You are on page 1of 9

Ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσῃ, βροτὸς γέγονας Ὑπεράγαθε, καὶ σταυροῦσαι, δόξα τῇ

δόξῃ σου./
Ὅτε Σταυρῷ σε δῆμος Ἑβραίων, Λόγε, κατεδίκασε, γῆ ἐσείετο, καὶ ἡλίου σέλας
ἐκρύπτετο./
Κλῖνόν μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ Πανάμωμε, καὶ μὴ ἀπορρίψῃς τοῦ σοῦ με
προσώπου, μηδὲ
πόρρω πέμψῃς τῆς σῆς βοηθείας∙ δόλῳ γὰρ ὁ δόλιος, σπουδάζει ἀπολέσαι με, παραλόγοις
πάθεσι, κινεῖ
τὴν καρδίαν μου, σὺ δέ με συντήρησον, ὅλον τῆς αὐτοῦ βλάβης ἀμέτοχον./
και μηναίο Δόξα/ Και νυν/ μηναίο τον αμνόν και ποιμένα/ απόστιχα
Οὐκ ἔτι κωλυόμεθα ξύλου ζωῆς, τὴν ἐλπίδα ἔχοντες τοῦ Σταυροῦ σου, Κύριε δόξα σοι./
προς σε ήρα/
Κρεμάμενος Ἀθάνατε ἐπὶ ξύλου, ἐθριάμβευσας τὰς παγίδας τοῦ διαβόλου, Κύριε δόξα
σοι./ ελέησον ημάς/
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς
ἡ ὁμοούσιος./ Δόξα/ Και νυν/
Τέτρωμαι τῇ ῥομφαία τῆς λύπης, ἐν Σταυρῷ καθορῶσά σε, τὸν ἐπὶ ὑδάτων τὴν γῆν
στερεοῦντα, καὶ καθάπερ δέρριν ἐκτείναντα
πόλον∙ βλέπω γὰρ γυμνὸν κατεσφαγμένον σε κρεμάμενον, καὶ θανεῖν Υἱέ μου νῦν,
αἱροῦμαι παμφίλτατε, φρῖξον γῆ καὶ
σείσθητι, ἔλεγεν ἡ Πάναγνος δακρύουσα./ απολυτίκιον
Θείῳ Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἑπτάριθμοι
Μάρτυρες καὶ ἀναστάντες πιστοὺς
ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν· ὅθεν ἅπαντες, συμφώνως τούτους
τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον./ Δόξα/
Και νυν/ Ράβδον δυνάμεως κεκτημένοι, τόν Σταυρόν τού Υιού σου Θεοτόκε, εν αυτώ
καταβάλλομεν, τών εχθρών τά φρυάγματα, οι πόθω σε
απαύστως μεγαλύνοντες./
α
Ὁ δι΄ἐμὲ ἀνασχόμενος τῆς ἐν Σταυρῷ προσηλώσεως δέξαι μου τὴν ἄγρυπνον αἴτησιν
Χριστὲ ὁ Θεὸς καὶ σῶσόν με ὡς φιλάνθρωπος./
Ὁ δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ
σου σῶσόν με, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος./
Δόξα/
Ἐφέσιοι ἑπτά, Ἀθληταὶ νεανίαι, δι’ ὧν ὑπερφυῶς, τῆς αἱρέσεως δόγμα, διώκεται Ἅγιοι,
καὶ ἐκλάμπει ἀλήθεια, ἀναστάσεως, τῆς τῶν
ψυχῶν καὶ σωμάτων, ἀναστήσατε, ἡμᾶς βαράθρου κακίας, ὑμῶν παρακλήσεσι./
Καὶ νῦν/
Θεοτόκε ἀειπάρθενε, ἐν τῷ Σταυρῷ ὁρῶσα, τὸν Υἱόν σου κρεμάμενον, ὡς Μήτηρ
θρηνῳδοῦσα, τὴν αὐτοῦ ἐμεγάλυνας, φοβερὰν
συγκατάβασιν, ἀπειρόγαμε Δέσποινα./ β
Πυρὸς φωτεινότερον φλογὸς ἐναργέστερον τὸ ξύλον ἀνέδειξας Χριστὲ του Σταυροῦ σου
καταφλέγον ἁμαρτίας τῶν ἀνθρώπων
καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων τὴν ἑκούσιόν σου Σταύρωσιν Χριστὲ ὁ Θεὸς δόξα
σοι./
Η Εκκλησία βοά σοι Χριστέ ο Θεός, εν κέδρω καί πεύκη, καί κυπαρίσσω προσκυνούσά σε,
Νίκας τοίς Βασιλεύσιν ημών, διά
τής Θεοτόκου δωρούμενος, ελέησον ημάς./ Δόξα/
Ζωὴ καὶ ἀνάστασις τοῖς Ἐφεσίων παισί, τοῖς ὁμολογήσασι Χριστοῦ τὴν κλῆσιν τρανῶς,
ἐδόθη ὡς δώρημα· ὅθεν αὐτοὶ θανέντες, ἐξανέστησαν
