦσαι
τὸν δοῦλόν σου.

Εἰ καὶ πολλά σοι* ἐπλημμέλησε* ταῖς ἀτόποις ὁρμαῖς* ἀνατραπεὶς ἀλλ᾿ ὅμως *
πολλάκις σοι προσηύξατο * εὔσπλαγχνε Σωτὴρ * ὁ πιστός σου ἱκέτης * τοῦτον
ἀναπαῦσον.
Δόξα.

Ὥν τὴν θυσίαν * τὴν ἀναίμακτον * ἐκτελεῖν σοι Χριστὲ * ἱερουργὸν * εἰργάσω *


σὺν ἀσωμάτοις σκήνωσον * πάντα παρορῶν * ἃ ὡς ἄνθρωπος ἔπραξεν * ἀτοπήματα.

Καὶ νῦν.

Ἐν σοὶ αἱ ῥήσεις * Κόρη πάναγνε * προφητῶν ἐναργῶς * πληροῦνται γὰρ καὶ


φέρεις * δημιουργὸν καὶ Κύριον * μείνασα * ἁγνὴ * ὥσπερ πρὸ τοῦ τόκου * καὶ μετὰ
γέννησιν.

ᾨδὴ ε´. Ὁ Εἱρμὸς

Ἰησοῦς ὁ ζωῆς ἀρχηγὸς * λύσαι τὸ κατάκριμα ἧκε * Ἀδὰμ τοῦ πρωτοπλάστου *


καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος * τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ * ἐν ᾧ
τὴν ἔχθραν κτείνας * ὑπερέχουσαν πάντα νοῦν * εἰρήνην χαρίζεται.

Περιὼν τῇ ζωῇ τῇ φθαρτῇ * ὁ προμεταστὰς ἐξ ἡμῶν Σῶτερ * ἱερεύς σου καὶ


δοῦλός * τὰς ἐλπίδας πρός σε τὸν Πλάστην ἀνέθετο * καὶ θερμῶς ἠκολούθησεν *
ἀναίμακτον φέρων * τὴν καθαρὰν θυσίαν * διὸ τοῦτον κατάταξον * μετὰ τῶν ἁγίων
σου.

Ῥυπτικὴν ὡς ἔχων ἰσχὺν * Κύριε φιλάνθρωπε δέξαι * ἡμῶν τὰς ἱκεσίας * τῶν
ἀναξίων ἱκετῶν τε καὶ δούλων σου * πάσης σμῆξον σκαιότητος * καὶ πάσης κηλῖδος
* τὸν νῦν προμεταστάντα * ἱερέα καὶ δόξης * μέτοχον ἀξίωσον.

Ἐπί σοι ἀνέθετο Χριστὲ* ἅπασαν οἰκτίρμον ἐλπίδα* ὁ πιστὸς Ἱερεύς σου * οὗ
τὴν κηδείαν νῦν ἡμεῖς οἱ ἀνάξιοι * ἐκτελοῦμεν ὡς γέγραπται * εὔχεσθε ἀλλήλοις *
διὸ ὡς ἔφης δέξαι * καὶ ἡμῶν τὰ αἰτήματα * καὶ τοῦτον ἀναπαῦσον.

Ὁ παρέχων πᾶσι τὴν πνοὴν * καὶ τοῖς κινουμένοις ὀρέγων * ζωὴν καὶ τοῖς
θανοῦσι * ἐν χερσί τε τὴν ἐξουσίαν φιλάνθρωπε * ἔχων μόνε ἀθάνατε * τὸν
προμεταστάντα * ἐξ ἡμῶν τῶν προσκαίρων * ἐν φωτὶ ζώντων Κύριε * Ἱερέα
σύνταξον.

Περιφέρων πάντοτε τὸ σὸν * ὄνομα ἐν μέσῳ ἡγεμόνων * ἐθνῶν καὶ βασιλέων *


νῦν ὡς ἔφησας Ἱερεύς σου καὶ λάτρης σου * σὲ Θεὸν ἀνεκήρυττεν * Χριστὲ ζῶν
ὑπάρχων * ὃν μεταστάντα δέξαι * ἐν ἀύλοῖς χορείαιςσου * ὅπου πάντες ἅγιοι.

Σὺν ἁγίοις μόνε ἀγαθὲ * Κύριε φιλάνθρωπε τάξον * ἡμῶν προμεταστάντα ἱερέα
τε καὶ στολαῖς κατακόσμησον * τῆς ἁγίας λαμπρότητος * τῆς ἐπουρανίου * ἵνα σὺν
τούτοις πᾶσι * συγχορεύει δοξάζων σε * εἰς αἰῶνας ἄληκτα.

Θεοτοκίον. *
Σωτηρίας τέξασα ἡμῖν * Κύριον ἐν δύο οὐσίαις * ἑνὶ δὲ τῷ προσώπῳ * Θεὸν
τέλειον καί βροτὸν ὑπὲρ τέλειον * ὅν πανάμωμε Δέσποινα * τοῦτον καθικέτευε * ἵνα
τὸν μεταστάντα * καὶ ἡμᾶς τοὺς ἱκέτας σου * σώσῃ ὡς φιλάνθρωπος.

Ἕτερος εἱρμὸς * Θεοφάνειας σου Χριστέ.

Τὸν μεταστάντα ἐξ ἡμῶν* τοῖς δεξιοῖς* προβάτοις σου σύνταξον* καὶ πυρὸς
ἀσβέστου ἐλευθέρωσον* τῶν δεινῶν σφαλμάτων λυτρούμενος * ὅτι πέποιθεν ἐπὶ
σοὶ* ὁ λειτουργός σου Χριστέ* καὶ τοῦτον τῆς βασιλείας

Ὁ τῶν γηίνων μεταστὰς * καὶ πρός ζωὴν * τὴν ἀγείρω χωρήσας * ἱερεὺς τῷ
πνεύματι βοᾶ πρός ἡμᾶς * ἀδελφοὶ καὶ τέκνα καὶ φίλοι μου * μή μου λάθεσθε
δυσωπῶ * πρός τὸν Οἰκτιρμονα * πρεσβείαν ποιοῦντες * ἵνα εὕροιμι τῶν δεινῶν τὴν
ἀπολύτρωσιν.

Τῆς ἀπροσίτου σου χαρᾶς * καὶ τῆς τρυφῆς * τοῦ χειμάῤῥου Κύριε * ὃν ἐν πίστει
ἐξ ἡμῶν μετέστησας * κοινωνὸν ἀπέργασαι Δέσποτα * παραβλεπῶν τὰ ἐν κρυφῇ *
καὶ ἐν ἀγνοίᾳ κακὰ * πραχθέντα καὶ γνώσει * καὶ τοῦτον τῆς βασιλείας σου ἀξίωσον.

Δόξα.

Ὅνπερ μετέστησας Χριστὲ * ἐκ τῆς νυκτὸς * τοῦ ματαίου αἰῶνος * θυηπόλον


λάτριν σου ἀξίωσον * παραστάτην θεῖον γενέσθαι σοι * καὶ ἡμέρας τοῦτον υἱὸν *
ἀνάδειξον καὶ φωτὸς * Λόγε κληρονόμον * παρέχων λύσιν αὐτοῦ * τῶν πεπραγμένων
δεινῶν.

Θεοτοκίον. Καὶ νῦν.

Ἁμαρτωλὼν ἡ ἀρωγὸς* καὶ τῶν πιστῶν * τεῖχος καὶ ἀντίληψις * σὺ ἐδείχθης


μόνη παναμώμητε* ὡς Θεὸν ἀσπόρως κυήσασα* ὃν δυσώπει ὑπὲρ λαοῦ*
παραπικράναντος* ῥυσθῆναι βασάνων * καὶ πάσης ἄλλης ποινῆς * προσδοκουμένης
ἡμῖν.

ᾨδὴ στ´. Ὁ Εἱρμός.

Ἡ φωνὴ τοῦ Λόγου* ὁ λύχνος τοῦ φωτὸς* ὁ ἑωσφόρος* ὁ τοῦ ἡλίου πρόδρομος*
ἐν τῇ ἐρήμῳ* μετανοεῖτε πᾶσι* βοᾶ* τοῖς λαοῖς* καὶ προκαθαίρεσθαι* ἰδοὺ γὰρ
πάρεστι Χριστὸς* ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.

Ἱερεὺς ὑπάρχων* καὶ στολὴν ἱερὰν* ἠμφιεσμένος* ὁ σὸς ἱκέτης Δέσποτα* τοῦ
βίου τούτου* πρός σὲ μεταχωρήσας* βοᾶ δι᾿ ἡμῶν* σῶσόν με οἴκτειρον* ἐν ὥρᾳ
ἐτάσεως Σωτὴρ* ὅταν μέλλῃς κρῖναι τὰ σύμπαντα.

Τυπωθέντα πᾶσι* τοῖς τοῦ βίου κακοῖς* ἀναβοᾶ σοι* ὁ ἱερεὺς καὶ λάτρης σου*
Χριστὲ οἰκτίρμον* κάθαρον σῶσον τάξον* θανόνα με πρός φῶς* σου τὸ ἀίδιον* ὡς
ἄνθρωπος ἥμαρτον πολλὰ* ὡς Θεὸς δὲ σὺ με ἐλέησον.
Σῶμα ἅπαν Λόγε* καὶ ψυχὴν ἡδοναῖς* κατεσπιλώθην* δι᾿ ἡμῶν ἀνακράζει σοι*
ὁ ἱερεύς σου* τὰς ἐντολάς σου πάσας* παρέβλεψα Χριστὲ* τῇ εὐσπλαγχνίᾳ σου* ἐκ
γῆς μεταστάντα ἀγαθὲ* δέξαι σῶσον νῦν ἀνάστησον.

Ἐν τῷ βήματί σου * τῷ ἀστέκτω Χριστὲ * ἡνίκα ἥξεις * ἐξ οὐρανοῦ τοῦ κρῖναι


ἡμῶν * τὰ κεκρυμμένα * καὶ τὴν βροτείαν φύσιν * ὡς μόνος κραταιὸς * ἄμεμπτον *
ἄσπιλον * ἀνάδειξον τότε με ῥοπῇ * σῆς φιλανθρωπίας καὶ σῶσόν με.

Ἱκεσίαις πάντων* τῶν ἁγίων Χριστὲ* τὸν σὸν ἱκέτην* καὶ Ἱερέα σύνταξον*
προμεταστάντα* τοῦ βίου τοῦ προσκαίρου* ὡς πέλων ἀγαθὸς * ὅπου ἀένναος* τρυφὴ
καὶ ζωὴ ἀληθινή* καὶ χαρὰ καὶ φῶς ἀνεκλάλητον.

Τῆς ἀφράστου δόξης * ὁ Θεός με τῆς σῆς * καταξίωσον * δι᾿ ἡμῶν ἀνακράζει
σοι* ὁ Ἱερεύς σου* προμεταστὰς ἐκ τούτου* τοῦ βίου τοῦ φθαρτοῦ* καὶ ὥσπερ
ζῶντά με* κατῴκτειρας μόνε ἀγαθέ* οὕτως καὶ θανόντα ἀναπαῦσον.

Θεοτοκίον.

Τὴν ἁγνὴν Παρθένον* εὐσεβῇ λογισμῷ* δοξάσας πάλαι* ὅτε ἔζων ἐν σώματι*
δι᾿ ἡμῶν κράζει* ὁ ἱερεὺς σὸς δοῦλός* Χριστὲ καὶ μεταστὰς* ταύτην προσάγω σοι*
πρεσβεύειν ῥυσθῆναί με φλογὸς* καὶ τῶν αἰωνίων κολάσεων.

Ἕτερος εἱρμός. Ἰλάσθητί μου Σωτήρ.

Ἄβυσσος* ἐσχάτη ἁμαρτημάτων ἐκύκλωσέ με* καὶ τὸν κλύδωνα μηκέτι φέρων*
ὡς Ἰωνᾶς τῷ Δεσπότῃ* βοῶ σοι ἐκ φθορᾶς με ἀναπαῦσον.

Ἅπας σου * τὴν ἔλευσιν τότε βλέψει Χριστὲ ὁ Θεὸς* ὀφθαλμὸς ὡς φοβεράν τε
οὖσαν* ἐκ τῶν ὑψίστων εἰς κρίσιν* πρακτέων μὴ εἰσέλθῃς τοῦ δούλου σου.

Σχέσεως* τοῦ βίου ἀπολυθέντα τὸν δοῦλόν σου* ὡς τὸ τάλαντον Χριστέ μου
Λόγε * προσεπαυξήσαντα τάξον * τοῖς θείοις σου ποιμέσιν ὡς εὔσπλαγχνος.

Ἔθρεψε* ποικίλαις διδαχαῖς* τὸ λογικόν σου Χριστέ* ποίμνιον ὃν λειτουργὸς


καὶ τοῦτο* εἰς τόπον χλόης σκήνωσον* ἐκ τάφου σοὶ αἰτεῖται ἀναπαῦσον.

Δόξα.

Ἄσβεστον* φαιδράν τε τὴν λαμπάδα φέρειν τὸν δοῦλόν σου* ἐν νεφέλαις


ἀπάντησίν σου* κατηξίωσας Χριστέ μου* εἰσάγαγε σκηνώματος δόξης σου.

Θεοτοκίον. Καὶ νῦν.

Τέτοκας* Παρθένε τόν τῳ Πᾳτρὶ συναίδιον* δανεισάμενον ἐκ σοῦ τὴν σάρκα*


καὶ σαρκοφόρος ὡράθη* δι᾿ οἶκτον ἵνα σώσῃ τὸ προσλημμα.

ᾨδὴ ζ´. Ὁ Εἱρμὸς


Νέους εὐσεβεῖς * καμίνου πυρὸς προσομιλήσαντι * διασυρίζον πνεῦμα δρόσου *
ἀβλαβεῖς διεφύλαξεν * καὶ θείου ἀγγέλου συγκατάβασιν * οἱ ἐν φλογὶ * δροσιζόμενοι
εὐχαρίστως ἀνέμελπον * ὑπερύμνητε * ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς
εἶ.

Ἥκιστα γὰρ ζῶν * ὡς δεῖ σοι Χριστέ ποτε ἐδούλευσα * ὁ μεταστάς σοι
ἀνακράζει * δι᾿ ἡμῶν ἀλλὰ φείσαι μου ὅτε τῆς φρικτῆς ἀνταποδόσεώς τε φανερῶς *
ἐξετάσεις καὶ ἐλέγξεις πάντα τὰ κρύφια * τότε Δέσποτα * ἐν δεξιοῖς σου στῆσόν με *
ἐν χαρᾷ * καὶ φαιδρότητι.

Κράζει δι᾿ ἡμῶν * ὁ σὸς ἱερεὺς θανὼν φιλάνθρωπε * τὰς ἐντολάς σου Χριστὲ *
πάσας παριδὼν ἀλλὰ φείσας μου * καὶ μὴ καταισχύνῃς με τὸν δοῦλόν σου * ὅτε τῷ
φρικτῷ * στήσεις με τότε θείῳ σου βήματι * στῆσον Δέσποτα * ἐν δεξιοῖς σε Κύριε *
τὸν πολλὰ ἁμαρτήσαντα.

Ὅπου σου τὸ φῶς * Χριστὲ * τοῦ προσώπου σου κατασκήνωσον * τὸν


μεταστάντα ἱερέα * σὺν ἀγγέλων στρατεύμασι καὶ πάντων ἁγίων ὁμηγύρεσιν * σοι
γὰρ ὡς Θεῷ * ἐναπέθετο τὰς ἐλπίδας φιλάνθρωπε * εἰ καὶ ἥμαρτεν * ὡς φύσει πέλων
ἄνθρωπος * σὺ δὲ φύσει μακρόθυμος.

Ἔχων οἰκτίρμων * σῶσαι κόσμον καὶ ἀνάπαυσον * τὸν μεταστάντα Ἱερέα * ἔνθα
πέλει ἡ δόξα σου καὶ πᾶσα δικαίων * ἡ ὁμήγυρις * ἵνα σὺν αὐτοῖς * τὴν ἀένναον
δοξολογίαν μέλψη σοι * ὑπερύμνητε.

Ἀπὸ τῆς φθορᾶς * ἡ φύσις ἡμῶν καταδεδούλωται τὸν θεῖον νόμον παραβὰς * δι᾿
ἧς χώραν ὁ θάνατος ἔλαβεν βροτοὺς καὶ ἐλυμήνατο * ὅθεν καὶ πιστόν * ὃν
μετέστησας τῇ κρίσει τῇ δικαίᾳ σου * ἐν σκηνώμασιν * τῶν ἐκλεκτῶν σου σύνταξον
* ἱερέα καὶ λάτρην σου.

Ὅτε ὡς Θεὸς * καθήσεις τοῦ κρῖναι πνοὴν ἅπασαν * τότε μου φεῖσαι ὡς
οἰκτίρμων * ὧν ἐν βίῳ διήμαρτον ἀγνοἰᾳ καὶ γνώσει πλημμελήματα * ὄντως γὰρ
οὐδεὶς * ἐν ἀνθρώποις ἁμαρτίας ἀνεύθυνος * διὸ Δέσποτα * τῆς δεξιᾶς σου στάσεως
* κοινωνόν με ἀξίωσον.

Νεῦσον ὁ Θεὸς * ἡμῶν τῶν σῶν δούλων παρακλήσεσιν * καὶ τὸν θανόντα ἐπ᾿
ἐλπίδι * ζωῆς μέτοχον ποίησον * τῆς ἄνω λαμπρότητος καὶ δόξης σου * πάντα
παρορῶν ἃ ὡς ἄνθρωπος ἐν τῷ βίῳ διήμαρτεν * καὶ τραπέζης σου * τῆς οὐρανίου
σύνταξον * τὸν καλῶς λατρεύσαντά σοι.

Θεοτοκίον.

Ὑπὲρ ἱκετῶν * Παρθένε πιστῶν πάντων δεήθητι * τὸν σὸν Υἱόν τε καὶ Δεσπότην
* ὃν ἀφθόρως γεγέννηκας * μία ὑποστάσει δυσὶ φύσεσι * ὅπως εὐμενὴς * πᾶσι
γένοιτο ἐξαιρέτως τῷ δούλῳ σου * καὶ ἀνάπαυσιν * εὑρεῖν ἐν ὥρᾳ κρίσεως * ἵνα
πίστει δοξάσῃ σε.

Ἕτερος εἱρμὸς * Ἄφραστον θαῦμα * ὁ ἐν καμίνῳ ῥυσάμενος.


Τὸν πολιτείᾳ * τῇ ἱερᾶ διαπρέψαντα * καὶ τῷ δέει * σοῦ τῆς ἀπειλῆς * ἐν τρόμῳ
Χριστὲ * τοῖς σοῖς ὑποκύψαντα * νῦν μυστηρίου θανόντα μελῳδεῖν σου * σὺν
ἀγγέλοις δεῖξον εἰς τοὺς αἰῶνας.

Ζωή μου ἔδυ * καθάπερ ἥλιος κράζει σοι * ὁ σὸς δοῦλός * Σῶτερ δι᾿ ἡμῶν *
ἀλλ᾿ ὡς εὐμενὴς * τοῦτον κατοικτείρησον * καὶ σὺν Δικαίοις ἀνάστησόν με ψάλλειν
* λυτρωτά.

Ὅταν καθήσης * εἰς τὴν κοιλάδα φιλάνθρωπε * τοῦ κλαυθμῶνος * κρῖναι τοὺς
βροτοὺς * τότε ὡς Θεὸς * συγγνώμην ἀξίωσον * τὸν μεταστάντα ἐξ ἡμῶν τοῦ βοᾶν
σοι * λυτρωτὰ ὁ Θεὸς εὐλογητός εἶ.

Δόξα.

Πολλοὺς καμάτους * ὑπὲρ τῆς ποίμνης * ὑπέφερεν * ὁ σὸς δοῦλός * ὁ


προμεταστὰς * καὶ καλλιεργῶν * ὅλως οὐκ ἠμέλητο * τὸν ἀμπελῶνα τῶν θείων
προσταγμάτων * τὸν μισθὸν ὁ Θεὸς ἄφθονον δίδου.

Θεοτοκίον. * Καὶ νῦν.

Ἐν σοὶ σκηνώσας * ὁ τοῦ Θεοῦ συναίδιος * Θεοτόκε * Λόγος τοῖς βροτοῖς * δι᾿
οἶκτον βροτὸς * ὤφθη παναμώμητε * ἵνα θεώσῃ τοὺς πίστει μελωδοῦντας * λυτρωτὰ
ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ὁ Εἱρμὸς

Μυστήριον παράδοξον * ἡ Βαβυλῶνος ἔδειξε * κάμινος * πηγάσασα δρόσον *


ὅτι ῥεῖθρον ἔμελλεν * ἀυλον πῦρ εἰσδέξασθαι * ὁ Ἰορδάνης καὶ στέρξαι * σαρκὶ
βαπτιζόμενον τὸν Κτίστην * ὃν εὐλογοῦσιν λαοὶ * καὶ ὑπερυψούσιν, εἰς πάντας τοὺς
αἰῶνας.

Πάντα σου τὰ προστάγματα * μόνε Σωτὴρ πανοικτιρμὸν Κύριε * παριδὼν βοᾶ


σοι * δι᾿ ἡμῶν ὁ δοῦλός σου * καὶ ἱερεὺς καὶ λάτρης σου * καὶ γὰρ τοῦ πλάνου
ἀπάτην * ἐχράνθην ταῖς τοῦ βίου κηλίσιν * ἀλλὰ θανόντα με νῦν * τάξον ἐν αὐλαῖς
σου * μετὰ τῶν ἐκλεκτῶν σου.

Σῶσον καὶ ἐπαναπαῦσον * ἐν τῇ ἀγήρῳ τρυφῇ σου * Κύριε * τὸν σὸν ἱερέα * ὃν
ἐκ τῶν προσκαίρων νῦν * καὶ τῶν φθαρτῶν μετέστησας * διὰ θανάτου οἰκτίρμων *
τοῦ βίου μεταστάντος ἁγίων * ἵνα συνὼν μετ᾿ αὐτῶν ἄληκτα χορεύει * ὑμνῶν σε εἰς
αἰῶνας.

Τὰ πλήθη μου ἐξάλειψον * τῶν ἐσφαλμένων βοᾶ σοι * Κύριε * ὁ ἱερουργός σου
* δι᾿ ἡμῶν καὶ λύτρωσαι * πάντων μου τῶν κολάσεων * ὅτε προστάξῃς χωρῆσαι *
Δικαίους ἐξ ἀδίκων με τότε * τῆς δεξιᾶς σου φαιδρὸν * δεῖξον κληρονόμον * σὺν
ὁσίοις σου πᾶσιν.

Ἅπας ὁ βίος ἅπασιν * διεφθαρμένος πέφυκε * Κύριε * βροτοῖς διὰ τοῦτο *


πάντες σου δεόμεθα * οἱ ἐν τῷ βίῳ ζήσαντες * σῶσον τοὺς πάντας καὶ ῥῦσαι *
βασάνων τῆς κολάσεως Σῶτερ * καὶ σὺν ἡμῖν καὶ τὸν σὸν * δοῦλόν κοιμηθέντα *
ἱερέα πιστόν σου.

Ὁρᾶν σου καταξίωσον * τὴν αἴγλην μόνε οἰκτίρμον * κράζει σοι * ὁ ἱερουργός
σου * δι᾿ ἡμῶν τοῦ θείου σου * βήματος δεῖξον ἄμεμπτον * ὅτε τὰ κρύφια πάντων *
ὡς μόνος κριτὴς ἀποκαλύψεις * καὶ μετ᾿ ὁσίων χαρᾶς * τῶν σὲ λατρευσάντων *
ποίησον κληρονόμον.

Ῥήματα * καὶ νοήματα * ἃ ἐν ἀγνοίᾳ καὶ γνώσει * ἥμαρτον * καὶ πάσας τὰς
πράξεις * καὶ τὰς ἐνθυμήσεις μου * τὰς πονηρὰς ἐξάλειψον * ὁ ἱερεὺς ἐκβοᾶ σοι *
Χριστὲ δι᾿ ἡμῶν ὁ μεταστὰς νῦν * ὡς ὀρθοφρόνως ἀεὶ * σὲ ὁμολογήσας * ἐν σαρκὶ
ὅτε ἔζη.

