You are on page 1of 11

παράκληση https://www.proseyxi.

com/paraklisi-eis-tous-agious-kyrikos-ioullitas/

Σύντριψον Κύριε ὁ Θεός μου, τὰ θανατηφόρα πάθη τὰ τῆς καρδίας μου· ἐὰν γὰρ σὺ
καταλύσῃς οἶκον, τῆς σαρκὸς καὶ κτίσῃς οἶκον τοῦ πνεύματος, εἰς μάτην
ἐστὶ φυλάσσων, ὁ πολεμῶν τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με./
Δῶρον καὶ μάστιγά μοι παιδείας, τὸν ἐχθρὸν Οἰκτίρμον πρὸς τὸ συμφέρον δέδωκας· τὸ
γὰρ κακὸν αὐτοῦ συνεργεῖ μοι, προαιρέσει οὐκ ἀγαθῇ εἰς καλόν· ἐγὼ δέ
σοι οὐ προσφεύγω, δι' εὐχῆς εὐχαρίστου. Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με./
Πάθη καὶ θάνατον κατεδέξω, δι' ἐμὲ ἵνα παθῶν καὶ θανάτου φθορᾶς, ἐλευθερώσῃς ὡς
ζωοδότης, καὶ τὴν πρὶν ἀπάθειαν ἀποδώσῃς μοι· διό με κείμενον
Σῶτερ, τῆς ἁμαρτίας ἐν τάφῳ, ἔγειρον, πρὶν αἰώνιος θάνατος, λάβῃ με./
Στιχηρὰ τῶν Ἁγίων Μαρτύρων
Νηπιόφρονα τύραννον, ἐν τελείῳ φρονήματι, ἀτελεῖ τε σώματι, μάρτυς Κήρυκε,
ἀνδρειοφρόνως κατῄσχυνας· διὸ πρὸ βημάτων σε, ἀπηνῶς
δικαστικῶν, καταβάλλει θανάτῳ σε, μνηστευόμενος, τὴν ζωὴν τὴν ἀγήρω, ἧς ἐπέβης, ἐν
ἀτμίζοντι εἰσέτι, περιρρεόμενος αἵματι./
Ὡς κατάκαρπος ἄμπελος, ταῖς ἀρδείαις τοῦ Πνεύματος, Ἰουλίττα ἔνδοξε, τὸν ἐκ
σπλάγχνων σου, ἀναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καὶ ληνοῖς
μαρτυρικοῖς, ἀληθῶς ἐκθλιβόμενον, μεθ' οὗ βλύσασα, κατανύξεως οἶνον, τὰς καρδίας
κατευφραίνετε τῶν πίστει, ἐπιτελούντων τὴν μνήμην ὑμῶν./
Αἰκισμοῖς ὁμιλήσασα, καὶ ποικίλαις κολάσεσιν, ἀνδρικῶς ὑπέμεινας Ἀξιάγαστε, τοῖς
ὀφθαλμοῖς ἐνορῶσα δέ, υἱοῦ τὴν τελείωσιν, τὸ μαρτύριον διπλοῦν, Ἰουλίττα
διήνυσας· ὅθεν νέμει σοι, καὶ διπλοῦς τοὺς στεφάνους, ἀθλοθέτης, ὁ τὴν νίκην τοῖς
ἀθλοῦσιν, παντοδυνάμως δωρούμενος./
Δόξα/
Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον· Τὶς ἑώρακε νήπιον, τριετῆ
ὄντα, τύραννον αἰσχύναντα; ὢ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ
τιθηνούμενος τῇ γαλουχῷ ἐβόα· Μὴ πτοοῦ μῆτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ
κοσμοκράτορος· Χριστὸς γὰρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν./
Καὶ νῦν/
Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι
ποιήσαντι. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα
πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν
ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ
πλανηθέν, ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ
τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ
Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος./ απόστιχα
Ὁ τριετὴς μὲν τὸ σῶμα, τὴν δὲ ψυχὴν πολιός, ὁ φερωνύμως κήρυξ, γεγονὼς τοῦ
Δεσπότου, μητρῴων ἀποσπᾶται ἐξ ἀγκαλῶν, καὶ θυσία προσφέρεται, ὡς
τριετίζουσα δάμαλις σὺν μητρί, Ἰουλίττῃ τῇ θεόφρονι./
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Τῇ ἱερᾷ ξυνωρίδι, μητρὸς ὁμοῦ καὶ παιδός, τῇ ἀγωνισαμένῃ, καρτερῶς καὶ γενναίως,
προσάξωμεν δεήσεις, ὅπως Χριστῷ, ἀδιαλείπτως πρεσβεύωσιν, ὑπὲρ
ἡμῶν τῶν ἐν πίστει τὴν ἱεράν, τούτων μνήμην ἐκτελούντων ἀεί./
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ο Κύριος
Δεῦτε φιλέορτοι πάντες ἀνευφημήσωμεν, ἀρρενόφρονα γνώμην, γυναικείᾳ ἐν φύσει,
στερρῶς ἀντεχομένην τῆς εἰς Χριστόν, εὐσεβείας καὶ πίστεως, καὶ
καταβάλλουσαν τύραννον δυσσεβῆ, σὺν ἀθέῳ τῷ φρονήματι./
Δόξα/
Ὁ τριετὴς τὴν Τριάδα ἐκήρυττε, καὶ γαλουχῶν τὴν μητέρα ἐστήριζε. Παῦσον ὦ μῆτέρ
μου, τὸν ὀδυρμὸν τῶν δακρύων, ἄνωθεν ὁ Κτίστης βλέπει, καὶ σῴζει τὰς
ψυχάς ἡμῶν./
Καὶ νῦν/ Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
όρθρος
Ἡ λογικὴ Χριστοῦ ἀμνάς, Ἰουλίττα, σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ, δικαστικοῦ πρὸ
βήματος παρέστησαν, εὐθαρσῶς κηρύττοντες, τὴν Χριστώνυμον
κλῆσιν, οὐδόλως ἐπτοήθησαν ἀπειλὰς τῶν τυράννων, καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς,
ἀγγαλιῶνται Χριστῷ παριστάμενοι./ Δόξα/ Και νυν/ το απ'αιώνος/
ψαλμός 109 110 111 Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...Ψαλμὸς 112 113 114 Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν... Ψαλμὸς 115 116 117 Μετὰ τὴν α
