You are on page 1of 21

ΕΚ ΤΟΥ ΘΕΟΤΟΚΑΡΙΟΥ ΤΟΥ

ΑΓ.ΝΙΚΟ∆ΗΜΟΥ
Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ.
ΗΧΟΣ ΠΛ.Α
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Τον Θεόν ὅν ἒτεκες, ἀπορρήτως Δέσποινα ἁγνή, ἱκέτευε


ἐκτενῶς ρύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων,καὶ
μελλούσης δίκης φοβεράς, και τῆς λαμπρότητος, ἀξιῶσαι
τῶν ἀγίων αὐτοῦ.

Ἰαμάτων ἂβυσσον,καὶ χαρίτων πέλαγος ἁγνή,


ἐπέγνωμέν σε ἡμεῖς οἱ ἁμαρτωλοί,διό σου δεόμεθα τῶν
δυσχερῶν πάντων ἐξελοῦ, τούς μεγαλύνοντας, και
τιμῶντας σε Πανύμνητε.

Ὁλοφυρομένη μου, τὴν καρδίαν πλήθει όδυνῶν,


παράκλησις ἐμὴ καὶ καταφυγή,ταχὺ παρακάλεσον, ἵνα
κᾀγὼ εὔφραναν βοῶ, αἱ παρακλήσεις σου,τὴν ψυχήν μου
πολύΰμνητε.

‘Υπνηλὸς και ράθυμος, ἀνειμένος Δέσποινα τελῶν, ἐν


ἒργοις τοῖς σκοτεινοῖς πᾶσαν τὴν ζωήν, ἀνήλωσα φθάσας
δὲ βὶου δυσμὰς τὴν ἀνατολήν,σὲ τὴν ὁλόφωτον, ἱκετεύω
καταυγάσαι με.
Τ ΚΥΡΙΑΚ ΕΣΠΕΡΑΣ

Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν


υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Νοερὰν τὴν αἴσθησιν, τῇ ψυχῆ μου δώρησαι ἁγνή,


νεκρῶσαι τὰς ἀπρεπεῖς πρώην ἡδονάς, ἅς τίκτειν
εἰώθασιν, αἱ αἰσθήσεις αἱ σωματικαὶ· ὅπως γενήσωμαι
οἰκητήριον τοῦ Πνεύματος.

Οὐδαμῶς ἀνέλιπον, Θεομῆτορ πράττων τά αἰσχρά, ἐκ


βρέφους ἀναδειχθεὶς οἶκος τῶν παθῶν· κἄν νῦν ἐν τῷ γήρᾳ
μου, μεταγνῶναι δός μοι λογισμόν,ἴσως ἐκφύγοιμι, τάς
κολάσεις τάς μενούσας με.

Κρημνῶ παραπτώσεων, ὀλισθήσας πέπτωκα δεινῶν, ἐξ


ὕψους τῶν αρετῶν Δέσποινα ἁγνὴ·σὺ οὖν ἡ ἀντὶληψις τῶν
ἀσθενῶν καὶ ἁμαρτωλῶν, χεῖρά μοι πάρασχε, βοήθειας τῲ
ἱκέτῃ σου.

Φοβεῖ με κριτήριον, Θεομῆτορ τὸ Δεσποτικόν· καὶ


δὲδοικα ὠς πολλῶν ἔμπλεως κακῶν·πλὴν εἰς σὲ
κατέφυγον, καταφυγὴ τῶν ἁμαρτωλῶν, καὶ μὴ ἀπώση
με· ἀλλὰ σῶσον με τῷ ἐλεέι σου.
Τ ∆ΕΥΤΕΡ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Δονουμένους θλὶψεσι καὶ τῷ πλήθει τῶν ἀνιαρῶν,


ἑδραίωσον ἡμᾶς, θείᾳ σου ροπῆ, Μαρία μονῆς,καὶ τῆς
ἐλπίδος σου, πέτρα ἵνα σε δοξάζωμεν.