Θεοτοκίον.

Ἁγνὴ Θεοχαρίτωτε * Παρθενομῆτορ ἄχραντε Δέσποινα * δέξαι τὰς δεήσεις *


ἡμῶν τῶν ὑμνούντων σε * καὶ τὸν θανόντα σὸν δοῦλον * δυσώπει ἀναπαύσασθαι
τοῦτον * μετὰ ἁγίων χοροῖς * ὡς ἱερουργόν τε καὶ θεῖον ὄντα λάτρην.

Ἕτερος εἱρμός. Ἐκστῆθι φρίττων οὐρανέ.

Πάντα κατέλιπεν ὁ σὸς * καὶ πρός μετάρσιον * δοῦλος ἐπὶ ἀγωγὴν * κελεύσει *
τῇ σῇ ἀναμάρτητε * ὁ κρίνων πᾶσαν πνοὴν * ἀλλ᾿ οἶδας * τὸ τερπνὸν τῶν ἀνθρώπων
* ὅθεν τὰ ἐν ἀγνοίᾳ * καὶ ἐν γνώσει πραχθέντα * ἄνες ὡς οἰκτίρμων * Θεὸς καὶ
ἐλεήμων.

Λόγῳ τὴν ποίμνην στοιχειῶν * ὁ μεταστὰς Χριστὲ * τῶν προσκαίρων λειτουργὸς


* καὶ πράξει * καὶ τοῖς ὑποδείγμασι * ὡς ἐπιστήμων καλῶς * ἐνέλιπεν οὐδόλως
οἰκτίρμον * ἀλλ᾿ Ὃν προμεταστάντα * ἀνεσπέρου φωτός σου * δεῖξον κληρονόμον *
εἰς πάντας τοὺς αἰῶνας.

Ὄντως προσήγαγες Θεῷ * ψυχῆς γεωργίᾳ * καὶ καμάτους σαρκικοὺς * τὴν


ποίμνην * ἐν οἷς ἐκαλλώπισας * καθοδηγὼν πρός ζωὴν * κατ᾿ ἀμφω ἀριστεύσας
γενναίως * εἰ καὶ νῦν ἐκβοᾶ σοι * ἐπικήδειον ἔπος * σώσει τὴν ψυχὴν σου * ὁ
προσλαβόμενός σε.

Δόξα.

Τῆς ἀγέλης σου Χριστὲ * ἠγεμονεύσαντα * συνειδήσει καθαρᾷ * καὶ πόθῳ *


προσδραμόντα Κύριε * τῷ σῷ ναῷ συνεχῶς * ἐν ὕμνοις παννύχοις τὸν σὸν δοῦλον *
ἡμῶν προμεταστάντα * ἐν τῇ βίβλῳ τῶν ζώντων * γράψον σὺν ἁγίοις * ὑμνεῖν σε εἰς
αἰῶνας.

Καὶ νῦν.

Ἡ τοῦ ἀφράστου τοκετοῦ * ὦ τῆς ἁγνείας σου * μητρὸς Παρθένε ἁγνὴ * Θεὸν
γὰρ * ἐν νηδύϊ φέρουσα * ὃν οὐρανὸς οὐ χωρεῖ * βαστάζεις καὶ γαλουχεὶς ὡς βρέφος
* καὶ τρέφεις τὸν τροφέα * τῶν ἁπάντων διό σε * ἀνυμνολογοῦμεν * ὡς μόνην
Θεοτόκον.

ᾨδὴ θ´. Ὁ Εἱρμὸς

Ἀπορεῖ πᾶσα * γλῶσσα εὐφημεῖν πρός ἀξίαν * ἰλιγγια δὲ νοῦς καὶ ὑπερκόσμιος *
ὑμνεῖν σε Θεοτόκε * ὅμως ἀγαθὴ ὑπάρχουσα * τὴν πίστιν δέχου * καὶ γὰρ τὸν πόθον
οἶδας τὸν ἔνθεον ἡμῶν * σὺ γὰρ χριστιανῶν ἡ προστάτις * σὲ μεγαλύνομεν.

Ὑπὲρ τοῦ πίστει καὶ ἱερουργὸν τοῦ θανόντος * σὲ ἐξαιτοῦμεν * Κύριε


φιλάνθρωπε * καὶ μόνε ἐλεήμων * ὅπως ἐν ἁγίοις ἅπασιν * αὐτοῦ τὸ πνεῦμα *
συντάξῃ ἐν ἁγίῳ * φωτὶ καὶ δεξιὰ * τότε * καὶ σὺν αὐτοῖς κατατάξῃς * ὡς
ὑπεράγαθος.

Τὰ ἐν ἀγνοίᾳ * ἅπαντα καὶ γνώσει καὶ πράξει * ἡμαρτημένα * σύγγνωθι τοῦ


δούλου σου ὡς μόνος εὐεργέτης * ὄντι ποιμενάρχῃ Κύριε * τὸ πνεῦμα τούτου * ἐν
χορῷ τῶν Δικαίων * συντάσσων ἀγαθὲ * ἵνα σὺν τοῖς ἁγίοις σου πᾶσι * τὸ κράτος
σου ἀνυμνεῖ.

Ἱερουργήσας * ὁ ἱερουργός σου καὶ λάτρης * εἴτε ἐν πράξει * ἡ ἐν ἐνθυμήσει *


καὶ ἐν γνώσει καὶ ἀγνοίᾳ * ἥμαρτεν Χριστὲ φιλάνθρωπε * ζῶν ἐν τῷ βίῳ * ὥσπερ
βροτὸς ὑπάρχων * καὶ φύσει ἀσθενὴς * νῦν δὲ * ἄνες τῷ μεταστάντι * ὡς μόνος
εὔσπλαγχνος.

Ὁ κόσμῳ* φθορᾶ πεσόντας* σῴζεσθαι καὶ σοὶ εὐαρεστῆσαι μετάνοια * σῶσον


ὡς Θεὸς καὶ οἴκτειρον * τὸν σὸν ἱκέτην * τὸν μεταστάντα τάξον καὶ σὸν ἱερουργὸν *
ἵνα σὺν Ἀποστόλοις ἀεί σε * ἀνυμνῇ ἄληκτα.

Ὑπὲρ ἐμοῦ σε * πάντες δυσωποῦσιν οἱ πίστει * συνηθροισμένοι * Κύριε βοᾶ σοι


δι᾿ ἡμῶν ὁ Ἱερεύς σου * μὴ με καταισχύνῃς Δέσποτα * ἐν ὥρᾳ δίκης * ἀλλὰ σὺν τοῖς
ἁγίοις κατάταξόν με * ἵνα λαμπαδηφόρος ὀφθήσωμαι * πρὸ προσώπου σου.

Τριαδικόν.

Σοῦ τὸν Πατέρα* Λόγε καὶ τὸ Ἅγιον Πνεῦμα* ὁ ἱερεύς σου * ἕνα τρισυπόστατον
καὶ φύσει καὶ οὐσίᾳ * μίαν ἐν τρισὶ προσώποις τε * Θεὸν ἀνυμνεῖ * σεσαρκωμένον
ὄντα ταῖς φύσεσι διπλοῦν * ἕνα * ὅνπερ καὶ νῦν μεταστάντα * Χριστὲ ἀναπαῦσον.

Θεοτοκίον.

Ὑπεραγία* μόναρχε τρισάκτισε φύσις * Πάτερ καὶ Λόγε * Πνεῦμα τὸ πανάγιον


Τριὰς ἡ ἐν μονάδι* ἄτμητος ἀεὶ ὑπάρχουσα* Θεὲ τῶν ὅλων* τὸν μεταστάντα τάξον *
σκηναῖς τῶν ἐκλεκτῶν * τοῦτον * πρεσβείαις τῆς Θεοτόκου * καὶ τῶν ἁγίων σου.

Ἕτερος εἱρμός· Μὴ ἐποδύρου μου Μήτηρ * καθορῶσα.


Δηίζεται· τῶν μερόπων* φύσιν ἅπασαν ἄρδην* ὁ στυγηρὸς καὶ φοβερὸς ἁπάντων
γηγενῶν* θάνατος ἀδελφοὶ* ὃν οὐκ ἐκφεύξεται* πάσης ὢν ἐν τῷ βίῳ * λοιπὸν
προτελευτὴς * τὰς λαμπάδας Κυρίῳ* φαιδρῶς ἀναψωμεν.

Ἔνθα χορὸς τῶν Δικαίων* ἀποστόλων ὁσίων* καὶ προφητῶν καὶ ποιμένων*
τάξον ἀγαθὲ* ὃν ἐδόξασας νῦν* ἐν τῇ προσκαίρῳ ζωῇ* ἱερέα πιστόν σου* καὶ
ποίησον αὐτὸν* ἐκλεκτὸν παραστάτην* τῆς βασιλείας σου.

Ὡς τῆς ζωῆς σε ταμεῖον καὶ θανάτου οἰκτίρμον* καὶ τῆς φθορᾶς τὸν καθαιρέτην
ἴσμεν οἱ πιστοί* δυσωποῦμεν Χριστὲ ὑπὲρ τοῦ δούλου σου* ἐν μεθέξει γενέσθαι* τῆς
θείας σου ζωῆς* καὶ τυχεῖν τῆς ἐκεῖθεν μακαριότητος.

Δόξα.

Νεκάδων χορὸς ὑπάρχει * ἀμειδὴς καὶ γνοφώδης * ἔνθα οὐκ ἐστὶν φέγγος οὔτε
φῶς * ἔνθα ζόφος δεινὸς * ἔνθα ὁμίχλη πικρὰ * ἔνθα σκότος ὑπάρχει * ὃν λύτρωσαι
Χριστὲ * τὴν ψυχὴν τοῦ σοῦ δούλου * καὶ λατρευτοῦ σου πιστοῦ.

Θεοτοκίον. Καὶ νῦν.

Νέον ἐκύησας βρέφος * τὸν πρὸ πάντων αἰώνων * ὑπερφυῶς ἄνευ σπορᾶς * ὡς
οἶδεν ὁ τεχθεὶς * ἐκ λαγόνων τῶν σῶν * Θεογεννήτρια * ὃν δυσώπει ῥυσθῆναι *
παντοίας προσβολῆς * τοὺς ἐν πίστει καὶ πόθῳ * σὲ μεγαλύνοντας.

11. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΙΕΡΕΑ,

φέρων ἀκροστιχίδα· τὸν κοιμηθέντα λειτουργὸν φέρω θρίνος

(Crypt. gr. Γ. β. XXLII, XI αἱ.)

ἦχος πλ. β´. ᾨδὴ α´. Ὡς ἐν ἠπείρῳ.

Τῆς οὐρανίου χορείας συλλειτουργὸν καὶ δικαίων τάγμασι * συναρίθμισον


Χριστὲ * ὃν ἐκ γῆς μετέστησας πιστόν * ἀναδείξας λειτουργὸν ἐν σοὶ ἀναπαῦσον.

Ὁ τῷ οἰκείῳ Πατρί σου ὑπὲρ ἡμῶν* σεαυτὸν ὡς σφάγιον* προσενέγκας ὡς Θεὸς


* ὅνπερ κατηξίωσας ἐν τῷ λειτουργῆσαί σοι πιστῶς * ἐν σοὶ ἀνάπαυσον.

Νόμῳ τῶν σῶν ἐνταλμάτων* ὁ ἐξ ἡμῶν* μεταστὰς ἱκέτης σου* πειθαρχήσας τὰ


τερπνά, κατέλιπεν Χριστὲ* ὃν ἐν κόλποις Ἀβραὰμ * νῦν κατασκήνωσον.

Θεοτοκίον.

Καταφθορὰς τοῦ θανάτου* τοὺς γηγενεῖς* ὁ Υἱός σου Δέσποινα* τῷ θανάτῳ


ἑαυτοῦ πάντας ἐλυτρώσατο* διὸ εὐχαρίστως οἱ πιστοί* σὲ μακαρίζομεν.

ᾨδὴ γ´. Οὐκ ἔστιν Ἅγιος.


Ὁ μόνος φύσει συμπαθὴς* ὁ τὸ αἷμά σου Λόγε* ὑπὲρ δούλων κενώσας
παραδείσου τὴν τρυφὴν* γενέσθαι τὸν ἐξ ἡμῶν* μεταστάντα δοῦλόν σου ἀξίωσον.

Ἱερουργήσας σεαυτὸν* ὑπὲρ κόσμου οἰκτίρμον* τὰς ἡμῶν ἁμαρτίας ἐξηφάνισας


Χριστὲ* διό σου τὸν λειτουργὸν* ἐν τοῖς κόλποις Ἀβραὰμ κατάταξον.

Μὴ ἀπολέσεις ὁ Θεὸς* τῶν χειρῶν σου τὸ πλάσμα* μηδὲ δώῃς γενέσθαι*


βεβλημένον ἀπὸ σοῦ * ἀλλ᾿ οἰκτειρήσας τῆς σῆς * βασιλείας * ποίησον συμμέτοχον.

Θεοτοκίον.

Ἡ μόνη Μήτηρ τοῦ Θεοῦ* ἡ βροτῶν σωτηρία* ἡ πιστῶν προστασία* μὴ παρίδῃς


ἀγαθὴ* τοὺς πεποιθότας εἰς σε* ἀλλὰ πᾶσιν δίδου τὰ ἐλέη σου.

ᾨδὴ δ´. Χριστός μου δύναμις.

Ἀθανάτου σύμβολον * τοῦ σου φιλάνθρωπε * τὸν σταυρὸν σου ἐπ᾿ ὤμων *
ἀναλαβὼν ὁ πιστὸς ἱκέτης σου * ὁ μεταστὰς νῦν ἐξ ἡμῶν * εὐσεβῶς σοι
ἐλειτούργησε.

Ἂν σοὶ ἀνέθετο * αὐτοῦ φιλάνθρωπε * τὰς ἐλπίδας ὁ πίστει * νῦν ἐξ ἡμῶν *


ἐκδημήσας δοῦλός σου * ὃν ἐν σκηναῖς τῶν ἐκλεκτῶν * κατασκήνωσον ὡς
εὔσπλαγχνος.

Νεκρῶν καὶ ζώντων σε* ὡς κυριεύοντα* καὶ ζωῆς καὶ θανάτου* ἐπεγνωκὼς * ὁ
πιστὸς ἱκέτης σου * σοι τῷ δεσπότῃ καὶ Θεῷ * ἀνετέθη δι᾿ ἀσκήσεως.

Θεοτοκίον.

Τῷ θείῳ τόκῳ σου* ἐλύθη Δέσποινα* ὁ δεσμὸς τοῦ θανάτου* ἐκ τῶν βροτῶν*
καὶ ζωὴν εὑρήκαμεν* οἱ ἐν τῇ σκέπῃ σου ἁγνὴ* πεποιθότες Μητροπάρθενε.

ᾨδὴ ε´. Τῷ θείῳ φέγγει σου.

Ἀπὸ θαλάσσης βιοτικῆς* καὶ ἐκ καταιγίδος πειρασμῶν* ἀφηρπακὼς τὸν ἱκέτην


σου * Κύριε εἰς ὄρος σου ἁγιάσματος * τῆς θείας βασιλείας σου καταφύτευσον.

Λελυτρωμένος τῷ ἐκ πλευρὰς * αἵματί σου Λόγε ἀχράντῳ * τῆς ἐξ Ἀδὰμ


παραβάσεως * ἔξω τοῦ νυμφῶνός σου ὁ ἱκέτης σου * ἐν σοὶ μὴ ἐκβληθήτω *
μεταχωρήσας πιστῶς.

Τίς πέρας βίου περιτυχὼν * πάσης προσδοκίας τῆς πρός σὲ ὁ λειτουργός σου
διήμαρτεν * μόνε Ζωοδότα ἐξευμενίσεως * ἀλλ᾿ οὖν μὴ ἐκβληθείη τῆς βασιλείας
σου.

Θεοτοκίον. *
Ἰσχὺν ὁ μόνος θεουργικὴν * περιβεβλημένος τὴν ἰσχὺν * διὰ σταυροῦ
καταβέβληκεν * ᾅδου τοῦ παμφάγου * Παρθενομῆτορ ἁγνὴ * ὁ σὲ μετὰ τὸν τόκον *
διαφυλάξας ἁγνήν.

ᾨδὴ στ´. Τοῦ βίου τὴν θάλασσαν.

Τοῦ βίου τὸν τάραχον * τῷ σταυρῷ θωρακισθεὶς * καὶ πρὸ ταφῆς διέφυγεν * ἐν
ἀσκήσεις δουλεύσας τῷ Θεῷ * πιστῶς ὁ ἱκέτης σου * ὃν καὶ νῦν μεταστάντα * σὺ
ἀναπαῦσον.

Οὐράνιον ἴνδαλμα * ἐκμαγεῖον νοερὸς * ταξιαρχίας γέγονεν * ἀποδοὺς τὰς εὐχάς


σοι καὶ πρός ταφῆς * ὁ μύστης σου Δέσποτα * ὃν καὶ νῦν μεταστάντα *
κατοικτείρησον.

Ὑμνεῖν μετ᾿ ἀγγέλων σε * ἔνθα ἦχος καθαρὸς * ἑορταζόντων Δέσποτα *


εὐφροσύνως τὸν θεῖόν σου λειτουργὸν * συνήθως ἀξίωσον * τῆς ἐνταῦθα μετάρας *
ἐκκλησίας σου.

Θεοτοκίον. *

Ῥυόμενος Δέσποινα * ἐκ θανάτου καὶ φθορᾶς * τοὺς γηγενεῖς ἐπέφανεν * ὁ Θεὸς


ἐκ λαγόνων σου προελθὼν * καὶ τάφον κατῴκησεν * καὶ τοῦ ᾍδου κάθειλεν τὸ
βασίλειον.

ᾨδὴ ζ´. Δροσοβόλον μέν.

Γαληνοὺς ἐπὶ λιμένας καταπαύσεως * τῆς θείας βασιλείας σου * ὃν μετέστησας *


τρικυμίας ἐκ βιοτικῆς * εἰσάγαγε Λόγε τοῦ Θεοῦ * ὑπὸ τῆς σῆς δυσωπούμενος
ἀγαθότητος.

Ὁ τῷ νεύματί σου πάντα συστειλέμενος * καὶ πάντων προνοούμενος * τὸ


σωτήριον * καὶ συμφέρον κρίνας τοῖς βροτοῖς * τὸν θάνατον Κύριε Σωτὴρ * τὸν ἐξ
ἡμῶν μεταστάντα * ἐν σοὶ ἀναπαῦσον.

Νεκρωθέντα ὡς γινώσκων δι᾿ ἀσκήσεως * καὶ πρὸ θανάτου Λόγε Θεοῦ * τὸν
ἱκέτην σου * τοῖς θελήμασιν τοῖς ἑαυτοῦ * ζωῆς ἀϊδίου νῦν πρός σὲ * μεταχωρήσαντα
ποίησον * κληρονόμον Χριστέ.

Θεοτοκίον.

Φωτοφόρον σὲ παστάδα καὶ παλάτιον* ἁγνὴ τοῦ βασιλεύοντος * ὀνομάζομεν *


διὰ σοῦ γὰρ ἥλιος Χριστὸς * τοῖς ἐν σκιᾷ αὐτοῦ θανάτου * φῶς ἐξανέτειλεν.

ᾨδὴ η´. Ἐκ φλογὸς τοῖς ὁσίοις.


Ἐν νεφέλαις ἀέρων * καθυπαντῆσαί σοι * ὃν πιστῶς προσελάβου * Σῶτερ
εὐδόκησον * ὅταν φοβερὸς * ἐπελεύσει τοῦ κρῖναι τὴν γῆν * ἵνα σὺν ἀγγέλοις * ὑμνῇ
σε εἰς αἰῶνας.

Ῥῦσαι πάσης ἀνάγκης * ἡμαρτηκότων σοι * τῷ κριτῇ τῶν ἁπάντων * ἐπαγομένης


Χριστὲ * κρίσεως φρικτῆς * καὶ δικαίας ὀργῆς σου πιστῶς * νῦν τὸν μεταστάντα πρός
σὲ ἐκ τῶν προσκαίρων.

Ὡραιότητος θείας * ἐπαπολαύσαι σου * καὶ μετὰ τῶν ἀγγέλων *


συλλειτουργῆσαί σοι * ποίησον Χριστὲ * ἐκ τοῦ βίου τὸν δοῦλόν σου * ὅνπερ
προσελάβου * εἰς πάντας τοὺς αἰῶνας.

Θελητὴς τοῦ ἐλέους ὑπάρχων Κύριε * τὸν ἐν πίστει καὶ πόθῳ * σοι
λειτουργήσαντα * καὶ ἀσκητικῶς * ἐπὶ γῆς σοι δουλεύσαντα * οἴκτειρον μετάρας *
πρός σὲ νῦν ἐκ τοῦ βίου.

Θεοτοκίον.

Ῥυπτικῇ σου πρεσβείᾳ * ἀποκαθαράς μου * τῆς ψυχῆς τὰς κηλῖδας *


Θεοχαρίτωτε * σκεῦος εὐαγὲς * τοῦ Υἱοῦ σου ἀπέργασαι * ἵνα σὺν αὐτῷ σε * δοξάζει
εἰς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.

Ἰσχὺν* ὁ μόνος περιζωσάμενος* Λόγε Θεοῦ * τὴν κατὰ τοῦ θανάτου καθεῖλες
γὰρ * τὴν αὐτοῦ τυραννίδα θανάτῳ σου * καὶ τὴν ἀθανασίαν * πᾶσιν ἐπήγασας * νῦν
τὸν μεταστάντα ἐξ ἡμῶν * ἐν σοὶ ἀναπαῦσον.

Νομὴν * τῇ ῥύμῃ τῆς παραβάσεως * κατὰ βροτῶν * ὁ θάνατος λαβὼν


ἐβασίλευσεν * ἀλλὰ σε ἐν ἐγκάτοις δεξάμενος * Κύριε κατεπόθη * τῇ ἀναστάσει σου
* ὅθεν ἐπαγάλλονται ἐν σοὶ * οἱ μεταστάντες πιστῶς.

Ὁ δοὺς* τὸ εἶναι τοῖς πᾶσιν Κύριε* καὶ τὸ ἡμῶν* συμφέρον ὡς Θεὸς


προνοούμενος* τὸν πιστῶς σοι ἐν γῇ λειτουργήσαντα* ἄνες ὡς ἐλεήμων* κρίνων τὰ
σύμπαντα* καὶ τῶν ἐκλεκτῶν σου χορείαις* συγκαταρίθμησον

Θεοτοκίον.

Σκηνὴν* ἁγίαν σε καὶ παλάτιον* καὶ κιβωτὸν* καὶ θρόνον τοῦ ὑψίστου
πυρίμορφον* Θεοτόκε πιστοὶ ὀνομάζομεν* μόνη γὰρ ἐξ αἰῶνος* τὸν καταλύσαντα*
ἔτεκες τοῦ ᾍδου τὴν ἰσχὺν* διὰ Σταυροῦ καὶ ταφῆς.

ΙΙΙ. Κανόνες εἰς κοιμηθεντας παρθένους καὶ ὑποτακτικούς.

12. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΑΡΘΕΝΟΥΣ


(Crypt. gr. Γ. β. V-Γ. XXV ἔτ. 10-19, φφ. 9β-13β)

ἦχος β´. ᾨδὴ α´. Ἐν βυθῷ κατέστρωσε.

Τοῖς πολλοῖς σου κρίμασιν Χριστέ, πίστει μετέστησας* ἀπὸ τῆς γῆς καί* τοῖς
νεκροῖς συνέταξας * ζωῆς δεῖξον μέτοχον* ἀϊδίου τε καὶ λαμπρῶς ὡς ποθήσασαν *
σε ὁλοκαρδίως, τὸν ἀγαθοδότην καὶ φιλάνθρωπον.

Τὸν καλὸν Νυμφίον τῶν ψυχῶν * πίστει ἐνυμφεύσατο * σὲ βασιλεῦ καθάπερ


κόσμον πάντιμον * τὸ σχῆμα τὸ ἅγιον * στολισαμένη ἡ παρθένος καὶ δούλη σου *
ἥνπερ μεταστήσας, τάξον ταῖς χορείαις τῶν παρθένων σου.

