You are on page 1of 1

‚Πῶς’, φῆς, ‚οὐ λατρεύεται ἡ εἰκὼν Χριστοῦ, ἀλλ' ὁ ἐν αὐτῇ

προσκυνούμενος Χριστός, μιᾶς οὔσης ἐπ' ἀμφοῖν προσκυνήσεως;’


ὅτι ἐπ' αὐτοῦ δὴ Χριστοῦ λατρευτικὴ ἡ προσκύνησις· προσκυνῶν
γὰρ αὐτὸν συμπροσκυνῶ τὸν πατέρα καὶ τὸ ῞Αγιον Πνεῦμα ὁμοῦ,
ὅπερ ἐστὶν ἡ τριαδικὴ ἡμῶν προσκύνησις καὶ λατρεία. ἐπὶ δὲ τῆς
εἰκόνος ἡ αὐτὴ μὲν (πῶς γὰρ οὔ; ὧν γὰρ ἓν τὸ κράτος καὶ ἡ δόξα
μία, τούτων δῆλα δὴ ἓν τὸ σέβας καὶ μία ἡ προσκύνησις), σχετικὴ
δὲ ὅμως, ἤγουν ὁμωνυμική· προσκυνῶν γὰρ αὐτὴν οὐ συμπροσε-
κύνησα, ἀλλὰ προσεκύνησα Χριστόν, οὐ διαιρούμενον καθ' ὑπόστα-
σιν, ἀλλὰ διαφορούμενον κατὰ τὸν τῆς οὐσίας λόγον. ὅπερ ἐστὶ
σχετική, ἀλλ' οὐ λατρευτική, κἂν ἡ αὐτή, ἐκεῖ μὲν οὕτως νοουμένη
καὶ λεγομένη, καθότι τριαδική, ἤγουν φυσική, ἐνταῦθα δὲ τὸ ἔμ-
παλιν, καθότι σχετική, ἤγουν ὑποστατική· εἰ γὰρ εἴποις ‚λατρευτική’,
ἐσήμανας σεσαρκῶσθαι ὡς τὸν υἱὸν τόν τε πατέρα καὶ τὸ πνεῦμα,

You might also like