You are on page 1of 2

Ἀπολυτίκιον Ἀγίας Ἀναστασίας τής Ρωμαίας, Ἦχος γ'.

Τὴν
ὡραιότητα.

Τὴν ὀσιόαθλον καὶ καλλιπάρθενον, Ρώμης τὸ βλάστημα, καὶ


μέγα καύχημα, τῆς ἀναστάσεως Χριστοῦ, ἀξίως τὴν ἐπώνυμον,
δεῦτε εὐφημήσωμεν, Ἀναστασίαν τὴν πάνσεμνον, βρύει γὰρ
ἰάσεων, ἀκεσώδυνα φάρμακα, τοῖς τῶν λειψάνων αὐτῆς τὴν
θήκην, προσπτυσσομένοις μετὰ πίστεως.

Ἀπολυτίκιον Ἁγίου Κοσμᾶ τοῦ Αἰτωλοῦ, Ἦχος γ'. Θείας


πίστεως.

Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν,


ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος· καὶ κατασπείρας τὰ θεῖα
διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Ἀπολυτίκιον Ἀγίου Τίτου, Ἦχος δ΄.

Τοῦ Παύλου συνέκδημος, καὶ μαθητὴς γεγονώς, τὴν Κρήτην


κατηύγασας, Τίτε Ἀπόστολε, τῇ αἴγλῃ τῶν λόγων σου. Ὡς οὖν
ταύτην ἐῤῥύσω, σκότους τῆς ἀσεβείας, οὕτω καὶ νῦν τοὺς
πόθῳ, σὲ τιμῶντας παμμάκαρ, ὡς ἔχων παῤῥησίαν πολλὴν,
ῥῦσαι παντὸς πειρασμοῦ.

You might also like