Παρθενίαν φέρουσα ψυχῆς* πάνσεμνε καὶ σώματος * ἀπὸ τῆς γῆς μετέστης θείῳ
πνεύματι * Χριστὸς οὖν ὥς εύσπλαγχνος * ὃν ἠγάπησας εἰς νυμφῶνα οὐράνιον * σὲ
κατασκηνώσοι, πάντα συγχωρήσας σου τὰ πταίσματα.

Θεοτοκίον.·

Καθαρὸν δοχεῖον τοῦ φωτὸς * ὤφθης ἀειπάρθενε * τὸν νοητὸν ἀποτεκούσα


ἥλιον * τοῦτο νῦν δυσώπησον * τῇ καρδίᾳ μου ἐπιλάμψαι πανάμωμε * καὶ τῆς
ἁμαρτίας * σκότος ἀπελάσαι τὸ βαρύτατον.

ᾨδὴ γ´. Ἐξήνθησεν ἡ ἔρημος.

Ἀνθήσασαν ὡς ῥόδον σε ταῖς κοιλάσιν * ἔτεμνε τὸ τοῦ θανάτου δρέπανον * ἀλλ᾿


ὡς φύσει Θεὸς εἰσάξοι σε * εἰς παράδεισον θεῖον * ὦ φιλόσεμνε.

Συνέσεως ἐπλήσθης καὶ τὸν συνέσει τείναντα * τοὺς οὐρανοὺς ἠγάπησας * ἀλλ᾿
αὐτὸς πύλας τῆς ἄνω Σιὼν * διανοίξοι ἐν δόξῃ * ὢ φιλόχριστε.

Ἠγάπησας τὸν Κυριον καὶ πρός τοῦτον* ἔσπευσας* ὥσπερ στρουθίον ἄμωμον*
ἀναπτῆναι ἀλλὰ σκηνώσοι σε* πρός μονὰς ἀκηράτους* ὡς φιλάνθρωπος.

Θεοτοκίον. *

Ἐξήνθησας ὡς ἄμπελος βότρυν θεῖον * ἄχραντε * οἶνον ἡμῖν πηγάζοντα *


εὐφροσύνης παραφρονήσαντες * ἁμαρτίας τὴν μέθην ἀεὶ παρθένε.

ᾨδὴ δ´. Ἐλήλυθας ἐκ Παρθένου.

Ἐλήλυθας ἐκ Παρθένου οἰκτίρμων σαρκούμενος * παρθένον δὲ σώματι * τὴν


σὴν ἱκέτιδα μετέστησας * βίου ματαιότητος * ἥν τοῖς χοροῖς τῶν παρθένων
συναριθμήσας.
Νεότητος καὶ ἀγνοίας οἰκτίρμων ἐγκλήματα * τῆς δούλης σου πάριδε *
προμεταστάσης βουλήσει σου * καὶ μετὰ ἁγίων σου * ταύτης τὸ πνεῦμα συντάξας *
διανάπαυσον.

Ὡς Κύριον * σὲ τῆς δόξης οἰκτίρμων * ἠγάπησεν * καὶ κόσμον ἐμίσησεν * καὶ


τῶν ῥεόντων ἀπόλαυσις Λόγε ἡ ἱκέτις σου * ἥν καταξίωσον δόξης * ἀϊδίου σου.

Θεοτοκίον.

Τὴν χάριν σου ἐφαπλώσας πλουσίως πανάχραντε * εἰς πάντα τὰ πέρατα * ταύτης
μετόχους ἀνάδειξον * πίστει τῷ τεμένει σου * τοὺς συνελεύσεσιν θείαις ἀνυμνοῦντάς
σε.

ᾨδὴ ε´. Ὁ φωτισμός.

Πάντων τερπνῶν * σὲ προέκρινεν Λόγε * πάντων ἡδέων * σὲ προετιμήσατο ὡς


Νυμφίον * ψυχῶν ὡραίων * ἡ πιστὴ σου ἱκέτις * διὰ τοῦτο παρακαλοῦμέν σε * ταῖς
ὡραιοτάταις ψυχαῖς * ταύτην σύνταξον.

Σχῆμα σεμνὸν * ὡς ὑπερτιμον κόσμον * μετημφιάσω * τέρπουσα Νυμφίον τὸν


σὸν ὡραῖον * καὶ νῦν μετέβης * πρός αὐτὸν ὃν * ἐπόθης * ὦ παρθένε τῇ εὐδοκίᾳ
αὐτοῦ * ταῖς τῶν μακαρίων ψυχαῖς συναυλίζεσθαι.

Πύλας Χριστὲ * τῆς αὐτοῦ βασιλείας * σοι ὑπανοίξοι μέτοχον δεικνύων σε θείας
δόξης τῶν ἑπταισμένων * πάντων δώῃ συγγνώμην * ἀϊδίου φωτὸς ἐμπλήσοι σε *
τοῦτο γὰρ μόνον σεμνὴ ἐπόθησας.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Ἁπαλὸν ὥσπερ κλάδον ἐξέκοψας Κύριε τὴν δούλην σου ἥν * καταφύτευσον * ἐν


παραδείσῳ δόξης σου * ἐντρυφώσαν τοῦ κάλλους ἀθάνατον.

Σὲ μνηστεύεται Σῶτερ ἡ δούλη σου * ἀποσεισαμένη μνηστείαν ἐπίκηρον * τοῦ


σοῦ νυμφῶνος Κύριε * τὰς εἰσόδους αὐτὴ ἀναπέτασον.

Ἔνθα πάντων ἁγίων τὰ πνεύματα * ὅπου καταλάμπει τὸ φῶς τοῦ προσώπου σου
* Χριστὲ Σωτὴρ τὴν δούλην σου * κατατάξας ὑμνεῖν σὲ ἀξίωσον.

Θεοτοκίον.

Θεὸν σαρκωθέντα κυήσασα * τὰς ἐπαναστάσεις σαρκός μου θανάτωσον * καὶ


ἀθανάτου δεῖξόν με * βασιλείας πανάμωμε μέτοχον.

ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.


Τρυγὼν ἡ φιλόσεμνος * ἐκ τῶν τοῦ βίου * κλάδων ἐπέτασας προστάξει τοῦ
Δεσπότου σου * καὶ τόποις κατέπαυσας * ἐν οἷς ἐπίσταται * ὁ ἀκατανόητος διὸ μετὰ
ὁσίων * τάξοι τὸ πνεῦμά σου.

Ἀπῆλθεν τὸ πρόσταγμα * διαχωρίζων * τὴν σὴν ἐκ τοῦ σώματος * ψυχὴν σεμνὴ


ἀείμνηστε * Χριστός, δὲ ὁ εὔσπλαγχνος * τῆς βασιλείας αὐτοῦ * πύλας ὑπανοίξοι σοι
* ὁ ὧν εὐδόκησον καὶ ὑπόδεξαι ἐν δόξει.

Ἐδίψησεν Κύριε * τὴν σὴν ἀγάπην * σὲ ἠρετήσατο * νυμφίον ἡ ἱκέτης σου *


ἀρίστοις δὲ κρίμασιν * τοῖς σοῖς ἀπήλπισεν * βίον βιαιώτατον διὸ * μετὰ ὁσίων
ταύτην ἀναπαῦσον.

Θεοτοκίον.

Ναὲ Θεοχωρῆτε * τῆς θείας δόξης * ναὲ ἐπουράνιε Παρθένε ἀπειρόγαμε * ναοὺς
σου εὐπρέπειαν * τοὺς ἀγαπῶντας τὴν σὴν φώτισον ἁγίασον φωτὶ τοῦ τεχθέντος * ἐκ
σοῦ πανάμωμε ἱκέτιδα.

ᾨδὴ η´.

Σου ταῖς καλλοναῖς * ἡ σὴ δούλη * σοῦ τὴν λαμπρότητα ἐπόθησεν * σοῦ ταῖς
ἀναβάσεσιν ἔτασον * τὴν ψυχὴν ἕλκυσιν ἐδίψησεν * τοῖς δήμοις ταύτης σύνταξον *
Δέσποτα τῶν δικαίων * διὰ πολλὴν ἀγαθότητα.

Πίστις καὶ ἐλπὶς * ἀγάπη δὲ τελεία * τὴν σὴν καρδίαν κατεκόσμησεν * καὶ τὸν
νοῦν ἐλάμπρυνεν * διὰ τοῦτο ἱκετεύομεν * τὸν ἀγαθὸν Θεὸν ἡμῶν * τάξεις ὡς
παρθένον * ταῖς τῶν ἁγίων λαμπρότησι.

Πάντων Ἰησοῦ * ἐν γνώσει καὶ ἀγνοίᾳ * ὃν ἐπλημμέλησεν ἡ δούλη σου * δίδου


τὴν συγχώρησιν * τοῦ φωτὸς ἀδύτου μετέχον * μετὰ τῶν ἀγαπώντων σε * ποίησον
ἵνα πίστει Λόγε καὶ πόθῳ δὲ τάξον.

Θεοτοκίον.

Φώτισον ἁγνὴ * τῆς σκοτίας τῆς ψυχῆς μου * φῶς ἡ τεκοῦσα τὸ ἀπρόσιτον * καὶ
τῶν παθῶν τῆς καρδίας Σὺ σβέσον μου τὴν κάμινον δέομαι Παναγία * τῆς ἁμαρτίας
Θεονυμφε.

ᾨδὴ θ´. Ἀνάρχου Γεννήτορος.

Νεκρὸς ἐχρημάτισας * καὶ νεκροῖς ἀφθαρσίαν * Σῶτερ ἐπήγασας * ὅθεν πιστῶς


δυσωποῦμεν * ἥν ἐξ ἡμῶν πίστει προσελάβου * μετὰ τῶν ἁγίων σου * εὐεργέτα
κατασκήνωσον.

Τὸ κάλλος τοῦ σώματος τῷ κάλλει συναρμόσασα * τῆς ψυχῆς σου προήξω *


νυμφίον πρόσκαιρον * ἀλλὰ τὸν ἀθάνατον μόνον * τόν σε φαιδρῶς τὸν ὑπερκοσμίους
* τόπους μετατεθέμενον * ὦ παρθένε ὡραιόψυχε.
Σὲ Παντοδύναμε * Θεὲ ἀνεξιχνίαστε * ὑπεράγαθε μόνε * καὶ πολυέλεε * ὁ πάντα
ποιῶν καθὼς οἶδας * ὡς τὸ ἡμῶν * γινώσκων συμφέρον * ἥν πίστει μετέστησας * τῆς
σῆς δόξης καταξίωσον.

Θεοτοκίον.

Ἁγία Πανάμωμε ἁγίασον τοὺς δούλους σου * ὑπεράγιον Λόγον * σαρκὶ κυήσασα
* λύτρωσαι ἡμᾶς τῶν παγίδων * τοῦ πονηροῦ σῶσον ἡμᾶς πάντας * τούς σε
Θεομήτορα * ὀρθοδόξως καταγγέλοντας.

13. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΑΡΘΕΝΟΥΣ

(Vat. gr. 1836 ΧΙ-XII αἱ.)

ἦχος β´. ᾨδὴ α´. Τὴν Μωσέως ᾠδὴν * ἀναλαβών.

Ἡ Παρθένος ἡμᾶς * νῦν συγκαλεῖ συμπαρθένοι * οὐ θαλάμιον ᾠδὴν ἀλλ᾿


ἐπιτάφιον ἱκεσίαν ᾄσατε Χριστῷ * ἐν τῇ μνήμῃ αὐτῆς.

Ἰδοὺ κεῖμαι νεκρὰ * ἡ χθὲς ἡμῖν συμμελωδοῦσα * συνοδεία μου καλὴ * καὶ
συμπαρθένοι ἄπνους σιγῶσα * φρίττουσα τὸ μέγα μυστήριον.

Κατιδοῦσα φρικτοὺς * καὶ φοβεροὺς καὶ ἀποτόμους * λειτουργοὺς καὶ


ὑπουργοὺς * ἀγγέλους θείους ὦ συμπαρθένοι * τρόμῳ συσχεθεῖσα ἐσίγησα.

Παντουργέ μου Θεὲ * παμβασιλεὺ ἥν προσελάβου * ἐξ ἡμῶν νῦν ἀδελφὴν * μὴ


ἀποῤῥιψης τοῦ σοῦ προσώπου * ἀλλὰ τοῖς ἁγίοις σου συναρίθμησον.

Θεοτοκίον.

Σοι προσπίπτομεν Δέσποινα ἁγνὴ Παρθένε Θεοκυῆτορ * ἱκετεύοντες πιστῶς *


τὴν δούλην σου ταύτην τήν σε τιμῶσαν * ποίμανον συντήρησον σκέπασον.

ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι.

Δεῦτε ἀκούσατε * καὶ διηγήσομαι * ὁ συγκλεισμὸς ἐπέστη * τῇ ταλαιπώρῳ ψυχῇ


μου * καὶ ἡ ἀθρόα τομὴ * καὶ τοῦ βίου τὸ τέλος * κατέλαβέν με νῦν * καὶ ἐννοοῦσα
δειλιῶ * τῶν κακῶν μου τὸ πλῆθος * καὶ φρίττω τὴν τοῦ κριτοῦ * δικαίαν ἀπόφασιν.

Μόνη ἀπέρχομαι * μόνη ταράττομαι * μόνη λογοθετοῦμαι * μόνη διέρχομαι


ἔνθεν * καὶ συνοδεύων ἔνθα * ἀδελφὸς σὺ λυτροῦται * ὁδὸν * ἥν οὐδέπω διῆλθον *
τρόπους μόνη ὀρῷ * οὓς οὐδέπω ἔγνωσα.

Ἄπιθι * τέκνον μου χαίρουσα * ἐν τῇ γῇ τῶν πραέων * καὶ ἐν αὐλαῖς ταῖς ἁγίαις *
κατασκηνώσει Θεὸς * καὶ στολὴν ἀφθαρσίας * ἐνδύσασθαι φαιδρῶς * εἰς τὸν
νυμφῶνα ἑαυτοῦ * διατάσθαι ποιήσει * καὶ μέλπειν αὐτῷ ἀεὶ * ᾆσμα τὸ τρισάγιον.
Δέχου τὰ δάκρυα * δέχου τὴν δέησιν * δέχου καὶ ταύτην ἡμῶν * τὴν προσφορὰν
καὶ θυσίαν * ἅγιε Δέσποτα * καὶ ὀσφράνθητι ταύτην * καὶ σύνταξον Σῶτερ *
ἑορταζόντων τῷ χορῷ * καὶ ἀεί σε ὑμνούντων * οἴκτειρον ὡς ἀγαθὸς * φιλάνθρωπε
Κύριε.

Θεοτοκίον.

Σὲ ἱκετεύομεν * Δέσποινα ἄχραντε * Θεογεννῆτορ κόρη * ἐκ πειρασμῶν καὶ


κινδύνων * ῥῦσαι τοὺς δούλους σου * τοῦ πυρὸς τοῦ ἀσβέστου * ἐν ὥρα τῇ φρικτῇ *
ὅταν καθίσῃς ὡς ποιμὴν * ὁ Υἱός σου Παρθένε * χωρίζων καὶ διαιρῶν * ἐρίφους καὶ
πρόβατα.

ᾨδὴ γ´. Στειρωθέντα μου τὸν νοῦν.

Ὡς ποιμὴν καὶ βασιλεὺς * ὡς κριτὴς καὶ δυνατὸς * ἀνάπαυσόν με * Ἰησοῦ ἐν


φωτὶ * ὁ ἐκ γῆς με μεθιστῶν * κράζει ἡ δούλη σου.

Κἄν χωρίζωμαι ἡμῶν * συνοδία καλή * μὴ ἀθυμήσης * μὴ θρηνήση καὶ πικρῶς *


ἀλλ᾿ ἱκέτευε Χριστὸν ἀναπαῦσαί με.

Οἴμοι τάλαινα ψυχὴ * πῶς διέλθῃς τὰς ἀρχὰς * τὰς ἐξουσίας * καιρὸς τανῦν *
πῶς κατοικτηρίσης τὸν κριτὴν * ἐπὶ τοῦ βήματος.

Ὅπου λάμπει ὁ Θεὸς * τοῦ προσώπου σου τὸ φῶς * ἐν χώρα ζώντων * τὴν σὴν
δούλην Χριστὲ * κατασκήνωσον φαιδρῶς * ἵνα γεραίρεις ἄν.

Θεοτοκίον.

Ἡ τεκοῦσα τὸν Θεὸν * τὸν ποιμένα καὶ ἀμνὸν * Παρθενομῆτορ * βοηθός μου
γενοῦ * ἐν τῷ ὥρα τῇ φρικτῇ * τῆς διαγνώσεως.

ᾨδὴ δ´. Τὴν ἐκ Παρθένου σου γέννησιν.

Ὅταν καθίσῃς φιλάνθρωπε * ὡς κριτὴς ἀφορίζων * πονηροὺς καὶ ἀγαθοὺς * μὴ


ἀποῤῥίψης με Δέσποτα τοῦ σοῦ προσώπου * μηδὲ ἐν τῷ πυρίνῳ σκότει ἐκπέμψῃς *
σοι κράζω * εὐεργέτα ἀγαθέ.

Ὅταν σαλπίσωσιν Ἄγγελοι τοὺς νεκροὺς συγκαλοῦντες * εἰς ὑπάντησιν Χριστῷ


* καὶ στοιχεῖα ταραχθήσονται ἡ γῆ καὶ πάντα * οἴμοι οἴμοι ψυχὴ * πῶς τὸ πῦρ
ὑπενέγκης * ἡ πῶς ἄρα * ὑπαντήσης τῷ κριτῇ.

Ἰδοὺ τὸ τέλος σου ἠγγικεν * καὶ κατέλαβεν ἄμφω * ἡ ἐμπρόθεσμος τομὴ * καὶ
ὑφοροῦμαι καὶ φρίττω σου Χριστὲ τὴν κρίσιν * μὴ οὖν με ἀγαθὲ * τῷ θυμῷ σου
ἐλέγξῃς * κραυγάζει σοι * ἡ σὴ δούλη ὁ Θεός.
Ἅ τῷ βίῳ σοι ἥμαρτον εἴτε ἔργῳ ἤ λόγῳ * ἤ ἔννοια πταίσματος ἥν προσελάβου
ἀναπαῦσον Ἐλεῆμον * ἐνωσον δὲ αὐτὴν χορῷ τῶν δικαίων * ὅπου λάμπει * τοῦ
προσώπου σου τὸ φῶς.

Θεοτοκίον.

Ὑπερφυῶς σὺ ἐχώρησας * τῆς Τριάδος τὸν ἕνα * Θεομῆτορ ἐν γαστρὶ * καὶ


ἀνεκφράστως * ἐγέννησας ὡς οἶδεν μόνος * μείνασα ὥσπερ ἥν * ὃν δυσώπει
ἀπαύστως * τὴν ποίμνην σου * τοῦ λυτρώσασθαι φθορᾶς.

ᾨδὴ ε´. Τὴν ἀχλὺν τῆς ψυχῆς μου.

Ὁ ἐκ γῆς με ποιήσας * καὶ εἰς αὐτήν με καλέσας * ἀποστρέφειν ὁ Θεός μου *


ἀναπαῦσόν με καὶ σῶσον * ὁ τῶν πάντων ποιητής.

Οἴμοι ψυχή μου ἀθλία * πῶς τοῦ ἀέρος διέλῃς τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ
κοσμοκράτορος μόνη βοηθοῦντος οὐδενός.

Νῦν βοηθήσας φιλάνθρωπε βοηθήσατε τέκνα * ἐκτενῶς οὖν δυσωποῦντες * ὑπὲρ


ἐμοῦ τὸν Δεσπότην * ἵνα τύχω ἱλασμοῦ.

Ὁ ἐκ γῆς μετοικήσας * μεταναστεύει σε τέκνον * ἐν φωτὶ τῷ αἰωνίῳ * καὶ τῆς


αὐτοῦ βασιλείας * ἀξιώσῃ ὁ Θεός.

Θεοτοκίον.

Ὢ Παναγία Παρθένε * καὶ Θεομήτωρ Μαρία * ἡ τὸ φῶς Χριστὸν τεκοῦσα *


αὐτὸν δυσώπει ἀπαύστως * τοῦ σωθῆναι καὶ ἡμᾶς.

ᾨδὴ στ´. Βυθῷ ἁμαρτημάτων συνέχεις.

Ἀροῦσα τὸν Σταυρόν σου ἐπ᾿ ὤμοις ὁ Θεὸς * κατακολουθήσασα πόθῳ ὀπίσω μὴ
σὺν μὲ ἀπώσῃ ὁ Σωτὴρ * μὴ εἴπῃς κἀμοὶ * οὐκ οἶδά σε * ἡ σὴ δούλη ἐκβοᾶ.

Τὸ σῶμά μου ἐν τάφῳ ἐσάπη ὥσπερ χοῦς * τὴν δὲ ψυχήν μου ἔθεμην εἰς χεῖράς
σου Χριστέ μου * σὺ οὖν ὁδήγησον αὐτὴν ἐν τόποις ἁγίοις σου φαιδροῖς * ὅπου
λάμπει * τοῦ προσώπου σου τὸ φῶς.

Ἀπέρχου ἐν εἰρήνῃ πορεύου ἐν χαρᾷ * ἄπιθι τέκνον ἀφόβως Χριστὸς συνοδεύσοι


σοι * ᾧτινι καὶ ἐδούλευσας πιστῶς * καὶ μνείαν ποιοῦ ἑκάστοτε * πρός αὐτὸν ὑπὲρ
ἡμῶν.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε δοξάζομεν πιστῶς * τὴν φωτοφόρον νεφέλην ἐξ ἧς, οἱ
βροτοὶ * ἀντλοῦμεν τὴν ἀφθαρσίαν καὶ τὸ φῶς * Μαρία ἡ ἐλπὶς τῶν γηγενῶν χαῖρέ
σοι * ἀνακράζομεν.

ᾨδὴ ζ´. Τὰ Χερουβεὶμ μιμούμενος.

Τῆς πίστεως τὸ τάλαντον καὶ τῆς ἁγνείας δρόμον κατέχουσα Χριστέ μου * ταῖς
τῶν παθῶν μου ἡδονὰς * καὶ γὰρ ἐν ἀμελείᾳ * παρῆλθεν ὁ χρόνος μου * ἴδε σύν με
Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων
ἁγίοις.

Τὴν φλόγα τὴν τῶν παθῶν μου * τῇ δρόσῳ τῆς σῆς ἀγάπης * οὐκ ἔσπευσα τοῦ
σβέσαι * οὐδὲ τῷ φόβῳ σου Χριστὲ * ἀλλὰ τῇ λοιδορίᾳ * τὴν φλόγα ἐξέκαυσα * ἴδε
οὖν με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους *
κατατάσσων ἁγίοις.

Ἂν τῷ τάφῳ τέθαμμαι * τῷ Κυρίῳ βοῶσαι * ἡμάρτηκα οἰκτίρμον * δεινῶς


ἡμάρτηκα ἐν βίῳ γὰρ ἀληθείᾳ * νόμους σου ἠθέτησα * ἴδε οὖν με Σῶτερ * ἱλέῳ
ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων ἁγίοις.

Ὅταν τὸ πῦρ κατέδεται * κόσμον καὶ τὰ ἐν κόσμῳ * καὶ οὐρανὸς τῷ φόβῳ *


ὥσπερ βιβλίον ἡλιχθῇ * καὶ ὡς κριτῆς καθίσῃς * τοῦ κρῖναι τὸν κόσμον σου * ἴδε οὖν
με Σῶτερ * ἱλέῳ ὄμματί σου * καὶ ἄφεσίν μοι δὸς * ὡς Θεὸς ἐλέους * κατατάσσων
ἁγίοις.

Θεοτοκίον.

Ἡ ἐν γαστρὶ χωρήσασα * ὃν οὐρανοὶ οὐκ ἐχώρουν * καὶ τέξασα ἀφράστως *


Θεογεννῆτορ Μαριὰμ τοὺς σοὺς ἱκέτας πάντας διάσωσον Δέσποινα * θλίψεων
παντοίων * καὶ πειρασμῶν καὶ δεινῶν * ἐν σοὶ γὰρ ἡ ἐλπὶς καὶ ἡ προσδοκία * ἡμῶν
ἀεὶ ὑπάρχει.