Ἐξέστη ἡ πληθύς, τῶν ἀΰλων Ἀγγέλων, ὁρῶσα τὴν λαμπράν, ἣν ἐτέλεσας νίκην, ἀήττητε
Κήρυκε, νηπιάζοντι σώματι, πῶς τῷ δράκοντι, τῷ νοητῷ
συνεπλάκης, καὶ κατέρραξας, τούτου συνθλάσας τὴν κάραν, τῇ πέτρᾳ τῆς πίστεως./
Δόξα/ Και νυν/
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ
πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς
δούλους σου./
μετα την β στιχ
Πῶς τοὺς ἀγῶνάς σου, Μάρτυς ὑμνήσωμεν, πῶς τὰς ὀδύνας σου, ἐπαίνοις στέψωμεν, οὕς,
Ἰουλίττα καρτερῶς, ἀνέτλης ὑπὲρ τοῦ Κτίστου; τὸ
γὰρ σῶμα εἴασας, αἰκισμοῖς καταξαίνεσθαι, τὴν ψυχὴν δὲ βέλεσι, συμπαθείας
ἐμπείρεσθαι, τὴν θλάσιν τοῦ υἱοῦ σου ὁρῶσα, μεθ’ οὗ σωθῆναι ἡμᾶς ἱκέτευε./
Δόξα/ Και νυν/
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ
καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω
ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ, καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ
Κεχαριτωμένη./
ψαλμός 118
ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (ἐκ γ')
Κύριε, ἐλέησον. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
ΣΤΑΣΙΣ ΤΡΙΤΗ
᾿Επίβλεψον ἐπ᾿ ἐμὲ κ
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ
ἐπελαθόμην.
Δόξα... Καὶ νῦν...
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ').
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Μετὰ τὸν Ἄμωμον, Καθίσματα ἕτερα
Σήμερον τὰ τῶν Ἀγγέλων στρατεύματα, ἐν τῇ μνήμῃ τῶν Ἀθλοφόρων παραγέγονε, τὰς τῶν
πιστῶν διανοίας φωτίσαι, καὶ τὴν οἰκουμένην τῇ χάριτι
φαιδρῦναι, δι' αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος./
Ψυχὰς ἃς μετέστησας, ἐκ τῶν προσκαίρων πρὸς σέ, ἀνάπαυσον Κύριε, ὡς Παντοδύναμος,
καὶ μόνος ἀθάνατος, ἄνες ἄφες οἰκτίρμον, τὰ αὐτοῖς
πεπραγμένα, ἐλέησον ἐλεῆμον, τῶν χειρῶν σου τὰ ἔργα, πρεσβείαις τῆς Θεοτόκου, μόνε
φιλάνθρωπε./
Τοῦ βίου τὸ πρόσκαιρον, διαπεράσαντες, μετέστησαν Κύριε, πρὸς σὲ τὸν εὔσπλαγχνον,
πιστῶς οἱ βιώσαντες, οὕς περ ἐπὶ τὸν τόπον, τῆς ἀνέσεως
τάξον, στῆσον ἐκ δεξιῶν σου, ἐν ἡμέρᾳ τῆς δίκης, τὰ τούτοις ἡμαρτημένα,
παραβλεψάμενος./
Δόξα/ Καὶ νῦν/
Πιστῶν ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή,
Παρθένε Θεόνυμφε· ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς Θεὸν μεταστάντων, φάνηθι
νῦν μεσῖτις, καὶ σωτήριος πύλη, πρὸς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα./
ψαλμός 50 ωδή πρώτη
δόξα/ και νυν/ ωδή α κανόνες
Κανὼν εἰς Κοιμηθέντας, οὗ ἡ Ἀκροστιχίς.ᾨδὴ α'
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ,
σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο./
Κρατήσας, τῆς δεξιᾶς τῶν δούλων σου, χειρὸς ὁδήγησον, ἐπὶ ζωὴν αἰώνιον Χριστέ, ἐπὶ
θέαν τοῦ κάλλους σου, τοὺς ἀθλοφόρους Μάρτυρας, τῆς
ἀληθείας δυσωπούμενος./
Ἀφράστου, καὶ μακαρίας δόξης σου, τοὺς μεταστάντας πρὸς σέ, κληρονομεῖν ἀξίωσον
Χριστέ, ὑπερβαίνων τὰ πταίσματα, καὶ δικαιῶν τῇ χάριτι, καὶ τῇ
ἐκχύσει τοῦ σοῦ αἵματος./
Νεκρώσει, τὸν νεκρωτὴν ἐνέκρωσας, τῇ ζωηφόρῳ σου, ὁ τοῖς νεκροῖς ἐμπνέων τὴν ζωήν,
ζωοδότα Χριστὲ ὁ Θεός, αὐτὸς καὶ νῦν ἀνάπαυσον, οὓς προσελάβου
πιστούς δούλους σου./
Σταυροθεοτοκίον
Ὡραῖος, τοῖς ὑπερτάτοις κάλλεσι, καθὸ Θεὸς ὁ Υἱός, ὡς δὲ ἐκ σοῦ Παρθένε σαρκωθείς,
καὶ τῷ ξύλῳ κρεμάμενος, κάλλος οὐκ εἶχε θάνατον, τὸν ὑπὲρ πάντων
προσιέμενος./
Ὁ Κανὼν τῶν Ἁγίων Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.ᾨδὴ α'
Κηρύξαντες Λόγον τὸν ἐκ Πατρός, σαφῶς γεννηθέντα, σαρκωθέντα τε ἐκ μητρός, μάρτυρες
τῶν τούτου παθημάτων, διὰ παθῶν καὶ θανάτου γεγόνατε./
Ἡ ἔνθεος Μάρτυς ὡς φωταυγής, σελήνη συνοῦσα, τῷ Ἡλίῳ τῷ ἐξ αὐτῆς, τεχθέντι Κηρύκῳ
πᾶσαν κτίσιν, ταῖς τῶν θαυμάτων ἀκτῖσι φωτίζουσι./
Ῥεόντων ἠλλάξω τὰ μηδαμῶς, κινούμενα Μάρτυς, καὶ ἀγκάλαις τὸν σὸν υἱόν, φέρουσα σὺν
τούτῳ τῶν ἀνόμων, καὶ διαβόλου τὴν πλάνην ἠμαύρωσας./
Ὑπάρχουσα γένους περιφανοῦς, διὰ μαρτυρίου, καὶ βασάνων πολυειδῶν, μάρτυς Ἰουλίττα
Βασιλέως, τοῦ ἀθανάτου θυγάτηρ γεγένησαι./
Θεοτοκίον
Κατήργηται θάνατος διὰ σοῦ, καὶ ᾍδου τὸ κέντρον, ἠφανίσθη Μήτηρ ἁγνή· σὺ γὰρ τὸν
ἀθάνατον Δεσπότην, θανατωθέντα σαρκὶ ἀπεκύησας./
ᾨΔΗ ΤΡΙΤΗ
Δόξα... Καὶ νῦν...