ξένως, ᾄδοντες τῷ Κυρίῳ, χαριστήριον αἶνον, ζωῆς καὶ τοῦ θανάτου ἀεί, τῷ
κυριεύοντι./
Και νυν/
Ὅτε προσηλώθης βουλήσει, καὶ ὑψώθης τῷ Σταυρῷ σου, ἡ Θεοτόκος παρισταμένη ἔλεγε∙
Κύριε Κύριε, οὐδεμιᾷ γυναικὶ συνέβη τὸ ἄλγος
μου, Θεόν σε ἐπίσταμαι ἐκ τῶν θαυμάτων, καὶ ἰδοὺ βλέπω σε, νεκρὸν ἐν ξύλῳ
κρεμάμενον, ἀλλ' ἀνάστηθι, ὡς
εἶπας, τριήμερος, ἵνα χαίρουσα, βοῶ σοι∙ δόξα σοι./ γ
Ὁ τοῦ Ἀδὰμ τὸ κατάκριμα, ξύλῳ Σταυροῦ ἰασάμενος, ἴασαι ἡμῶν τὰ συντρίμματα τῶν
καρδιῶν, καὶ σῶσον ἡμᾶς./
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δωρηθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν
προσδοκωμένων, δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα./
Δόξα/
Χορὸν ἑπτάριθμον, σέλας ἑπτάφωτον, πηγὴν ἑπτάκρουνον, τὴν ἀναβλύζουσαν, τῆς
ἀναστάσεως νεκρῶν γλυκύτατον ὄντως ὕδωρ, καὶ τερπνὸν
ἑπτάκλωνον, δένδρον ἄνθη μυρίπνοα, φέρον θείας χάριτος, ἐγκωμίοις νῦν στέωμεν,
βοῶντες τῆς Ἐφέσου τῶν Παίδων, χαῖρε ἑπτὰς ἡγιασμένη./
Καὶ νῦν/
Ἀσπόρως συνέλαβες, ἐν μήτρᾳ σου Παρθένε Θεοτόκε, ὄνπερ κατεῖδες ἐν Σταυρῷ
κρεμάμενον∙ ἀπαύστως οὖν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν./ ψαλμός 50
ωδή α Δόξα τη αγία σταυρώση σου Κύριε
Χριστὸς ὑψούμενος Σταυρῷ, πρὸς ἑαυτὸν πάντας εἵλκυσε πιστούς, καὶ κατέρραξεν
ἐχθρόν, ἅπαντας τὸν καταπτώσαντα./
Ῥεῖθρον ζωῆς μοι Ἰησοῦ, ἐκ ζωηφόρου ἐπήγασας πλευρᾶς, καὶ ἐνέκρωσας ἐχθρόν, Δέσποτα
νεκρὸς γενόμενος./
Μάρτυρες του χριστού/
Ἱκετηρίαν τῷ Χριστῷ, ὑπὲρ ἡμῶν οἱ Ἀθλοφόροι ἐκτενῆ, προσηνέγκατε φρικτῆς, ἅπαντας
ῥυσθῆναι κρίσεως./
Σοβαρευόμενον ἐχθρόν, ταπεινωθέντες ὑμεῖς διὰ Χριστόν, κατεπτώσατε σοφοί, Μάρτυρες
τῇ θείᾳ χάριτι./
υπεραγία θεοτόκε σώσον ημάς
Τὸν ἀνατείλαντα ἐκ σοῦ, ὑπερβολῇ εὐσπλαγχνίας, ἐν Σταυρῷ καθορῶσα, θρηνῳδεῖς,
Δέσποινα τοῦτον δοξάζουσα./
Ὡς τερπνότατον ᾀσμάτων, ᾠδὴν θεοτερπῆ, εὐχαριστίας ἕνεκα προσφέρομεν, τὸ Χαῖρέ σοι
Ἁγνή, ὅτι ἐκ θλίψεως χαράν, ἡμῖν ἑβράβευσας./
Τοῦ ἐλέους σου τὴν χάριν, καὶ τῆς σκέπης τὴν ἰσχύν, οὐ σιωπῶμεν Παρθένε πανύμνητε,
κηρύττομεν δὲ νῦν, ὅτι κινδύνων χαλεπῶν, ἡμᾶς διέσωσας./
Ἐκ ποικίλων λυτρωθέντες, πειρασμῶν καὶ συμφορῶν, ταῖς μητρικαῖς σου πρεσβείαις
Πανύμνητε, ψάλλομεν θερμῶς, εὐχαριστίας σοι φωναῖς, ᾠδὴν ἐπινίκιον./
Κροσσωτοῖς κεχρυσωμένη, ὡς χρυσοῖς ταῖς ἀρεταῖς, καὶ ταῖς τοῦ Πνεύματος χάρισι
Πάναγνε, ὡς νύμφη τοῦ Πατρός, ὡραϊσθεῖσα ἀληθῶς, ἐδείχθης Μήτηρ Θεοῦ./
άγιοι του θεού/ μηναίο ωδή γ όπως και στα πρώτα
Ὁ ἀπαθὴς κατ' οὐσίαν, πῶς πάθος ὑπέστης; ὁ τὴν ζωήν μοι ἐμπνέων, πῶς θνῄσκεις ἐν
ξύλῳ; Μέγα σου τὸ ἔλεος, καὶ ἡ μακροθυμία σου.
Σταυρῷ λῃστῶν μέσον Λόγε, ἀδίκως ἀνυψώθης, καὶ ἐδικαίωσας πίστει, τὸν σὲ
ἐπεγνωκότα, Κτίστην πάσης κτίσεως, ἐθελουσίως πάσχοντα.
Μαρτυρικὰ
Ξέσεις σαρκὸς καρτεροῦντες, χειρῶν τε ἀφαιρέσεις, καὶ τῶν ποδῶν καὶ παντοίων, μελῶν
Ἀθλοφόροι, δόξης ἐπετύχετε, ὑπὲρ ἡμῶν πρεσβεύοντες.