ᾨδὴ η´. Τὴν ἐν τῇ βάτῳ Μωσῆ τῆς παρθενίας.

Ὁ ἐν νεκροῖς λογισθεὶς ὡς θνητὸς ζωοδότα * καὶ νεκροὺς συνεγείρας * τῇ


ἐγέρσει σου κἀμὲ * ἀνάπαυσον καὶ ἄφες * ἃ ἐν τῷ βίῳ δεινῶς * Σωτὴρ ἡμάρτηκά σοι.

Εἰ καὶ τὸ σῶμα ὡς χοῦς * ἐν τῷ τάφῳ ἐλύθη * καὶ μορφὴ ἠλλοιώθη * ἀλλὰ


κράζω σοι Χριστὲ * τῷ πνεύματί μου πίστει * ἄνες μοι ἄνες Σωτὴρ * ἅπερ ἡμάρτηκα
σοι.

Σὺ τοὺς τελώνας Χριστὲ * καὶ τὰς πόρνας ἐδέξω * καὶ παράλυτον ἔσφιγξας
ἐθεράπευσας τυφλοῦ δαιμόνια ἐκβάλλων * σὺ καὶ ψυχὴν τὴν ἐμὴν * ἀναπαῦσον
Σωτήρ μου.

Υἱὲ Δαυΐδ σοι κάγω * ἐκ τοῦ τάφου κραυγάζω * ὥσπερ πάλαι ἐβόα * ἡ πιστὴ
Χαναναία ἐλέησον οἰκτίρμον * καὶ ἄφες μοι ἅπερ ἡμάρτηκά σοι.
Ἐν ᾧ ἱστάμην ποτὲ * καὶ συνέψαλλον τόπῳ * μόνον νῦν καθορῶσα * συνοδιά
μου καλὴ * ἱκέτευε ὑμνοῦσα * τοῦ ἀναπαῦσαι με * Χριστὸς σὺν τοῖς ἁγίοις.

Θεοτοκίον.

Παρθενομῆτορ ἁγνὴ * ἡ Θεὸν συλλαβοῦσα * καὶ ἀφράστως τεκοῦσα * σκέπη


τεῖχος καὶ λιμὴν * γενοῦ τοῖς σὲ ὑμνούσιν * ὅτι ἐν σοὶ ἡ ἐλπὶς * πάντων ἡμῶν
ὑπάρχει.

ᾨδὴ θ´. Τὴν ὑπερφυῶς.

Ὕμνους καὶ εὐχὰς Χριστῷ * προσκομίσατε πιστῶς ὑπὲρ ἐμοῦ παρθένοι τῷ


Σωτήρι τῶν ὅλων * ἵνα μὲ ἀναπαύσῃ ἐν σκηναῖς τῶν ἐκλεκτῶν.

Καθορῶσα δειλιῶ * τοὺς φρικτοὺς καὶ φοβεροὺς * ἀγγέλους συνεστῶτας * μετ᾿


ὀργῆς ἀπειλοῦντας * ἁρπάσαι με παρθένοι * ὡς στρουθίον ἀφ᾿ ἡμῶν.

Οἴμοι τάλαινα ψυχὴ * πῶς διέλθεις τὰς ἀρχὰς * πῶς τὴν ὁδὸν ὀδεύσεις * ἥν
οὐδέπω διῆλθες * πῶς τὰς μονὰς καὶ παρέλθῃς * τὰς τοῦ ἀδύτου τὰ φρικτά.

Μνήμην καὶ ἡμῶν ποιοῦ * οὓς κατέλειπας ἐν γῇ * τυχοῦσα παῤῥησίας * ὦ


καλλίνικον τέκνον * ἵνα σύν σοι τῆς δόξης * ἀπολαύσωμεν Χριστοῦ.

Θεοτοκίον.

Θεοδόξαστε ναὲ * θεολόχευτε ἁγνὴ * μητρόθεε παρθένε * τοῦ πυρὸς τοῦ


ἀσβέστου * ῥῦσαι καὶ τῆς γεένης * τοὺς ὑμνοῦντάς σε πιστῶς.

14. ΚΑΝΩΝ ΕΙΣ ΥΠΟΤΑΚΤΙΚΟΝ

(Crypt. gr. Γ. β. XXLII, ΧI αἱ., Messin. Bibl. Univ. S. Salv. gr. 153 XI αἱ, Messin.
Bibl. Univ. S. Salv. gr. 172 ἔτ. 1179).

ἦχος πλ. δ´. ᾨδὴ α´. Ἁρματηλάτην.

Σοῦ τὸν Σταυρὸν ἐπὶ τῆς γῆς ἀράμενον* τὸν μεταστάντα Χριστὲ* καὶ ἐν μονήρει
βίῳ * ἕως τέλους ζήσαντα * ἐν θλίψεσι εὐφραινόμενον * τῆς ἀλήκτου χαρᾶς σου*
ἐπαπολαύσαι ἀξίωσον* ᾆσμα εὐφροσύνης σοι ψάλλοντα.

Τῆς ἀψευδοῦς ἐπαγγελίας τεύξοιτο * Σῶτερ ὁ δοῦλός σου * καταλιπὼν πᾶσαν ἐπὶ
γῆς προσπάθειαν * καὶ σοῦ κατόπιν Κύριε * πορευθεὶς εὐθυβόλως ἀνάδειξον τοῦτον
ὡς εὔσπλαγχνος * ἐλεύθερον πάσης κολάσεως.

Τῆς εὐκλεοῦς σου νῦν ζωῆς τὸν σύνδεσμον* καὶ τὴν συνάφειαν* καὶ τοῦ σεμνοῦ
ἤθους* μεμνημένοι ἅπαντες* ὦ ἀδελφὲ ἀείμνηστε* ἐν θερμῇ κατανύξει* Χριστῷ
συμφώνως κραυγάζομεν* Κύριε τὸν δοῦλόν σου πρόσδεξαι.
Θεοτοκίον.

Κεκαθαρμένη τῷ Ἁγίῳ Πνεύματι * ψυχὴν καὶ σῶμα καὶ νοῦν * τῆς ἀπροσίτου
δόξης * ἀπροσίτως πέφυκας * δοχεῖον τιμαλφέστατον * Θεοτόκε Παρθένε * τὸ μέγα
θαῦμα τῆς κτίσεως. * Ὅθεν σε ἀπαύστως δοξάζομεν.

ᾨδὴ β´. ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι * ὁ πάλαι τόν.

Κύριε, Κύριε * μόνε ἀθάνατε Σωτὴρ * τὸν πίστει εἰλικρινεῖ * ἐπὶ τῆς γῆς
λατρεύσαντά σοι θερμῶς * ἐν βίῳ μονήρει * ἀναπαῦσον ὡς Θεὸς * ἐν Παραδείσῳ τῆς
τρυφῆς.

Βίον τελέσαντα * ζωὴν ἀμείψαντα Χριστὲ * τὸν δοῦλόν σου ὁ Θεὸς * τῆς
παροικίας πρόσδεξαι ἀγαθὲ * παρέχων ἀφθόνως * τῆς κατοικίας αὐτὸν * τὴν
κληρουχίαν τῆς ἐν σοί.

Πάντα κατέλιπεν * πάντα ἠρνήσατο Χριστὲ * ὁ δοῦλός σου τὰ τῆς γῆς * καὶ τὸν
Σταυρόν σου ἤρατο ἐπ᾿ ὤμων * ζητῶν σου ἐν πίστει * τὸ πρόσωπον ὁ Θεὸς * διὸ
ἀναπαῦσον αὐτόν.

Θεοτοκίον.

Λόγῳ ἀνεκφράστως * ἔργα ἀνείκακος σεμνὴ * ὁ θεῖός σου τοκετὸς * τοῖς ἐπὶ γῆς
ἐδείχθη θεοπρεπῶς * ὁ ὧν γὰρ ἐν κόλποις * τοῦ ἀοράτου Πατρὸς * ἐκ σοῦ προῆλθεν
σαρκωθείς.

ᾨδὴ γ´. Ὁ στερεώσας.

Τῆς ἀπροσίτου σου χαρᾶς * καὶ δόξης τῆς ἀκηράτου * τὸν ἐν πίστει μεταστάντα
πρός σὲ οἰκτίρμον * σὺ καταξίωσον Σωτὴρ * ὅτι ἐν σοὶ ἀνέθετο * τὰς ἑαυτοῦ ἐλπίδας
βίον μονήρη ἀράμενος.

Τῆς ἀειζώου σου τρυφῆς * καὶ τοῦ νυμφῶνος τοῦ θείου τὸν πρός σὲ
μεταφοιτήσαντα δεῖξον * ἐν μετοχῇ ὡς ἀγαθὸς * καὶ αὔγασον τὸ φῶς σου αὐτῷ * τοῦ
ἀχλυώδους σκότους * τοῦτον Σωτὴρ ἀφαιρούμενος.

Πλήρης ὑπάρχων οἰκτίρμων * συγγνωμῶν ἔσο πταισμάτων * ἐκνικῶν τῆς


ἁμαρτίας τὸ ἄχθος * τῇ τοῦ ἐλέους σου ῥοπῇ * τοῦ δούλου σου Σωτὴρ ἡμῶν * τῷ γὰρ
χρηστῷ ζυγῷ σου * νόμῳ προσῆλθεν ἀσκήσεως.

Θεοτοκίον.

Ἡ ἐνυπόστατος Θεοῦ * Σοφία πρὸ τῶν αἰώνων * ἐκ Πατρὸς μονογενὴς προῆλθεν


Λόγος * καὶ ἐπ᾿ ἐσχάτων ἐκ μητρὸς * βροτὸς ἀφύρτως γέγονεν * ἐν ἑκατέροις μενὼν
* εἰς κατ᾿ ἀμφότερα τέλειος.
ᾨδὴ δ´. Σύ μου Χριστὲ Κύριος σύ μου.

Σὺ τὸν Σταυρὸν * Κύριε ἀναλαβόμενός * σοὶ προσῆλθεν * σοὶ καὶ ἠκολούθησεν


* ἐπὶ τῆς γῆς Δέσποτα Χριστὲ * ὁ κεκοιμημένος * ἐλπίδι τῆς ἀναστάσεως * ἐν σοὶ καὶ
ἐκδημήσας * εὐφρανθήτω Σωτήρ μου * μεγαλύνων τὸ θεῖόν σου ὄνομα.

Ἔνθα τρυφὴ * Κύριε ἔνθα τὸ ἄδυτον φῶς * ἔνθα ἦχος * τῶν ἑορταζόντων
τερπνῶς * τὸν ἐπὶ γῆς πάντα τὰ τερπνὰ * καταλελοιπότα * καὶ σοῦ κατόπιν
βαδίσαντα * εἰσάγαγε οἰκτίρμων * ὡς ἐν βίῳ μονήρει * εὐσεβῶς καὶ πιστῶς σοι
λατρεύσαντα.

Τὸν ἐξ ἡμῶν * Κύριε ἀποδημήσαντα * ὡς ἐν θλίψει * διὰ τῆς ἀσκήσεως * καὶ


ἀγρυπνίᾳ καὶ προσευχῇ * καὶ ἐν ἐγκρατείᾳ * βεβιωκότα καὶ πίστει θερμῇ * χαρᾶς
ἀνεκλαλήτου * καὶ πολλῆς εὐφροσύνης * ὡς ἐλεήμων ἀξίωσον εὔσπλαγχνε.

Θεοτοκίον.

Μόνη Θεὸν * τέτοκας Παρθενομῆτορ ἁγνὴ * μόνη ὤφθης * πάντων ὑπεραίρουσα


* τῶν ποιημάτων θεοπρεπῶς * τοῦτον γὰρ τὸν κτίστην * ἀνερμηνεύτως ἐκύησας * διὸ
σὲ Θεοτόκον * καταχρέος εἰδότες * καὶ πιστῶς προσκυνοῦντες γεραίρομεν.

ᾨδή ἑ . Ἵνά τι με ἀπώσω.

Τῆς ἀχλύος τοῦ βίου * τὸν πιστόν ἱκέτην σου * ἀπολυθέντα Σωτὴρ * ἀπροσίτῳ
φάει * καταυγάζεσθαι τοῦτον ἀξίωσον * νοητὲ Ἥλιε * ὅτι πρός σὲ μεσονυκτίῳ
διεγείρετο ψάλλων σοι Κύριε.

Ἐαυτοῦ τὸν αὐχένα * τῷ Χριστῷ σου κλίναντι ζυγῷ φιλάνθρωπε * ἐλεύθερον


δεῖξον* τῶν πταισμάτων τοῦ ἄχθους τὸν δοῦλόν σου* ὅτι σὺ Κύριε δεσποτικῶς*
βραβεύεις μόνος * πρός τὴν πίστιν ἑκάστῳ τὸν ἔλεον.

Ἐγκρατείας τὸν κόπον* καὶ δακρύων καμάτους* μνήσθητι Κύριε* τοῦ πιστοῦ
σου δούλου* καὶ συγγνώμην παράσχου ὡς εὔσπλαγχνος* τῶν πολλῶν Δέσποτα * καὶ
χαλεπῶν * νῦν ἐγκλημάτων * ὅτι πίστει πρός σε ἐπεδήμησε.

Θεοτοκίον.

Ἐπὶ γῆς νέον βρέφος * ὁ ὑπερτελὴς Θεὸς * ὦπται Παρθένου μητρὸς * καὶ τὸν
κόσμον πάντα * τῆς ἀγνοίας τοῦ σκότους ἐῤῥύσατο * ὅτι φῶς γνώσεως * αὐτός ἐστίν
* καὶ ἀληθείας * ὃν ὑμνοῦντες πιστῶς φωτιζόμεθα.

ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτήρ.

Τοῦ κλύδωνος ἀγαθὲ * παντὸς τοῦ βίου τὸν δοῦλόν σου * λυθέντα σωματικὼς *
λιμένι προσόρμησον * τῷ τῆς βασιλείας σου * ὅτι ἐπὶ ὤμων * τὸν σταυρόν σου
ἀνελάβετο.
Καὶ πρὸ θανάτου Σωτὴρ * τῷ σῷ ὑπείξας προστάγματι * ὁ δοῦλός σου Ἰησοῦ *
τῷ κόσμῳ νενέκρωται * ἀγῶσιν ἀσκήσεως * ὃν καὶ μεταστάντα * καταξίωσον ἀμείνω
ζωῆς.

Τὸν βίῳ μοναδικῷ * τῷ σῷ σχολάσαντα ἔρωτι * καὶ οὕτω νῦν εὐσεβῶς * τὸν
κόσμον ἀφέμενον * δουλεύσαντα Κύριε * καὶ πρὸ μεταστάντα * τῆς τρυφῆς σου
καταξίωσον.

Θεοτοκίον.

Νεκροῖς βραβεύει ζωὴν * ἀπεγνωσμένοις ἐπίγνωσιν * παρθένε μήτηρ Χριστοῦ *


ὁ ἄῤῥητος τόκος σου * ταῖς θείαις πρεσβείαις σου * ὃν σε δυσωποῦμεν * εὐμενῆ ἡμῖν
ἀπέργασαι.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τὸν ἐν βίῳ μονήρει * ἐπὶ γῆς σοι τῷ κτίστῃ * πιστῶς δουλεύσαντα * σκηναῖς
ἑορταζόντων * ἀρίθμησον, οἰκτίρμον * τοὺς ἀπαύστως κραυγάζειν σοι * ὁ τῶν
Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὴν στενὴν ἐν τῷ βίῳ * διανύσαντας τρῖβον * τοὺς σοὺς ἱκέτας Χριστὲ * τοῦ
κόσμου μεταστάντας * πλατεῖαν τῆς τρυφῆς σου * τὴν κατάσχεσιν δώρησαι * ὁ τῶν
Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὸν πρός σε μεταστάντα * ὡς ἐν βίῳ μονήρει * ἡμέρας τε καὶ νυκτὸς *


δοξάσαντά σε Σῶτερ * μέτοχον εὐφροσύνης καὶ χορεία ψαλλόντων σοι, βοᾶν
ἀνάδειξον Χριστὲ * ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Τὸν παράδοξον τόκον * ἡ ἀπείρανδρος μήτηρ κυοφορήσασα * ἐξέπληξεν


ἀγγέλους * συνήγαγεν ἀνθρώπους * εὐφροσύνῃ κραυγάζοντας * ὁ τῶν Πατέρων
ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η´. Ἑπταπλασίως.

Ὃν προσελάβου Δέσποτα * ἐκ τοῦ βίου ἱκέτην σου * ὡς ἀδιαλείπτως ἐν τοῖς


θείοις ψάλλοντα * χορῷ τῶν ἁγίων σου * ἑορταζόντων ἤχω τε * τάξον ἀγαθὲ καὶ
μεταστάντας κραυγάζειν * οἱ παῖδες εὐλογεῖτε * ἱερεῖς ἀνυμνεῖτε * λαὸς ὑπερυψοῦτε
εἰς πάντας τοὺς αἰῶνας.

Τὸν ἐπὶ γῆς φορέσαντα * μετανοίας ἐπάγγελμα * ἔνδυσον χιτῶνα ἀγαθὲ ἀφέσεως
* τὸ θεῖον καὶ ἅγιον * τῶν ἀποστόλων σχῆμα γὰρ * περιβεβλημένος ἐπὶ γῆς σοι ἐβόα
* οἱ παῖδες εὐλογεῖτε * ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸν τὸν χρηστόν σου ἄραντα * ἐπὶ ὤμων ζυγὸν ἀγαθὲ * καὶ ὑποταγῆς ὑπακοὴν
ἀσκήσαντα * τοῦ ἄχθους φιλάνθρωπε * τῆς ἁμαρτίας κούφισον * καὶ τῶν
ἐγκλημάτων τὸ φορτίον ἐξάρας * συγχώρησιν παράσχου * ἵνα ψάλλῃ σοι πίστει *
ἐντεῦθεν ἐκδημήσας * μετὰ τῶν ἐκλεκτῶν σου.

Θεοτοκίον.

Οὐχ ἁρπαγμὸν ἡγήσατο * ὁ ὑπερθεὸς Κύριος * ἴσα τῷ Θεῷ τε καὶ Πατρὶ ὑπάρχει
σαφῶς * κενοῦται σαρκούμενος * ἐξ ἀπειράνδρου κόρης γὰρ * καὶ τῆς πατρικῆς οὐ
χωρισθεὶς θεότητος * προτρέπει τοὺς ἀνθρώπους * ἀναμέλπειν συμφώνως * λαὸς
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Σὲ τὴν ἀπειρόγαμον.

Σε τὸν εὐδοκήσαντα * τὸν σὸν ἱκέτην ἐν τῷ βίῳ * πίστει ἀδιστάκτῳ ἀμφιάσασθαι


* τὸ μακάριον σχῆμα Σωτὴρ * τοῦτον ἐν αὐτῷ προμεταστάντα φιλάνθρωπε *
ἐγκλημάτων * στολῆς μελαίνης ἀπογύμνωσον.

Σε τὸν ὑπεράγαθον * Θεὸν Σωτῆρα τοῦ ἐλέους * πάντες ἐκτενῶς δεόμεθα * ὃν ἐν


πίστει μετέστησας * τῆς ἀτελευτήτου σου ζωῆς καταξίωσον * ἔνθα ἦχος * καὶ ἐν
φωνῇ ἀγαλλιάσεως.

Σὲ τὸν εὐδιάλλακτον * καὶ φύσει εὔσπλαγχνον Δεσπότην * πάντες δυσωποῦμεν


Κύριε * τὸν πρός σὲ ἐκδημήσαντα * τάξον ἐν σκηναῖς τῶν ἐκλεκτῶν σου
φιλάνθρωπε* καὶ χορείαις* τῶν ὁμοτρόπων συναρίθμησον.

Θεοτοκίον.

Σοῦ τὸν ἀκατάληπτον * καὶ θεῖον τόκον προσκυνοῦμεν * σοῦ τὸ ἀνερμήνευτον *


τῆς γεννήσεως σέβομεν * σὺ γὰρ τὸν Θεὸν ἐκυοφόρησας Δέσποινα ὑπὲρ φύσιν * ὃν
μεγαλύνων τὴν ᾠδὴν ἐκπληρῶ.

15. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΥΠΟΤΑΚΤΙΚΟΝ

(Crypt. gr. Γ. β. ΧΧLIΙ, ΧI αἱ., Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179)

Ἦχος α´. ᾨδὴ α´. Θαλάσσης τὸ ἐρυθραῖον.

Ὁ πόῤῥωθεν ὅρους τῆς ζωῆς ἡμῶν * ὡς ἀρχηγὸς τῆς ζωῆς * πρός τὸ συμφέρον
θέμενος Χριστὲ * δεσποτικῷ προστάγματι * τὸν μεταστάντα νῦν ἀναπαῦσον.

Τὸν πόθῳ ἐνταῦθα προελόμενον * τὴν τεθλιμμένην Χριστὲ * καὶ τὴν στενὴν
ὁδὸν ἀσκητικῶς * ὡς εὐγνώμονα δοῦλόν σου * πλατεῖαν τὴν κατάσχεσιν * τῆς
αἰωνίου Σῶτερ δώρησαι.
Τὸν γνώμη καὶ πίστει σε ποθησαντα * καὶ σοῦ κατόπιν Χριστὲ * ἀσκητικῷ
βαδίσαντα θεσμῷ * ὡς ὑπήκοον δοῦλόν σου * καὶ μεταστάντα σύναψον * ταῖς Ἱεραῖς
τῶν μοναζόντων σκηναῖς.

Βραχεῖα ἡ μοῖρα τῆς ζωῆς ἡμῶν * καὶ συντελείας ἐγγὺς * τὸ ἀσφαλὲς οὐκ ἔχει
γὰρ ἐν γῇ * οὐ νεότης οὐ γῆρας βαθὺ * διὸ μὴ βλέπε ἄνθρωπε * μάκρους πρός
χρόνους τῇ ταφῇ παρεστώς.

Θεοτοκίον.

Κατάρα νενέκρωται τῷ τόκῳ σου * παρθένε Μήτηρ Θεοῦ * καὶ ἀφθαρσίας


ἤνθησεν ζωὴ * τοῖς πιστῶς εὐφημοῦσίν σε * διὸ ταῖς σαῖς δεήσεσιν * ὁ μεταστὰς
ζωῆς τετύχηκεν.

ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς Λόγος.

Θάνατος κέκριται* λέλυται κατάρα* μεταβέβληται γὰρ * τὸ ἐπιτίμιον ἡμῶν * ὦ


τὸ τοῦ θανάτου * τῷ ζωηφόρῳ πάθει Χριστοῦ * εἰς καινὴν ζωαρχίαν * ἧς ἀξίωσον
Λόγε * μεταστάντα * ψάλλειν ὡς υἱόν σοι φωτός.

Εἶδον πάντες ἐν τῷ τάφῳ * τίς ὡραῖός ἐστιν * ἤ τίς δυσειδὴς τῇ μορφῇ * τίς
γηραλαῖος * ἤ πρέσβυς * ἤ νεάζων ἀκμῇ * οὐχ ἰδοὺ πάντα κόνις * πάντα τέφρα καὶ
σκώληξ * μάτην ὄντως * πάντες ταραττόμεθα.

Θεοτοκίον.

Λέλυται πέπαυται * ἦρται ἐκ τοῦ μέσου * τοῦ θανάτου πᾶσα * ἡ βασιλεύουσα


ἰσχὺς ἐκ τῆς παρθένου* ἐτέχθη βασιλεὺς ὁ Χριστὸς* καθελὼν τοῦ θανάτου* τὰ
βασίλεια πάντα * καὶ δωρεῖται * τοῖς πιστῶς θανούσιν ζωήν.

ᾨδὴ γ´. Εὐφραίνεται ἐπὶ σοι.

Χορείαις ἀσκητικαῖς * καὶ μοναστῶν θεοσεβῶν τάγμασιν * ὃν προσελάβου


Χριστὲ * τάξον ὡς ἐν πίστει μονάσαντα.

Πατρὸς ἐν ὑπακοῇ * καὶ ἀπαρνήσει κοσμικῆς σχέσεως * τὸν ἐκλεκτὸν δοῦλόν


σου * ζήσαντα ἀναπαῦσον Κύριε.