Κανὼν Νεκρώσιμος, ᾨδὴ γ'
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός,
ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος,
πλὴν σοῦ φιλάνθρωπε./
Νενικηκότες, τῶν εἰδώλων τὴν πλάνην οἱ Μάρτυρες, τὸν Δεσπότην καὶ Θεόν, νῦν
δυσωποῦσι δωρήσασθαι, τοῖς προτελευτήσασι θείαν ἀνάπαυσιν./
Τὴν στρεφομένην, διαβῆναι ῥομφαίαν εὐδόκησον, καὶ τοῦ ξύλου τῆς ζωῆς, ἐπιτηδείου
μεθέξεως τυχεῖν, οὓς μετέστησας δούλους σου Δέσποτα./
Ἐν Παραδείσῳ, τῆς τρυφῆς αὐλισθῆναι τοὺς δούλους σου, ἔνθα ἦχος καθαρός,
ἑορταζόντων ἀξίωσον, πταισμάτων τὴν ἄφεσιν τούτοις δωρούμενος./
Θεοτοκίον
Τῷ θείῳ τόκῳ, παρθενίαν συνήρμοσας Πάναγνε· τὸν γὰρ Κτίστην τοῦ παντός,
ἀνερμηνεύτως γεγέννηκας, οὗ περ τῷ βουλήματι πάντα ὑπόκειται./
Κανών α', ᾨδὴ γ', τῶν Ἁγίων Μαρτύρων
Οὐρανίων θαλάμων, καὶ φωταυγοῦς λήξεως, διαιωνιζούσης τε δόξης κατηξιώθητε,
Μάρτυρες ἔνδοξοι, τοῦ διαβόλου τὰ κέντρα, πόνοις τῆς
ἀθλήσεως, ἐξαφανίσαντες./
Νεοττὸς ὡς ὡραῖος, περιστερᾶς σώφρονος, ταύτην ἐμιμήσω, τῷ πλάνῳ ἀντιταττόμενος,
ἔνδοξε Κήρυκε, θωπευτικῶς προσελθόντι, καὶ
συλῆσαι σπεύδοντι, σὲ τὸν ἀήττητον./
Ὑπερήφανον ὄφιν, εἰς οὐρανοὺς θέμενον, στόμα καὶ τὴν γῆν ἐξαλείφειν κατακαυχώμενον,
νήπιον ἄκακον, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, παντελῶς ἠδάφισε, καὶ
ἐξηφάνισε./
Θεοτοκίον
Μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικούς, Ἄχραντε, Λόγος ὁ τὸ πᾶν οὐσιώσας, σοῦ τὴν
πανάμωμον, γαστέρα ᾤκησε, καὶ σάρξ ἀτρέπτως ὡράθη, καὶ
βροτοὺς ἐθέωσεν, ὁ ὑπερούσιος./
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν
τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Κάθισμα
Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν,
καὶ τὴν τούτου μητέρα· τῇ τριετεῖ γὰρ τοῦτον
ἐκθρέψασα γάλακτι, τῷ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον· ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ
τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ
Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι
πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν./ Δόξα/ Και νυν/
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι,
τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς
θερμὴν ἀντίληψιν, καὶ σκέπην γινώσκων σε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος·
ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως
ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ
ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου./
ωδή τετάρτη
Δόξα... Καὶ νῦν...
Κανὼν Νεκρώσιμος, ᾨδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ
τάξει αὐτῇς, εἰκότως κραυγάζουσα·
Δόξα τῇ δυνάμει σου Κύριε./
Ἀναφανέντες οἱ Μάρτυρες ὡς φωστῆρες, τὸν οὐρανὸν φαιδρύνουσι τὸν τῆς Ἐκκλησίας, οἳ
καὶ τὸν Σωτῆρα Χριστόν, αἰτοῦνται δωρήσασθαι, τοῖς κεκοιμημένοις
τὴν ἄφεσιν./
Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν κοσμικὴν οἱ δοῦλοί σου θάλατταν
διῆλθον, οὕς περ καταφύτευσον, εἰς ὄρος σου Κύριε, εἰς ὃ κατειργάσω
ἁγίασμα./
Τὰ σκηνώματα τὰ ὄντως ἠγαπημένα, οὓς ἐξελέξω Δέσποτα, καὶ οὓς προσελάβου, δούλους
σου εὐδόκησον, σκηνῶσαι ὡς εὔσπλαγχνος, ἔνθα τῶν δικαίων
τὰ πνεύματα./
Θεοτοκίον
Ὁ τῶν θανόντων καὶ ζώντων ἐξουσιάζων, σωματωθεὶς ὡς ἄνθρωπος ἐκ σοῦ Θεοτόκε,
θάνατον ὑπέμεινε, σαρκὶ ὁ ἀθάνατος, λύσας τοῦ θανάτου τὴν δύναμιν.