Ὑπερήρθη ἄχραντε, τὸ φορτίον τὸ τῶν λυπηρῶν,


δυνάμεως τῆς ἐμῆς, καὶ πρὸς ἀχανές, τὸ τῆς ἀπογνώσεως
καθέλκει με βάραθρον ἀφοῦ, ρῦσαί με Δέσποινα, τοῦ
ἀπαύστως μεγαλύνειν σε.

Φωτοφόρον ὄχημα, ἀνεδείχθης τοῦ Ἐμμανουήλ,


φωτίζουσα τοὺς πιστούς. Δέσποινα ἁγνή·διὸ με
καταύγασον, ραθυμίας σκότει τὴν ψυχήν, νῦν
καλυπτόμενον, καὶ τοῖς πταίσμασιν ὀλλύμενον.

Σὺ προστάτις, πέφυκας, τῆς ψυχῆς μου πάνσεμνε ἁγνή·


ἐν σοὶ γὰρ τῶν δυσμενῶν ἁγνή· ἐν σοὶ γὰρ τῶν δυσμενῶν,
θραύω τὴν ἰσχύν, καὶ σοῦ ἀπῃώρησα,τὰς αἰσθήσεις πάσας
καὶ τὸν νοῦν· σῶσόν με σῶσόν με· ἵνα πόθῳ μεγαλύνω σε.

Τ ΤΡΙΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Θεομῆτορ Πάναγνε, προστασία τῶν Χριστιανῶν·


περίσωζε σὸν λαὸν πάσης ἀπειλῆς, καὶ πάσης ἁλώσεως
βαρβαρικῆς ὀργῆς, καὶ θυμοῦ· πάσης κακώσεως, καὶ ἐκ
πάσης κατακρίσεως.

Εὐλαβῶς σοι ᾄδομεν, ἐγκωμίων ᾄσματα ἁγνή,


λυτρούμενοι ἀεί νόσων χαλεπῶν, σαῖς θείαις πρεσβείαις
σου· διὸ καὶ νῦν κράζομεν πιστῶς· ἴασαι Δέσποινα τὰς
ψυχάς ἡμῶν καὶ σώματα.

Παναγία Δέσποινα,ἐκδυσώπει τὴν προσκυμητήν, Τριάδα


ἧς ἀπαθῶς τὸν ἕνα σαρκί, ἡμῖν ἀπεγέννησας, εἰρηνεῦσαι
τοὺς ἐπὶ γῆς· λύσιν πταισμάτων τε,τοῖς ὑμνοῦσί σε
δωρήσασθαι.

Σῶν προσφύγων Πάναγνε, μὴ ἀπώσῃ νῦν τὸν στεναγμόν·


ἀλλ΄ ἔπιδε ἡμῶν ἐν τοῖς θλιβεροῖς· τὸ πένθος μετάβαλε εἰς
χαρμονὴν καὶ τὸ κατηφές, εἰς ἀγαλλίασιν, τῶν ἐν ὕμνοις
γεραιρόντων σε.

Τ ΤΕΤΑΡΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ρυπωθεὶς ὡς ἄνθρωπος, τὴν ψυχήν μου πταίσματι


πολλοῖς, καὶ πάθεσι σαρκός, καταμολυνθείς, λιτάζω
συντόνως σε καὶ δυσωπῶ, κάθαρον ἁγνή, σαῖς με δεήσεσι,
ἀπο πάσης νῦν φαυλότητος.

Θελητὴν γεγένηκας, τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν,


φιλάνθρωπον Θεὸν μόνον ἀγαθόν, μακρόθυμον
εὔσπλαγχνον, ὃν εὐμενῆ δεῖξον μοι ἁγνή, ταῖς σαῖς
δεήσεσι, καὶ πταισμάτων λὺσιν βράβευσον.

Ἐμαυτὸν ὀδύρομαι, ἐννοῶν μου τῶν ἁμαρτιῶν,τὰ πλήθη


καὶ τῶν παθῶν,τὰς ἐπαγωγάς· ψυχῆς μου τὴν πώρωσιν·
καὶ τοῦ νοός μου τὰς ἐκτροπάς· ἀπεγνωσμένον με, ἁγνὴ
σῶσον τῷ ἐλέει σου.

