You are on page 1of 1

Ἀπολυτίκιο. Ἦχος δ’.

Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν


ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων
ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἕτερον Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Μαρτύρων τὸ κλέος, καὶ λαμπρὸν ἀκροθίνιον, τῶν
καινῶν τροπαίων τὴν στήλην, καὶ ὁπλίτης περίδοξον,
τιμήσωμεν ἐν ὕμνοις ἱεροῖς, Γεώργιον τὸν μέγαν
Ἀθλητήν· σελαγίζει γὰρ τοῖς θαύμασιν πᾶσαν γῆν, καὶ
σώζει τοὺς κραυγάζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ μεγαλύναντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ,
ξένα θαυμάσια.
Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς
τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ·
σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας
δὲ δι’ αἵματος, τὸν Χριστὸν ἐκομίσω· καὶ ταῖς πρεσβείαις
Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις, πταισμάτων συγχώρησιν.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς τῶν Μαρτύρων ταξιάρχην καὶ ἀκρέμονα
Καὶ Ἐκκλησίας ἀκατάσειστον θεμέλιον
Μακαρίζομέν σε πόθῳ Τροπαιοφόρε.
Ἀλλ’ ὡς μέγας ἀρωγὸς ἡμῶν καὶ πρόβολος
Ἐν παντὶ ἀντιλαβοῦ καὶ ὑπεράσπισον
Τῶν βοώντων σοι, χαίροις Μάρτυς Γεώργιε.
Μεγαλυνάριον.
Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς τροπαιοφόρος, καὶ ἐν
θαύμασιν εὐκλεής, μέγας ἀντιλήπτωρ, τῆς Ἐκκλησίας
ὤφθης, Γεώργιε παμμάκαρ, Μαρτύρων καύχημα.

You might also like