Κανών α', ᾨδὴ δ', τῶν Ἁγίων Μαρτύρων
Νηπιάζοντι σώματι, καὶ τελειοτάτῳ Μάρτυς φρονήματι, τὸν ἀρχέκακον κατέβαλες, τὸν
τὴν πονηρίαν κακουργήσαντα./
Ὡς κατάκαρπος ἄμπελος, μάρτυς, Ἰουλίττα βότρυν ἐξήνθησας, τὸν γενναῖον ὄντως
Κήρυκον, μαρτυρίου γλεῦκος ἀποστάζοντα./
Συμπαθῶς ἐνητένιζες, οἷὰ περ ἀμνὰς ἀρνίῳ τῷ Μάρτυρι, Ἰουλίττα ἀξιάγαστε,
σφαγιαζομένη μάρτυς ἔνδοξε./
Ὑπερήφανον τύραννον, θείᾳ ταπεινώσει περιφραττόμενοι, Ἀθλοφόροι κατεβάλετε, καὶ
στεφάνους νίκης ἐκομίσασθε./
Θεοτοκίον
Νόμοι φύσεως Πάναγνε, ἐν τῇ ὑπὲρ φύσιν κυοφορίᾳ σου· ἐναλλάττονται, τὸν Πλάστην
γάρ, ὑπὲρ νοῦν λόγον ἀπεκύησας./
ᾨΔΗ ΠΕΜΠΤΗ
Δόξα... Καὶ νῦν...
Νεκρώσιμον
Ἐνθέων Προφητῶν, Γυναικῶν τε κατάλογος, τὸν Κύριον θεραπεύσας, τοῖς
προκεκοιμημένοις, αἰτεῖται τὴν ἀνάπαυσιν./
Θεοτοκίον
Ὁ Κύριος ἐν σοί, κατοικήσας Πανάχραντε, εἰργάσατο τοὺς ἀνθρώπους, τῆς αὐτοῦ θείας
δόξης, Παρθένε οἰκητήρια./
Κανὼν Νεκρώσιμος, ᾨδὴ ε'
Σὺ Κύριε τῆς σῆς, δεσποτείας τοὺς Μάρτυρας, ἐδόξασας, δι' αὐτῶν τε, τοὺς πρὸς σὲ
μεταστάντας, ἀνάπαυσον ὡς εὔσπλαγχνος./
Τὴν ἄλυπον ζωὴν τὸ τερπνὸν ἀγαλλίαμα, τὴν ἄληκτον εὐφροσύνην, τοῖς
προκεκοιμημένοις, παράσχου πολυέλεε./
Ὁ μόνος ἀγαθός, καὶ πηγὴ ἀγαθότητος, ἀνάπαυσον τοὺς ἐν πίστει, καὶ τῇ σῇ ἐπιγνώσει,
τὸν βίον ἐκτελέσαντας./
Θεοτοκίον
Ὑμνοῦμέν σε δι' ἧς, τοῖς ἐν σκότει ἀνέτειλε, τὸ ἄφραστον Θεομῆτορ, καὶ ἀπρόσιτον
κάλλος, καὶ πόθῳ μακαρίζομεν./
Κανών α', ᾨδὴ ε', τῶν Ἁγίων Μαρτύρων
Τεινομένη θεόφρον, μάστιξι τὸ σῶμά σου δαπανωμένη τε, τῆς φθορᾶς τὸ πάχος ἐξεδύσω,
στολὴν ἐνεδύσω δέ, ἣν ὁ ἐκ Παρθένου, Μονογενὴς σάρκα
φορέσας, τοὺς ἀνθρώπους θεώσας ἐνέδυσεν./
Ἐγυμνώθης τὸ σῶμα, Μάρτυς παναοίδιμε καταφρονήσασα, σαρκικῆς αἰσχύνης, καὶ ἐχθρὸν
τὸν τὴν Εὔαν γυμνώσαντα, Ἰουλίττα πάλαι, καρτερικῶς
ἀνδρισαμένη, αἰωνίαν αἰσχύνην ἐνέδυσας./
Κεφαλὴν ἐκτμηθεῖσα, κάραν τὴν τοῦ ὄφεως Μάρτυς συνέθλασας, στερηθεῖσα πλούτου, τὸν
οὐράνιον ὄλβον κεκλήρωσαι, μὴ σαλευομένην, παραλαβοῦσα
βασιλείαν, μετὰ πάντων Μαρτύρων Πανεύφημε./
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος, σάρκα ἀνελάβετο ἔννουν καὶ ἔμψυχον, ἐκ σοῦ Παναγία, καὶ δι'
οἶκτον ἐγένετο ἄνθρωπος, καὶ ἐθέωσέ με, τὸν παραβάσει ἀπωσθέντα, ὃν
ἱκέτευε σῶσαι τὰ σύμπαντα./
ᾨΔΗ ΕΚΤΗ
Δόξα... Καὶ νῦν... ωδή στ
Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου
κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι./
Τὴν λόγχην, τὴν θείαν πλευράν σου κεντήσασαν, ἡ στρεφομένη ῥομφαία, κατιδοῦσα Σῶτερ
ὑπεχωρεῖτο, τοῖς σοῖς δούλοις, ταῖς ἱκεσίαις τῶν Ἀθλοφόρων σου.
Ἐν ξύλῳ, κρεμασθεὶς τὸν Παράδεισον ἤνοιξας· τοὺς οὖν πιστῶς μεταστάντας, ἐν αὐτῷ
Σωτήρ μου καταφυτεύσας, ὡς
οἰκτίρμων, τῆς σῆς δόξης μετόχους ἀνάδειξον./
Λειμῶνας, τοὺς τῆς τρυφῆς ἀξίωσον δρέπεσθαι, τοὺς περὶ σὲ τὸν Δεσπότην, εὐσεβῶς
φοιτῶντας διὰ θανάτου, καὶ δικαίοις, τοῖς
ἀπ' αἰῶνός σου συναρίθμησον./
Θεοτοκίον
Ὁ Λόγος, καθὰ Θεὸς ὑπάρχων ἀόρατος, σωματωθεὶς καθωράθη, ἐκ Παρθένου Κόρης
ἀπειρογάμου, καὶ θανάτῳ, τῷ οἰκείῳ τὸν θάνατον ἔλυσε.