Εὐλογῶ δοξάζω σε, μεγαλύνω Πάναγνε θερμῶς,


εὐλόγησόν με οὖν, τὸν σὸν ὑμνῳδόν,καὶ πάντων
ἐκλύτρωσαι, τῶν δυσμενῶν καὶ τῶν λυπηρῶν, καὶ
περιφύλαττε, σαῖς παλάμαις ἀπροσμάχητον.

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Θυγατέρες σπεύσατε, τῆς ἁγίας Ἱερουσαλήμ, θεάσασθαι


μορφήν, νύμφης εὐκλεοῦς, Μαρίαν τὴν ἄχραντον, καὶ
εὐσεβῶς ἄσατε αὐτῆ· χαῖρε Πανύμνητε, Θεοτόκε ἡ χαρὰ
ἡμῶν.

Ἐκλεκτὴ εὐπρόσδεκτος ἀνεδείχθη ὅλη τῷ Θεῷ· ὡς κρίνον


ἀνθηρὸν μέσον ἀκανθῶν· ἀφ ὧν σε ὀσφράδιον Παρθενικόν,
εὗρεν ἑαυτῶ, καὶ σὲ ἀνέδειξε, προστασίαν τῶν τιμώντων
σε.

Νάρδος ἀποστάζουσα, ἀρωμάτων ἄφθορε σεμνή· καλὴ ἐν


γυναιξίν,ὤφθης ἀληθῶς· ὡραία ἡ ὄψις σου καὶ ἡ φωνὴ
πλήρης ἀγαθῶν· λύτρων γὰρ ἔτεκες, τῶν πταισμάτων τοῖς
ὑμνοῦσί σε.

Ἡ ψυχή μου Δέσποινα, ἐκολλήθη ὅλη ψαλμικῶς, ὀπίσω


σου τοιγαροῦν σοῦ ἡ δεξία, ἐμοῦ ἀντοιλάβοιτο ἐκσυσωπῶ,
σώζουσά μς νῦνν καὶ περιέπουσα, καὶ φρουροῦσα καὶ
σκεπάζουσα.
ΕΚ ΤΟΥ ΘΕΟΤΟΚΑΡΙΟΥ ΓΕΡΑΣΙΜΟΥ
ΜΟΝΑΧΟΥ ΤΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ.
ΗΧΟΣ ΠΛ.Α
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Μολυσμοῖς κατέχρανα, τὰς δυνάμεις Κόρη τῆς ψυχῆς,


ὑπείξας τοῦ πονηροῦ, πάσῃ συμβουλῇ, ἀλλὰ τῇ σῇ χάριτι,
ἐν μετανοίᾳ καταφυγών, πίστει κραυγάζω σοι· Μὴ
παρίδης με ὀλλύμενον.

Ὂρος τὸ κατάσκιον, ταῖς ἀπείροις χάρισι Ἁγνή, ἐξ οὗ ὁ


πάντων Θεός,ὤφθη τοῖς ἐν γῇ, σαρκὸς ὁμοιώματι, σαρκός
μου νέκρωσον τὰς ὁρμάς, καὶ τὴν καρδίαν μου, σκεῦος
δεῖξον θείας χάριτος.
Υψηλὸν ἀνάκτορον, τοῦ τῶν ὅλων ὤφθης Ποιητοῦ,
προεκλεχθεῖσα αὐτῶ, οἷα καθαρά, Παρθένε Πανάμωμε·
διὸ κἀμὲ οἶκον τῆς αὐτοῦ, δεῖξον χρηστότητος,τὸν ἀνάξιον
ἱκἐτην σου.

Υπερτέρα πέφηνας, ἀοράτων καὶ τῶν ὁρατῶν, κυήσασα ἐν


σαρκί, τὸν Δημιουργόν, θεοῦντα τὸν ἄνθρωπον,
δι΄εὐσπλαγχνίαν Κόρην πολλήν· διὸ κἀμὲ ὕψωσον,
προσπαθείας τῆς τοῦ χείρονος.

