You are on page 1of 6

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτὴν ἐξόδιον προεξάρχοντες, καὶ

ἐπιτύμβια ᾄσματα, φαιδρῶς ἐκβοήσωμεν· ἡ γὰρ Μήτηρ τοῦ Θεοῦ, κιβωτός τε ἡ πάγχρυσος,
ἑτοιμάζεται, νῦν ἐκ γῆς πρὸς τὰ ἄνω μεταβῆναι, πρὸς παλίνζωον καὶ θείαν,
μεθισταμένη λαμπρότητα.
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν
λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἦχος δ'
Ἀποστόλων ὁ θίασος, παράδόξως ἀθροίσθητε, ἐκ περάτων σήμερον· ἡ γὰρ ἔμψυχος, πόλις
τοῦ πάντων δεσπόζοντος, ἀπαίρειν ἐπείγεται, πρὸς τὰ κρείττω εὐκλεῶς, συγχορεύειν
βασίλεια, τῷ Υἱῷ αὐτῆς, ἧς τῇ θείᾳ κηδείᾳ ὁμοφρόνως, σὺν ταῖς ἄνω στρατηγίαις,
ὕμνον ἐξόδιον ᾄσατε.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν
Κύριον.
Ἦχος δ'
Ἱερέων ὁ σύλλογος, βασιλεῖς τε καὶ ἄρχοντες, σὺν παρθένων τάγμασι νῦν προφθάσετε,
ἅπας λαός τε συνδράμετε, ᾠδὴν ἐπιτάφιον, ἀναπέμποντες ὁμοῦ· ἡ γὰρ πάντων
δεσπόζουσα, μέλλει αὔριον, τὴν ψυχὴν παραθέσθαι εἰς τὰς χεῖρας, τοῦ Υἱοῦ
μεθισταμένη, πρὸς αἰωνίαν κατοίκησιν.
Στίχ. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις καὶ αὐτὸς
λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος δ'
Ἔδωκας σημείωσιν ΤΟ ΑΚΟΥΤΕ
Ὄρος προηγόρευσας, τὸ ἐμφανὲς καὶ περίοπτον, τοῦ Σωτῆρος τὸ κήρυγμα, ἐπ' ἄκρων
φανήσεσθαι, τῶν ὀρέων Μάκαρ, τὴν ὑψηλοτάτην, θεογνωσίαν προδηλῶν, ἐφ' ἥν τὰ ἔθνη
πίστει συντρέχοντα, προθύμως καταφεύγουσι, καὶ τὴν ᾠδὴν ἐκδιδάσκονται, τοῦ Κυρίου
καὶ σῴζονται, σωτηρίαν αἰώνιον.
Ψαλμὸς 116
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ἦχος δ'
Ἄρχων ἐξελεύσεται, καὶ ποιμανεῖ τὸν λαὸν αὐτοῦ, Βηθλεὲμ ἐξορμώμενος, προέφης
θεσπέσιε, Προφητῶν Μιχαία, γλώσσῃ θεοπνεύστῳ, οὗ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν, τῶν τοῦ
αἰῶνος εἰσὶν αἱ ἔξοδοι, τανῦν δέ σου τὴν πρόρρησιν, ἐκβεβηκυῖαν θεώμενοι, διὰ σοῦ
τὸν λαλήσαντα, θεοφρόνως δοξάζομεν.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς
τὸν αἰῶνα.
Ἦχος δ'
Θρόνῳ παριστάμενος, Θεοῦ Προφῆτα σεβάσμιε, καὶ χαρᾶς ἀξιούμενος, καὶ δόξαν
θεώμενος, καὶ τρυφῆς ἐνθέου, θείως ἀπολαύων, καὶ χαρμονῆς πνευματικῆς, καὶ
εὐφροσύνης ἀναπιμπλάμενος, τοὺς πίστει νῦν τὴν μνήμην σου, ἐπιτελοῦντας ἐπόπτευε,
πειρασμῶν ἐκλυτρούμενος, ταῖς ἀπαύστοις πρεσβείαις σου.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον
Ἦχος δ'
Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ,
καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν
ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ
μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.