Κανών α', ᾨδὴ ς', τῶν Ἁγίων Μαρτύρων
Ὑπέπλευσαν τῶν ἀπείρων βασάνων, οἱ πανεύφημοι τὸ ἄστατον ὕδωρ, τῇ τοῦ Σταυροῦ,
κυβερνήσει καὶ ὅρμῳ, γαληνοτάτῳ σαφῶς
προσωρμίσθησαν, βυθίσαντες τὸν Φαραώ, τὸν ἀόρατον αἵματος ῥεύμασι./
Σκιρτᾷ σε, Ἰκονιέων ἡ πόλις, θρεψαμένη, καὶ κομπάζει τῇ μνήμῃ, σοῦ τῇ σεπτῇ, ἡ
Ταραὸς Ἰουλίττα· τοῦ μαρτυρίου ἐν ταύτῃ γὰρ ἤνυσας, τὸ στάδιον
σὺν τῷ υἱῷ, καὶ στέφανων τῆς νίκης ἠξίωσαι./
Ἠλόγησας πολυπλόκων βασάνων, καὶ τρυγὼν ὡραιοτάτη ἐδείχθης, σὺν νεοττῷ, ἀναπτᾶσα
καὶ πάντων, ὑπεραρθεῖσα παγίδων τοῦ ὄφεως, Πανεύφημε καὶ εἰς
μονάς, οὐρανίους πανσόφως κατέπαυσας./
Θεοτοκίον
Προρρίζους τῷ τμητικῷ σου δρεπάνῳ τῆς πρεσβείας ἐναπόκοψον Κόρη, τοὺς πονηρούς,
λογισμοὺς τῆς ψυχῆς μου, καὶ καρποφόρον ἀνάδειξον δέομαι· ἁπάντων
γὰρ τόν φυτουργόν, τὸν Θεὸν καὶ Σωτῆρα ἐκύησας./
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν./
Κοντάκιον
Ἐν ἀγκάλαις φέρουσα, ἡ χριστομάρτυς, Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ μητρικῶς,
ἀγαλλομένη ἐκραύγαζε· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.
Ὁ Οἶκος
Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι
τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι
δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω
φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν
μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ
Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν
μαρτύρων Χριστὲ τὸ κραταίωμα./
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Στίχοι
Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ,
Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ.
Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨΔΗ ΕΒΔΟΜΗ
Δόξα... Καὶ νῦν...

Κανὼν Νεκρώσιμος, ᾨδὴ ζ'


Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Ἐν τῇ καμίνῳ,
Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ,
πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί,
πυρπολούμενοι ἐκραύγαζον·
Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Ὑπομονήν τε, καὶ καρτερίαν καὶ τὰ αἵματα, πάντων τῶν Μαρτύρων λύτρον, τῶν εὐσεβῶς
μεταστάντων προσδεξάμενος, Σῶτερ ἀνάπαυσον, ὡς ἐλεήμων καὶ εὐδιάλλακτος.
Συναριθμήσας, τοῖς πρωτοτόκοις καὶ δικαίοις τε, Σῶτερ τὰς ψυχὰς τῶν δούλων σου, τῶν
πρὸς σὲ μεταστάντων καταξίωσον, ἀκαταπαύστως σοι, ἐντρυφᾷν τῷ τῶν ὅλων δεσπόζοντι.
Μετ' εὐφροσύνης, καὶ παρρησίας καὶ φαιδρότητος, Λόγε τοῦ Θεοῦ εὐδόκησον, ὡς Θεὸς ἐν
νεφέλαις ὑπαντῆσαί σοι, οὓς προσελάβου σύ, ὡς ἐλεήμων καὶ πολυέλεος.
Θεοτοκίον
Εὐλογημένη, Θεογεννῆτορ Μητροπάρθενε, χαῖρε· διὰ σοῦ γὰρ γέγονεν, ἀληθῶς τοῦ
θανάτου ἡ καθαίρεσις, ζωὴ δὲ ἄλυπος, τοῖς τεθνεῶσι πᾶσι δεδώρηται.
Κανών α', ᾨδὴ ζ', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. δ'
Παῖδες Ἑβραίων ΤΟ ΑΚΟΥΤΕ
Ῥάβδοις συντρίβων σου τὸ σῶμα, ὁ παράνομος θεόφρον Ἰουλίττα, λογισμοῦ τὸ στερρόν,
ἐσάλευσεν οὐδόλως· ῥάβδον καὶ γὰρ δυνάμεως, τὸν Σταυρὸν Χριστοῦ κατεῖχες.
Ὄμβροις αἱμάτων ἐκχυθεῖσιν, ἐγκατέσβεσαν τὸ πῦρ τῆς ἀθεΐας, οἱ Χριστοῦ Ἀθληταί,
κραυγάζοντες προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φέρουσα Μάρτυς ἐν ἀγκάλαις, ὃν ἐκύησας ἐπέστης τῷ σταδίῳ, καὶ διπλοῦν τὸν καλόν,
ἐτέλεσας ἀγῶνα, ἀναβοῶσα, Κύριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ῥήμασι σοῖς ἀκολουθοῦντες, μακαρίζομεν γενεαὶ πᾶσαι Κόρη, μακαρίου Θεοῦ, Μητέρα σε
δειχθεῖσαν, τοὺς εἰς αὐτὸν πιστεύοντας, μακαρίους ἐκτελοῦντα.
ᾨΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
Δόξα... Καὶ νῦν...
Κανὼν εἰς Προφήτας καὶ Μάρτυρας, ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε,
τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας,
συγκαταβὰς ἐδρόσισας,
καὶ ἐδίδοξας μέλπειν·
Πάντα τὰ ἔργα
εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Ἱεράρχαι Προφῆται καὶ Μάρτυρες, τὸν ἀγῶνα αὐτῶν ἐκτελέσαντες, ἱερωτάτης ἔτυχον,
συναυλίας Ἀγγέλων, μεθ' ὧν αἰτοῦσιν, ἱλασμὸν ἡμῖν πᾶσι καὶ ἔλεος.
