You are on page 1of 11

ΜΑΤΘΑΙΟΣ 16:28 ΜΑΡΚΟΣ 9:1 ΛΟΥΚΑΣ 9:27 ΠΑΡΑΤΗΡΗΣΕΙΣ

ἀμὴν λέγω ὑμῖν, εἰσί τινες Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί
τῶν ὧδε ἑστηκότων, λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τινες τῶν ὧδε ἑστηκότων, οἳ
οἵτινες οὐ μὴ γεύσωνται τῶν ἑστηκότων, οἵτινες οὐ μὴ οὐ μὴ γεύσωνται θανάτου
θανάτου ἕως ἂν ἴδωσι τὸν γεύσωνται θανάτου ἕως ἂν ἕως ἂν ἴδωσι τὴν βασιλείαν
υἱὸν τοῦ ἀνθρώπου ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ τοῦ Θεοῦ. 
ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἐληλυθυῖαν ἐν δυνάμει. 
αὐτοῦ.
ΕΛΕΥΣΗ (ΠΟΥ ΜΕΧΡΙ ΣΤΙΓΜΗΣ ΔΕΝ ΕΝ ΔΥΝΑΜΕΙ ΕΛΕΥΣΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΟΡΙΣΤΙΚΗ ΕΛΕΥΣΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΤΑ ΤΡΙΑ ΣΥΝΟΠΤΙΚΑ ΕΥΑΓΓΕΛΙΑ ΟΜΙΛΟΥΝ ΓΙΑ
ΕΙΧΕ ΕΡΘΕΙ) ΤΟΥ ΥΙΟΥ ΤΟΥ ΤΟΥ ΘΕΟΥ (ΚΑΙ ΟΧΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΘΕΟΥ (ΚΑΙ ΟΧΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΔΙΑΦΟΡΕΤΙΚΟ ΑΝΤΙΚΕΙΜΕΝΟ
ΑΝΘΡΩΠΟΥ (ΚΑΙ ΟΧΙ ΤΟΥ ΤΟΥ ΥΙΟΥ ΤΟΥ ΑΝΘΡΩΠΟΥ), Η ΟΠΟΙΑ ΥΙΟΥ ΤΟΥ ΑΝΘΡΩΠΟΥ), Η ΟΠΟΙΑ ΔΕΝ
ΑΝΘΡΩΠΟΥ) ΕΝ ΤΗ ΒΑΣΙΛΕΙΑ ΤΟΥ ΔΕΝ ΘΑΝΑΤΩΝΕΙ ΚΑΠΟΙΟΥΣ ΘΑΝΑΤΩΝΕΙ ΚΑΠΟΙΟΥΣ
(ΠΟΥ ΥΠΟΝΟΕΙΤΑΙ ΟΤΙ ΠΡΙΝ (ΠΡΟΦΑΝΩΣ ΑΥΤΟΥΣ ΠΟΥ ΔΕΧΤΗΚΑΝ
ΠΡΟΕΤΟΙΜΑΖΟΝΤΑΝ Η ΒΑΣΙΛΕΙΑ ΠΡΟΗΓΟΥΜΕΝΩΣ ΤΗΝ ΒΑΣΙΛΕΙΑ ΤΟΥ
ΤΟΥ) ΥΙΟΥ ΤΟΥ ΑΝΘΡΩΠΟΥ)
ΤΟ «ΕΝ ΔΥΝΑΜΕΙ» ΣΗΜΑΙΝΕΙ ΤΟΣΟ
ΤΗΝ ΔΥΝΑΜΗ, ΟΣΟ ΚΑΙ ΤΗΝ
ΠΡΟΟΔΕΥΤΙΚΟΤΗΤΑ –
ΣΥΝΕΧΙΖΟΜΕΝΗ ΕΞΕΛΙΞΗ (ΜΕ ΛΙΓΑ
ΛΟΓΙΑ ΤΗΝ ΔΥΝΑΜΙΚΗ ΕΝΕΡΓΕΙΑ ΤΟΥ
ΥΙΟΥ ΤΟΥ ΑΝΘΡΩΠΟΥ, ΠΟΥ
ΠΡΟΗΓΟΥΜΕΝΩΣ ΣΤΟΝ ΜΑΤΘΑΙΟ
ΕΙΧΕ ΕΡΘΕΙ ΕΝ ΤΗ ΒΑΣΙΛΕΙΑ ΤΟΥ)
23
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, ΤΑ ΠΑΡΑΓΩΓΑ ΤΗΣ ΛΕΞΗΣ «ΥΠΟΤΑΓΗ» ΔΕΝ
ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τότε καὶ αὐτὸς ὁ υἱὸς ΠΕΡΙΕΧΟΝΤΑΙ ΣΤΟΥΣ ΕΥΑΓΓΕΛΙΣΤΕΣ ΜΑΤΘΑΙΟ ΚΑΙ
Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· ὑποταγήσεται τῷ ὑποτάξαντι ΜΑΡΚΟ, ΑΛΛΑ ΜΟΝΟΝ ΣΤΟ ΛΟΥΚΑ ΚΑΙ ΤΙΣ
24
εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ ΕΠΙΣΤΟΛΕΣ !!!
βασιλείαν τῷ Θεῷ καὶ πατρί, ὅταν πάντα ἐν πᾶσιν(1 Cor. 15:23-28 GOC)
καταργήσῃ πᾶσαν ἀρχὴν καὶ
πᾶσαν ἐξουσίαν καὶ δύναμιν
25
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις
οὗ ἄν θῇ πάντας τοὺς ἐχθροὺς
ὑπὸ τοὺς πόδας αὐτοῦ(1 Cor. 15:23-
28 GOC)
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,
GOC 1 Cor. 15:28
ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν
GOC 1 Cor. 15:28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα,
ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν
GOC 2 Cor. 9:13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν Θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς
τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
GOC Gal. 2:5 οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς
GOC 1 Tim. 2:11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ·
GOC 1 Tim. 3:4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος·