Τῆς συγγενείας θεσμοὺς * λύει ὁ τάφος δυστυχῶς πάντοτε * καὶ συγκαλύπτει


πικρῶς λίθος * τὸ μνημόσυνον πάντων ἡμῶν.

Θεοτοκίον.

Ἡ ζῶσα ὄντως πηγὴ * ζωῆς ἀξίωσον τυχεῖν ἄχραντε * τὸν τὴν ζωὴν τὴν
πρόσκαιρον * ὄρῳ τοῦ θανάτου λιπόντα πιστῶς.
ᾨδὴ δ´. Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία.

Ἐκ προθέσεως ἀράμενος τὸν σταυρόν σου * τὸν ἐκλεκτὸν σου δοῦλον *


ἀναπαῦσον Σωτὴρ * ἐν σκηναῖς ἁγίων σου * ὡς πίστει μονάσαντα * καὶ θεοσεβὼς
ἐξασκήσαντα.

Τὸν ὑπήκοον γενόμενον μέχρι τέλους * πνευματικῷ ποιμένι * ἀναπαῦσον Λόγε *


μεταστάντα δοῦλόν σου * μισθὸν παρεχόμενος * τῆς ὑπακοῆς τὴν ἀγείρω ζωήν.

Οὐ νεότητα ὁ θάνατος ἀναμένει * οὐκ εὐλαβείται γῆρας * οὐ φρίττει ἀξίας *


πᾶσιν γὰρ ἐπέρχεται * ἁρπάζων τὰ πνεύματα * καὶ πρός κρίσιν ἀγὼν ἀσύγγνωστον.

Θεοτοκίον.

Μὴ παρίδῃς ἀειπάρθενε Θεομήτωρ * τοὺς Θεοτόκον πίστει * σὲ ὁμολογοῦντας *


ἀλλ᾿ ὡς ἀσφαλὴς βοηθὸς * καὶ ζῶντας συντήρησον * θανόντας σῶσαι πρεσβείαις
σου.

ᾨδὴ ε´. Σὺ Κύριέ μου φῶς.

Σὺ ἔνδυσον Χριστὲ * σωτηρίας χιτῶνα φαιδρὸν * τὸν δοῦλόν σου μεταστάντα *


ὡς τὸ ἅγιον σχῆμα * πιστῶς ἀμφιασάμενον.

Σὺ δώρησαι Χριστὲ * ἀνυμνεῖν σε ἀπαύστοις φωναῖς * τῷ δούλῳ σου ὡς


ἐντεῦθεν * πρός σὲ μεσονυκτίῳ * ὀρθρίσαντι σπουδαίᾳ ψυχῇ.

Ὢ θαῦμα φοβερὸν * ὦ μυστήριον ἄφραστον * πῶς γέγονεν ἀμορφία * τὸ


πολύμορφον σκεῦος * ὁ ἄνθρωπος θανὼν καὶ ταφείς.

Θεοτοκίον.

Ἐλέησον ἁγνὴ * τοὺς θερμῶς σε δοξάζοντας * καὶ λύτρωσαι τῆς γεένης* τὸν
θανόντα ἐν πίστει * ταῖς θείαις ἱκεσίαις σου.

ᾨδὴ στ´. Θύσω σοι * μετά.

Νηστείαν* προσευχὴν καὶ ταπείνωσιν Κύριε* τὸν πιστόν σου* ἱκέτην *καὶ
ὑπακοὴν ἐξασκήσαντα* ἀναπαῦσαι* ὡς υῖόν σου ὑπήκοον κέλευσον

Ἐν κόπῳ * καὶ ἁγνείᾳ καὶ μόχθῳ δουλεύσαντά σοι * τὸν πιστόν σου ἱκέτην* ἐν
τῇ ἀναπαύσει τῶν σῶν ἐκλεκτῶν * κατατάξαι * σοῦ δεόμεθα Σῶτερ εὐδόκησον.

Ἐν πίστει* παρεστῶτα τῷ τάφῳ σου τίμιε* ἱκεσίαν προσάγει * ἡ ἀδελφικὴ


ἐκκλησία σου* τῷ Σωτῆρι* ὅπως ἵλεων ἕξης Χριστὸν τὸν κριτήν.

Θεοτοκίον.
Νεκρῶν τε * καὶ τῶν ζώντων Θεὸν σὲ γινώσκομεν * ἐκ Παρθένου τεχθέντα * καὶ
πιστῶς αἰτοῦμεν φιλάνθρωπε * ἀναπαῦσαι * τὴν ψυχὴν τοῦ πρὸς σὲ μεταστάντος
Χριστέ.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν.

Ὑποταγὴν εἰλικρινῆ * καὶ ὑποταγὴν εὐλαβείας * ἐπιδειξάμενον καλῶς * τὸν


πιστόν σου ἱκέτην Σωτὴρ ἡμῶν * μελωδεῖν σοι ἀξίωσον * μεταστάντα ἐκ τοῦ βίου
σὺν τοῖς ἁγίοις.

Τῆς ἀειζώου σου τρυφῆς * καὶ τοῦ νυμφῶνος τοῦ θείου τὸν πρός σε
μεταφοιτήσαντα δεῖξον * ἐν μετοχῇ ὡς ἀγαθὸς * καὶ αὔγασον τὸ φῶς σου αὐτῷ * τοῦ
ἀχλυώδους σκότους * τοῦτον Σωτὴρ ἀφαιρούμενος.

Τῶν ὀρθοδόξων ἐν σκηναῖς* καὶ τῶν μοναστῶν ἐν χορείαις* ὡς μοναστὴν καὶ


ἀσκητὴν* καὶ ὀρθόδοξον Σῶτερ τὸν δοῦλόν σου* καταξίωσον εὔσπλαγχνε* καὶ
συγχώρησιν πταισμάτων * αὐτῷ παράσχου.

Θεοτοκίον.

Τῆς σῆς παστάδος λειτουργὸν * ἄχραντε Παρθένε Μαρία * ἀναδειχθέντα ἐπὶ γῆς
* τὸν πιστῶς μεταστάντα ἱκέτην σου * ταῖς πρεσβείαις σου Δέσποινα * ὡς πιστόν σου
ὑπηρέτην ἀναπαῦσον.

ᾨδὴ η´. Χεῖρας ἐκπετάσας.

Πταισμάτων συγχώρησιν Χριστὲ * καὶ ἐγκλημάτων πολλῶν * παράσχου μόνε


Σωτὴρ * τῷ πιστοτάτῳ σου θρέμματι* καὶ ἀξίωσον αὐτὸν ἀγαθὲ* ἐν παῤῥησίᾳ σοι
βοᾶν σὺν τοῖς ἁγίοις σου* εὐλογεῖτε τὸν Κύριον.

Κριτήριον μένει φοβερὸν* καὶ ἀσυγχώρητον* πᾶσιν ἡμῖν ἀδελφοὶ* ἐκεῖ γὰρ
ἅπαντα κρίνεται* καὶ ἐλέγχεται καὶ δείκνυται* ἃ ἐν τῷ βίῳ σκοτεινὰ ἕκαστος
ἔπραξεν* ἀλλὰ φεῖσαι τὸν μεταστάντα Χριστέ* ὡς φιλάνθρωπος.

Ἠρνήσατο θέλημα σαρκὸς * Σωτὴρ ὁ δοῦλός σου * ζήσας ἐν πνεύματι * Ὅμως


ὡς ἄνθρωπος ἥμαρτεν * καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ πολλὰ * ἀλλ᾿ ὡς εὔσπλαγχνος Θεὸς
* καὶ ἀναμάρτητος * τὴν συγγνώμην * πάντων παράσχου αὐτῷ * σοῦ δεόμεθα.

Ὁ τάφος προκείμενος ἡμῖν * τοῦ σου σκηνώματος * ἀγαπητὲ ἀδελφὲ * σιγῶν βοᾶ
ἡμῖν ἅπαντα * τὰ ἐξαίσια τῶν ἔργων σου * τῆς προσευχῆς σου τὴν σπουδὴν καὶ τὴν
κατάνυξιν * ἀλλὰ εὕροις * νῦν ἐν Χριστῷ τῷ Θεῷ * τὴν ἀνάπαυσιν.

Θεοτοκίον.

Οἰκτείρας τὸ γένος τῶν βροτῶν * ὁ προαιώνων Θεὸς * ἐκ τῆς Παρθένου Μητρὸς


* ἀτρεπτος γίνεται ἄνθρωπος * διαμένων καὶ ἀσύγχυτος * διὸ γευσάμενος ἑκὼν *
θανάτου ὑπερθὲν * τοὺς ἐν πίστει νῦν μεταστάντας ἐκ γῆς * ζωῆς ἀξίωσον.
ᾨδὴ θ´. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι.

Δακρύων τὸν κάματον Χριστέ* τοῦ δούλου σου* καὶ νηστείας Σῶτερ μνήσθητι*
πάντες ἐν πίστει σου δεόμεθα* καὶ μέτοχον αὐτὸν καταξίωσον * γενέσθαι τῆς τρυφῆς
τοῦ νυμφῶνός σου * ὅπως ἐν πίστει μεγαλύνει σε.

Τῆς στάσεως ἄξιον Σωτὴρ * τὸν δοῦλόν σου * τῶν δικαίων * δεῖξον εὔσπλαγχνε
* τῆς εὐωνύμου τῶν ἐρίφων * λυπούμενος αὐτὸν ὑπεράγαθε * καὶ στῆσον δεξιὰ τῶν
θρεμμάτων σου * ὅπως σὺν τούτοις μεγαλύνῃ σε.

Ὁσίως μονάσαντα Χριστὲ * τὸν δοῦλόν σου * καὶ δικαίως * τάξον σκηναῖς
ἑορταζόντων * καὶ πλήρωσον χαρᾶς αἰωνίου σου * στενὴν καὶ τεθλιμμένην
βαδίσαντα ὁδὸν * ἵνα χορεύη ἀγαλλόμενος.

Θεοτοκίον.

Συγχαίρει τῷ τόκῳ ἁγνὴ * τὰ πέρατα * καὶ δοξάζει * καὶ ἀγάλλεται * οὗτος Θεὸς
γὰρ προαιώνων * καὶ πρόσφατος Θεὸς ἀναλλοίωτος * ὑπάρχει ἀληθῶς καὶ γνωρίζεται
* ὃν μεγαλύνων * τὴν ᾠδὴν ἐκπληρῶ.

iv. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ

16. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ

(Crypt. gr. Γ. β. V-Γ. α. XXV ἔχ. 1019, φφ. ιζ΄ β ἤ 1β-ββ)

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ποίημα Κασσίας. Ἁρματηλάτην.

Ὕψος καὶ βάθος τὶς ἐκφρᾶσαι δύναται* τῆς σῆς σοφίας Χριστὲ* καὶ τῆς
δυνάμεώς σου* τὸ ἄπειρον πέλαγος* πῶς ἐκ μὴ ὄντων ἅπαντα* τῇ βουλῇ καὶ τῷ
λόγῳ* τῷ σῷ παρήγαγες Δέσποτα* ὅθεν σε ἀπαύστως δοξάζομεν.

Πέπονθεν πρὶν ἐπιβουλὴν τὸ πλάσμα σου* ἐν τῇ Ἐδὲμ λυτρωτά* καὶ τὸ εἰς γῆν
αὔθις* ἀπελεύσαι ἤκουσεν* ὡς ἐκ τῆς γῆς γενόμενον* οὐκ ἐνέγκας πλὴν τοῦτο* ὑπὸ
τοῦ ᾍδου κρατούμενον* ἦλθες ὁ Σωτήρ μου καὶ ἔσωσας.

Ἐπὶ τῆς γῆς ὁ ἐν ὑψίστοις γέγονας* σαρκὸς θνητῆς μετασχὼν* ἵνα θνητοὺς
πάντας* ἀφθαρσίας Δέσποτα* καὶ εἰς τὴν πρὶν ἀπάθειαν * μεταστήσας ζωώσῃς * διὸ
καὶ νῦν ὃν μετέστησας * τάξον ἐν σκηναῖς τῶν δικαίων σου.

Θεοτοκίον.

Δεδοξασμένα περὶ σοῦ λελάληνται * ἐν γενεαῖς γενεῶν * ἡ τὸν Θεὸν λόγον * ἐν


γαστρὶ χωρήσασα * ἁγνὴ δὲ διαμείνασα * Θεοτόκε Μαρία * διὸ πρεσβείαις σου
λύτρωσαι * τὸν προκοιμηθέντα τῆς κρίσεως.
ᾨδὴ γ´. Ὁ στερεώσας.

Ὅταν ἐλευση ὁ Θεὸς * ἐπὶ τῆς γῆς μετὰ δόξης * καὶ ὡς μέλλῃς * τὰ πρακταῖα
ἑκάστου * μέχρι λόγου παριστᾶν * ἀργοῦ τε καὶ ἐννοίας ψιλῆς * τὸν μεταστάντα
φεῖσαι * καὶ ῥῦσαι τοῦτον τῆς κρίσεως.

Νεκρῶν ἐν τρόμῳ καὶ σπουδῇ* τὸν τάφον ἀποτρεχόντων* ἐκ τῆς σάλπιγγος


ἠχούσης Σωτήρ μου* καὶ ἀγγέλων φοβερῶν σου προστρεχόντων Κύριε* τῷ
μεταστάντι* φεῖσαι* καὶ τάξον τοῦτον ἐν χώρᾳ ζωῆς.

Τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς * σαλευομένων οἰκτείρμον * καὶ στοιχείων


λυομένων ἐν φόβῳ * τὸν ἰκέτην σου φαιδρῶς * πρός ὑπάντησιν ποίησον * ὅτι ἐκτός
σου ἄλλον * Δέσποτα Θεὸν οὐκ ἔγνωκεν.

Θεοτοκίον.

Τῶν Χερουβὶμ καὶ Σεραφὶμ * ἐδείχθης ὑψηλότερα * Θεοτόκε σὺ γὰρ μόνη ἐδέξω
* τὸν ἀχώρητον Θεὸν * ἐν σῇ γαστρὶ χωρήσασα * διὸ αὐτὸν δυσώπει * κρίσεως
ῥῦσαι τοὺς δούλους σου.

ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.

Ὁ τῆς ζωῆς * Κύριος καὶ τοῦ θανάτου Χριστὲ * ὁ σωμάτων * καὶ ψυχῶν ταμίας
τε * ὅταν φρικτῆς * μέλλῃς ἐπὶ γῆς * μετὰ ἀγγέλων τῶν σῶν ἐν δόξῃ ἐλεύσεσθαι *
καὶ κρῖναι πᾶσαν κτίσιν * τὸν πρός σε μεταστάντα * δεξιοῖς σου προβάτοις
κατάταξον.

Νεῦσον Χριστὲ * Κύριε πρός ἱκεσίαν ἡμῶν * καὶ τῆς ἄνω * θείας κληρουχίας
σου * τὸν ἐξ ἡμῶν πίστει εἰς σὲ * προκεκοιμημένον * ἀξίωσον ὡς φιλάνθρωπος *
φωνῆς τε σοῦ ἀκοῦσαι * τῆς γλυκείας καλούσης * εἰς ἀνάπαυσιν τοῦτον δεόμεθα.

Ἅπας βροτὸς * οἴχεται γῆ γάρ ἐστίν, καὶ σποδός * σοὶ δὲ μόνος * μένεις εἰς
αἰῶνας Χριστὲ * ἀνελλειπὴς * μένεις γὰρ Θεὸς * διό σοι βοῶμεν * τῆς σῆς ἀλήκτου
ἀξίωσον * χαρᾶς τὸν σὸν ἱκέτην * τοῦ βοᾶν εὐχαρίστως * τῇ δυνάμει σου δόξᾳ
φιλάνθρωπε.

Θεοτοκίον.

Τῶν πάντων * καύχημα πέλεις ἀνύμφευτε * σὺ προστάτης * σὺ καὶ καταφύγιον *


χριστιανῶν * τεῖχος καὶ λιμὴν * πρός γὰρ τὸν Υἱόν σου * ἐντεύξεις φέρεις πανάμωμε
* αὐτὸν καὶ νῦν δυσώπει * τοὺς προτελειωθέντας * τῆς κολάσεως ῥύσασθαι πάναγνε.

ᾨδὴ ε´. Ἵνά τι με ἀπώσω.


Μετὰ δόξης οἰκτίρμων* ὅταν ἥξῃς τοῦ κρῖναι* δικαίως πᾶσαν τὴν γῆν* καὶ
διαχωρήσης* ἐξ ἀδίκων δικαίους ὡς γέγραπται* δεξιοῖς προβάτοις τὸν ἐξ ἡμῶν*
συναριθμήσας* μεταστάντα οἰκτίρμων ἀνάπαυσον.

Ἀτελεύτητος ὄντως* τοῖς ἀσώτως ζήσασιν* ἐστίν ἡ κόλασις* ὁ βρυγμὸς* καὶ


σκώληξ* καὶ κλαυθμὸς ἀπαράκλητος Κύριε* καὶ τὸ πῦρ ἐκεῖνο* τὸ ἀφεγγὲς* τὸ
σκότος πάλιν* ἐξορῖσαι τὸν δοῦλόν σου εὔσπλαγχνε.

Χαρᾶς τῆς ἀπεράντου* καὶ ἀδιαφθόρου τρυφῆς σου Χριστὲ Σωτὴρ ἡμῶν* τὸν
προκοιμηθέντα* καταξίωσον ὡς εὐδιάλλακτος, τῶν ἐν βίῳ πάντων* ἀμνημόνων*
ἁμαρτημάτων* οὐ γὰρ ἔσχεν ἐκτός σου Θεὸν ἀγαθέ.

Θεοτοκίον.

Ἐν δυσὶ τελείαις ἕνα σε γινώσκομεν φύσεσι Κύριε * ἐνεργείαις ἀμφω * καὶ


θελήσεσιν ὄντα ἀσύγχυτον * τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ γυναικὸς * λαβόντα σάρκα * ἧς
τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.

ᾨδὴ στ´. Ἱλάσθητί μοι Σωτὴρ πολλαὶ γάρ.

Ῥευστοὶ τεχθέντες βροτοὶ ἄῤῥευστοι ἀναστησόμεθα * καθὼς ἐξ ὕπνου φησὶν *


ὡς Παῦλος ὁ πάνσοφος * βροντώσης τῆς σάλπιγγος * ἀλλὰ τότε ῥῦσαι *
κατακρίσεως τὸν δοῦλόν σου.

Ἰλάσθητι ὁ Θεὸς * τῷ δούλῳ σου ἐν ἡμέρᾳ ὀργῆς * ὅταν γυμνοὶ ἐπὶ σοῦ
παραστῆναι μέλλωσιν * τούτου Σῶτερ λύτρωσαι * τῆς φωνῆς ἐκείνης * τῆς σκότος
προπεμπούσης Σωτήρ.

Συγκλείσης ὅτε Χριστὲ * ἐνταῦθα βίον καὶ πρᾶξιν ἡμῶν * καὶ στήσεις πάντων
ἡμῶν * τῶν ἔργων μὴ ἐλέγξῃς Κύριε * ὅνπερ προσελάβου * ἀναμάρτητε τὰ
πταίσματα.

Θεοτοκίον.

Ῥυσθείημεν τῶν δεινῶν πταισμάτων ταῖς ἱκεσίαις σου * Θεογεννῆτορ ἁγνὴ * καὶ
τύχοιμεν πάναγνε * τῆς θείας ἐλλάμψεως τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ
τοῦ Θεοῦ.

ᾨδὴ ζ´. Θεοῦ συγκατάβασιν * τὸ πῦρ.

Τὸ ἀστεκτον Κύριε * τῆς σῆς φρικώδους, ἐπαγωγῆς ἐννοῶν, ὅπως μέλλεις


δικαίως, κατὰ ἔργα * κρῖναι, ἑκάστου ἡμῶν * στενῶν βοῶ σοι * τῷ δούλῳ σου πάριδε
* τὰ ἐν ἁγνοίᾳ Σωτὴρ * καὶ γνώσει πταίσματα.

Ὡς ἔχων μακρόθυμε * φιλανθρωπίας * ἄπλετον πέλαγος * τῶν πρός σε


μεταστάντα * μὴ στήσεις ὅλως τὰ παραπτώματα * ἐν τῇ ἐτάσει * αὐτὸν κατὰ
πρόσωπον * ἀλλὰ συγχώρησον * καὶ σῶσον τοῦτον Χριστέ.
Κριτὰ δικαιώτατε * ὅτε τὰς πράξεις * ζυγοστατήσεις ἡμῶν μὴ δικάσεις δικαίως *
ἀλλὰ νικήσοι * ἡ ἀγαθότης σου * ὑπερσταθμῶσα * τὴν πλάστιγγα Κύριε * ᾗπερ τὰ
φαῦλα Σωτὴρ * ἔργα βαρύνουσιν.

Θεοτοκίον.

Θαυμάτων ἐπέκειμαι * τὸ μέγα θαῦμα * τῆς σῆς ἀσκήσεως * διὰ τοῦτο βοῶμεν *
ἁγνὴ παρθένε * Θεογεννήτρια τὰ σὰ ἐλέη * ἐπ᾿ ἐμοὶ θαυμάστωσον * καὶ τῆς
μελλούσης ὀργῆς * ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.

Ἀπαγωγῆς φιλάνθρωπε* τοῦ προσώπου σου λύτρωσαι* καὶ τῆς φοβερᾶς σου
ἀπειλῆς τὸν δοῦλόν σου* καὶ τοῦτον ἀξίωσον* τοῦ φωτισμοῦ τῆς γνώσεως* καὶ τῆς
συνουσίας τοῦ βοᾶν σοι ἀπαύστως* οἱ παῖδες εὐλογεῖτε* ἱερεῖς ἀνυμνεῖτε* λαὸς
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὁ θυμὸς φιλάνθρωπε * ἐκχυθήτω δεόμεθα * ἐπὶ τοὺς ἐν σοὶ μὴ ἠλπικότας


ὅμως Χριστὲ * ὁ οἶκτος δὲ ἄναται * καὶ ἡ πλουσία χάρις σου * ἐπὶ τοὺς εἰς σὲ
πεπιστευκότας δοθήτω * λαύρας σου γὰρ καὶ ποίμνη * καὶ πρόβατα νομῆς σου * καὶ
σὲ ὑπερυψοῦμεν * εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ τὸ φρικτὸν ποτήριον* τοῦ ἀκράτου κεράσματος* τὸ ἐν τῇ χειρί σου


Λυτρωτὰ δεόμεθα* πραότητι σύμμιξον* καὶ τῆς τρυγίας τούτοις τοὺς σοὺς*
λύτρωσαι ἱκέτην* ὃν* ἐκ γῆς προσελάβου* καὶ τάξον ἐν τῇ χώρᾳ* τῶν πραέων
οἰκτίρμων* ὑμνεῖν καὶ εὐλογεῖν σε* εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἱκετικῶς βοῶμέν σοι Θεοτόκε πανύμνητε * μετὰ τῶν ἀπείρων νοερῶν δυνάμεων
* μαρτύρων ὁσίων τε * καὶ ἀποστόλων καὶ προφητῶν * ποίησον πρεσβείαν * ὑπὲρ
τῶν μεταστάντων * χορεύειν σὺν ἀγγέλοις * ψάλλειν δὲ τῷ Υἱῷ σου * λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.

Ἱστῶντός σου οἰκτίρμον τὸ φοβερὸν* δικαστήριον ὅτε ἡ γῆ καὶ ὑγρᾷ * φόβῳ


πολλῷ* κτήνη καὶ θηρία καὶ ἑρπετά* καὶ τοὺς νεκροὺς* τοὺς ἑαυτῶν ἐν τρόμῳ σου
Σῶτερ ἀποπέμπουσιν πρός τὴν σὴν* ὑπάντησιν σπουδαίως τὸν πίστει μεταστάντα*
δεόμεθά σου μὴ καταισχύνῃς ὑπεράγαθε.