Λαμπρυνθέντες οἱ Ὅσιοι Πνεύματι, τῶν δαιμόνων τὸ σκότος ἠφάνισαν, μεθ' ὧν
Ἱερομάρτυρες, Ἱεράρχαι Προφῆται, σὺν τοῖς Δικαίοις, τοῖς ἀπὸ τοῦ αἰῶνος
εὐφραίνονται.
Ὁ τὸ πρὶν ἀφροσύνῃ καυχώμενος, ἐξαλείψειν τὴν γῆν καὶ τὴν θάλασσαν, ὑπὸ Γυναίων
πάντοτε, συμπατεῖται ἀσκήσει τε, καὶ ἀθλήσει, ἐκλαμψάντων ἀκτῖσι τοῦ Πνεύματος.
Νεκρώσιμον
Ὑπὲρ πάντων Χριστὲ δυσωποῦμέν σε, τῶν πιστῶς κοιμηθέντων, ὡς εὔσπλαγχνος, τούτους
χοροῖς ἀρίθμησον, σῳζομένων ἀπαύστως, ἀναβοῶντας· Εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.
Θεοτοκίον
Συμπαθείας τῆς σῆς με ἀξίωσον, συμπαθέστατον Λόγον κυήσασα, Θεογεννῆτορ Πάναγνε,
καὶ βοῶντά με σῶσον· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Κανὼν Νεκρώσιμος, ᾨδὴ η'
Ἦχος δ'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
Χεῖρας ἐκπετάσας Δανιήλ,
λεόντων χάσματα, ἐν λάκκω ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν,
ἀρετὴν περιζωσάμενοι,
οἱ εὐσεβείας ἐρασταί,
Παῖδες κραυγάζοντες· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Μαρτύρων δεξάμενος λιτάς, καὶ τὴν συμπάθειαν, πρὸς τὸ ὁμόφυλον, ψυχὰς ἀνάπαυσον
Δέσποτα, τῶν ἐν πίστει κοιμηθέντων τῇ σῇ, τὰς ἁμαρτίας παρορῶν, τούτων βοώντων σοι·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Νεκρὸς μετ' ἀνόμων λογισθείς, νεκροῖς ἐπήγασας, ζωὴν ἀθάνατον, τοὺς μεταστάντας οὖν
Δέσποτα, ἐπ' ἐλπίδι ἀναστάσεως, τῆς Βασιλείας σου τυχεῖν, Σῶτερ ἀξίωσον, σοὶ
βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ἡ ὄντως ἀέναος πηγή, καὶ ἀδαπάνητος, ἐν οὐρανίαις σκηναῖς, τοὺς τελευτήσαντας
δούλους σου, καὶ τὸν βίον τὸν φθειρόμενον, ἀπολιπόντας εὐμενῶς, Σῶτερ ὑπόδεξαι, σοὶ
βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Μόνη σὺ ἐφάνης ἐπὶ γῆς, Παρθένος ἄχραντος, καὶ Μήτηρ ἄφθορος· Θεὸν γὰρ τέτοκας
Δέσποινα, ὑπὲρ λόγον καὶ διάνοιαν, καὶ τὴν αἰώνιον ζωήν, θνητοῖς ἐπήγασας· ὅθεν
πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
Κανών α', ᾨδὴ η', τῶν Ἁγίων Μαρτύρων
Ἦχος πλ. δ'
Νικηταὶ τυράννου ΤΟ ΑΚΟΥΤΕ
Οἱ φαιδροὶ ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἀπλανῶς πηχθέντες, καὶ τὴν γῆν
τοῖς θαύμασι φωταγωγοῦντες, εὐσεβῶς τιμῶνται, ὑπὸ πάντων σήμερον, τῶν
ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέον ὥσπερ κλάδον, ῥίζα θεοφύτευτος οὖσα θεόφρον, τὸν σεπτόν σου γόνον, φέρουσα,
ἐμάρανας τῆς ἀσεβείας, τὰ φυτὰ βοῶσα, σὺν αὐτῷ καὶ λέγουσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ
εἰς τοὺς αἰῶνας.
Ὥσπερ μόσχον νέον, δάμαλις ὑπάρχουσα ὡραιοτάτη, Ἰουλίττα φέρεις, Κήρυκον τὸν
ἔνδοξον θυσίαν ζῶσαν, τῷ ἐκ τῆς Παρθένου ἀμνῷ ἀνατείλαντι, καὶ σφαγιασθέντι, δι'
ἄκραν εὐσπλαγχνίαν.
Θεοτοκίον
Σαρκωθεὶς ὁ Λόγος, ἐκ τῶν Παναχράντων σου αἱμάτων Κόρη, τοὺς προνενευκότας, πρὸς τὰ
ἀλογώτατα τῆς σαρκὸς πάθη, ἐπιγνώσει θείᾳ, ἐθέωσεν ἄχραντε· Ὃν ὑπερυψοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες,
οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων·
εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας».
Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
ᾨΔΗ ΕΝΑΤΗ όπως τιμιωτέρα/ προσευχή ζαχαρίου
Δόξα... Καὶ νῦν...