Aπόστιχα
Ὢ θαύματος καινοῦ! ὢ τεραστίου ξένου! πῶς νέκρωσιν ὑπέστη, ἡ ζωηφόρος Κόρη, καὶ
τάφῳ νῦν καλύπτεται;
Στίχ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Πᾶσα τῶν γηγενῶν, ἡ φύσις χορευέτω· ἰδοὺ γὰρ ἡ Παρθένος, ἡ τοῦ Ἀδὰμ θυγάτηρ, πρὸς
οὐρανὸν μεθίσταται.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.
Λάβε μοι κατὰ νοῦν, τὴν κλίνην τῆς Παρθένου, χοροῖς τῶν Ἀποστόλων, εὐκόσμως
κυκλουμένην, ᾄδουσι τὸν ἐξόδιον.
Θεοτοκίον
Ἦχος β'
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως
τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν
ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται
τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
α
Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ σώματι, τοῦ σοῦ Υἱοῦ
θεοπρεπῶς, ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον,
ἀνοσιουργότροπον, θεία δίκη ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ
Κεχαριτωμένη.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
β
Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς
πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν νῦν σεπτῶς
μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως,
ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
γ
Ἀφρόνως ἀπὸ σοῦ, μακρυνθεὶς Πανοικτίρμον, ἀσώτως τὸν ἐμόν, ἐδαπάνησα βίον, δουλεύων
τοῖς πάθεσι, τοῖς ἀλόγοις ἑκάστοτε· ἀλλὰ δέξαι με, ταῖς τῶν Ἀγγέλων πρεσβείαις,
Πάτερ εὔσπλαγχνε, ὥσπερ τὸν ἄσωτον παῖδα, καὶ σῶσόν με δέομαι.
Μαρτυρικὸν
Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε
Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ
οὐρανοῦ τὴν νίκην ἐδέξαντο. Αὐτῶν ταῖς ἱκεσίαις, ἐλευθέρωσον τοῦ ἀοράτου ἐχθροῦ
Σωτήρ, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον, Τὸν τάφον σου Σωτὴρ ΤΟ ΑΚΟΥΤΕ
Ἀΰλων στρατιῶν, ὑπερέχουσα Κόρη, καὶ τάξεις οὐρανῶν, ὑπερβαίνουσα μόνη, ἐπάξιον τὴν
αἴνεσιν, παρ’ αὐτῶν δέχῃ Πάναγνε· ἀλλὰ πρέσβευε, τῷ σῷ Υἱῷ σὺν Ἀγγέλοις, τοῦ
ῥυσθῆναί με, τῆς τῶν παθῶν τυραννίδος, τὸν μόνον κατάκριτον.
ᾌσωμεν τῷ Κυρίῳ, τῷ ἐν χώρᾳ ζώντων μεταστήσαντι, τὴν αὐτοῦ κατὰ σάρκα, Παναγίαν
Μητέρα τὴν ἄχραντον.
Ἵνα τὸ κάλλος βλέπῃς, καὶ καταπολαύῃς ὡραιότητος, τοῦ Υἱοῦ σου Παρθένε, πρὸς αὐτὸν
μεταστᾶσα ἀνέδραμες.
Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν νεκρωτὴν ᾍδου κυήσασα, καὶ νεκροῖς τοῖς ἀνθρώποις, διὰ
σοῦ τὴν ζωὴν χαρισάμενον.
Ὤφθης καθαρωτέρα, πάντων τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε· διὰ τοῦτο σε
πίστει δοξάζομεν.
Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Ὡς χρησμολέκτην τὸν Μιχαίαν αἰνέσω.

ᾨδὴ α'
Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας ΤΟ ΑΚΟΥΤΕ
Ὡς ἔσοπρον ὄντως εἰλικρινές, Θεοῦ καὶ τῶν θείων, χρηματίζων τῷ Πλαστουργῷ,
παρίστασαι Μάκαρ ὃν δυσώπει, κινδύνων σῶσαι τοὺς πίστει ὑμνοῦντάς σε.