Ἀείμνηστοι πατέρες καὶ ἀδελφοὶ * συγγενεῖς τε καὶ φίλοι καὶ σύμψυχοι τὴν ὁδὸν
* προκαταλαβόντες τὴν φοβερὰν * ἀντὶ μερίδος δέξασθαι * δῶρον τὸ ἐφύμνιον παρ᾿
ἐμοῦ * καὶ ὅσοι παῤῥησίας ἐτύχετε τὸν κτίστιν * ὑπὲρ νοῦν καθικετεύσατε.

Σωτὴρ ἀπελπισμένων σου τὴν φρικτὴν * ὥσπερ εἶπας θυσίαν τελοῦντες φρικτῶς
* καὶ τὴν φρικτὴν * ἑκουσίως ἀγγέλοντες τὴν σφαγὴν * εἰς ἱκεσίαν ἅπαντες * ταύτην
σοι προσφέρομεν ἐκτενῶς * ὑπὲρ τοῦ μεταστάντος πρός σε τὸν Ζωοδότην * ὃν * σὺν
ἁγίοις σου ἀναπαῦσον.

Θεοτοκίον.

Υἱὲ Θεοῦ καὶ Λόγε μονογενῆ* τὸν πιστὸν βασιλέα στεφάνωσον* τῇ πανσθενῇ*
Δέσποτα χειρί σου ὡς ἀγαθός* καὶ δυσμενῶν τὸ κράτος νῦν* ὄλεσον τῷ ὅπλῳ τοῦ
Σταυροῦ* διὰ τῆς Θεοτόκου* καὶ σῶσον τὸν λαόν σου* ἐν τῇ ἀγήρῳ βασιλείᾳ σου.

17. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ

(Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179).

Ἦχος α´. ᾨδὴ α´. Τῷ τὴν ἄβατον κυμαινόμενην.

Τῷ θανάτῳ σου καταπατήσας θάνατον * θείας ζωῆς ἀνέβλυσας * ἀϊδιότητα * ἥν


παράσχου ἀγαθὲ * ταῖς τῶν κοιμηθέντων ψυχαῖς * ταῖς τῶν μαρτύρων σου *
πρεσβείαις ἄφεσιν * πταισμάτων χαριζόμενος.

Ὁ τὸ πλούσιον * Σωτὴρ πηγάζων ἔλεος * τοῖς εὐσεβῶς ἀεὶ προσδεχομένοις σε *


ἐν τῷ οἴκῳ σου Χριστὲ * ἐν τῇ θαυμαστῇ σου σκηνῇ * τόπον ἀνέσεως * παράσχου
Δέσποτα * τοῦ δούλου σου ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Στερεώσασα τὴν κλονουμένην φρέναν μου * Μήτηρ Θεοῦ με καὶ σῶσον θείοις
προστάγμασιν* τοῦ τεχθέντος εκ τῆς σῆς καθηγιασμένης γαστρὸς Υἱοῦ καὶ
καταλύσαντος* τοῦ σοῦ Δέσποινα* τὸ ζοφερὸν βασίλειον.

Ἕτερος εἱρμός. Ὑγρὰν διοδεύσας.

Θανάτῳ τὸν θάνατον τοῦ Χριστοῦ* καὶ πάθεσι πάθος* μιμησάμενοι τὸ σεπτὸν*
οἱ μάρτυρες πάντες * τῆς ἐνθέου * καὶ μακαρίας ζωῆς ἔτυχον.

Νεότητος πταισμάτων παρορῶν * καὶ τὰς ἀνομίας * ὑπερβαίνων Χριστὲ Σωτὴρ *


τὸν προκοιμηθέντα ἱκέτην σου * τοῖς ἐκλεκτοῖς σου συναρίθμησον.

Δόξα.

Ἧς ἔτυχον δόξης τε καὶ χαρᾶς * οἱ τὴν μακαρίαν * κεκτημένοι διαγωγὴν *


μετάδος πλουσίως τοῦ δούλου * ὃν προσελάβου πολυέλεε.

Θεοτοκίον. Καὶ νῦν.

Συνέλαβες Λόγον τὸν τοῦ Πατρὸς* σαρκὶ ἑνωθέντα * καθ᾿ ὑπόστασιν τὴν ἐκ
σοῦ* πανάμωμε κόρη τὸν τὸν ᾅδην* θείᾳ δυνάμει καταργήσαντα.
ᾨδὴ γ´. Ἐν πέτρα με τῆς πίστεως.

Ταῖς τῆς σῆς ὡραιότητος λαμπηδόσιν * αὐγάζεσθαι τὸν πίστει κεκοιμημένον *


ἀξίωσον ὁ πλούσιος ἐν ἐλέει * μετὰ μαρτύρων σου * σὺ γὰρ Θεὸς ἡμῶν * καὶ οὐκ
ἔστιν δίκαιος * πλήν σου Κύριε.

Ἐν τόποις ἀναψύξεως ὡς οἰκτίρμων * ἐν κόλποις Ἀβραάμ τε τοῦ ἐκλεκτοῦ σου*


ἀξίωσον αὐλίζεσθαι τὸν σὸν δοῦλον* τόν σοι κραυγάζοντα* σὺ εἰ Θεὸς ἡμῶν* καὶ
οὐκ ἔστιν δίκαιος* πλήν σου Κύριε.

Θεοτοκίον.

Νεκρωθέντα καὶ πρός γῆν με ἀποστραφέντα * ἀνέστησας τεκοῦσα τὸν ζωοδότην


* ἀνήγαγες ἐξ ᾍδου με κατωτάτου * τὸν Θεοτόκον σε * πίστει δοξάζοντα * καὶ
τιμῶντα πάναγνε * σὲ τὴν Πανάμωμον.

Ἕτερος εἱρμός. Οὐρανίας ἁψῖδος * ὀροφουργέ.

Καθαρθέντες τῆς πάλαι * προγονικῆς πτώσεως * διὰ τοῦ βαπτίσματος * καὶ τῆς
ἀναγεννήσεως * ῥείθροις αἱμάτων τε * τοῖς ἑαυτοῦ ῥαντισθέντες * τῷ Χριστῷ
μακάριοι * συμβασιλεύετε.

Ὡς νεκρὸς ἑκουσίως * κατατεθεὶς μνήματι * καὶ τοὺς κατοικοῦντας ἐν τάφοις *


ἀνακαλούμενος * Σῶτερ εὐδόκησον * ὃν ἐξ ἡμῶν προσελάβου * ἐν σκηναῖς ἁγίων
σοι * τοῦτον κατάταξον.

Δόξα.

Ἀπὸ τῆς εὐσπλαγχνίας * τῆς θεϊκῆς Δέσποτα * καὶ τῆς συμφυῶς νοουμένης *
σοῦ ἀγαθότητος * παρακαλούμενος * ἁμαρτημάτων τὴν λύσιν * παρασχὼν τοῦ
δούλου σου * ἐν σοὶ ἀνάπαυσιν.

Καὶ νῦν.

Σαρκωθεὶς ἐκ γαστρὸς σου * καὶ γεγονὼς ἄνθρωπος * ὁ διαφερόντως ὑπάρχων *


μόνος φιλάνθρωπος * σῴζει τὸν ἄνθρωπον * ἐκ τῶν πυλῶν τοῦ θανάτου * Θεομῆτορ
ἄχραντε * μόνη πανύμνητε.

ᾨδὴ δ´. Ὑμνῶ σε * ἀκοὴν γὰρ Κύριε.

Ἐλπίδι * καὶ ἀγάπη ζήσαντες * καὶ φρονήματι ὀρθοδόξῳ * τῆς ὑπὲρ νοῦν δόξης
σου * ἀξίωσον τὸν σὸν ἱκέτην Χριστὲ * τῇ πολλῇ φιλανθρωπίᾳ σου * τῶν εὐκλεῶν
μαρτύρων ταῖς δεήσεσιν.

Ὡς ἔχων * τῆς τρυφῆς ἀένναον * τὸν χειμάῤῥουν ἀεὶ ποτίζης * τοὺς ἐκλεκτοὺς
Κύριε * μεθ᾿ ὧν καὶ νῦν τὸν μεταστάντα * Χριστὲ * τῇ ἀφάτῳ εὐσπλαγχνία σου *
παρὰ τὸ ὕδωρ δρεῦσον τῆς ἀφέσεως.
Θεοτοκίον.

Ἰάσω * τῷ τῆς Εὔας σύντριμμα * καὶ τὴν πάλαι ταλαιπωρίαν * τὸν κτίστην γὰρ
τέτοκας * τοὺς πτώματι καταῤῥαγέντας ἡμᾶς * ἀνορθῶσαι τὸν δυνάμενον *
Θεογεννῆτορ μόνη * ἀειπάρθενε.

Ἕτερος εἱρμός. Σύ μου Χριστέ.

Ἵνα τὴν σὴν * Δέσποτα δόξαν θεάσωνται * καὶ τῆς αἴγλης * σοῦ τῆς
φωτωδότιδος * ἐν οὐρανοῖς * τύχωσι φαιδρῶς * ἅπασαν βασάνων * ἰδέαν φέρειν
ὑπέμειναν * οἱ μάρτυρες οἱ θεῖοι σοὶ Χριστὲ μελωδοῦντες * τῇ δυνάμει σου δόξᾳ
φιλάνθρωπε.

Πολλαὶ μοναὶ * παρὰ σοὶ Σῶτερ πεφύκασι * κατ᾿ ἀξίαν * πᾶσι μεριζόμεναι *
κατὰ τὸ μέτρον τῆς ἀρετῆς * ταύτας οὖν οἰκτίρμον πληρῶσαι τοῦτον ἀξίωσον * τὸν
πίστει μεταστάντα * τῇ δυνάμει σου δόξᾳ φιλάνθρωπε.

Δόξα.

Ἴσος ἡμῖν * ἄνθρωπος ὤφθης ἀθάνατε * πᾶσιν ἴσος * θάνατον ὑπέμεινας * καὶ
τῆς ζωῆς * ἔδειξας ὁδοὺς * ἧς τὸν μεταστάντα * ἀξίωσον ὡς φιλάνθρωπος *
συγχώρησιν πταισμάτων * ὡς Δεσπότης παρέχων * καὶ φωτὸς μετουσίαν
δωρούμενος.

Θεοτοκίον. Καὶ νῦν.

Σὺ τῶν πιστῶν * καύχημα πέλεις ἀνύμφευτε * σὺ προστάτης * σὺ καὶ


καταφύγιον * χριστιανῶν * τεῖχος καὶ λιμὴν * πρός γὰρ τὸν Υἱόν σου * ἐντεύξεις
φέρεις πανάμωμε * αὐτὸν καὶ νῦν δυσώπει * τοὺς προτελειωθέντας * τῆς κολάσεως
ῥυσθῆναι πάναγνε.

ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγός.

Νενεκρωμένους ἡμᾶς * καὶ τεθειμένους ἐν φρουρᾶ ἤγειρας * ἐκ ζοφερῶν * τοῦ


ᾍδου κευθμώνων * ἁρπάσας ἀγαθὲ * καὶ δείξας ἁγίων * μαρτύρων στρατεύματα.

Διὰ τοῦ σῶσαι ἡμᾶς * ὡς παραγέγονας Χριστὲ * δέξαι νῦν * τὸν εὐσεβῶς * πρός
σὲ μεταστάντα * ἐν κόλποις Ἀβραὰμ * καὶ μετὰ Λαζάρου * αὐτὸν κατασκήνωσον.

Θεοτοκίον.

Ὑπὸ τὴν σκέπην σου * οἱ πεποιθότες ἐκ ψυχῆς ζήσονται * Μήτηρ Θεοῦ * τὸν
γὰρ ζωοδότην * ἐκύησας ἡμῖν * τὸν διακρατοῦντα * τὰ πάντα βουλήματι.

Ἕτερος. Ἵνα τί με ἀπώσω.


Τῆς ἀφράστου σου δόξης * καὶ τῆς ὑπὲρ λόγον σου μακαριότητος * ἐν σκηναῖς
ἁγίων * ἔνθα ἦχος τερπνὸς ἐορτάζοντος * τὸν μεταθέμενον * πρός ἀπαθῆ * ζωὴν
οἰκτίρμον * καταξίωσον μόνε ἀθάνατε.

Ὅπου τάξεις ἀγγέλων * ὅπου τῶν δικαίων οἱ δῆμοι ἀγάλλονται * Ἀβραὰμ ἐν


κόλποις * κατασκήνωσον Σῶτερ τὸν δοῦλόν σου * καὶ σὺν παῤῥησίᾳ * τῷ φοβερῷ *
καὶ θείῳ θρόνῳ * παριστάναι εὐδόκησον εὔσπλαγχνε.

Δόξα.

Ἱλασμὸς ἡμῖν ὤφθης * καὶ δικαιοσύνη τε καὶ ἀπολύτρωσις * καὶ τῷ μώλωπί σου
τὰς ἡμᾶς ἀσθενείας ἰάτρευσας * αὐτὸς οὖν οἰκτίρμων * ὡς ἀγαθὸς * τὸν μεταστάντα
* ἐν τρυφῇ παραδείσου κατάταξον.

Θεοτοκίον. Καὶ νῦν.

Συμπαθῶς ἐλεήμων * τὸ τῆς ἀνθρωπότητος μῶμον ἀνέλαβες * ὁ τῆς θείας δόξης


* ὑπὲρ ταύτης ἐμπρέπον σώμασιν * ἐκ Παρθένου μήτρας * σάρκα λαβὼν *
ἐμψυχωμένην λογικὴν δι᾿ ἧς θάνατον ἔλυσας.

ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Τῆς ἀφράστου καὶ θείας λαμπρότητος* ἔνθα τῶν μαρτύρων* χοροὶ


κατασκήνωσον* ὃν ἀπὸ γῆς μετέστησας* παντουργῷ σου βουλήσει φιλάνθρωπε.

Ἑλλαμφθῆναι τῷ κάλλει τῆς δόξης σου * τὸν καταλειπόντα τὸν βίον ἀξίωσον *
καὶ πρός τὸ φῶς σου Δέσποτα * μετακεχωρηκότα τὸ ἄχρονον.

Θεοτοκίον.

Ῥυομένη προθύμως ἐπίφανον* τοὺς πνεύματος καλουμένους σε πάναγνε


Δέσποινα* ἡ τὸν Θεὸν κυήσασα* τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα.

Ἕτερος εἱρμὸς * Ἰλάσθητί μου Σωτήρ.

Οἱ μάρτυρες σου Χριστὲ * πολλὰς βασάνους ὑπέμειναν * τῷ πόθῳ σου τὰς


ψυχὰς τρωθέντες οἱ ἅγιοι * τῆς σῆς ὀρεγόμενοι * ἀϊδίου δόξης * καὶ γλυκείας σου
μεθέξεως.

Γαστέρα τοῦ δυμενοῦς * θανάτου Σῶτερ διέῤῥηξας * καὶ πάντας τοὺς ἐν αὐτῇ *
δεσμώτας ἀνέστησας * ζωὴν χαρισάμενος * ἧς τὸν μεταστάντα * εὐεργέτα
καταξίωσον.

Δόξα.
Δακρύων καὶ στεναγμῶν * τῶν ἐν τῷ ᾅδῃ τὸν δοῦλόν σου * ἐλευθέρωσον Σωτήρ
* ὡς μόνος γὰρ εὔσπλαγχνος * ἀφεῖλες πᾶν δάκρυον * ἐκ παντὸς προσώπου * τῶν
πιστῶς θεολογοῦντων σε.

Θεοτοκίον. Καὶ νῦν.

Ὁ φύσει Δημιουργὸς * δημιουργήσας ἐν μήτρᾳ σου * ὁ πλήρης καθ᾿ ὁ Θεὸς *


κενοῦται πανάμωμε * ὁ μόνος ἀθάνατος * τὸν ὑπὲρ τῆς πάντων * σωτηρίας θνήσκῃ
θάνατον.

ᾨδὴ ζ´. Ἀντίθεον πρόσταγμα.

Ὁ ὧν καταβέβηκας * ἐπὶ τοῦ σῶσαι * τὸ πάλαι πλανώμενον * ἀνθρώπων γένος


Κύριε * διό σε οἱ μάρτυρες * καθικετεύουσιν * τοῦτον ὃν μετέστησας ἐκ γῆς * ἐν γῇ
πραέων * Σῶτερ ἀναπαῦσον.

Νεκρώσει τὴν νέκρωσιν * ἀπετινάξω* ἐν νεκροῖς ἐλεύθερος* αὐτὸς μόνος


γενόμενος* καὶ νῦν τῆς νεκρώσεως* τῆς ἁμαρτίας Σωτὴρ* λύτρωσαι τὸν δοῦλόν σου
δεικνύς* καὶ κληρονόμον* τῆς βασιλείας σου.

Θεοτοκίον. *

Λυχνία γεγένησαι * τῆς θείας δόξης * ἀπαύγασμα φέρουσα * Παρθένε διὰ


σώματος * ἡμῖν φανερούμενον * καὶ τῆς τοῦ ᾅδου ἀχλὺν * φέγγει τῆς θεότητος αὐτοῦ
* ἐξαφανίζων * Θεοχαρίτωτε.

Ἕτερος εἱρμὸς * Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Ὅλος ὁ πόθος τῶν Μαρτύρων * ἀνατέταλκε πρός μόνον τὸν Δεσπότην * δι᾿
ἀγάπης αὐτοῦ * ἑνούμενος καὶ μέλπων * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.

Νέμοις τοῖς πίστει μεταστᾶσιν * τὴν φαιδρότητα τῆς θείας βασιλείας *


ἀφθαρσίας στολὴν * δωρούμενος καὶ μέλπων * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.

Δόξα.

Πλῆσον χαρᾶς καὶ εὐφροσύνης * ὃν μετέστησας ἱκέτην σου οἰκτίρμον * ἀξιώσας


αὐτὸν * κραυγάζειν σοι καὶ μέλπειν * εὐλογητὸς εἶ Κύριε * ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. Καὶ νῦν.

Λύων τῆς Εὔας τὴν κατάραν * τὴν πανάμωμον κατῴκησας γαστέρα * εὐλογίας
πηγὴν * βλυστάνων τοῖς βοῶσιν * εὐλογημένος Πάναγνε * ὁ * καρπὸς τῆς σῆς
κοιλίας.
ᾨδὴ η´. Κάμινός ποτε * πυρός.

Ἔδειξας ἡμῖν * τοῦ δυσμενοῦς θανάτου * τὰς διεξόδους ὡς ἀθάνατος * τῇ θείᾳ


δυνάμει σου * τὰς εἰσόδους δὲ ἐγνώρισας * τὰς τῆς ζωῆς ἀθάνατε * ἧσπερ νῦν οἱ
μάρτυρες * σοῦ ἐπαξίως ἐπέτυχον.

Κάλλους νοητοῦ* τοῦ σου κατατρυφῆσαι* τὸν μεταστάντα καταξίωσον* τὸ


αἶσχος τὸ δύσμορφον* ἐκκαθαίρων ὡς φιλάνθρωπος* τῆς ἁμαρτίας Δέσποτα* μόνος
γὰρ οὖν ἐδείχθης* τῆς ἁμαρτίας ἀλλότριος

Θεοτοκίον.

Μέγα καὶ φρικτὸν * ὑπάρχει Θεομῆτορ * τῆς σῆς λοχείας * τὸ μυστήριον * Θεὸν
γὰρ συνέλαβες * Ὃν ὁ θάνατος οὐκ ἔστερξεν * καὶ τάφος οὐ διέλυσεν * Ὅθεν σὲ
σωτηρίαν * πάντων ἡμῶν ἐπιστάμεθα.

Ἕτερος εἱρμὸς * Μουσικῶν ὀργάνων * συμφωνούντων.

Ἐπιγείους ἄθλους διελθόντες * οὐρανίους ἔλαβον στεφάνους * οἱ μάρτυρες οἱ


ἀληθεῖς * βοῶντές σοι ἀπαύστως * τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.

Καταβὰς ἐν λάκκῳ κατωτάτῳ * τοὺς ἐν τοῖς μνημείοις κατοικοῦντας *


ἀνέστησας ζωαρχικῇ παλάμῃ καὶ παρέχεις * τοῦ δούλου σου τοῦ πίστει * νῦν
κεκοιμημένου * ἀνάπαυσιν οἰκτίρμον.

Δόξα.

Ὡς πηγὴ ζωῆς τῆς ἀϊδίου * ὡς τρυφῆς ὑπάρχων ὁ χειμάῤῥους * τὸν δοῦλόν σου
τὸν ἐξ ἡμῶν * πρός σὲ μεταθέμενον * ἀξίωσον ὑμνεῖν σε καὶ δοξολογεῖν σε * Σωτὴρ
εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. * Καὶ νῦν.

Μαρία Παρθένε Θεοτόκε * ἡ Θεὸν Σωτῆρα τοῖς ἀνθρώποις * κυήσασα


σωματικῶς * περίσωζε τοὺς πίστει * ὑμνοῦντάς σου τὸν τόκον * καὶ ὑπερυψοῦντας *
αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ἡ τὸν πρὸ ἡλίου.

Ἔχων ἐξουσίαν * καὶ ζώντων καὶ νεκρῶν θεαρχικώτατε * τὸν ἀπὸ γῆς πρός σε
μεταφοιτήσαντα * κληρουχίαν ἐν οὐρανοῖς * παράσχου καὶ λαμπρότητα * τὴν τῶν
ἁγίων Κύριε * καὶ πανενδόξων ἀθλοφόρων σου.

Λόγος ὧν ὁ πάλαι * τὸ εἶναί μοι διδοὺς ζωαρχικώτατε * καὶ τὸ εὖ εἶναι πάλιν


χαριζόμενος * ἐν τοῖς κόλποις τοῖς ὀρεκτοῖς * Ἀβραὰμ τοῦ προπάτορος * τὸν
μεταστάντα δοῦλόν σου * ὡς ἐλεήμων κατασκήνωσον.
Θεοτοκίον.

Σὲ τὴν Θεοτόκον * ἀξίως οἱ πιστοὶ σὲ μακαρίζομεν * τοῖς θεοπνεύστοις λόγοις


σου ἑπόμενοι* σὺ γὰρ μόνη τοῖς ἐπὶ γῆς * Θεὸν ἐκυοφόρησας* τὸν τοῦ θανάτου
λύσαντα τὴν δυναστείαν Μητροπάρθενε.

Ἕτερος εἱρμὸς. Ἔφριξεν.

Ἔχοντες * μάρτυρες Χριστοῦ * τὴν ἀνίκητον ἰσχὺν καὶ ἀήττητον * ἐξεφαυλίσατε


* τὸ τῶν τυράννων * ἄθεον πρόσταγμα * καὶ βασιλείας οὐρανῶν * σαφῶς ἠξιώθητε *
καταλαμπόμενοι * τῆς Τριάδος ταῖς αὐγαῖς * ἀξιάγαστοι.

Λέλυται * ᾌδης ὁ πικρὸς * καταλύσαντος αὐτόν σου φιλάνθρωπε * καὶ


ἀναστήσαντος * τοὺς ἐπ᾿ αἰῶνος * ἐκεῖ καθεύδοντας * ἀλλὰ καὶ νῦν ὡς ἀγαθὸς * τὸν
μεταχωρήσαντα * πρός σὲ τὸν εὔσπλαγχνον * ἀνεσπέρου σου φωτὸς * καταξίωσον.

Δόξα.

Ὅλος εἶ * Σῶτερ γλυκασμὸς * ὅλος εἶ ἐπιθυμία καὶ ἔφεσις * ὄντως ἀκόρεστος *


ὅλος ὑπάρχεις * κάλλος ἀμήχανον * τὸν μεταστάντα οὖν πρός σε * τῆς σῆς
ὡραιότητος * τρυφὰν εὐδόκησον * καὶ τῆς θείας καλλονῆς σου ἀξίωσον.

Θεοτοκίον. Καί νῦν.

Σῶσόν με * Μήτηρ τοῦ Θεοῦ * ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου * Θεὸν
καὶ ἄνθρωπον * διπλοῦν τῇ φύσει * οὐ τὴν ὑπόστασιν * μονογενῆ μὲν ἐκ Πατρὸς * ἐκ
σοῦ δὲ πρωτότοκον * πάσης τῆς κτίσεως * ὃν ἐν φύσεσι διτταῖς μεγαλύνομεν.

18. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΠΡΟΣΩΠΟΝ ΛΕΙΨΑΝΟΥ

(Crypt. gr. Γ.β. V-Γ. α. XXV ἔτ. 1019., Messin. Bibl. S. Salvat. gr. 153 XI αἱ.).