Ὑπερβολῇ τῶν βασάνων, ἐνθέως λαμπρυνθέντες, τὴν ὑπερβάλλουσαν δόξαν, Σοφοὶ νῦν
κληροῦσθε, πάντοτε πρεσβεύοντες, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
υπεραγία θεοτόκε σώσον ημάς
Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν
Σταυρῷ παγέντα, ἄνθρωπον γενόμενον, Θεὸν Λόγον κυήσασα./
Τὸ τῆς χαρᾶς, τῆς θείας μεγαλεῖον, ὡς παροχὴν ἡμῖν τῆς σωφροσύνης, εὐχαριστίας
φωναῖς, προφθάσωμεν εὐσεβῶς, χαιρετίζοντες αὐτήν, ὡς προστασίαν ἡμῶν.
Οἱ διὰ σοῦ, ῥυσθέντες τῶν κινδύνων, καὶ διὰ σοῦ χαρᾶς ἐπιτυχόντες, Μήτηρ ἀνύμφευτε,
ὡς δοτῆρα ἀγαθήν, καὶ προστάτιν εὐκλεῆ, πάντες δοξάζομεν.
Καταλλαγήν, πταισμάτων καὶ κινδύνων, τὴν θεϊκὴν πρεσβείαν σου πλουτοῦντες, Μήτηρ
Χριστοῦ του Θεοῦ, ὡς αἰτίαν ἀγαθῶν, ἀνυμνοῦμεν σε πιστῶς, εὐχαριστίας φωναῖς.
Ἡ τῆς χαρᾶς, πηγὴ τῆς ἀθανάτου, βρύεις χαρᾶς τὰ ῥεῖθρα ἰαμάτων τοῖς κινδυνεύουσι,
καὶ σῷζεις πάντας Ἁγνή, ὡς ἀέναος ἡμῶν, ἀγαθοδότις Θεοῦ.
άγιοι του θεού μηναίο και ο ειρμός
«Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου
ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».
έτι και έτι/ ότι συ ει ο θεός ημών και σοι την δόξαν αναπέμπομεν τω πατρί και τω
υιώ/ κάθισμα
Οἱ τὰ τοῦ κόσμου ὡς φθαρτὰ παριδόντες, καὶ τὰς ἀφθάρτους δωρεὰς εἰληφότες,
ἀποθανόντες ἔμειναν ἐκτὸς καταφθορᾶς· ὅθεν ἐξανίστανται, μετὰ
πλείονας χρόνους, ἅπασαν ἐνθάπτοντες, δυσμενῶν ἀπιστίαν, οὓς ἐν αἰνέσει σήμερον
πιστοί, ἀνευφημοῦντες Χριστὸν ἀνυμνήσωμεν./
Δόξα... Καὶ νῦν/
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ
κρεμάμενον ὁρῶσα Χριστέ, Οἴμοι! ποθεινότατε, Ἰησοῦ ἀνεβόα· πῶς ὁ
δοξαζόμενος ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ
σε μακρόθυμε./ δ ε στ
Ὡραιότατος καθάπερ βότρυς, Σταυρῷ ὑψώθης, εὐφροσύνης γλεῦκος Δέσποτα, ἐναποστάξας
φιλάνθρωπε.
Πολυώδυνα ἀνθρώπων πάθη, ἔπαυσας Λόγε, πάθος Δέσποτα ἑκούσιον, ἐν τῇ σαρκί σου
δεξάμενος.
Μαρτυρικὰ
Ἐτραυμάτισαν τῷ τραυματοῦσθαι, οἱ Ἀθλοφόροι, τὸν πολέμιον καὶ ὤφθησαν, ἰατροὶ τῶν
παθημάτων ἡμῶν.
Παρετάξαντο πρὸς τοὺς τυράννους, οἱ Ἀθλοφόροι, καὶ νικήσαντες ἐστέφθησαν,
νικητικοῖς διαδήμασι.
υπεραγία θεοτόκε σώσον ημάς
Ἀπεκύησας ἄνευ σπορᾶς, Παρθένε τὸν Λόγον, τὸν Σταυρῷ ἐξαφανίσαντα, τὴν φθορὰν
ἀγαθότητι./
Ἐπάξιόν σοι ᾠδήν, τὸ Χαῖρε Ἁγνή, οἱ ῥυσθέντες τῶν κινδύνων, ταῖς σαῖς πρεσβείαις
Παρθένε, γηθόμενοι προσάγομεν.
Ἐπήγειρον καθ' ἡμῶν, κινδύνους πολλούς, τῶν παθῶν αἱ ἁμαρτίαι∙ ἀλλὰ ἡ θεία σου
σκέπη, ἡμᾶς Ἁγνὴ ἐρρύσατο.
Εὐχάριστόν σοι ᾠδήν, ψυχῆς ταῖς χερσίν, ἐπισείομεν Παρθένε, τοῖς θείοις ὕμνοις
σκιρτῶντες, ἐκ θλίψεως ῥυσθέντες πολλῆς.
Μακάριοι ἀληθῶς, οἱ σέβοντές σε Θεοτόκε Παναγία, ὅτι ἐν σοὶ ἁμαρτίας, καὶ θλίψεως
ἐρρύσθημεν. μηναίο
Ὑψούμενος Δέσποτα ἐν ξύλῳ σαρκί, τὴν κτίσιν πᾶσαν, ἐκ βαράθρων χαλεπῶν, τῆς
ἀγνωσίας εἵλκυσας, πρὸς γνῶσίν σου φιλάνθρωπε.
Κρανίου σε τόπῳ ἐξῃτήσαντο, λαὸς ἄνομος, σταυρωθῆναι Ἰησοῦ, τὴν κάραν τὴν ὀλέθριον,
τοῦ ὄφεως συντρίβοντα.
Μαρτυρικὰ
Ἐστήσατε δυσσεβείας ῥεύματα, Χριστοῦ Μάρτυρες, θείοις αἵμασιν ὑμῶν, καὶ Φαραὼ τὸν
τύραννον, ἐν τούτοις ἀπεπνίξατε.