Συνέσεως πλήρης πνευματικῆς, ὑπάρχων Μιχαία, καὶ σοφίας παρὰ Θεοῦ, τὴν τῶν ἐσομένων
ἐμυήθης, ὡς καθαρὸς γνῶσιν πανάριστε.
Χρησμοὺς ἐκτιθέμενος εὐσεβῶς, τὸν Κύριον ἔφης, οὐρανόθεν ἐπὶ τῆς γῆς, φανῆναι
Παμμάκαρ διαγράφων, τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν.
Θεοτοκίον
Ῥυόμενος ὤφθη ἐπὶ τῆς γῆς, τοὺς πρὶν αἰχμαλώτους, ἐπ' ἐσχάτων τῶν ἡμερῶν, σαρκὸς ἐν
προσλήψει Θεομῆτορ, ὁ πρὸ αἰώνων, γνωριζόμενος.
Κανών α', ᾨδὴ γ', τῆς Θεοτόκου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Γῆ καὶ τὰ οὐράνια, τῇ Μεταστάσει σου χαίρουσι, Μήτηρ Θεοῦ, διὰ σοῦ τυχόντα,
παραδόξου ἑνώσεως.
Ἔχαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γῆς, ἀναφερομένην, Θεοτόκε
Πανύμνητε.
Γέγονε παράδοξος, ὥσπερ ἡ κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω καὶ ἡ θεία, καὶ σεπτή
σου Μετάστασις.
Ἤρθης πρὸς σκηνώματα, τὰ ἐπουράνια πάναγνε, οὖσα Θεοῦ, ἄχραντε Παρθένε, καθαρώτατον
τέμενος.
Κανών β', ᾨδὴ γ', τοῦ Προφήτου
Ἦχος πλ. δ'
Σὺ εἶ τὸ στερέωμα ΤΟ ΑΚΟΥΤΕ
Ἡ σὴ γλῶσσα κάλαμος, τοῦ θείου Πνεύματος γέγονε, δι' ἧς ἡμῖν, τὴν τῶν ἐσομένων,
ἐφανέρωσας ἔκβασιν.
Σὺ τὸν προαιώνιον, σάρκα γενόμενον ἔδειξας, ἐν Βηθλεέμ, ἄρχοντα τῶν ὅλων, καὶ
Σωτῆρα ἡγούμενον.
Μύστης ἀκριβέστατος, τῶν ὑπὲρ νοῦν ἡμῖν γέγονας, προφητικοῖς, ἔνδοξε Προφῆτα,
φωτισμοῖς αὐγαζόμενος.
Θεοτοκίον
Ὄρος ἐμφανέστατον, σὺ ἐχρημάτισας Πάναγνε, οὗ ἐπιβάς, Κύριος ἐφάνη, ἐφ' ὃν νῦν
καταφεύγομεν.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Σὺ εἶ τὸ στερέωμα,
τῶν προστρεχόντων σοι Κύριε,
σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων,
καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου».
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ Ε’
Ἀγαθῶν θησαυρέ, πηγὴ ἀέναος, Πάτερ ἅγιε, θαυμαστοποιέ, παντοδύναμε καὶ παντοκράτορ,
πάντες σὲ προσκυνοῦμεν καὶ σοῦ δεόμεθα, τὰ σὰ ἐλέη καὶ τοὺς σοὺς οἰκτιρμοὺς
ἐπικαλούμενοι εἰς βοήθειαν καὶ ἀντίληψιν τῆς ἡμετέρας ταπεινώσεως. Μνήσθητι, Κύριε,
τῶν σῶν ἱκετῶν· πρόσδεξαι πάντων ἡμῶν τὰς ἑωθινας δεήσεις, ὡς θυμίαμα ἐνώπιον σου,
καὶ μηδένα ἡμῶν ἀδόκιμον ποιήσης, ἀλλά πάντας ἡμᾶς περιποίησαι διὰ τῶν οἰκτιρμῶν
σου. Μνήσθητι, Κύριε, τῶν ἀγρυπνούντων καὶ ψαλλόντων εἰς δόξαν σὴν καὶ τοῦ
μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν καὶ τοῦ ἁγίου σου Πνεύματος. Γενοῦ αὐτῶν βοηθὸς
καὶ ἀντιλήπτωρ· πρόσδεξαι αὐτῶν τὰς ἱκεσίας εἰς τὸ ὑπερουράνιον καὶ νοερόν σου
θυσιαστήριον.
