You are on page 1of 1

21.

Πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις ἐστὶ τοῦ βίου θάνατος, κἂν ἐν
οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ· δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν
μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν
δ᾽ ἃν ὁ θεὸς διδῷ γενναίως. Ταῦτ᾽ ἐποίουν οἱ ὑμέτεροι πρόγονοι, ταῦθ᾽
ὑμεῖς οἱ πρεσβύτεροι, οἳ Λακεδαιμονίους οὐ φίλους ὄντας οὐδ᾽
εὐεργέτας, ἀλλὰ πολλὰ τὴν πόλιν ἡμῶν ἠδικηκότας καὶ μεγάλα, ἐπειδὴ
Θηβαῖοι κρατήσαντες ἐν Λεύκτροις ἀνελεῖν ἐπεχείρουν, διεκωλύσατε, οὐ
φοβηθέντες τὴν τότε Θηβαίοις ῥώμην καὶ δόξαν ὑπάρχουσαν, οὐδ᾽ ὑπὲρ
οἷα πεποιηκότων ἀνθρώπων κινδυνεύσετε διαλογισάμενοι.

Δημοσθένη, Περί του Στεφάνου 97-98

καθείργνυμι: κλείνω, φυλακίζω

προβάλλομαι τήν ἀγαθήν ἐλπίδα: βάζω μπροστά σαν ασπίδα την καλή
ελπίδα, αποβλέπω στην καλή ελπίδα

διαλογίζομαι: υπολογίζω

You might also like