Τοῖς ὄνυξιν ἀφειδῶς ξεόμενοι, ἐσπαράξατε, τοῖς ἐλέγχοις Ἀθληταί, καρδίας
ματαιόφρονας, καὶ νικηταὶ γεγόνατε.
υπεραγία θεοτόκε σώσον ημάς
Ἡγίασεν ὁ Θεὸς τὴν μήτραν σου, ἁγία Σεμνή, κατοικήσας ἐν αὐτῇ, καὶ ἐν Σταυρῷ
ὑψούμενος, τὴν κτίσιν συνανύψωσε./
Τῆς ἁμαρτίας ἀναίρεσιν πιστῶν, Παρθένε τέτοκας, καὶ ἐκ κινδύνων καὶ πόνων, διεσώθη
ὁ κόσμος∙ διὸ τὸ Χαῖρέ σοι, καὶ ἡμεῖς ἐκβοῶμεν, ῥυσθέντες ἐκ θλίψεως.
Κατασχεθέντες ποικίλοις πειρασμοῖς, ἄχραντε Δέσποινα, καὶ ἀθυμίᾳ καὶ θλίψει, καὶ
δεινῇ περιστάσει, ἀπογνωσθέντες ἡμεῖς, εὐφροσύνης ἐλπίδα, σὲ ἐπλουτήσαμεν.
Ὡς σωτηρίας φύλαξ τῶν πιστῶν, καὶ οἰκετῶν σου Ἁγνή, ἀποδιώκεις κινδύνους, καὶ
φρουρεῖς ἀπημάντους∙ διὸ οἱ μέτοχοι, τῶν πολλῶν ἀγαθῶν σου, εὐχαριστοῦμεν ᾠδαῖς.
Εὐχαριστοῦμέν σοὶ ῥυσθέντες διὰ σοῦ, ἁμαρτημάτων πολλῶν, καὶ ἀσθενείας καὶ πόνων,
καὶ κινδύνων χαλεπῶν, ἄχραντε Δέσποινα, ἡ ἐλπὶς ἡ βεβαία, τῶν πιστῶν σου οἰκετῶν.
μηναίο
Νοσήσασαν τῶν ἀνθρώπων τὴν φύσιν, ἐπέφανας διὰ σπλάγχνα ἐλέους, ἰατρὲ τῶν
νοσούντων, καὶ ἰάσω τῷ Σταυρῷ καὶ τῷ πάθει σου.
Ξύλῳ τὸ πρὶν ὁ Ἀδὰμ κατεκρίθη, ξύλῳ δὲ νῦν τοῦ Σταυροῦ δικαιοῦται, τὴν εἴσοδον
λαμβάνων, Παραδείσου καὶ τρυφῆς τὴν ἀπόλαυσιν.
Ὑμνοῦμέν σε τὸν Σταυρῷ ὑψωθέντα, δοξάζομεν τὸν ἀκάνθαις στεφθέντα, καὶ δόξῃ
στεφανοῦντα, τοὺς ἀνθρώπους Βασιλεῦ ὑπεράγαθε.
Μαρτυρικὰ
Λυμαντικὴν ἀπωσάμενοι βλάβην, οἱ Ἀθληταὶ τῆς εἰδωλομανίας, βασάνοις ὁμιλοῦντες καὶ
θανόντες, σὺν Χριστῷ βασιλεύουσιν.
Οὐ διωγμός, οὐ λιμός, οὐ γυμνότης, οὐ κίνδυνοι, οὐδὲ θάνατος ὅλως, τοὺς θείους
Ἀθλοφόρους, τῆς ἀγάπης τοῦ Χριστοῦ διεχώρισαν.
υπεραγία θεοτόκε σώσον ημάς
Ὑμνολογεῖς τὸν ἐκ σοῦ σαρκωθέντα, καὶ θρηνῳδεῖς, ἐν Σταυρῷ ὑψωθέντα, αὐτὸν
κατανοοῦσα, Μητροπάρθενε ἁγνὴ παναμώμητε./
Ἀγγέλων γλῶσσαι Κόρη, τὰ σὰ ἐγκώμια, ἀνακηρύττειν οὐ σθένουσιν Ἁγνή, ἡμεῖς δὲ νῦν
δουλικῶς, δανεισάμενοι τὸ Χαῖρε, τοῦ Γαβριὴλ προσφέρομεν.
Εἰς βάθος ἀθυμίας, καὶ περιστάσεως, ταῖς ἁμαρτίαις ἡμῶν, πεπτωκότες ἐρρύσθημεν, διὰ
σοῦ τῆς ἀνάγκης τῶν κινδύνων, Παρθένε Θεοτόκε Ἁγνή.
Ὑπόχρεων εἰργάσω, πάντα τὸν κόσμον Ἁγνή, εὐχαριστεῖν καὶ αἰνεῖν καὶ δοξάζειν, τὴν
χάριν σου εὐσεβῶς∙ διὰ σοῦ γὰρ τῶν κινδύνων, καὶ θλίψεων λυτρούμεθα.
Ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ φανερῶς καὶ κρυπτῶς, ἐπὶ τὴν σὴν καταφεύγομεν, πάντες
βοήθειαν, Παναγία Θεοτόκε Ἁγνή, καὶ σεπτῶς σε γεραίρομεν.
μηναίο
ο ειρμός
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου,
ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».
έτι και έτι/ συ γαρ ει ο βασιελύς της ειρήνης κοντάκιον ο οίκος
Ἁγίους Παῖδας ἑπταρίθμους εὐφημήσωμεν, τοὺς ἐν Ἐφέσῳ τὴν ὀφρῦν Δεκίου θλάσαντας,
καὶ ἐν ἄντρῳ πολυχρόνιον ὕπνον ξένως, διανύσαντας ὡς
πᾶσιν ἐξανάστασιν, προτυποῦντας τὴν κοινὴν ἀνθρώπων ᾄσμασι, θείοις κράζοντες·
Παιδομάρτυρες χαίρετε./
Ὁ Οἶκος.