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Κάθισμα τοῦ Προφήτου
Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον ΤΟ ΑΚΟΥΤΕ
Σὲ δοχεῖον εὑροῦσα ἁγνὸν καὶ ἄμωμον, ἡ τοῦ Πνεύματος χάρις ἐν σοὶ ἐσκήνωσε, καὶ τὰ
μέλλοντα σαφῶς, ὡς ἐνεστῶτα εἰπεῖν, τὴν σὴν διήγειρε ψυχήν, Προφῆτα κήρυξ τοῦ
Χριστοῦ· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων, σοῦ ἐπαξίως μνήμην τὴν
ἔνδοξον.
Δόξα... Καὶ νῦν... Προεόρτιον
Ἦχος γ', Τὴν ὡραιότητα ΤΟ ΑΚΟΥΤΕ
Τὰ προεόρτια τῆς Μεταστάσεως, πανηγυρίζοντες τῆς Θεομήτορος, ἀγαλλιώμενοι φαιδρῶς,
πρὸς αὐτὴν ἀνακράξωμεν· Χαῖρε ἡ ἀπαίρουσα, ἀπὸ γῆς πρὸς οὐράνια, χαῖρε ἡ τὰ πέρατα,
τῇ Κοιμήσει ζωώσασα· διὸ νῦν μεταβαίνουσα μέμνησο, τοῦ κόσμου ἡ Κεχαριτωμένη.
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ ΣΤ’
Εὐχαριστουμέν σοι, Κύριε ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὅτι πάντα ποιεῖς εἰς εὐεργεσίαν
τῆς ζωῆς ἡμῶν, ἵνα διὰ παντὸς πρὸς σὲ ἀποβλέπωμεν, τὸν σωτῆρα καὶ εὐεργέτην τῶν
ἡμετέρων ψυχῶν· ὅτι διανέπαυσας ἡμᾶς ἐν τῷ παρελθόντι τῆς νυκτὸς μέτρῳ καὶ
ἐξήγειρας ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν καὶ ἔστησας εἰς προσκύνησιν τοῦ τιμίου ὀνόματός
σου. Διὸ δεόμεθά σου, Κύριε· δὸς ἡμῖν χάριν καὶ δύναμιν, ἵνα καταξιωθῶμεν ψάλλειν
σοι συνετῶς καὶ προσεύχεσθαι ἀδιαλείπτως ἐν φόβῳ καὶ τρόμῳ, τὴν ἑαυτῶν σωτηρίαν
κατεργαζόμενοι, διὰ τῆς ἀντιλήψεως τοῦ Χριστοῦ σου. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν
νυκτὶ πρὸς σὲ βοώντων· ἐπάκουσον αὐτῶν καὶ ἐλέησον καὶ σύντριψον ὑπὸ τοὺς πόδας
αὐτῶν τοὺς ἀοράτους καὶ πολεμίους ἐχθρούς.
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κοντάκιον Προεόρτιον
Ἦχος δ'
Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν
εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Ὁ Οἶκος
Νῦν εὐφραινέσθω οὐρανός, σκιρτάτω πᾶσα κτίσις· ἰδοὺ γὰρ ἡ Παρθένος ἀπὸ γῆς ἀπαίρει,
καὶ πρὸς Παράδεισον μολεῖ, πᾶσι σωτηρία ἐπεφάνη ἐκ Θεοῦ, πρεσβεύουσα καὶ σκέπουσα.