Τ ∆ΕΥΤΕΡ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ισχυρὰν παράκλησιν, κεκτημένος τὴν σὴν ἀρωγὴν, καὶ


τεῖχος ὀχυρόν, καὶ καταφυγήν, ἐκτρέπω Πανάμωμε, τὰς
καθ΄ ἑκάστην ἑπιβουλάς, τοῦ πολεμήτορος, καὶ κηρύτω
σου τὰ θαύματα.

Μάννα τὸ οὐράνιον, τετοκυῖα Χριστὸν τὸν Θεόν, πεινῶσάν


μου τὴν ψυχήν, θρέψον μυστικῶς, τῷ ἄρτω Πανάμωμε,
τῆς χάριτός σου τῆς ζωτικῆς, καὶ βασιλείας με, οὐρανίου
καταξίωσον.

Ο τῶν ὅλων Κύριος, προελθών σου Κόρη ἐκ γαστρός, ὡς


οἶδεν ὡς ἀγαθός, ἔσωσεν ἡμᾶς, οἰκείοις παθήμασι, δι΄
εὐσπλαγχνίαν Ἁγνὴ πολλήν· ὃν καθικέτευε, κἀμὲ σῶσαι
τὸν ἀνάξιον.

Υπεράνω Δέσποινα, τῶν γηΐνων καὶ χαμαιπετῶν, νοός


μου καὶ τῆσ ψυχῆς, πᾶσαν τὴν ροπήν, ἀνύψωσον
δέομαι,πρὸς τὴν ἀγάπην τοῦ σοῦ Υἱοῦ, ὡς ἂν Πανύμνητε,
τῆς αὐτοῦ τύχω λαμπρότητος.

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Μυροθήκη ἔμψυχος, ἀνεδείχθης μύρου τῆς ζωῆς, τεκοῦσα


μετὰ σαρκός, τὸν πάντων Θεόν· διὸ πᾶσαν δίωξον
δυσωδίαν ἁμαρτιῶν, ἐκ τῆς καρδίας μου, Θεοτόκε
Ἀειπάρθενε.

Οἶκος ἁγιάσματος, καὶ ἁγνείας σκήνωμα λαμπρόν,


ὑπάρχουσα Μαριάμ, οἷα ἐκλεκτή, Θεὸν ἐσωμάτωσας
δίχα τροπῆς Κόρη καὶ φυρμοῦ· ὃν καθικέτευε, οἰκτειρῆσαι
τοὺς αἰνοῦντάς σε.

Υδωρ ζωῆς ἔβλυσας, τετοκυῖα τὸν Δημιουργόν, ἀφράστως


μετὰ σαρκός, Δέσποινα Ἁγνή· διὸ τὴν καρδίαν μου
ἐξηραμμένην ἀπατηλαῖς, Παρθένε πράξεσι, καταπότισον
καὶ σῶσόν με.
Υπερτέρα πέφηνας, ἀσυγκρίτως τῶν Ἀγγελικῶν,
δυνάμεων ἀληθῶς, Δέσποινα Ἁγνή, ὡς Μήτηρ
πανάφθορος, τοῦ Βασιλέως τῶν οὐρανῶν· διὸ κἀμὲ
μέτοχον, ὑπερτέρας ζωῆς ποίησον.

Εκ του θεοτοκαριου αγαπιου


λανδου του κρητος

Τ ΚΥΡΙΑΚ ΕΣΠΕΡΑΣ
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ναὸν τὸν τοῦ σώματος, διαφθείρας ἄξιος φθορᾶς, κατέστην


ὡς τὸν ναὸν φθείρας τοῦ Θεοῦ, καὶ τούτου τὰ ἅγια,
πεποιηκὼς μέλη καὶ σεπτά, πόρνης ὁ δείλαιος, ἀκολάστου
μέλη βέβηλα.

Διχοτομηθῆναι με, μὴ ἐάσῃς τὸν ὑποκριτήν, ἡ τέξασα


Κριτὴν πάντων καὶ Θεόν, πάσης ὑποκρίσεως,καὶ
συστροφῆς ὑποκριτικῆς ῥῦσαι, καὶ δεῖξον με ἑν τῇ Κρίσει
ἀκατάκριτον.