Ἄγγελοι φωτοφόροι, ἀνεδείχθητε Παῖδες, ἑπτάριθμοι Ἐφέσου ἀνδρείας, ἀναστάσεως γὰρ
τῶν νεκρῶν, ἐκμαγεῖα θεῖοι Ἀθληταὶ πέλετε· διὸ
νῦν ὑμῖν κράζομεν, ἀνάστασιν οἱ προσδοκῶντες·/
Χαίρετε, Παῖδες πνευματέμφοροι·
χαίρετε, λύχνοι οἱ φωτοφόροι.
Χαῖρε, μυροθήκες εὐῶδες, Ἰάμβλιχε·
χαῖρε, ῥώμης στήλη, λαμπρὲ Διονύσιε.
Χαῖρε, σκεῦος θείας χάριτος, Ἐξακουστωδιανέ·
χαῖρε, ὄργανον ἐλλάμψεως θείας, Μαρτινιανέ.
Χαῖρε, ὦ Ἰωάννη, Ἀθλοφόρων σεμνότης·
χαῖρε, ὦ Κωνσταντῖνε, νέων πάντων λαμπρότης.
Χαῖρε, Μαξιμιλιανὲ πάνσοφε·
χαῖρε, ἀνδρείας λύχνε ἑπτάφωτε.
Χαίρετε, κρίνα ζωῆς ἀθανάτου·
χαίρετε, μύρα χαρᾶς ἀκηράτου.
Παιδομάρτυρες χαίρετε.
μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ, Μαξιμιλιανοῦ, Ἑκουστωδιανοῦ, Ἰαμβλίχου,
Μαρτινιανοῦ, Διονυσίου, Ἰωάννου καὶ Κωνσταντίνου.
Τὸν ἑπτάριθμον τιμῶ χορὸν Μαρτύρων,
Δείξαντα Ἀνάστασιν νεκρῶν τῷ κόσμῳ
Τῇ δὲ τετάρτῃ νεκροέγερτοι ξύνθανον ἑπτά. ζ η θ
Βάρος κουφίζων, τῶν ἀνομιῶν μου, μέσον, ἀνόμων ἀνήρτησαι, ἐπὶ Σταυροῦ Ἰησοῦ
ὑπεράγαθε, ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπεράγαθος./
Λόγχῃ ἐνύγης, τὴν θείαν πλευράν σου, καὶ τῆς πλευρᾶς τὸ ὀλίσθημα, ἐπανορθώσω∙
φλογίνῃ ῥομφαίᾳ δέ, διδόναι μοι εἴσοδον, Παραδείσου, Σῶτερ προστάττεις πάντοτε./
Μαρτυρικὰ
Ἄστρα ἐν ὕψει, τεθεμελιωμένα, τῆς Ἐκκλησίας οἱ Ἅγιοι, γεγενημένοι τὴν κτίσιν
αὐγάζουσιν, ἄθλων ταῖς λαμπρότησι, καὶ τῶν ἰαμάτων φαιδρότησι./
Βίβλος προσφέρει, ἀεὶ γεγραμμένους, ζώντων Κυρίου τοὺς Μάρτυρας, τὰ γεγραμμένα Θεοῦ
δικαιώματα, προθύμως φυλάξαντας, καὶ ἐνηθληκότας στερρότατα./
υπεραγία θεοτόκε σώσον ημάς
Ἡ Παναγία, πανάγιον Λόγον, τὸν ἐξ αὐτῆς ἀνατείλαντα, ἐν τῷ ἁγίῳ Σταυρῷ ἀνυψούμενον,
καὶ καθαγιάζοντα τοὺς ἀνθρώπους, ὁρῶσα ἐπωδύρετο./
Τὸ Χαίρειν εὐχαρίστως σοι προσφέρομεν, πάσης δυσχερείας διὰ σοῦ, Μήτηρ Θεοῦ ὡς
ἀληθῶς λελυτρωμένοι καὶ συμφώνως κράζοντες, ἐν εὐφροσύνῃ καὶ χαρᾷ, σὲ μεγαλύνομεν./
Ηὐλίσθημεν ἑσπέρας, κλαυθμῷ πολλῷ, ἐπὶ τῇ προσδοκίᾳ τῶν κακῶν, ἀλλὰ τὴν σὴν
θεοπρεπῆ σκέπην Παρθένε, δεηθέντες εὕρομεν, ἀγαλλίασιν καὶ λύσιν, ἀπάσης θλίψεως./
Ὡς θεῖον καταφύγιον, τὴν σκέπην σου, πάντες κεκτημένοι πρὸς Θεόν, ἐν πειρασμοῖς καὶ
διωγμοῖς, καὶ ἁμαρτίαις, ἐπὶ σοὶ προσπίπτομεν, καὶ διὰ σοῦ
ἀπαλλαγήν, πλουτοῦμεν Ἄχραντε./
Τὴν χάριν τῆς πρεσβείας σου κηρύττομεν, στόματι καὶ πνεύματι ἀεί, ὡς δι' αὐτῆς καὶ
πειρασμῶν καὶ τυραννίδος, καὶ βαρείας θλίψεως, καὶ παντοίων
παθῶν, οἱ δοῦλοί σου λυτρούμενοι./
μηναίο
Νεκρόν με ἔδειξε, τὸ τῆς γνώσεως ξύλον, σὺ δὲ Χριστέ μου νεκρωθεὶς ἐπὶ ξύλου,
ἐζώωσας καὶ ἐφώτισας ψάλλειν∙ Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας./
Ἀκάνθαις ἔστεψεν, ὁ παράνομος δῆμος, σὲ Βασιλεῦ παρακοῆς ἐκριζοῦντα, τὴν ἄκανθαν,
Ἀδὰμ τοῦ πρωτοπλάστου, καὶ ὕψωσε Σταυρῷ, τὸν πάντας ἐκ τοῦ
βάθους, ἑλκύσαντα τῆς πλάνης./
Συνέσει τείναντα, οὐρανούς σε τανύει, ἐπὶ τοῦ ξύλου ὁ λαὸς ὁ ἀγνώμων, ἰώμενον τὰς
ἡμῶν ἁμαρτίας, τῷ πάθει σου Σωτήρ, καὶ παύσαντα τοὺς πόνους, τοῖς