Ἦχος β´. ᾨδὴ α´. Βοηθὸς καὶ σκεπαστής.

Ὁ τὸν θάνατον Σωτὴρ προθανατώσας τῷ σῷ θανάτῳ * νῖκος δὲ ἡμῖν δέδωκας


κατ᾿ αὐτοῦ * ἀναπαῦσον πάσας * τὰς ψυχὰς τῶν εὐσεβῶν * ἐν ὁμολογουμένων σοι.

Χοῦν λαβῶν ὁ πλαστουργός, ἐποίησέν με καὶ ἔπλασέν με * καὶ τῷ ζωηρῷ


ἐμφυσήματι τιμήσας σὸν πλάσμα * καὶ γευσάμενος φθορᾶς ἀνακαλέσω με.

Τὸν πηλὸν ὁ κεραμεὺς ζωοπλαστήσας ἐνέθηκέν μοι * σάρκα καὶ ὀστᾶ καὶ πνοὴν
καὶ ζωὴν * ἀλλὰ ποιητά μου * λυτρωτά μου καὶ κριτὰ * ἀναπαῦσον τὸν δοῦλόν σου.

Κἂν ἐχώρησέν με νῦν ἡ ὀλιγότης τῶν ἡμερῶν μου * ἄφνω τῶν ἐμῶν συγγενῶν
καὶ γνωστῶν * ἀλλ᾿ ἄνες μοι ἄφες * καὶ ἀξίωσον Σωτὴρ τῆς δεξιᾶς σου στάσεως.
Τὰ ἑκούσια Σωτὴρ * καὶ τὰ ἀκούσια πταίσματά μου * καὶ τὰ φανερὰ καὶ κρυπτὰ
καὶ γνωστὰ * καὶ τὰ ἄγνωστα πάντα * συγχωρήσας ἀγαθὲ ἀναπαῦσον τὸν δοῦλόν
σου.

Κἂν μέλλῃς ἀπὸ γῆς Σωτὴρ ἐγειραι τὸ ποίημά σου * τότε δίδου φοβερὲ δυνατὲ *
συγχώρησιν πᾶσιν * τοῖς πιστεύσασιν εἰς σὲ * Χριστὲ τὰ πλημμελήματα.

Πάτερ ἄναρχε ἀρχὴ * τοῦ συνανάρχου Υἱοῦ καὶ λόγου * σύνθρονον Υἱὲ * τοῦ
συνθρόνου Πατρὸς ὁμότιμον πνεῦμα * τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ * Τριὰς τὸν κόσμον
οἴκτειρον.

Θεοτοκίον.

Τίς ἐγέννησεν Υἱὸν * τὸν μὴ σπαρέντα πατρῷον νόμον * τοῦτον οὖν γενναίως ὁ
πατὴρ πλὴν μητρὸς παράδοξον τέρας * σὺ γὰρ ἔτεκες ἁγνὴ * Θεὸν ὁμοῦ καὶ
ἄνθρωπον.

ᾨδὴ γ´. Πρόσεχε οὐρανέ.

Κύριε ὁ Θεὸς τῶν πνευμάτων * καὶ πάσης κτίσεως * ἀναπαῦσον τὴν ψυχὴν τοῦ
δούλου σου.

Ἀθάνατε ἡ ζωὴ τῶν ἁπάντων * ἄνες τῷ δούλῳ σου * καὶ ἄφες πάντα αὐτῷ τὰ
πλημμελήματα.

Ὁ πλάστης μου * τὸ σὸν οἴκτειρον πλάσμα * καὶ ὃν * μετέστησας * ἀναπαῦσον ὁ


Θεὸς εἰς αἰωνίους σκηνάς.

Εὐξώμεθα ὑπὲρ τοῦ τεθνεῶτος τῷ μόνῳ ὄντι Θεῷ * ἵνα ἀναπαύσῃ αὐτὸν * ἐν
παραδείσῳ τρυφῆς.

Ὢ ἄνθρωπε * γῆ καὶ τέφρα καὶ κόνις * γνῶθι τὴν ἔξοδόν σου * καὶ κράξε πρὸ
τελευτῆς * Σωτὴρ ἱλάσθητί μοι.

Θεοτοκίον.

Ἄχραντε * Θεοτόκε Παρθένε * μόνη πανύμνητε * ἱκέτευε τὸν Θεὸν * τοῦ


ἐλεῆσαι ἡμᾶς.

ᾨδὴ γ´. Ἐπὶ τὴν ἀσάλευτον.

Ὁ δημιουργήσας με Πατὴρ * ἄνες συγχώρησόν μοι * ἐκ τοῦ τάφου κράζει ὅν *


μετέστησας.

Ἐξομολογοῦμέν σοι Σωτὴρ * ἥμαρτον ἥμαρτόν σοι * ἀλλ᾿ ἄνες ἄφες μοι ὡς
εὔσπλαγχνος.
Σὺ ὁ ποιμὴν ὁ καλὸς * σὺ εἰς τὰς ἄνω μάνδρας * κατάταξόν με ὡς φιλάνθρωπος.

Φύει ὁ γλυκὺς Ἰησοῦς σὺ τὴν ψυχήν μου ἦρας ἐν σοὶ Χριστὲ Σωτὴρ οἱ κλῆροί
μου.

Σὺ ὁ ἱλασμὸς τῶν ψυχῶν * σὺ εἶ ὁ σωτὴρ τοῦ κόσμου * σὺ εἶ ἡ ἀνάπαυσίς μου


Δέσποτα.

Ὅταν παριστάμεθα γυμνοὶ * τρόμῳ τῷ βήματί σου * τότε Σωτὴρ φεῖσαι τοῦ
δούλου σου.

Τριαδικόν.

Τριὰς μονὰς ὁ Θεὸς * σῶσον ἡμᾶς ἐκ πλάνης * καὶ πειρασμῶν καὶ περιστάσεων.

Θεοτοκίον.

Πύργος ἀσφαλὴς τῶν πιστῶν * γέγονας Θεοτόκε * σῷζε τοὺς πίστει ἀνυμνοῦντάς
σε.

ᾨδὴ δ´. Ἀκήκοα Κύριε τὴν ἀκοὴν σου.

Ὑστέρημαι Κύριε * τῆς συνουσίας τῶν συγγενῶν μου * καὶ τοῦ χρόνου μου
ἐξέλιπον * αἱ ἡμέραι ἄνες μοι κραυγάζει ὁ δοῦλός σου.

Εἰκών εἰμι Δέσποτα τῆς θείας δόξης καὶ συνεχώσθην * τῷ βυθῷ τῆς ἁμαρτίας
μου * διὸ κράζω· ἄνες μοι Σωτὴρ ἐν τῷ κρίνεσθαι.

Τὸ πήλινον ἔνδυμα * τὸ τῆς σαρκός μου ἐξεδυσάμην * ἀλλ᾿ αὐτὸς τῆς ἀφθαρσίας
σου * ἔνδυσόν με * ὅταν ἀναστήσῃς με εὔσπλαγχνε.

Ἐν τρυφῇ Κύριε * τοῦ Παραδείσου ἀξίωσόν με τῆς τοῦ ξύλου ἀπολαύσεως *


δέομαί σου * ξύλον γὰρ ζωῆς ἐγνωρίσθη μοι.

Νεκρὸς γυμνὸς ἄφωνος * εἶδος οὐκ ἔχων ἀλλ᾿ οὐδὲ κάλλος * ἐν μνήματί μου
κείμενος ἐκβοᾶ, ἀλλ᾿ ἄνες μοι Σωτὴρ ὅταν κρίνῃς.

Τὸ θρέμμα σου Κύριε * ὅ ἐξελέξω καὶ προσελάβου * ἐν τῇ ποίμνῇ συναρίθμησον


* τῆς νομῆς σου * ἔνθεν οἱ χοροὶ τῶν ἁγίων σου.

Τριαδικόν.

Τριὰς ἁπλῆ, ἀκτιστε * ἄναρχε φύσις ἐν μονάδι * ὑμνουμένη ὑποστάσεων *


σῶσον ἡμᾶς * πίστει προσκυνοῦντας τὸ κράτος σου.

Θεοτοκίον.

Τὸν ἐκ Πατρὸς ἄχρονον * Υἱὸν ἐν χρόνῳ Θεογεννῆτορ * ἀπειράνδρως


ἀπεκύησας * ξένον θαῦμα * μείνασα παρθένος θηλάζουσα.
ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντα φιλάνθρωπε.

Μή τις ἐν νεότητι ὁρῶν με νεκρὸν* κλαύσῃ με στάξῃ με* τῶν δακρύων


σταλαγμοὺς* ἀλλ᾿ ἐκβοάτω λέγων* ἀναπαῦσον ὁ Θεὸς ψυχὴν ἥν προσελάβου.

Τὸ τοῦ βίου ἄδηλόν μοι τέλος Σωτὴρ* εὔσπλαγχνε Κύριε ἐννοῶν διαπαντὸς* καὶ
τρέμω ἀνακράζων* μὴ συγκαλύψῃ με γῆ* ταῖς ἐν ἁμαρτίαις.

Τῷ χοὶ συμπέφυρμες* ὁ νοῦς τῷ πηλῷ* δέδεμαι λέλυμαι* τῷ προστάγματι τῷ


τοῦ θανάτου ἐπελθόντος * ἀλλ᾿ ὅταν γὲνωμαι ἕν * Σωτὴρ οἰκτείρησόν με.

Ἁμαρτίας Κύριε νεότητάς μου* ᾄδω σοι ψάλλω σοι* καὶ ἀγνοίας μου Σωτὴρ* μὴ
μνησθῇς ἐν τῇ κρίσει* ἀλλ᾿ ἐπελάθου ἐκεῖ* τῶν προημαρτημένων.

Μὴ καταδικάσῃς με τὸν δοῦλόν σου * δέομαι εὔσπλαγχνε * ταῖς ἐμαῖς ἁμαρτίαις


* μηδὲ τοῖς κατωτάτοις τῆς γῆς * καλύψῃ με σοι ἀλλὰ συγχώρησόν μοι.

Ὥσπερ ἄνθος ἔνδροσον* πρωὶ ἐμφυὲν* ἠνθησεν ἠκμασεν* καὶ ὡς κλάδος


ἁπαλὸς* ταχέως ἐμαράνθη* ἐν τῇ ἀώρῳ τομῇ τὴν ζωὴν ἀπώλεσας.

Τριαδικόν.

Τῇ Τριάδι ἅπαντες βοήσωμεν * Ἅγιος Ἅγιος * Ἅγιος εἰ ὁ Θεὸς * Πάτερ Υἱὲ καὶ
Πνεῦμα * ἡ ἐν μονάδι Τριὰς * σῷζε τούς σε ὑμνοῦντας.

Θεοτοκίον.

Ὑπὲρ νοῦν τὸν ἄχρονον* ἐν χρόνῳ Θεὸν κύουσα τίκτουσα* ἀρχὴν γνόντα
χρονικὴν * ἐκ σου τὴν κατασάρκα * Θεογεννῆτορ ἁγνὴ * παρθένος πάλιν μένεις.

ᾨδὴ στ´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ.

Ἐκ τάφοις σοι* κραυγάζει τὸ πρόβατον* ὃν* προσελάβου Ἰησοῦ* εἰ καὶ ἥμαρτόν


σοι* ἀλλ᾿ ὅμως οὐκ ἀπέστη* τῆς ἐλπίδος μου τῆς πρός σε* δικαιοκρίτα.

Τὸ πέλαγος * τῶν πλημμελημάτων μου * τῆς εὐσπλαγχνίας σου Σωτὴρ * ὁ βυθὸς


καλύψει πολλὰ γὰρ τῶν ἀμέτρων * οἰκτίρμων * ἡ ἄβυσσός σου δικαιοκρίτα.

Οἱ φίλοι μου* Σωτὴρ ἕως μνήματος συνηκολούθησάν μοι* καὶ ἀφέντες πάντες*
νεκρὸν ἐβδελυγμένον* ὑπεχώρησαν μόνον με καταλιπόντες.

Οἱ Ἄγγελοι* Σωτὴρ οὓς* ἐκέλευσας* παραλαβείν μου τὴν ψυχήν* τῆς πικρᾶς
τοῦ ᾍδου* λυθείσης καταδίκης* ἐν φωτὶ προσάξουσιν εἰς προσκύνησίν σου.

Τὸ ὄργανον* Σωτὴρ διαλέλυται* βρῶμα σκωλήκων γεγονὸς* ὁ δεσμὸς ἐλύθη τὸ


σκεῦος συνετρίβη* καὶ ὁ χοῦς εἰς γῆν μετελθὼν ὡς τέφρα κεῖται.
Ἀνάπαυσον* ὁ μόνος ἀθάνατος καὶ ἀτελεύτητος Θεὸς* ἥν σὺ προσελάβου*
ψυχὴς ὡς ἐλεήμων* καὶ κατάταξον ἐν σκηναῖς τῶν ἐκλεκτῶν σου.

Τριαδικόν.

Τριὰς εἰμί* ἁπλῆ ἀδιαίρετος* διαιρετὴ προσωπικῶς* καὶ μονὰς ὑπάρχων* τῇ


φύσει ἡνωμένη* ὁ Πατὴρ φησὶν ὁ Υἱὸς * καὶ θεῖον Πνεῦμα.

Θεοτοκίον. *

Ἐκύησας* ἐν χρόνῳ τὸν ἄχρονον Χριστὸν* καὶ Λόγον τοῦ Πατρὸς ἐκ σοῦ
σαρκωθέντα ἐκ Πνεύματος ἁγίου* καὶ διέμεινας ἀφθορος ἡ Θεοτόκος * ἡμᾶς
οἴκτειρον.

ᾨδὴ ζ´. Ἡμάρτομεν * ἠνομήσαμεν * ἠδικήσαμεν.

Τὸν θάνατον ἡ παράβασις ἀντεισήγαγεν * τῷ πρωτοπλάστῳ * ὅταν ἐπιλαθόμενος


οἴμοι τῆς σῆς ἐντολῆς * τοῦ ὄφεως τὴν συμβουλὴν * ὑπακούσας ἐγεύσατο τοῦ ξύλου
Σωτὴρ πάλαι τῆς γνώσεως.

Ἀνάπαυσον κατασκήνωσον * ὃν * μετέστησας ἐν ταῖς αὐλαῖς σου * ἵνα ἐν τῇ


κοινῇ ἀναστάσει * ἐμφανήσαις σοι * τὴν δόξαν κατίδῃ τὴν σὴν * ἀλλ᾿ ἐπάκουσον
Κύριε * τῆς ποίμνης σου ὑπὲρ τοῦ δούλου σου.

Τὰ ἄδηλα * καὶ τὰ κρύφια * τῆς σοφίας σου ἐδήλωσάς μοι * σὺ δὲ ἐθαυμαστώθη


ἡ γνῶσις * ἐξ ἐμοῦ βοᾶ * Δαυΐδ ἀλλὰ γνώρισόν μοι * τὶς ἡ τῶν ἡμερῶν μου *
ὀλιγότης Σωτὴρ * ἵνα γνῷ τί ὑστερῶ.

Βοάτω νῦν * ὁ ἐν μνήματι * κατακείμενος τὰ γεγραμμένα * ἄνθρωπος ἄνθος


χόρτου ὑπάρχων * ἀνατείλαντος * ἡλίου ξηραίνεται * τί σὺν μάτην ταράσσεται * ὁ
χοῦς ὁ πηλὸς * καὶ μετ᾿ ὀλίγον σποδός.

Ἅ ἥμαρτεν * ἐν ζωῇ αὐτοῦ * ὑπεράγαθε ὃν προσελάβου * ἄφες ὡς ἀγαθὸς καὶ


οἰκτίρμων * καὶ ἀναπαῦσον * ἐν χώρᾳ τῶν σῶν ἐκλεκτῶν * καὶ ἀξίωσον εὔσπλαγχνε
* αὐτὸν σὺν ἡμῖν * τῆς βασιλείας σου.

Ἐξελιπὸν* αἱ ἡμέραι μου* καὶ ὁ χρόνος μου μικρὸς ἐν βίῳ* ἄφνω γὰρ τοῦ
θανάτου τὸ κέντρον* ἄνες πάρειμι * καὶ πάντων ἐστέρημαι * τῆς ἐν γῇ παροικίας μου
* καὶ πάντων ἡμῶν * φίλοι γνωστοὶ συγγενεῖς τε.

Τριαδικόν.

Τριὰς ἁπλὴ * ἀδιαίρετε * ὁμοούσιε Τριὰς ἁγία * φῶτα καὶ φῶς * καὶ ἅγια τρία *
καὶ ἕν ἅγιον * ὑμνείται Θεὸς γὰρ ἡ Τριὰς * ἀλλ᾿ ὑμνήσωμεν ὕμνοις ζωὴν καὶ ζωῆς *
καὶ ψυχὴν τῶν πάντων Θεόν.

Θεοτοκίον.
Ὑμνοῦμέν σε * εὐλογοῦμέν σε * προσκυνοῦμέν σε Θεογεννῆτορ * ὅτι τῆς
ἀχώριστου Τριάδος * ἀπεκύησας * τὸν ἕνα Χριστὸν καὶ Θεὸν * καὶ αὐτὴ προανέῳξας
* ἡμῖν τοῖς ἐν γῇ τὰ ἐπουράνια.

ᾨδὴ η´. Ὃν στρατιαί.

Ὁ τὸν Ἀδὰμ * ἐκ φθορᾶς ῥυσάμενος καὶ πᾶσιν τοῖς ἐξ Ἀδὰμ βλύσας τὴν ζωὴν *
ἄνες μοι ἄνες ἄφες * ὅτι ἡμάρτηκά σοι * πλάσμα σου ὑπάρχω * βοᾶ Σωτὴρ ὁ ἐν
μνημείῳ.

Φεῖσαι ἡμῶν * Ἰησοῦ Σωτὴρ ἡμῶν * καὶ λύτρωσαι τοῦ πυρὸς * πάντας ὡς Θεὸς
* ἔργα χειρῶν σου πάντες * καὶ πρόβατα νομῆς σου * τύχωμεν ἐκείνης τῆς μακαρίας
σου ἐλπίδος.

Ὁ τὴν ταφὴν * ὡς θνητὸν δεξάμενος καὶ πᾶσιν λάμψας Σωτήρ * φῶς καὶ τὴν
ζωὴν * ἄνες μοι ἄνες ἄφες * συγχώρησιν παράσχου * ὧν * ἡμάρτηκά σοι * ἐν τῇ ζωῇ
μου τῇ προσκαίρῳ.

Ὁ τεθνεὼς * καὶ σιγῶν βοᾶ ἡμῖν * μὴ κλαίετε ἐπ᾿ ἐμὲ * φίλοι ἀδελφοὶ * ἄφετε
ἀναψύξω * μικρὸν ἐκ τῶν κακῶν μου * θάνατός με ᾖρεν * ὁ συγκλεισμὸς τῆς
ἁμαρτίας.

Ἡμάρτηκα μὴ ἀποῤῥίψης με * ἀλλ᾿ οἴκτειρον ὡς Θεὸς * πλάσμα σου εἰμί * ἔχων


τὸ κατ᾿ εἰκόνα * ἀλλ᾿ οὐ διεφυλάχθη * ὅθεν μοι ἐπῆλθεν * ἡ καταδίκη τοῦ θανάτου.

Εἰ καὶ νεκρὸς * ἐν μνημείῳ πρόκειμαι * ἀλλ᾿ ἔχων μετὰ Κριτοῦ * φύσειν ἀγαθοῦ
* τοῦτο προανέθεμην * ἐκ βρέφους τὴν ἐλπίδα * μὴ οὖν κλαίετέ με * αὐτὸς γὰρ
μέλλει φείσασθαί μου.

Ὅταν καθίσῃς * κριτὴς ὡς εὔσπλαγχνος * καὶ δείξῃς τὴν φοβερὰν δόξαν σου
Σωτὴρ * ὢ ποῖος τότε φόβος * καμίνου καιομένης * πάντων δειλιώντων * τὸ
ἄστεκτον τοῦ βήματός σου.

Τριαδικὸν

Δόξα Πατρὶ* καὶ Υἱῷ καὶ Πνεύματι* τῷ μόνῳ ζῶντι Θεῷ* καὶ δημιουργῶ* δόξα
σοι Θεοτόκε* ὅτι τὸν τῆς Τριάδος* ἕνα συλλαβοῦσα * κοινὴν εἰργάσω σωτηρίαν.

Θεοτοκίον.

Ὡς ἐβάφης* ἁλουργίδος ἄχραντε* ἡ νοητὴ πορφυρὶς* τοῦ Ἐμμανουὴλ * ἔνδὸν ἐν


τῇ γαστρί σου* ἡ σὰρξ ἥν ἐξυφάνθη* ὅθεν Θεοτόκον * ἐν ἀληθείᾳ σὲ τιμῶμεν.

ᾨδὴ θ´. Ἀσπόρου.

Ὁ χρόνος ὃν ἔζησα * βραχὺς καὶ ὀλιγόβιος * μακροὶ αἰῶνες * οἱ τῆς καταδίκης


μου * διὸ φεῖσαι δέομαι * Σωτὴρ τοῦ πλάσματός σου * καὶ εἴτι ἥμαρτον εἰς σὲ * ἐν
τῷ βίῳ τῷ προσκαίρῳ * ἄνες ἄφες ὡς φιλάνθρωπος.
Ὁ πλάσας τὸν ἄνθρωπον* καὶ δοὺς αὐτῷ πνοὴν ζωῆς* καὶ παραδείσου* ποιήσας
οἰκήτορα * τὰς πύλας μοι ἄνοιξον* Ἐδὲμ τῆς μακαρίας* ἵνα τοῦ ξύλου τῆς ζωῆς*
ἀπολαύων εἰς αἰῶνας * προσκυνῶ τὴν βασιλείαν σου.

Τὸ σκεῦος συντέτριπται* τὸ κάλλος μεμελάνωται* καὶ ἡ μορφή μου* φθορᾷ


διαλέλυται* τὰ μέλη ἐσπάρακται* γυμνὰ ὀστέα πάντα* ὁ χοῦς εἰς κόνιν ἐν σορῷ* ποῦ
ἡ γλῶσσα ποῦ τὸ κάλλος* ἰδοὺ πάντα κατασέσηπται.

Μυρίζουσα κάμινος* καὶ κλίβανος καιόμενος* βρυγμὸς ὀδόντων* καὶ σκότος


ἐξώτερον* καὶ σκώληξ ἀκοίμητος* θροοῦσιν τὴν ψυχήν μου* διό μου φεῖσαι ὡς
Θεὸς* ποιητά μου καὶ κριτά μου* ὁ εἰδὼς τὰ τῆς καρδίας μου.

Ὁ μόνος ἀθάνατος* ἀναπαῦσον τὸν δοῦλόν σου* ὃν προσελάβου* ἄνεσιν διδοὺς


αὐτῷ* ἐν τῇ βασιλείᾳ σου* μετὰ τῶν ἐκλεκτῶν σου* καὶ εἴτι ἥμαρτεν Σωτὴρ ἐν τῷ
βίῳ τῷ προσκαίρῳ* ἄνες ἄφες ὡς φιλάνθρωπος

Ἰσχύς μου καὶ ὕμνησις* αὐτὸς ὑπάρχεις Δέσποτα καὶ τὰς ἐλπίδας* εἰς σὲ
ἀναθέμεθα* τὴν πίστιν μου ἄσυλον* φυλάξας μέχρι τέλους* ἀλλ᾿ εἰτι ἥμαρτον
Σωτὴρ* ἐν τῷ βίῳ τῷ προσκαίρῳ* ἄνες ἄφες ὡς φιλάνθρωπος.

Ὢ θάνατε ἄφθαρτε* καὶ μόνε ἀναμάρτητε* ὃν προσελάβου* ἀναπαῦσον Κύριε*


καὶ τάξον φιλάνθρωπε* ἐν τῇ γῇ τῶν πραέων* καὶ εἴτι ἥμαρτεν εἰς σὲ * ἐν τῷ βίῳ τῷ
προσκαίρῳ * ἄνες ἄφες ὡς φιλάνθρωπος.