Ὁλικῶς ἀνέθηκα, σοὶ Παρθένε ὅλον ἐμαυτόν, ἐπίβλεψον


ἐπ΄ ἐμὲ τὸν ἁμαρτωλόν, ἐλέησον οἴκτειρον, δοῦλον τὸν σὸν,
τὸν ἀπὸ ψυχῆς, σοῦ τὸ Πανάγιον ἀγαπῶντα θεῖον
Ὄνομα.

Νοερῶς προσπίπτω σοι,παναμώμητε ὁ ἐναγής, καὶ


τρόμῳ σου τῶν ἁγνῶν ἅπτομαι ποδῶν, συγκάμπτων τὰ
γόνατα τὰ τῆς ψυχῆς, καὶ ἀναβοῶν, Δέσποινα, Δέσποινα,
οἴκτειρόν με τὸν κατάκριτον.

Τ ΤΡΙΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Χοϊκὴν συγγένια, μὴ παρίδῃς Δέσποινα ἁγνή, ἀλλ΄ ἔσο


μοι βοηθὸς ἐν ταῖς συμφοραῖς, ῤωννύουσα σκέπουσα,
ῥυομένη πάντων τῶν δεινῶν, ἐν σοὶ γὰρ πέποιθα, τῇ ἑτοίμῃ
πρὸς τὸ σῴζειν με.

Ἐπὶ σοὶ ἐκχέομεν, τὴν ἐκ πόνου δέησιν ἁγνή, ἐλέησον


ἡμᾶς τοὺς ἁμαρτωλούς, μὴ καταισχυθείημεν, ἐν ἡμέρᾳ τῇ
τῶν ἀναγκῶν, σὲ τὴν πανεύσπλαγχνον Θεοτόκον
προσκαλούμενοι.

Ὁ Θεὸς εἰσάκουσον, τοῦ λαοῦ σου νῦν τῆς προσευχῆς, καὶ


λύτρωσαι ἡμᾶς, βλάβης τοῦ ἐχθροῦ, ἰδού σοι προσάγομεν,
εἰλικρινῶς εἰς ἐξιλασμόν, σὲ τὴν κυήσασαν, ἣν ἐκ πόθου
μακαρίζομεν.

Ἱλασμὸν καὶ ἄφεσιν, τῶν πταισμάτων αἴτησαι ἡμῖν, καὶ


πάντων τῶν δυσχερῶν τὴν ἀπαλλαγήν, καὶ βίου
διόρθωσιν, νοῦν καθαρὸν καὶ φωτοειδῆ, ἵνα δοξάζωμεν, τὴν
πολλήν σου ἀγαθότητα.

Τ ΠΕΜΠΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Σοὶ προσπὶπτω Δέσποινα,καὶ προσφέρω δέησιν οἰκτράν,


παράσχου μοι δωρεὰν ἔλεος τὸ σόν,καὶ γὰρ οὐχ ὑπάρχει
μοι, ἐργασία ὅλως θεϊκή, ὅθεν σου δέομαι, δωρεάν με
κατοικτείρησον.

Νοεροῖς ἐν ὄμμασι, διανοίας βλέπειν σε δοκῶ, τὸ φῶς τῆς


ἐμῆς ψυχῆς καὶ τὸν γλυκασμόν,τὴν μόνη παράκλησιν, καὶ
χαρμονὴν καὶ ἀναψυχήν, τὸ τῆς καρδίας μου Θεοτόκε
ἀγαλλίαμα.

Ἐμαυτὸν ὀδύρομαι, ἐννοῶν μου τῶν ἁμαρτιῶν, τὰ πλήθη


καὶ τῶν παθῶν τὰς ἐπαγωγάς, ψυχῆς μου τὴν πώρωσιν,
καὶ τοῦ νοός μου τὰς ἐκτροπάς, ἀπεγνωσμένων με Χριστὲ,
σῷσον τῷ ἐλέει σου.