ἐκ τῶν ἥλων πόνοις./
Μαρτυρικὸν
Μαρτύρων λείψανα, εὐωδίαν θαυμάτων, τοῖς προσιοῦσιν ἀδιστάκτῳ καρδίᾳ, ἐκπέμπουσι,
καὶ παθῶν δυσωδίαν, διώκουσιν ἀεί, καὶ πᾶσιν εὐρωστίαν, ἐνθέως χορηγοῦσι./
υπεραγία θεοτόκε σώσον ημάς
Ἁγίων τάγματα, λιτανεύουσι Κόρη, τὸν ἐκ γαστρός σου προελθόντα Δεσπότην, τὸν
δείξαντα, ἐν Σταυρῷ τούτοις τρίβον, ἀθλήσεως Ἁγνή, καὶ σὲ δοξολογοῦσιν, ὡς
πάντων Βασιλίδα./
Ὡς λυτρωθέντες καταιγίδος, ἁμαρτίας καὶ παθῶν καὶ πειρασμῶν, ταῖς σαῖς πρεσβείαις
ἀγαθή, Θεοτόκε εὐχαρίστῳ φωνῇ, τὸ Χαῖρέ σοι βοῶμεν, ὡς διὰ σοῦ ἐκ
θλίψεως, εἰς χαρὰν μετελθόντες./
Ἐν τῇ ὀδύνῃ τῶν κινδύνων, κεκραγότας οὐ παρεῖδες Ἀγαθή, ἀλλὰ δεήσεως πτωχῆς,
ἐπακούσασα ἐρρύσω ἡμᾶς, ἐκ θλίψεως μεγάλης∙ ὅθεν πιστῶς τὴν σὴν
πρεσβείαν, Ἁγνὴ ἀνυμνοῦμεν./
Ἁμαρτημάτων καὶ πταισμάτων, ἡ αἰτία νῦν ἐπήγειρεν ἡμῖν, θλίψεις κινδύνων καὶ παθῶν,
καὶ ἀνθρώπων πειρασμοὺς ἀπηνεῖς, ταῖς σαῖς Θεοκυῆτορ, θείαις
λιταῖς ἐρρύσθημεν, ἐξ ἐχθρῶν παραδόξως./
Οἱ οἰκτιρμοί σου ἐπὶ πάντας, ἀενάως καταπέμπονται Χριστέ, ἀγαθοδότως ἀληθῶς, ταῖς
πρεσβείαις τῆς Τεκούσης σε∙ ἐν ταύτῃ γὰρ πλουτοῦμεν, Χριστιανοὶ
τὸ ἔλεός σου, Σωτὴρ ἐλεῆμον./
μηναίο
Ἰκρίῳ σε, ἀνυψωθέντα ὡς ἑώρα, Βασιλεῦ τῶν ἁπάντων ὁ ἥλιος ἐσβέσθη, καὶ τὸ
καταπέτασμα τὸ τοῦ ναοῦ, ἐρράγη, ἡ φαιδρότης Ἰησοῦ παντοδύναμε./
Ὤρυξάν σου, χεῖρας, οἱ ἄνομοι καὶ πόδας, καὶ πλευρὰν ζωηφόρον, ἐκέντησαν τῇ λόγχῃ,
καὶ χολὴν καὶ ὄξος σε, ἐπότισαν Οἰκτίρμον, τοῦ παντὸς τὸν
γλυκασμόν καὶ Θεὸν ἡμῶν./
Μαρτυρικὰ
Συνέτριψαν, τοῦ ἀρχεκάκου τὰς παγίδας, συντριβόμενοι πάσαις, ἰδέαις τῶν βασάνων,
καὶ στεφανηφόροι τῇ νίκῃ γεγονότες, οἱ γενναῖοι Ἀθληταὶ μακαρίζονται./
Ἡγίασαν, τῇ καταθέσει τῶν λειψάνων, πᾶσαν γῆν οἱ Ἀθλοφόροι καὶ ἔπαυσαν τὰς κνίσσας,
τῶν εἰδωλοθύτων, πυρὶ προσομιλοῦντες, καὶ ἐν τούτῳ μυστικῶς, ὁλοκαυτούμενοι./
υπεραγία θεοτόκε σώσον ημάς
Φιλάγαθε, τῶν Χερουβεὶμ ἁγιωτέρα, ἡ Θεοῦ Θεὸν Λόγον σαρκί, ἀποτεκοῦσα, τὸν
ἀνυψωθέντα σαρκὶ Σταυρῷ ἐθελουσίως, ὑπὲρ πάντων ἐκτενῶς, τοῦτον πρέσβευε./
Τὸ Χαῖρε ἐπαξίως σοι, μετὰ φωνῆς ἀλαλαγμοῦ, Παρθένε νῦν προσφέρομεν, σὺν τῷ Ἀγγέλῳ
Γαβριήλ, ῥυσθέντες ἐκ ποικίλων πειρασμῶν, Θεοτόκε ταῖς πρεσβείαις σου./
Χαρὰ καὶ ἀγαλλίασις, καὶ εὐφροσύνη θεϊκή, Παρθένε ἀπειρόγαμε ἡμῖν ἐπλήθυνε Θεοῦ∙
ἰδοὺ γὰρ οἱ πενθοῦντες χαλεπῶς, ἀγαλλόμεθα πρεσβείαις σου./
Θυσίαν σοι αἰνέσεως, θύω καὶ γλώσσῃ καὶ φωνῇ, ᾠδὴν εὐχαριστήριον, ἀποδιδούς σοι
ἐκτενῶς, Παρθένε ὡς ηὐξάμην διὰ σοῦ, ἐν ἡμέρᾳ ῥυσθεὶς ἐκ θλίψεως./
Συγχαίρομέν σοὶ Ἄχραντε, τῷ θείῳ τόκῳ εὐσεβῶς, χαρὰν ἡμῖν ἔβλυσας, ἐκ θλίψεως καὶ
πειρασμοῦ∙ διό σοι εὐχαρίστως καὶ ἡμεῖς, τὴν ᾠδὴν ἀποπληροῦμεν./
μηναίο
αινούμεν ευλογούμεν και προσκυνούμεν τον Κύριον
«Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς
δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». τιμιωτέρα
«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ
λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ
Θεοτόκε μεγαλύνομεν».