GOC 1 Pet. 3:22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ
δυνάμεων
εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον
(Heb. 12:9 GOC) 9

ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν;


GOC Jas. 4:7 Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ᾽ ὑμῶν·
GOC 1 Pet. 2:13 Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι,
GOC 1 Pet. 5:5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην
ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς
GOC Phil. 3:21
δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα
GOC Heb. 2:8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ
ἀνυπότακτον νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·
GOC Rom. 8:20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾽ ἑλπίδι
GOC 1 Cor. 15:28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα ,
τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ
GOC 1 Cor. 15:27
ὑποτάξαντος αὐτῷ τὰ πάντα
GOC Rom. 13:5 διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργήν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν
GOC 1 Cor. 14:34 Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ
ἐπιτέτραπται αὐταῖς λαλεῖν ἀλλ᾽ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει
GOC Tit. 2:9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
GOC Tit. 3:1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους
εἶναι,
GOC Eph. 5:22 Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ,
GOC Col. 3:18 Αἱ γυναῖκες ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ· αἱ δὲ οὖσαι
GOC Rom. 13:1
ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν
GOC Lk. 10:17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ
ὀνόματί σου
GOC Lk. 10:20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν
ἐγράφη ἐν τοῖς οὐρανοῖς
GOC Rom. 8:7 τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται·
GOC 1 Cor. 14:32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
GOC Eph. 5:24 ἀλλ᾽ ὡσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί

GOC 1 Cor. 16:16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι
GOC 1 Pet. 3:1 Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς
τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται,
GOC 1 Pet. 3:5 οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς
ἰδίοις ἀνδράσιν,
σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ
GOC Tit. 2:5
βλασφημῆται
GOC Eph. 5:21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ
GOC 1 Pet. 2:18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ
καὶ τοῖς σκολιοῖς
GOC 1 Pet. 5:5 Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην
ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν
καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς καὶ ἡ μήτηρ αὐτοῦ
GOC Lk. 2:51
διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς

GOC Heb. 2:8 οὐδὲν


πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα
ἀφῆκεν αὐτῷ ἀνυπότακτον νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα
ὑποτεταγμένα·
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ
GOC 1 Cor. 15:27
ὑποτάξαντος αὐτῷ τὰ πάντα

Εβρ. 2,8                    Ολα υπέταξες κάτω από τους πόδας του”. Και εφ' όσον ο Θεός Πατήρ υπέταξε εις αυτόν τα πάντα, δεν αφήκε τίποτε, που
Τωρα όμως δεν βλέπομεν ακόμη να είναι όλα απολύτως υποταγμένα
να του μένη ανυπότακτον.
στον ενανθρωπήσαντα Υιόν του Θεού.
ΕΡΕΥΝΑ ΣΤΗΝ ΠΑΤΡΟΛΟΓΙΑ

ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα


Joannes Chrysostomus Scr. Eccl. : In epistulam i ad Corinthios (homiliae 1-44) : Vol 61, pg 340, ln 37

Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς


ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα
ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων τῶν
ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον
καὶ κατορθοῦντα γεγεννηκώς.