Συνωθεῖ πρὸς στένωσι, τῶν ἐπαίνων σου ὁ πλατυσμός, τὸν


νοῦν μου τὸν ἀσθενῆ καὶ στενοχωρεῖ,τὸ πλῆθος συμπνίγον
με, καὶ ἀπορεῖν ἐκ τοῦ εὐπορεῖν, ἐπισυμβαίνειν μοι,
Θεοτόκε πολυΰμνητε.
ΕΚ ΤΟΥ ΘΕΟΤΟΚΑΡΙΟΥ Ι.Μ.ΠΑΝΑΓΙΑΣ
ΤΑΤΑΡΝΗΣ

Τ ΣΑΒΒΑΤ ΕΣΠΕΡΑΣ.
ΗΧΟΣ ΠΛ.Α
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Χρῖσον συμπαθείας σου, τῷ ἐλαίῳ μέτωπα πιστῶν, πᾶν


πάθος μολυσμὸν ἄλγος χαλεπόν, μακρὰν ἐκδιώκουσα, καὶ
πειρασμόν, ἵνα Ἀγαθή, σὲ μεγαλύνωμεν,ὡς εἰκὸς καὶ
μακαρίζωμεν.
Ψαλμικῶς Πανάχραντε, αἱ παρθένοι ἅπασαι ψυχαί,
κρατοῦσαι τὰς λαμπάδας τῶν ἀρετῶν, δραμοῦνται ὀπίσω
σου, ὧς τοῦ χοροῦ, δεῖξον καὶ ἡμᾶς, ἐν ὥρᾳ Κρίσεως,
συμμετόχους τοὺς ὑμνοῦντας σε.
Ὤλβισας τοὺς δούλους σου, Θεομῆτορ σοῦ ταῖς δωρεαὶς,
δαψίλειαν παρέχουσα οἰκτιρμῶν, τοῖς πίστει
δοξάζουσι,Μονογενῆ, τὸν ἐκ τοῦ Πατρός, καὶ ἐκ νηδύος
σου, ἀναλάμψαντα Θεάνθρωπον.

Ὑγιαίνειν πρέσβευε, καὶ ἐῤῥῶσθαι τοὺς ἐν προσῳδαῖς,


μολπαῖς καὶ ἐγκωμίοις διηνεκῶς, Ἁγνὴ εὐλογοῦντάς σε,
καὶ κοινωνούς, ποίησον αὐτούς, τῆς αἰωνίου τε,καὶ
φαιδρᾶς ἀγαλλιάσεως.

Τ ΚΥΡΙΑΚ ΕΣΠΕΡΑΣ

Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν


υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ἰησοῦν ὡς τέξασα, ὑποστάσει τὸν μοναδικόν, καὶ φύσεσι


Πανάσπιλε τὸν διττόν, σὲ πάντες γεραίρομεν,
χρεωστικῶς, ὅθεν μητρικῶς, πρέσβευε Δέσποινα, τοῦ
σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σοῦ θυμιατήριον,ἀνεφάνη Μῆτερ ἡ νυδύς· ὡς ἄνθρακας


γὰρ ἔφερες τὸν Χριστόν, διὸ ὥσπερ φρύγανα, τοὺς
ἀπρεπεῖς, καῦσον λογισμούς, καὶ ὥσπερ ἄχυρον, τὸ
γεῶδες φλέξον φρόνημα.

Κόπασον τὸν κλύδωνα, τῶν παθῶν μου Ἄχραντε σεμνή,


καὶ πράϋνον τὸν σάλον τῶν πειρασμῶν, διδοῦσα γαλήνην
μοι,τὴν ψυχικήν, ὅπως ἀσφαλῶς, εἰς τῆς
χρηστότητος,καταπλεύσω τὸν λιμένα σου.

Τοὺς πεπηρωμένους μου, τῆς καρδίας Κόρη ὀφθαλμούς,


διάνοιξον τοῦ βλέπειν τὰ προφανῶς, καλὰ καὶ ὠφέλιμα,
καὶ ἀτενῶς, πρός τῶν οὐρανῶν, τὰ ὑπερκόσμια, ἀγαθὰ
προσβλέπειν πάντοτε.