άξιον εστίν/ την τιμιωτέρα/ εξαποστειλάριον
Τυραννικοῦ πρὸ βήματος τὸν Χριστὸν παρρησίᾳ, Παῖδες ἑπτὰ καὶ Μάρτυρες, ἐκηρύξατε
πάντων, Θεὸν Σωτῆρα καὶ Κτίστην· ὑμεῖς γὰρ θείᾳ προνοίᾳ, σπηλαίῳ χρόνοις
πλείοσι, κατὰ φύσιν θανόντες, ὑπερφυῶς, αὖθις ἐξανίστασθε ὡς ἐξ ὕπνου, αἱρετικῶν τὰ
στόματα, ἀποφράττοντες πάντων./
Σὺν Ἰαμβλίχῳ μέλψωμεν, Ἰωάννην, Μαρτῖνον καὶ Κωνσταντῖνον ᾄσμασι, Μαξιμιλιανόν τε
καὶ Διονύσιον ἅμα, κλεινῷ Ἑξακουστωδίῳ, φαιδρῶς πανηγυρίζοντες, τὴν
φαιδράν τούτων μνήμην, ὅπως εὐχαῖς τούτων καὶ πρεσβείαις τῆς Θεοτόκου, πταισμάτων
λύσιν εὕρωμεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος./
δοξολογία αίνοι
Ἐφέσου ἑπτάριθμον χορόν, Παίδων εὐφημήσωμεν, τῆς παρθενίας τὰ λείρια, καὶ τῆς
ἀθλήσεως, στύλους τοὺς ἀσείστους, εὐσχημόνως κράζοντες·
Δεκίου οἱ πατήσαντες ἔπαρσιν, καὶ τὴν ὑπέρτιμον, τοῦ Χριστοῦ ὁμολογήσαντες, κλῆσιν
πᾶσιν, εἰρήνην βραβεύσατε./
Νεκρῶν τὴν ἀνάστασιν ἀεί, πᾶσι καταγγέλλετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι, Μαρτύρων
πρότυπα, οἱ ἐν τῷ σπηλαίῳ, ὕπνον μακροχρόνιον, ἀνύσαντες
καὶ ξένως τῇ χάριτι, Θεοῦ μακάριοι, ἐγερθέντες ἵνα στόματα, κακοδόξων, ταχέως
σφραγίσητε./
Φανοὶ ἀναστάσεως λαμπροί, Παῖδες ἀνεδείχθητε, οἱ τάχος δόγμα αἱρέσεως,
ἀποδιώξαντες, καὶ τῆς ἀληθείας, φέγγος καταυγάσαντες, ψυχῆς
δηλούσης ὅτι καὶ σώματος, ἐστὶν ἀνάστασις, καθὰ γέγραπται πανεύφημοι, Ἀθλοφόροι,
καυχήματα πίστεως./
Σεπτὸν Ἐξακουστωδιανόν, Ἰωάννην ἄλκιμον, πανευλαβῆ Διονύσιον, ἀνευφημήσωμεν, καὶ
σὺν Ἰαμβλίχῳ, Κωνσταντίνῳ ἔμφρονι, Μαξιμιλιανῷ οὐρανόφρονι, καὶ τῷ
παμμάκαρι, Μαρτινιανῷ κραυγάζοντες· χαῖρε σμῆνος, Μαρτύρων ἑπτάριθμον./ Δόξα/
Τῆς ἀναστάσεως τὸ φῶς τὸ ἄδυτον καὶ αἰώνιον ἀνατείλαντες, τὴν σκοτείαν τῶν
φασκόντων μὴ εἶναι ἀνάστασιν ἐσκεδάσετε, Παῖδες Ἐφέσου ἑπτάριθμοι. Μὴ
οὖν παύσησθε οὐρανόθεν Χριστῷ πρεσβεύοντες, τῷ τριημέρῳ ἐκ τάφου ἀναστάντι,
κατατάξαι καὶ ἡμᾶς μετὰ τῶν σῳζομένων, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως./
Και νυν/ Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ
καταφυγήν τῶν ψυχῶν ἡμῶν./
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου,
αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ
Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Τα καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ
Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν
ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν Ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Εἰρήνη πᾶσι. Τὰς κεφαλὰς ἡμῶν τῷ
Κυρίῳ κλίνωμεν.