Gregorius Nazianzenus Theol. : De filio (orat. 30) : Section 5, line 27

ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, —ὑποταγήσεται δὲ καὶ τῇ ἐπι-


γνώσει καὶ τῇ μεταποιήσει, —τότε καὶ αὐτὸς τὴν ὑποταγὴν πεπλή-
ρωκε, προσάγων ἐμὲ τὸν σεσωσμένον. τοῦτο γὰρ ἡ ὑποταγὴ Χρι-
στοῦ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ πατρικοῦ θελήματος πλήρωσις.
ὑποτάσσει δὲ καὶ υἱὸς πατρί, καὶ υἱῷ πατήρ· ὁ μὲν ἐνεργῶν, ὁ δὲ
εὐδοκῶν, ὃ καὶ πρότερον εἴπομεν. καὶ οὕτω τὸ ὑποτεταγμένον ὁ
ὑποτάξας θεῷ παρίστησιν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον. τοιοῦτον
εἶναί μοι φαίνεται καὶ τό· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι, ἵνα
τί ἐγκατέλιπές με; οὐ γὰρ αὐτὸς ἐγκαταλέλειπται, ἢ ὑπὸ τοῦ
πατρός, ἢ ὑπὸ τῆς ἑαυτοῦ θεότητος, ὃ δοκεῖ τισίν, ὡς ἂν φοβου-
μένης τὸ πάθος, καὶ διὰ τοῦτο συστελλομένης ἀπὸ τοῦ πάσχοντος.
τίς γὰρ ἢ γεννηθῆναι κάτω τὴν ἀρχήν, ἢ ἐπὶ τὸν σταυρὸν ἀνελθεῖν
ἠνάγκασεν; ἐν ἑαυτῷ δέ, ὅπερ εἶπον, τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ
ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν
προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν· ὥσπερ
καὶ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος τὰ ἑξῆς
διὰ τοῦ ψαλμοῦ φησίν· ἐπειδὴ προδήλως εἰς Χριστὸν ὁ εἰκοστὸς
πρῶτος ψαλμὸς ἀναφέρεται.

οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον νῦν δὲ οὔπω


ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα
Joannes Damascenus Scr. Eccl. et Theol. : Commentarii in epistulas Pauli [Dub.] : Volume 95, page 937, line 25

«Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγ-


μένα.»
Ἵνα μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ
τοὺς πόδας αὐτοῦ, τοσαῦτα πασχόντων ἡμῶν; φησί·
Μὴ γὰρ ἐπειδὴ οὐδέπω ὑπέταξεν, νομίσῃς μὴ ὑπο-
τάττεσθαι· ὅτι γὰρ δεῖ ὑποταγῆναι. Καὶ γὰρ ἡ προ-
φητεία διὰ τοῦτο εἴρηται.

Joannes Chrysostomus Scr. Eccl. : In epistulam ad Hebraeos (homiliae 1-34) : Vol 63, pg 38, ln 43