Διὸ καὶ Ἀποστόλων ἐπέδραμε πᾶσα ἡ χορεία, ἐκ περάτων ἀθροισθεῖσα· νεφέλαι γὰρ
ἐφάνησαν ἄφνω ἁρπάσασαι αὐτούς, ἐπέστησαν ἅμα τῇ Μητρὶ καὶ τῷ Υἱῷ, καὶ ἀνεβόων·
Χαῖρε θησαυρὲ τοῦ Μάννα τῆς διαθήκης, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου.
Στίχοι
Ἐκ γῆς μὲν ἤρθην, εἰδὲ καὶ πόλον φθάσω,
Χάριν Μιχαίας εἴσομαί σοι τῷ ξύλῳ.
Μιχαίας δεκάτῃ ξύλῳ ἤρθη ἠδὲ τετάρτῃ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. εξαποστειλάριον
Προσφόρως ἐξελευσεται, ἄρχων τε καὶ ἡγούμενος, ὃς ποιμανεῖ ἐν εἰρήνῃ, λαὸν αὐτοῦ σὺ
προέφης, Θεοῦ Προφῆτα Μιχαία, Βηθλεὲμ ἐξορμώμενος, οὗ ἀληθῶς αἱ ἔξοδοι, ἐξ ἡμερῶν
τοῦ αἰῶνος, δι' οὗ ἐσώθημεν πάντες.
Ἐξαποστειλάριον τῆς Θεοτόκου
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σοῦ τῆς σεπτῆς Κοιμήσεως, τὴν μνήμην τὴν ὑπέρλαμπρον, πανηγυρίζοντες πόθῳ, ἐξᾴδομεν
Θεοτόκε· σὺ δὲ ὡς Μήτηρ ἄχραντε, πρὸς τὸν Υἱὸν ἀπαίρουσα, ἐν δόξῃ σου καὶ Κύριον,
Χριστιανῶν ὑπερεύχου, τῶν πίστει σε ἀνυμνούντων.
Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων,
παντοδυνάμῳ νεύματι.
Στίχ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων,
πρὸς τὸν Υἱὸν μεθίσταται.
Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.
Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα,
τὸ θεῖον καὶ ἀκήρατον.
Θεοτοκίον
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ ΤΟ ΑΚΟΥΤΕ
Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον
πλάστην, οἰκτιρῆσαι τοὺς δούλους σου.
Κέλευσον, Δέσποτα.
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.
Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπί τῶν
Χερουβείμ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προκείμενον τῆς ἡμέρας, Ἦχος δ'
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
ΔΕΥΤΕΡΑ ΙΑ΄, ΕΒΔΟΜΑΔΟΣ
Πρὸς Κορινθίους Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:3-15
Ἀδελφοί, ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστι. Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας
ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω
περισσοτέρως εἰς ὑμᾶς. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλά, ἀπὸ μέρους ἵνα
μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε
τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ
καταποθῇ ὁ τοιοῦτος. Διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. Εἰς τοῦτο γὰρ καὶ
ἔγραψα, ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. ᾯ δέ τι χαρίζεσθε, καὶ
ἐγώ· καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι, δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, ἵνα μὴ
πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν ᾿Ελθὼν δὲ εἰς τὴν
Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα
ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου· ἀλλὰ ἀποταξάμενος
αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν. Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ
Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ· ὅτι
Χριστοῦ εὐωδία ἐσμέν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,

Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος β΄


Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν.
Στίχ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ
προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν
τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ
(τοῦ δεῖνος).
+ Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι
ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ
Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.
Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον
φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου
κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς
σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ
πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν
ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ
ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ ΙΑ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον, κγ΄ 13 - 22
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ
Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ
προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ
Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων·
ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Οὐαὶ ὑμῖν,
γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν
ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον
ὑμῶν. Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς
δ' ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ
χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν
ἐστιν, ὃς δ' ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. μωροὶ καὶ τυφλοί! τί γὰρ
μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ὁ οὖν ὀμόσας ἐν τῷ
θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ
ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ
θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.

You might also like