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου
ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ
τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ
ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴτι ἡμάρτομεν ἑκουσίως ἤ
ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια
καὶ ὑπερκόσμια ἀγαθά σου.Σὸν γὰρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς
ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεσπότης ὢν φιλάνθρωπε Ζωοδότα, ἐξηγόρασας διὰ Σταυροῦ σου τὴν οἰκουμένην, Κύριε
δόξα σοι.
Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ ηὐφράνθημεν ἐν
πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφρανθείημεν, ἀνθ΄ὧν ἡμερῶν ἐταπείνωσας
ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά, καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ
ὁδήγησον τοὺς υἱοὺς αὐτῶν./
Σταυρῷ προσηλώθη, ἡ ἄμπελος ἡ ἀληθινή, ἐτρύγησαν τὰ ἔθνη, Παράδεισον μετὰ Λῃστοῦ.
Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς βασιλείας, ὁ παθὼν
δι' ἡμᾶς, Κύριε δόξα σοι./
Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν
κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.
Τὴν μνήμην τῶν ἁγίων σου, Ἀθλοφόρων ἑορτάζοντες, σὲ ἀνυμνοῦμεν Χριστὲ βοῶντες∙
Κύριε δόξα σοι./ Δόξα/ Και νυν/
Σταύρωσιν καὶ σφαγὴν ὡς κακοῦργος, κατεδέξω Μακρόθυμε, ἵνα πεπτωκότας ἡμᾶς διὰ
ξύλου, πάλιν διὰ ξύλου Σταυροῦ σου ὑψώσῃς, ἀλλ' ἡ τετοκυῖά σε Παρθένος
ἐξεπλήττετο, νεκρὸν καθορῶσά σε, καὶ στένουσα ἔκραζεν ∙ Ὢ μανία ἄδικος! πῶς
κτείνουσιν ἄνομοι τὸν Δίκαιον;/
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε,
τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ') τρισάγιον
απολυτίκιον Δόξα/ Και νυν/
Καταφυγή καί δύναμις ημών Θεοκτόκε, η κραταιά βοήθεια τού κόσμου, ταίς πρεσβείαις
σου σκέπε τούς δούλους σου, από πάσης ανάγκης, μόνη ευλογημένη.
ευλογημένη η βασιλεία/
υψούτε κύριον τον θεόν ημών
ο κύριος εβασίλευσεν οργισέσθωσαν λαοί
Πρὸς Κορινθίους α΄ Ἐπιστολῆς πέτρου τὸ Ἀνάγνωσμα 4:1-12
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας,
Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατά πρόγνωσιν Θεοῦ
πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ·
χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ
ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς
ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην
ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί,
λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον
χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δέ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ
δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ
ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος
προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα
Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·οἷς
ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν
εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν
ἄγγελοι παρακύψαι.Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς
διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν
ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ
ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ
ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν
φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,
εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν
ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿
ὑμᾶς τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν
αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν
ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ
καθαρᾶς
καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ
ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα·
διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ
χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·
τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς
ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ
φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα
ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ
ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτόν, ἔντιμον,
καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικός, ἱεράτευμα ἅγιον,
ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ·
διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτόν,
ἔντιμον, καὶ ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπειθοῦσι δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ
οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα
σκανδάλου.
οἳ προσκόπτουσι τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. ὑμεῖς δὲ γένος ἐκλεκτόν,
βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς
ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·οἵ ποτε οὐ
λαός, νῦν δὲ λαὸς Θεοῦ, οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
Ἀλληλούϊα τῆς ἡμέρας, Ἦχος α΄
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Εὐλόγησον, Δέσποτα, τὸ θυμίαμα.
+Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ὁ
προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν
τοῦ παναγίου σου Πνεύματος. Ἀμήν.
Εὐλόγησον, Δέσποτα, τὸν εὐαγγελιστήν τοῦ ἁγίου ἐνδόξου ἀποστόλου καὶ εὐαγγελιστοῦ
(τοῦ δεῖνος).
+ Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου, ἐνδόξου, ἀποστόλου καὶ εὐαγγελιστοῦ, δῴη σοι
ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ εὐαγγελίου τοῦ ἀγαπητοῦ
Υἱοῦ αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι νῦν κατά τὸ ῥῆμά σου.
Ἀπόστολε Ἅγιε καὶ εὐαγγελιστά, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν
παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
+ Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.
Τοῦ Κυρίου δεηθῶμεν
Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς σῆς θεογνωσίας ἀκήρατον
φῶς, καί τοὺς τῆς διανοίας ἡμῶν ὀφθαλμοὺς διάνοιξον εἰς τὴν τῶν εὐαγγελικῶν σου
κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τον τῶν μακαρίων σου ἐντολῶν φόβον, ἵνα τὰς
σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ
πρὸς εὐαρέστησιν τὴν σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμός τῶν
ψυχῶν καί τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ
ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. + Εἰρήνη πᾶσι.
Καὶ τῷ πνευματί σου.
Ἐκ τοῦ κατά (τοῦ δεῖνος) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Πρόσχωμεν
Δόξα σοι, Κύριε, δόξα σοι.
Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΙΑ΄ ΕΒΔΟΜΑΔΟΣ
Ἐκ τοῦ κατὰ Ματθαῖον, κδ΄ 13 - 28
τω καιρώ εκείνω εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς
πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν
κατέστρεψε καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς·
Γέγραπται, ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε
σπήλαιον λῃστῶν.
Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ καὶ ἐθεράπευσεν αὐτούς. καὶ
καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
Πρωῒας δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασε· καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν
ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ
καρπὸς
γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ
ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

You might also like