Τ ∆ΕΥΤΕΡ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Τὸν κυριευθέντα με, χυχοφθόροις ἕξεσι Ἁγνή, Κυρίων


ἡ τὸν Κύριον ἀψευδῶς, τεκοῦσα ἱλέωσον, αὐτόν ἐμοί, καὶ
αὐτοῦ ποεῖν, Κόρη τὸ θέλημα,εὐπειθέστατα συγκίνησον.

Ὄντως εὐκοπώτερον, ἀριθμῆσαι ἄμμον θαλασσῶν, παντὶ


τῷ βουλομένῳ ἐστὶ Σεμνή, ἢ πλῆθος μετρῆσαί μου,
ἁμαρτιῶν, καὶπονηριῶν, ὅθεν στενάζοντα, κατοικτείρησόν
με Δέσποινα.

Ἥμαρτον ὡς ἄνθρωπος, εὐτελής τε καὶ οὐδαμινός,ὡς


μέγας σὺ Θεός καὶ παμβασιλεύς, συγχώρησον Κύριε,ἄνες
Χριστέ,ἄφες Λυτρωτά, ταῖς παρακλήσεσι, τῆς ἀσπόρως
κυησάσης σε.
Ὥσπερ ἡ Συγκύπτουσα, ἀνανεῦσαι εἰς τὸ παντελές,
Παρθένε μὴ δυνάμενος τῷ βαρεῖ, κλοιῷ τῶν σφαλμάτων
μου, σὲ δυσωπῶ, κούφισον με σὺ, καὶ ἀκατάκριτον,τῷ
Υἱῷ σου με παράστησον.

Τ ΤΡΙΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ἴδε μου τὴν μόνωσιν, ἴδε θλίψιν ἴδε ὀδυρμόν, τὴν


σκότωσίν μου ἴδε τὴν τῆς ψυχῆς, καὶ λύπην τὴν ἄφατον,
καὶ μὴ λοιπόν, πλέον με Σεμνή, δείξῃς στυγνότερον,ἄνευ
σοῦ τῆς παρακλήσεως.

Μὴ ἐκκκκόψαι σπεύσῃ με, ὡς τὴν πάλαι ἄκαρπον συκῆν,


μηδὲ κελεύσῃ ἄωρον Ἀγαθή, θερίσαι με Κύριος, ἀλλὰ
ζωῆς, χρόνος ἱκανός, ἄιτει δοθῆναι μοι, ἀποφέρων εἰς
μετάνοιαν.

Ὅτε παραστήσομαι, σοὶ τῷ Πλάστῃ καὶ Δημιουργῷ, μὴ


ἔχων τὶ λαλῆσαι ἢ τὶ εἰπεῖν, ἀνθ΄ ὧν ἐπλημμέλησα,τότε
Σωτήρ, πρός ἐξιλασμόν, ἕξω συνήγορον, τὴν πανάχαντον
Μητέρα σου.
Ὑπὸ τῶν πτερύγων σου, Παναγία Κόρη τὴν σκιάν,
ὑπνώσω ἐν εἰρήνῃ καὶ ἀληθῶς,τερπνῶς κοιμηθήσομαι, σὲ
γὰρ φρουρόν, σκέπην βοηθόν, ἔχων Πανάσπιλε, οὔποτε
ζημιωθήσομαι.

Τ ΤΕΤΑΡΤ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Δόξῃ ἐστεφάνωσε, καί τιμῇ σε Ἄχραντε σεμνή, ό Κύριος


τῆς δόξης τεχθεὶς ἐκ σοῦ, Θεός τε καὶ ἄνθρωπος, καθυ-
ποστάς, κένωσιν φρικτήν ὃν μεγαλύνοντες, σὲ Παρθένε
μακαρίζομεν.

Σὰρξ ἀτρέπτως γέγονεν, ὁ Δεσπότης καί δημιουργός,


οἰκτείρας με τὸ πλάσμα τὸ ἑαυτοῦ, λαβὼν την υἱότητα,
τὴν ἀπὸ σοῦ, ὢν Υἱός Θεοῦ, Θεογεννήτρια, ἴνα σώση με
ὡς ἔσπλαγχνος.