βʹ. Ταῦτα δὲ εἰ καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴ-


ρηται, ἀλλ' ὅμως κυριώτερον ἁρμόσειεν ἂν τῷ Χρι-
στῷ κατὰ σάρκα· τὸ γὰρ, Πάντα ὑπέταξας ὑπο-
κάτω τῶν ποδῶν αὐτοῦ, ἐκείνου μᾶλλόν ἐστιν, ἢ
ἡμῶν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ οὐδὲν ἡμᾶς ὄντας ἐπ-
εσκέψατο, καὶ τὸ ἐξ ἡμῶν ἀναλαβὼν καὶ ἑνώσας ἑαυ-
τῷ, πάντων ἀνώτερος γέγονεν. Ἐν γὰρ τῷ ὑποτά-
ξαι, φησὶν, αὐτῷ τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ
ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ
πάντα ὑποτεταγμένα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπό-
διον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλ-
λειν, εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτην
τὴν μαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην. Ἵνα γὰρ
μὴ λέγωσι, Πῶς τοὺς ἐχθροὺς ἔθηκεν ὑπὸ τοὺς πό-
δας αὐτοῦ, τοσαῦτα παθόντων ἡμῶν; ἱκανῶς μὲν καὶ
ἐν τῷ προτέρῳ αὐτὸ ᾐνίξατο· τὸ γὰρ, Ἕως, οὐ τὸ
εὐθέως ἐδήλου γινόμενον, ἀλλὰ τὸ ἐν χρόνῳ· ἐνταῦθα
δὲ αὐτὸ ἐπεξέρχεται. Μὴ γὰρ, ἐπειδὴ οὐδέπω ὑπ-
ετάγησαν, φησὶ, νομίσῃς μηδὲ ὑποτάττεσθαι· ὅτι
μὲν γὰρ δεῖ ὑποταγῆναι, δῆλον· καὶ γὰρ ἡ προφητεία
διὰ τοῦτο εἴρηται· Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ,
φησὶ, τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότα-
κτον. Πῶς οὖν οὐ πάντα ὑποτέτακται; Ὅτι μέλλει
ὑποτάσσεσθαι. Εἰ τοίνυν πάντα μὲν ὑποταγῆναι
ὀφείλει, οὔπω δὲ ὑποτέτακται, μὴ ἄσχαλλε μηδὲ
θορυβοῦ. Εἰ μὲν γὰρ τοῦ τέλους παραγενομένου, καὶ
πάντων ὑποταγέντων, ταῦτα ἔπασχες, εἰκότως ἤλ-
γεις· νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτετα-
γμένα, οὔπω ἐκράτησεν ὁ Βασιλεὺς καθαρῶς. Τί τοί-
νυν θορυβῇ, πάσχων κακῶς; οὔπω πάντων περι-
γέγονε τὸ κήρυγμα, οὔπω καιρὸς τέλεον ὑπο-
ταγῆναι. Εἶτα πάλιν ἑτέρα παράκλησις· ἤδη ὁ μέλ-
λων πάντας ἔχειν ὑποτεταγμένους, καὶ αὐτὸς ἀπ-
έθανε, καὶ μυρία πέπονθε. Τὸν δὲ βραχύ τι παρ'
ἀγγέλους ἠλαττωμένον βλέπομεν, φησὶν, Ἰησοῦν,
διὰ τὸ πάθημα τοῦ θανάτου. Εἶτα τὰ χρηστὰ πά-
λιν, Δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἶδες πῶς αὐ-
τῷ πάντα ἥρμοσε; καὶ γὰρ τὸ, Βραχὺ, αὐτῷ ἂν ἁρ-
μόσειε μᾶλλον, τῷ τρεῖς ἡμέρας γενομένῳ ἐν τῷ ᾅδῃ
μόνας, ἀλλ' οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις·
ὁμοίως καὶ τὸ, Δόξῃ καὶ τιμῇ, ἐκείνῳ πολλῷ πλέον,
ἢ ἡμῖν ἁρμόσει. Πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ
σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ
τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς
πάντα φέρειν γενναίως, εἰς τὸν Διδάσκαλον ἀφορῶν-
τας. Εἰ γὰρ ὁ προσκυνούμενος ὑπ' ἀγγέλων, φησὶν,
ἠνέσχετο βραχύ τι παρ' ἀγγέλους ἔχειν διὰ σέ· πολ-
λῷ μᾶλλον σὺ ὁ τῶν ἀγγέλων ἐλάττων, πάντα φέρειν
ὀφείλεις δι' αὐτόν. Εἶτα δείκνυσιν, ὅτι δόξα καὶ τιμὴ
ὁ σταυρός ἐστιν· ὡσπεροῦν καὶ αὐτὸς δόξαν αὐτὸν
καλεῖ λέγων· Ἦλθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς
τοῦ ἀνθρώπου. Εἰ οὖν ἐκεῖνος τὰ διὰ τοὺς δούλους
δόξαν καλεῖ, πολλῷ μᾶλλον σὺ τὰ διὰ τὸν Δεσπότην.
Ὁρᾷς τοῦ σταυροῦ τὸν καρπὸν, ὅσος; Μὴ φοβηθῇς
τὸ πρᾶγμα· σκυθρωπὸν μὲν γὰρ εἶναί σοι δοκεῖ,
μυρία δὲ τίκτει ἀγαθά. Δείκνυσιν ἐκ τούτων τοῦ πει-
ρασμοῦ τὸ ὄφελος. Εἶτά φησιν· Ὅπως χάριτι Θεοῦ
ὑπὲρ παντὸς γεύσηται θανάτου. Ὅπως, φησὶ,
χάριτι Θεοῦ. Κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ
τὴν εἰς ἡμᾶς ταῦτα πέπονθεν· Ὅς γε τοῦ ἰδίου
Υἱοῦ οὐκ ἐφείσατο, φησὶν, ἀλλ' ὑπὲρ ἡμῶν πάν-
των παρέδωκεν αὐτόν. Τίνος ἕνεκεν; Οὐκ ὤφειλε
τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε. Καὶ πάλιν ἐν τῇ
πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι Πολλῷ μᾶλλον ἡ
χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ
ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς
ἐπερίσσευσεν. Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς
γεύσηται θανάτου· οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ
καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ
πάντων ἀπέθανε. Τί δὲ, εἰ μὴ πάντες ἐπίστευσαν;
Αὐτὸς τὸ ἑαυτοῦ πεπλήρωκε. Καὶ κυρίως εἶπεν·
Ὑπὲρ παντὸς γεύσηται θανάτου. Καὶ οὐκ εἶπεν·
Ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μι-
κρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη.
Τῷ μὲν οὖν εἰπεῖν· Διὰ τὸ πάθημα τοῦ θανάτου,
τὸν ὄντως θάνατον ἐσήμανε· τῷ δὲ, Ἀγγέλων
κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. Καθάπερ γὰρ
ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀῤῥώστῳ παρ-
εσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ
ἐκεῖνον κηδεμονίαν πρότερον αὐτὸς ἀπογεύεται, ἵνα
πείσῃ τὸν ἄῤῥωστον θαρσοῦντα κατατολμῆσαι τῆς
βρώσεως· οὕτω καὶ ὁ Χριστὸς, ἐπειδὴ πάντες ἄν-
θρωποι τὸν θάνατον ἐδεδοίκεσαν, πείθων αὐτοὺς
κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἀπεγεύσατο αὐ-
τοῦ, οὐκ ἔχων ἀνάγκην. Ἔρχεται γὰρ, φησὶν, ὁ τοῦ
κόσμου τούτου ἄρχων, καὶ οὐχ εὑρίσκει ἐν ἐμοὶ
οὐδέν. Οὕτω καὶ τὸ, Χάριτι, καὶ τὸ, Ὑπὲρ παντὸς
γεύσηται θανάτου, τοῦτο συνίστησιν. Ἔπρεπε γὰρ
αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολ-
λοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς
σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
Cyrillus Theol. : Fragmenta in sancti Pauli epistulam ad Hebraeos : Page 389, line 8

Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς


πάλαι δεδωρημένης· διὰ τοῦτό φησι "Νῦν δὲ οὔπω ὁρῶμεν
"αὐτῷ τὰ πάντα ὑποτεταγμένα." καὶ οὐ δήπου φρονοῦμεν,
ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν
αὐτὸν, ἀλλ' ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων
ἄνθρωπον, σεσυλῆσθαί φησιν αὐτὸν τῆς πάλαι δοθείσης
εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς
λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διει-
πεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ
τὴν ἐν Ἀδὰμ παράβασιν ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως
ἀφηγήσηται τρόπον καὶ οἷά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους
πτωχείαν ἵνα δείξῃ πάλιν τὸν δι' οὗ πεπλουτίσμεθα.
προσεπάγει γὰρ εὐθύς "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους
"ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανά-
"του δόξῃ καὶ τιμῇ ἐστεφανωμένον·" Θεὸς γὰρ ὢν φύσει
καθὰ πλειστάκις εἰρήκαμεν ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν
εἰς κένωσιν καὶ κεχρημάτικε μεθ' ἡμῶν ὡς ἄνθρωπος βραχὺ
παρ' ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ καὶ
μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου
φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος καίτοι τῆς δόξης
Κύριος ὤν.

You might also like