Κανὼν Νεκρώσιμος, ᾨδὴ θ'
Ἔδωκας τοῖς ὄντως Ἀθληταῖς καὶ Μάρτυσι, παρρησίαν ἱκετεύειν σε· δὸς οὖν τοῖς πίστει
κοιμηθεῖσι, τὴν θείαν δι' αὐτῶν ἀπολύτρωσιν, ἐν
τόπῳ σκηνῆς ἁγίας σου Κύριε, κατασκηνῶσαι χαριζόμενος./
Νεύματι τῷ δημιουργικῷ ὁ σύμπαντα, συμφερόντως ἐργαζόμενος, ζώντων ὁ ἔχων ἐξουσίαν,
θανόντων κυριεύων ὡς εὔσπλαγχνος, κατάταξον
οὓς μετέστησας δούλους σου, ἐπὶ ὑδάτων ἀναπαύσεως./
Ὁ φύσει ὑπάρχων ἀγαθὸς ὁ πλούσιος, ἐν ἐλέει καὶ χρηστότητι, ῥῦσαι ἐκ σκότους
ἐξωτέρου, τοὺς ἐπικεκλημένους σὸν ὄνομα, ἐκ πίστεως δικαιώσας καὶ
χάριτι, τούτους λαμπρύνας ὡς φιλάνθρωπος./
Θεοτοκίον
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος
παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν τῷ ᾍδῃ
γεγέννηκας, κράτος θανάτου διαλύσασαν./
Κανών α', ᾨδὴ θ', τῶν Ἁγίων Μαρτύρων
Ἴαμα φέρει ἡ σορός, τῶν ἐνδόξων, Ἀθλοφόρων τῇ χάριτι, τοῦ θείου Πνεύματος,
ἐπαρδομένη, δεῦτε ἀρύσασθε, καὶ ἁγιάσθητε ψυχάς, καὶ νόσων καθάρθητε, οἱ
φιλομάρτυρες, τὸν δοτῆρα τῶν καλῶν μεγαλύνοντες./
Ὡς ῥόδα ταῖς μαρτυρικαῖς, ἐξηνθήσατε κοιλάσι Μακάριοι, ὡς κρίνα εὔοσμα, ὡς
Παραδείσου θεῖα βλαστήματα, μυρεψικὴν ὡς ἀληθῶς, στάζοντα τερπνότητα, καὶ
τῶν πιστῶν τὰς ψυχάς, εὐωδίᾳ μυστικῇ κατευφραίνοντα./
Στίγμασι τοῖς μαρτυρικοῖς, ὡραιώθητε καλλίνικοι Μάρτυρες, καὶ τοῖς Ἀγγέλοις σαφῶς,
ὁμοιωθέντες Θεῷ παρίστασθε, νίκης διάδημα τερπνόν, λαμπρῶς
περικείμενοι, καὶ τοῖς τιμῶσιν ὑμᾶς, ἱλασμὸν ἁμαρτιῶν ἐξαιτούμενοι./
Ἡ Μάρτυς οἷά περ ἀμνάς, ὥσπερ ἄρνα τὸν υἱὸν αὐτῆς φέρουσα, λύκων ἀνάλωτος, μέσον
διῆλθε, καὶ εἰς οὐράνιον, μάνδραν ἐσκήνωσεν ἀεί. Τούτων
παρακλήσεσι, Κύριε σῶσον ἡμᾶς, τοὺς αὐτῶν τὴν ἱερὰν μνήμην σέβοντας./
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς
λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με
πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ
κραταίωμα./
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν
μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός,
γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».
«Ἄξιόν ἐστιν ὦς ἀληθῶς,/Τὴν τιμιωτέραν τῶν Χερουβείμ,/
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ
Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐξαποστειλάριον
Τὴν ἡλικίαν ἀτελής, ἐν φρονήσει τελείᾳ, ὑπῆρξας θαυμαστότατα, Κήρυκε Ἀθλοφόρε, σὺν
μητρί τε γαλουχῷ, Ἰουλίττῃ ἤρασθε, τὸ τῆς ἀθλήσεως στέφος, μετὰ
πάντων Ἁγίων, ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς, τύχοιμεν τοῦ ἐλέους./
Χαῖρε παλάτιον τερπνόν, Χαῖρε θρόνε Κυρίου, Χαῖρε σκῆπτρον πανθαύμαστον, Χαῖρε
κούφη νεφέλη, χρυσοῦν θυμιατήριον, Χαῖρε Μήτηρ ἄχραντε, τοῦ
Βασιλέως καθέδρα, Χαῖρε εὔδιε λιμήν, καὶ προστάτις ἁπάντων, Θεοκυῆτορ Παρθένε./
ΑΙΝΟΙ ΤΗς μεγαλωσύνης αυτού
Ὢ τοῦ παραδόξου θαύματος! τὸν ὑπερήφανον νοῦν, καὶ ἀρχέκακον δράκοντα, εἰς χοῦν
καταβέβληκε, καὶ εἰς κόνιν ἐλέπτυνε, τριετὲς
βρέφος μητροφορούμενον, δυνάμει θείᾳ, Χριστοῦ ῥωννύμενον, καὶ ἐξουθένησεν, ἀνδρικῷ
φρονήματι, ὡς
ἀδρανές, στρουθίον παιζόμενον, τὸν πολυμήχανον. /2 οργάνω
Μάρτυς Ἰουλίττα ἔνδοξε, σὺ ταῖς μητράσι λαμπρόν, εὐσεβείας προβέβλησαι, ἀκραιφνοῦς
ὑπόδειγμα· καὶ γὰρ ἔφερες ἥδιστα, τὸν ἐκ λαγόνων σου
συναθλοῦντά σοι, ὁρᾶν τῷ αἵματι βαπτιζόμενον, ἐγκαρτερήσασα, μητρικὰ σπαράγματα,
διὰ Χριστόν, ᾧ συμβασιλεύουσα, ἡμῶν μνημόνευε./
Μάρτυρες Χριστοῦ ἀήττητοι, τὴν καρτερίαν ὑμῶν, κατεπλάγησαν Ἄγγελοι, δαίμονες
κατέπτηξαν, καὶ εἰδώλων οἱ πρόμαχοι, θεομαχοῦντες
ὑμῖν ἀντέστησαν, καὶ ἐκλυθέντες, αἰσχρῶς ἡττήθησαν· ὅθεν ἐγείραντες, εὐσεβείας
τρόπαιον, παρὰ Χριστοῦ, νίκης διαδήματι, λαμπρῶς ἐστέφθητε./
Δόξα/
Ἀγάλλου τέρπου καὶ εὐφραίνου, Ἰκονιέων ἡ πόλις, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καρπὸς
εὐκλεής, Ἰουλίττα ἡ πανεύφημος καὶ καλλίνικος μάρτυς, καὶ ἐξ αὐτῆς
ὁ τίμιος παῖς, Κήρυκος ὁ φερώνυμος· πᾶσαν γὰρ μηχανήν, τοῦ τυράννου Βελίαρ,
ἀνδρικῶς καταπατήσαντες, τοὺς στεφάνους τῆς
νίκης ἀξίως ἐκομίσαντο, κηρύξαντες λαοῖς, σέβεσθαι καὶ προσκυνεῖν τὴν Ἁγίαν Τριάδα.