Τὸν Πατέρα δοξάξωμεν* Υἱὸν ὑπερυψώσωμεν* τὸ θεῖον Πνεῦμα πιστοὶ


προσκυνήσωμεν* Τριάδα ἀχώριστον* μονάδα κατ᾿ οὐσίαν* ὡς φῶς καὶ φῶτα καὶ
ζωὴ* καὶ ζωῶν ζωοῦσα πάντα* καὶ φωτίζουσα τὰ πέρατα.

Θεοτοκίον.

Τὴν πόλιν σου φυλάττε* Θεογεννῆτορ ἄχραντε* ἐν σοὶ γὰρ αὕτη* πιστῶς
βασιλεύουσα* ἐν σοὶ καὶ κρατύνεται * καὶ διὰ σοῦ νικῶσα * τροποῦται πάντα
πειρασμὸν* καὶ σκυλεύει πολεμίους * καὶ διέπει τὸν ὑπήκοον.

V. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΝΗΠΙΑ

19. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΝΗΠΙΑ

(Crypt. gr. Γ. β. V-Γ. α. XXV ἔτ. 1019).

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.

Ὁ σάρκα πτωχεύσας Λόγε Θεοῦ* καὶ βρέφος γενέσθαι* εὐδοκήσας δίχα τροπῆς
* Ἀβραὰμ ἐν τοῖς κόλποις δυσωποῦμεν * ὁ προσελάβου κατάταξον νήπιον.
Παιδίον ὡράθης ὁ πρὸ παντὸς* αἰῶνος ὑπάρχων* καὶ παιδίον ὡς ἀγαθὸς* τὴν
σὴν ἐπὶ γῆς βασιλείαν* ἧς* τὸ παρὸν συναρίθμησον νήπιον.

Πρὸ τοῦ τῶν ἡδέων τῶν ἐπὶ γῆς* ἐν πείρᾳ γενέσθαι* προσελάβου Χριστὲ σωτὴρ
τὸ ἄμεμπτον βρέφος αἰωνίων* καταξίωσας αὐτὸ θείας χάριτος.

Θεοτοκίον.

Σοφίαν καὶ Λόγον ἡ τοῦ Πατρὸς* ἀφράστως τεκοῦσα* τῆς ψυχῆς μου τὸ
χαλεπὸν* θεράπευσον τραύματα καὶ καρδίας τὴν ἀλγηδόνα καταπραῦνον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ὁ πρὸ τέλειος Λόγος * βρέφος ὤφθης τέλειος * βρέφος ἀτελὲς ἡλικίας * πρός σε
μετέστησας * Ὅπερ ἀνάπαυσον * μετὰ δικαίων ἁπάντων * εὐαρεστησάντων σοι *
μόνε φιλάνθρωπε.

Τῶν τοῦ κόσμου ἡδέων * ἀναρπασθὲν ἄγευστον * τῶν ὑπερκοσμίων οἰκτίρμον *


ἀγαθῶν μέτοχον * δεῖξον δεόμεθα * τὸ ἀδιάφθορον βρέφος * ὅνπερ μετετέθηκας θείᾳ
προστάξει σου.

Οὐρανίων θαλάμων* καὶ φωταυγοῦς λήξεως* καὶ ἱερωτάτης χορείας ἁγίων


Κύριε * μέτοχον ποίησον * τὸ καθαρώτατον βρέφος * ὅπερ ὡς ἠῦδοκησας * Σῶτερ
μετέστησας.

Θεοτοκίον.

Ἀπορήσας ἐκ πάντων * ἐπὶ τὴν σὴν ἄχραντε * Δέσποινα καὶ μόνην προσφεύγω
σκέπην βοήθει μοι * πολλὴν συνῆξα γὰρ * τῆς ἁμαρτίας τὸν πλοῦτον * ἀρετῶν
πτώχειας δὲ * ὅλος πεπλήρωμαι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου.

Μὴ τὰ νήπια κλαίωμεν * ἑαυτοὺς δὲ μᾶλλον * ἀποδυρώμεθα * ἁμαρτάνοντες


ἑκάστοτε * ὅπως τῆς γεέννης * λυτρωθείημεν.

Ἐπιγείων ἐστέρησας * Δέσποτα τὸ νήπιον ἀπολαύσεων * οὐρανίων ἀγαθῶν


αὐτὸν * ὡς δικαιοκρίτης * καταξίωσον.

Παραδείσου πολίτην σε * δείκνυσιν μακάριον ὄντως νήπιον * ὃ ἐκ γῆς τε


προσλαβόμενος * καὶ χοροῖς ἁγίων κατατάξας σε.

Θεοτοκίον.

Ἀπὸ χρόνον γενόμενος * τὸν ἐκ τοῦ Πατρὸς * ἀχρόνως ἐκλάμψαντα * Θεομῆτορ


ἡμῖν τέτοκας * ὃν * δυσώπει σῶσαι * τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ ε´. Ἵνα τι με ἀπώσω.

Τῇ δικαίᾳ σου κρίσει * πρὸ τοῦ ἐκβλαστῆσαι τελείως ἐθέρισας * ἁπαλὴν ὡς


χλόην * ὅ * μετέστησας Κύριε νήπιον * ἀλλὰ τοῦτο Λόγε * μεταγαγὼν * εἰς θεῖον
ὅρος * ἀγαθῶν αἰωνίων ἐμφύτευσον.

Ἁπαλὸν ὡς κλάδον* ξίφος ἐπελθὼν τοῦ θανάτου σε ἔτεμεν* μὴ λαβόντα πεῖραν *


κοσμικῶν ἡδονῶν ὦ μακάριε * ἀλλ᾿ ἰδοὺ Χριστός σοι * τῶν οὐρανῶν * πύλας ἀνοίγει
* ἐκλεκτοῖς ἀριθμῶν σε ὡς εὔσπλαγχνος.

Ἐπ᾿ ἐμὲ μὴ θρηνεῖτε * θρήνου γὰρ οὐδὲν ἐπετήδευσα ἄξιον * ἑαυτοὺς δὲ μᾶλλον
ἁμαρτόντας πενθήσατε πάντοτε * συγγενεῖς καὶ φίλοι τὸ τεθνηκὸς * κραυγάζει
βρέφος * ὅπως πεῖραν μὴ σχῂ τῆς κολάσεως.

Θεοτοκίον. *

Ἐμαυτὸν ἀπελπίζω * ὅταν πρὸς τὸ πάθος ἀπίδω τῶν ἔργων μου * ὅταν δὲ εἰς
νοῦν σε ὑπὲρ νοῦν τὴν τεκούσαν τὸν Κύριον * Θεομῆτορ λάβω ἐπάνω ψυχῷ τῇ ἐλπίδι
* προστασίαν γὰρ μόνην σε πέκτημαι.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.

Ὡς νήπιος * ἐπὶ φάτνης ἐτέχθης * καὶ ἀγκάλαις ἐπεδόθης πρεσβύτου * ὁ


βρεφουργῶν * ἐν κοιλίᾳ τὰ βρέφη * καὶ πρὸ τοῦ φθάσαι τελείας εἰς αὔξησιν *
μετάγεις ταῦτα πρός ζωὴν * εὐχαρίστως διό σε δοξάζομεν.

Ἐστέρησας * ἀγαθῶν ἐπιγείων * τὸ γὰρ βρέφος * ἵνα τῶν οὐρανίων σου ἀγαθῶν
* τούτων μέτοχον δείξῃς * μὴ παραβὰν τὸ θεῖόν σου πρόσταγμα * δοξάζομέν σε
ἀγαθὲ * τῶν κριμάτων τὸ βάθος τὸ ἄπειρον.

Ἐβόας τοῖς Ἀποστόλοις ἀφέτε * τὰ παιδία πρός με ἔρχεσθαι Λόγε * ἡ γὰρ ἐμὴ
βασιλεία τοιούτοις * γεγενημένοις ὑπάρχει τὸ φρόνημα * τὸ νήπιον αὐτῶν πρός σε *
μεταστὰν φωτός σου ἀξίωσον.

Θεοτοκίον.

Ὡς τεῖχος * καταφυγῆς κεκτήμεθα * καὶ ψυχῶν τε παντελῆ σωτηρία * καὶ


πλατυσμὸν * ἐν ταῖς θλίψεσι κόρη * καὶ τῷ φωτίσου ἀεὶ ἀγαλλόμεθα * ὦ Δέσποινα
καὶ νῦν ἡμᾶς * ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.

Γράψον ἐν βιβλίῳ σῳζομένων* ὡς φιλάνθρωπος οἰκτίρμον τὸ σὸν βρέφος * ἵνα


χαίρων βοᾶ * τῷ κράτει τῆς σῆς δόξης * εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Αἴγλη τοῦ σου Λόγε προσώπου* καταλάμπρυνον τὸ βρέφος τῷ ἐν πίστει *
μεταστάντι πρός σε* ἀώρῳ ἡλικίᾳ * καὶ μελῳδοῦν πρόσδεξαι * ὁ Θεὸς εὐλογητὸς εἶ.

Θλίψεως αἴτιος ἐδείχθης* τοῖς ποθούσιν σε ὁ χωρισμός σου* ἀλλὰ σοὶ ἀληθῶς*
χαρᾶς καὶ εὐφροσύνης* κληρονομεῖς γὰρ νήπιε * τὴν ζωὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἴδε τὴν θλῖψίν μου Παρθένε * ἥν * ἐπήγασε τὸ πλῆθος τῶν κακῶν μου καὶ πρὸ
τοῦ ἀπελθεῖν * ἀνάψυξίν μοι γὰρ * δίδου * ταῖς μητρικαῖς δεήσεσιν * ἰλέους ἄνοι τὸ
θεῖον.

ᾨδὴ η´. Ἑπταπλασίως κάμινον.

Τοῦ Ἀβραὰμ ἐν κόλποις σε ἐν σκηναῖς ἀναπαύσεως * ἔνθα ἡ χαρὰ τῶν


ἑορταζόντων πάντοτε * ἐν τόποις ἀνέσεως * ἔνθα τὸ ὕδωρ ἐστὶν τὸ ζῶν * τάξοι σε
Χριστὸς * ὁ δι᾿ ἡμᾶς νηπιάσας * βοῶν αὐτῷ ἀπαύστως * ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Λύπης ἡμῖν παραίτιος* καὶ δακρύων ἀείμνηστε* σοῦ ὁ χωρισμὸς* ὡς ἀληθῶς


γεγένηται* πρὸ τοῦ γὰρ σε γεύσασθαι* τῶν ἐν τῷ βίῳ τούτῳ τερπνῶν* ἔλιπες τὴν
ἀπόλαυσιν καὶ γεννητόρων τοὺς κόλπους* ἀλλ᾿ οὖν τοῦ Ἀβραάμ σε* ὑπεδέξαντο
κόλπος* νηπιώσας πάσης* ἀμέθεκτον κηλῖδος.

Μὴ μὲ πενθεῖτε νήπιον* μεταστάντα ὁ κείμενος* κράζει ἀοράτως* οὐ γὰρ πέλω


κλαύσιμος * νηπίοις γὰρ ὥρισε * ἡ τῶν δικαίων πάντων χαρὰ * ἄξια δακρύων μὴ
ποιήσασα ἔργων * Χριστῷ δὲ μελωδοῦμεν ἱερῶς.

Θεοτοκίον.

Εἰς τὴν ἐμὴν βοήθειαν * Θεοτόκε ἀνάστηθι * πρόσχες τῇ δεήσει τῇ ἐμῇ καὶ
ῥῦσαί με * δεινῆς κατακρίσεως * τῆς χαλεπῆς ἐτάσεως * σκότους τε πυρὸς * καὶ τοῦ
βρυγμοῦ τῶν ὀδόντων * δαιμόνων ἐπηρείαις * ἀπὸ πάσης ἀνάγκης * ἐλπὶς
ἀπελπισμένων * ζωὴ ἀπεγνωσμένων.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τοῦτο ὁ οὐρανός.

Χριστὲ ὁ νηπιάσας δίχα τροπῆς * καὶ σταυρῷ ὁμιλήσας θελήματι * καὶ μητρικῶν
πόνων τῆς τεκούσης σε κατιδῶν * τὴν ἀθυμίαν κούφισον * καὶ τὴν ἀχθηδόνα τὴν
χαλεπὴν * νηπίου τοῦ θανέντος * πιστῶς τῶν γεννητόρων * ἵνα δοξάζωμεν τὸ κράτος
σου.

Ἀπέστειλας ἐξ ὕψους παμβασιλεῦ * καὶ λαβὼν τὸ μακάριον νήπιον ὡς καθαρὸν *


Δέσποτα στρουθίον πρός καλιὰς * ἐπουρανίους ἔσωσας * τούτων ἐκ παγίδων
πολυειδῶν * τὸ πνεῦμα καὶ δικαίων * τοῖς πνεύμασιν συνάψας * κατατρυφᾶν τῆς
βασιλείας σου.
Μηδὲν πεπονικῶσιν Λόγε Θεοῦ * τοῖς νηπίοις παρέχεις τὴν οἴκησιν * τῶν
οὐρανῶν * οὕτως γὰρ ηὐδόκησας ἀγαθὲ * ἰσαριθμεὶς τὸ πλάσμα σου * νήπιον
φοιτήσαντα νῦν πρός σε * τὸ ἄλγος τῶν γονέων * αὐτὸς ἐπικουφίζων * ὡς
πανοικτιρμῶν καὶ φιλάνθρωπος.

Θεοτοκίον.

Τὸ ὄμμα τῆς καρδίας διαπαντὸς * ἀτενίζων πρός σε τὴν ἀκοίμητον * τὴν


μητρικὴν * ἔχουσα πρεσβείαν πρός τὸν ἐκ σοῦ * σεσαρκωμένον πάναγνε * κοίμησον
τὰ πάθη μου τῆς ψυχῆς * πρός ὄρθρον μετανοίας * ἐξέγειρόν με κόρη * καὶ τῷ φωτί
σου καταλάμπρυνον.

20. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΝΗΠΙΑ

(Messin. Bibl. S. Salvat. gr. 153 XI αἱ., Messin. Bibl. S. Salvat. gr. 172 ἔτ. 1179).

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ἄσωμεν ᾠδὴν τῷ Θεῷ.

Ἄσωμεν ᾠδὴν τῷ Θεῷ* τῷ ἐπὶ γῆς ὀφθέντι* καὶ νηπιάσαντι φύσει δι᾿ ἡμᾶς* καὶ
σταυρωθέντι σαρκί* καὶ βουλήσει Λόγε* καθυπομείνας ταφὴν * ὅτι δεδόξασται.

Δεῦτε γηγενεῖς καὶ βροτοὶ * τὴν ἡμετέραν φύσιν * νῦν καθορῶντες ὡς χλόην καὶ
σκιὰν * παρερχομένη φόβῳ * πρὸ τοῦ τέλους πάντες * Χριστῷ συνδράμωμεν * τοῦ
ἐλεῆσαι ἡμᾶς.

Σήμερον χωρίζεται τῶν μητρικῶν ἀγκαλῶν * ὥσπερ ἀρνίον ποθούμενον μητρὶ *


τὸ μετελθὸν νήπιον * καὶ Ἀβραμιαίοις * κόλποις ἀνάπαυσον * ἔνθα τρυφὴ καὶ ζωή.

Θεοτοκίον.

Μήτηρ μὲν ἐγνώσθης Θεοῦ * καὶ μετὰ τόκον ὤφθης * ὡς πρὸ τοῦ τόκους
παρθένε Μαριὰμ * ὁ κυηθεὶς γὰρ Θεὸς * καὶ τὸ θαῦμα ξένον * καὶ ἀνερμήνευτον *
τῆς σῆς λοχείας ἐστίν.

ᾨδὴ γ´. Στερέωσον ἡμῶν * τὸν νοῦν καὶ τὰς καρδίας * ὁ τούς.

Ὄναρ καὶ σκιά* ὑπάρχεις πᾶς ὁ βίος* ἄνθος καὶ ἀτμὶς* καὶ δρόσος τὰ παρόντα*
ἰδοὺ γὰρ κεῖται νεκρὸς θρηνούμενος ἄπνους* ὁ χθὲς ἡμῖν διαλεγόμενος.

Τὸ ἄδηλον πιστοί* τοῦ βίου καθορῶντες* ἔργοις ἀγαθοῖς* δουλεύσωμεν Κυρίῳ*


ἰδοὺ γὰρ νήπιον ἄωρον ἐκδιδάσκει * καὶ προδεικνύει τὰ ἐσόμενα.

Ὁ χθές μοι ποθεινὸς μισούμενος ἐξαίφνης * ὡραῖος τῇ μορφῇ * ὁ ὧν ἄμορφος


κεῖται * τῆς μητρικῆς χωριζόμενος συναφείας * τῶν συγγενῶν καὶ τῶν γνωστῶν
αὐτοῦ.

Θεοτοκίον. *
Ἄνω τῷ Πατρὶ ἀχώριστος ὑπάρχων* κάτω ἐκ μητρὸς σαρκοῦται ἀπειράνδρου* ὦ
παραδόξων πραγμάτων τίς ἑρμηνεύσει * τὰ μεγαλεία τῆς Θεόπαιδος.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.

Ἐπιτάφιον σήμερον * ᾠδὴν προσάξωμεν τῷ Κυρίῳ * ἵνα τάξῃ ἐν αὐλαῖς αὐτοῦ *


ὅ μετέστησεν * πιστότατον νήπιον.

Ἐπιγείων ἐστέρημαι * τῇ σῇ κελεύσει Χριστὲ Σωτήρ μου * οὐρανὸν μὴ


στερήσεις με * ἐκβοὰν τὸ θανὸν * ἐν πνεύματι νήπιον.

Τῆς τεκούσης τὰ δάκρυα * καὶ τὴν κατήφειαν καὶ τὸ πένθος * παραμύθησαι


φιλάνθρωπε * τὸ θανόν σοι βοᾶ * πιστότατον νήπιον.

Θεοτοκίον.

Θλιβομένων παράκλησις * Θεοκυῆτορ ὑπάρχει αὕτη * καὶ πιπτόντων


ἐπανόρθωσις * θλιβομένῳν χαρὰ * καὶ πάντων βοήθεια.

ᾨδῇ ε´. Ὀρθρίζοντες βοωμεν.

Εἰς τόπον φωτεινότατον Κύριε * καὶ ἐν χώρᾳ τῶν ἐκλεκτῶν σου * ὁ πίστει
μετέστησας * συγκαταρίθμησον νήπιον.

Ὁ πλοῦτος καὶ ἡ δόξα παρέρχεται * ὥσπερ ὄναρ * τί μάτην ταράττεσθε ἰδοῦ


ὁρατὲ τὶ γίνεσθε.

Τοῖς ῥήμασιν ὡς ἄνθραξι φλέγομαι τοῦ νηπίου * ἡ μήτηρ ὀδύρεται * οἷς χθὲς
ἡμῖν διελέγετο.

Θεοτοκίον.

Τὸν ἕνα τῆς Τριάδος ἐν μήτρᾳ σου * δεξαμένη * διπλοῦν ὄντα τέτοκας * Θεὸν
καὶ ἄνθρωπον Δέσποινα.

ᾨδὴ στ´. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ὁρῶντες τὸν προκείμενον νεκρὸν * τύπον ἀναλάβατε * πρὸ τέλους καὶ φρίξατε *
ὅτι πάντες τῷ αὐτῷ * πόμα πίωμεν.

Τὴν θάλασσαν τοῦ βίου παρελθὸν * τὸ νήπιον ὥρμησεν * λιμένι χρηστότητος *


ἐν ᾧ ἐστίν εὐφραινομένων ἡ κατοίκησις.

Τοῦ βίου τῶν κυμάτων λυτρωθὲν * τὸ ἄκακον νήπιον * ἐῤῥύσθη τοῦ κλύδωνος *
καὶ χορεύει ἐν γαλήνῃ σὺν ἀγγέλοις Θεοῦ.
Θεοτοκίον. *

Τὸ μέγα καταφύγιον ἡμῶν * ὑμνήσωμεν ἅπαντες * τὴν μόνην Θεόνυμφον * δι᾿


αὐτῆς γὰρ τῶν δεινῶν ἐλυτρώθημεν.

ᾨδὴ ζ´. Ὁ δι᾿ ἀγγέλου παῖδας.

Ὡς ἐκ στόματος πάλαι * κατηρτήσω τὸν αἶνον * τῶν θηλαζόντων Κύριε * ὃν


ἐξελέξω παῖδα * ἀναπαῦσον ἐν τῷ χορῷ τῶν ἁγίων σου.

Ἐν τρυφῆ τῶν ζώντων * καὶ ἐν κόλποις τῶν Δικαίων * ὅ προσελάβου νήπιον *


τάξον ὡς ἐλεήμων * παραμυθίαν τοῖς γονεῦσιν δωρούμενος.

Σοῦ τῶν βροτῶν ἡ δόξα * ποῦ τὸ κάλλος ὁρᾶται * ποῦ ἡ μορφὴ τοῦ σώματος *
καὶ ποῦ ἡ ὡραιότης * ἰδοὺ πάντα ὡς σκιὰ * νῦν παρέρχεται.

Θεοτοκίον.

Σεσαρκωμένον Λόγον τὸν ἀμήτορα ἄνω * ἐπὶ τῆς γῆς ἀπάτορα * ἔτεκες Θεοτόκε
* διὸ ἱκέτευε αὐτὸν * ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ η´. Οἱ θεοῤῥήμονες παῖδες.

Τὸ τῆς νεότητος ἄνθος ἐμαράνθη * καὶ ἡ μορφὴ τοῦ προσώπου * καὶ τῶν μελῶν
ἡ εὐπρέπεια * ὥσπερ χόρτος ἐτμήθη * ταχέως ἀρθεὶς ἀπὸ γῆς.

Ὁ νηπιάσας βουλήσει ἐλεήμων * καὶ τὸ ἡμέτερον ὅλον * ἀναμαρτήτως


λαβόμενος * ὃν πιστῶς ἐξελέξω * ἀναπαῦσον νήπιον.

Μετὰ πνευμάτων Δικαίων κατατάξας* ὃν προσελάβου οἰκτίρμων*


συγκαταρίθμησον νήπιον* ἐν τρυφῇ Παραδείσου* ὡς μόνος φιλάνθρωπος.

Θεοτοκίον.

Ἀσποροσύλληπτον βρέφος ἐν νηδύϊ * καὶ ἀπειράνδρως Μαρία * ἐν γαστρί σου


ἐχώρεσας * καὶ τεκοῦσα παρθένος * ὡς πρῴην διέμεινας.

ᾨδὴ θ´. Τὸν προδηλωθέντα.

Ἅπαντες βροτοὶ πρὸ τοῦ τέλους δεῦτε καὶ γνῶμεν τὴν ἡμῶν εὐτέλειαν * ἐν τῷ
τάφῳ κειμένην * ποῖος πένης ἤ βασιλεὺς ἤ δυνάστης * καὶ μὴ τοῖς προσκαίροις
ἀπατώμεθα.

Ποῦ ἡ τῶν προσκαίρων ἰσχὺς* ποῦ ἡ τυραννία* ἰδοῦ πάντα μάταια τὰ τοῦ βίου
ὑπάρχει* τί πλανᾶσθε ὦ βασιλεῖς καὶ δυνάσται * πάντες γὰρ ἐν ἄδη μαρανθήσεσθε.
Μέγα τὸ μυστήριον τοῦ θανάτου ὑπάρχει ποῖος φόβος ἔσται ἐκεῖ * τῆς ψυχῆς
ἐκδημούσης ἐκ τοῦ σώματος πρὸς αἰῶνιον. Νῦν ὄντως ματαιότης τὰ ἀνθρώπινα.

Δεῦτε τελευταῖον ἀγαπητοὶ τῷ θανέντι ἀσπασμοῦ προσοίσωμεν * καὶ


προπέμψωμεν ὕμνοις * ὅπως ἵλεων τὸν Θεὸν τῇ κρίσει * σὺν τῷ κοιμηθέντι
ἐπευξώμεθα.

Θεοτοκίον.

Σὺ εἶ Θεοτόκε τὰ ὅπλα ἡμῶν καὶ τεῖχος σὺ εἶ ἀντίληψις τῶν εἰς σὲ


προστρεχόντων * σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν
ἡμῶν.

You might also like