Τῶν ψυχῶν ὡς τέξασα, καὶ σωμάτων σὺ τὸν ἰατρόν, θερά-


πευσον τὰ τραύματα τὰς πληγάς, τα ἕλκη τοὺς μώλωπας,
καὶ ὐγιᾶ, δεῖξόν με Ἁγνή, σὲ μεγαλύνοντα, καὶ ἀπαύστως
μακαρίζοντα.

Λῦσόν με ἀλύσεων, τῶν ἀπείρων Κόρη στεναγμῶν


Παρθένε τὴν ψυχήν μου ἐκ φυλακῆς, τῆς λύπης ἐξάγαγε,
καὶ πρὸς χαράς, ἴθυνον τὸ φῶς, ἵνα ἐν ὕμνοις σε, μακαρίζω
χαριέστατα.

Τ ΠΑΡΑΣΚΕΥ ΕΣΠΕΡΑΣ
ᾨδή θ΄. Ησαΐα χόρευε.
Ησαΐα χόρευε, η Παρθένος έσχεν εν γαστρί, και έτεκεν
υιόν τον Εμμανουήλ, Θεόν τε και άνθρωπον, Ανατολή
όνομα αυτώ,όν μεγαλύνοντες, την Παρθένον μακαρίζομεν.

Ἀγχιστείας φύσεως, ἀνθρωπίνης μνήσθητι Ἁγνή, καὶ


δεῦρο φιλοστόργως τοῦ σοῦ λαοῦ, τοῦ Χαῖρέ σοι
χράζοντος, ἐπιμελοῦ, Κόρη μητρικῶς μὴ γὰρ ἀφῇς ἡμᾶς,
ὀρφανοὺς τῆς συμπαθείας σου.

Ιερέων καύχημα, καὶ μαρτύρων χαῖρε χαρμονή· δικαίων


ἡ τρυφὴ καὶ ἁμαρτωλῶν, τὸ θεῖον ἐξίλασμα, χαῖρε Σεμνή·
χαῖρε ἀσθενῶν, θερμὴ ἀντίληψις, καὶ ἐπίσκεψις καὶ ἴασις.

Ρἥμασιν ἑπόμενοι, Θεοτόκε ἀρχαγγελικοῖς, τὸ Χαῖρε


μελῳδοῦμεν ὅτι ἐν σοί, τὸν Κύριον ἔσχηχας, τὸν μετὰ σοῦ,
ὄντως καὶ ἐκ σοῦ·ὃν μεγαλύνοντες, σὲ προφρόνως
μακαρίζομεν.

Ἐν τῷ ταμείῳ μου, κεκλεισμένος μόνος καὶ ἂν ὦ, σὺν πᾶσι


τοῖς ἁγίοις καρδιακῶς, δοκῶ Μῆτερ εἶναί με, ἐν τῷ βοᾶν·
Χαῖρε Ἀγαθή, ἡ πανυπέρτιμος, καὶ οἰκεία συντροφία μου.
ΑΠΟΛΥΤΙΚΙΑ
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη
τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ
Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.

Τῶν Ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ


Δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ, τὸν
ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμε-
νοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ πρεσβεύουσι τῷ
Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε ἅγιον ὅρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε


καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέ-
φυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν,
χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτη-
ρίαν τῶν ψυχῶν ἡμῶν.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν. Καὶ τὸ ἔλεος
δεῖξον ἐπὶ τὸν δούλόν σου, καὶ τὰ κύματα ἁγνὴ
καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν
μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ οἶδα Παρθένε,
ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν


ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ
ἡμῶν.Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἐλπίς μου γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς
μου πρόφθασον Παναγία μου.

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος


μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ
καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν
ἡμῶν.

Ἐν νόμω σκιά καί γράμματι, τύπον κατίδωμεν οἱ πιστοί,


πᾶν ἄρσεν τό τήν μήτραν διανοῖγον, ἅγιον Θεῶ, διό
πρωτότοκον Λόγον, Πατρός Ἀνάρχου Υἱόν,
πρωτοτοκούμενον Μητρί, ἀπειράνδρω μεγαλύνωμεν.

You might also like