Ὅθεν καὶ ἡμεῖς παρρησίᾳ βοῶμεν, τῷ τούτους δοξάσαντι
Χριστῷ τῷ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν./ Και νυν/
Ἐκ παντοίων κινδύνων τους δούλους σου φύλαττε, εὐλογημενη Θεοτόκε, ἵνα σε
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
δοξολογία
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου,
αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ
Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ
Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν
ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰρήνη πᾶσι.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου
ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ
σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου
κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ
ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια
καὶ ὑπερκόσμια ἀγαθά σου.. Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ
Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπόστιχα τῆς Παρακλητηκῆς
Ὄντως φοβερώτατον, τὸ τοῦ θανάτου μυστήριον! Πῶς ψυχὴ ἐκ τοῦ σώματος, βιαίως
χωρίζεται, ἐκ τῆς ἁρμονίας, καὶ τῆς συμφυΐας ὁ φυσικώτατος δεσμός, θείῳ
βουλήματι ἀποτέμνεται; Διό σε ἱκετεύομεν, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν σκηναῖς
τῶν δικαίων σου, ζωοδότα φιλάνθρωπε./
Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Ὕπνος ἀναδέδεικται, τῶν πιστευόντων ὁ θάνατος, σοῦ τεθέντος ἐν μνήματι, τοῦ πάντων
δεσπόζοντος, καὶ τὸ τοῦ θανάτου, κράτος λελυκότος, καὶ
καταργήσαντος αὐτοῦ, τὴν δυναστείαν τὴν πολυχρόνιον. Διό σε ἱκετεύομεν, τοὺς
μεταστάντας κατάταξον, ἐν σκηναῖς τῶν ἁγίων σου, ἐν
μοναῖς ἀκηράτοις σου./
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Σὺ δικαιοσύνη τε, ἁγιασμὸς ἡμῖν γέγονας, καὶ ψυχῶν ἀπολύτρωσις. Πατρὶ γὰρ
προσήγαγες, δεδικαιωμένους, καὶ λελυτρωμένους, ἀναδεξάμενος ἡμῖν, τὸ
ὀφειλόμενον ἐπιτίμιον. Καὶ νῦν ἐκδυσωποῦμέν σε, τοὺς μεταστάντας ἀνάπαυσον, ἐν χαρᾷ
καὶ φαιδρότητι, εὐεργέτα Σωτὴρ ἡμῶν./
Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Γένος τὸ ἀνθρώπινον, πρὸς ἀφθαρσίαν ἀνώλεθρον, ἐκ φθορᾶς ἀνακέκληται, λουσάμενον
Αἵματι, τῷ ἐκ τῆς πλευρᾶς σου, Σῶτερ κενωθέντι, ἐν ᾧ ἀπέπλυνας
ἡμῶν, τῶν προπατόρων τε τὴν παράβασιν· διὸ καὶ νῦν τοὺς δούλους σου, τοὺς
μεταστάντας φιλάνθρωπε, ἐκ προσκαίρων ἀξίωσον, τῆς ἐκεῖθεν
λαμπρότητος./ Δόξα/
Ἀγάλλου τέρπου καὶ εὐφραίνου, Ἰκονιέων ἡ πόλις, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καρπὸς
εὐκλεής, Ἰουλίττα ἡ πανεύφημος καὶ καλλίνικος μάρτυς, καὶ
ἐξ αὐτῆς ὁ τίμιος παῖς, Κήρυκος ὁ φερώνυμος· πᾶσαν γὰρ μηχανήν, τοῦ τυράννου
Βελίαρ, ἀνδρικῶς καταπατήσαντες, τοὺς στεφάνους τῆς νίκης ἀξίως
ἐκομίσαντο, κηρύξαντες λαοῖς, σέβεσθαι καὶ προσκυνεῖν τὴν Ἁγίαν Τριάδα. Ὅθεν καὶ
ἡμεῖς παρρησίᾳ βοῶμεν, τῷ τούτους δοξάσαντι Χριστῷ τῷ Θεῷ
ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν./ Και νυν/
Ἐκ παντοίων κινδύνων τους δούλους σου φύλαττε, εὐλογημενη Θεοτόκε, ἵνα σε
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε,
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. τρισάγιον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 13:11-13, 14:1-5
Ἀδελφοί, ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος
ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ
ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ
μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Νυνὶ δὲ μένει
πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Διώκετε τὴν ἀγάπην·
ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. Ὁ γὰρ
λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ
μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ
παράκλησιν καὶ παραμυθίαν. Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων
ἐκκλησίαν οἰκοδομεῖ. Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα
προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ,
ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ./
Ἀλληλούϊα. Ἦχος δ΄
Ἐκέκραξαν οἱ δίκαιοι καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων.
Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος πλ. β΄
Μακάριοι ὃν ἐξελέξω καὶ προσελάβου, Κύριε.
Στίχ. Καὶ τὸ μνημόσυνόν αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας
πνευματικῆς, ὁ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον
ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ
(τοῦ δεῖνος).
+ Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι
ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου
τοῦ ἀγαπητοῦ Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.
Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον
φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν
εὐαγγελικῶν σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν
φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας
καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν σὴν
καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν
ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ
ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (ματθαίου) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· Ὁ
διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει, Ναί. καὶ ὅτε εἰσῆλθον εἰς τὴν
οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς
ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν
ἀλλοτρίων; λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε
ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν
θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα
αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ
ἐμοῦ καὶ σοῦ. Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα
μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς
παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ
γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν
τῇ βασιλείᾳ τῶν οὐρανῶν./

+ Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ.


Δόξα σοι, Κύριε, δόξα σοι.

You might also like