You are on page 1of 15

Ἀθῆναι 2012

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΝ
ΙΕΡΟΜΑΡΤΥΡΑ
ΑΓΑΠΙΟΝ
ΤΟΝ ΕΚ ΓΑΛΑΤΙΣΤΗΣ ΧΑΛΚΙΔΙΚΗΣ
ΕΝ ΘΕΡΜῌ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΘΛΗΣΑΝΤΑ
Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΗ΄ Αὐγούστου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον,


μεθ’ ὃ τὸ Θεὸς
Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱερομάρτυρα τῆς πίστεως Νέον,
ἐκ Γαλατίστης τὸν ὁρμώμενον ὕμνοις,
Ἀγαπίον, τιμήσωμεν πιστοὶ ευλαβῶς
ὡς σεπτὸν διδάσκαλον Ἐκκλησίας καὶ ἄστρον
νεαυγὲς σεμνότητος τῶν ἠθῶν ἐκζητοῦντες
αὐτοῦ θερμὰς πρὸς Κύριον λιτὰς
πᾶσι θεόθεν τὸν πέμποντα ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν, οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·
» Ἀγάπιε Μάρτυς, Γαλάτισταν περίσκεπε. Χ.»
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

 Ἀγάπιε, Μάρτυς περιφανές,


φρουρὲ Γαλατίστης,
ἀντιλῆπτορ καὶ ἀρωγέ,
περίσκεπε πάντας οὐρανόθεν
τοὺς καταφεύγοντας Χάριτι Θείᾳ σου.

Γαλάτιστα γάνυται καὶ τιμᾷ


τὴν θείαν σου μνήμην,
ἱερόαθλε εὐσθενές,
Ἀγάπιε, κράζουσα· Δυσώπει
ὑπὲρ ἡμῶν Ἰησοῦν τὸν εὐΐλατον.

Ἀγάπιε Μάρτυς, ὁ τῶν ῥευστῶν


ὀφθεὶς ὑπερόπτης,
ἱερόαθλε θαυμαστέ,
ἀῤῥεύστων ἡμᾶς καὶ αἰωνίων
ἐν οὐρανοῖς ἀπολαύειν ἀξίωσον.

Θεοτοκίον.
Πανύμνητε Μῆτερ Λόγου Θεοῦ,
Κυρία Παρθενε,
ἐκδυσώπει τὸν σὸν Υἱὸν
ἡμιν καταπέμψαι Θείαν Χάριν
καὶ τὰ ἐλέη Αὐτοῦ, εὐσυμπάθητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερόαθλε μάκαρ,
Χαλκιδικῆς βλάστημα,
ἴον Γαλατίστης ἡδύπνουν,
Μάρτυς Ἀγάπιε,
τὴν δυσωδίαν ἡμῶν
τῆς ἐμπαθείας καὶ μίσους
εὐωδίᾳ χάριτος
λῦσον τῆς θείας σου.

Εἰληφὼς οὐρανόθεν
φωτολαμπῆ στέφανον
οἷάπερ Χριστοῦ Νεομάρτυς
σῶφρον, Ἀγάπιε,
στέψον ἡμᾶς σῶν εὐχῶν
τῷ χρυσοπλόκῳ στεφάνω
σὲ τοὺς μακαρίζονας
ὡς ἱερόαθλον.

Μαρτυρήσας ἐν Θέρμῃ
χερσὶν ἐχθρῶν πίστεως,
ἐν ἔσχατοις χρόνοις στεφάνους
αἰωνιότητος
ἐδέξω ἐκ τῶν χειρῶν
τοῦ Παντοκράτορος Λόγου,
Ὃν τοῖς εὐφημοῦσί σε
πόθῳ ἱλέωσαι.

Θεοτοκίον.
Ἀγαπίου πρεσβείαις,
τοῦ νεαυγοῦς Μάρτυρος
πίστεως, Κυρία Παρθένε,
Θεογεννήτρια,
ῥῦσαι ἡμᾶς πειρασμῶν
καὶ συμφορῶν καὶ παγίδων
ζοφερῶν, Πανάχραντε,
τοῦ παναλάστορος.

Ἀνάδειξον
διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας
τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη
εὔχρηστα,
Ἀγάπιε, νέε Ἱερομάρτυς.

Ἐπίβλεψον
ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.


Ἀγάπης πυρσέ, Ἀγάπιε νεόαθλε,
βλαστὲ ἱερὲ τῆς Γαλατίστης, πρέσβευε
τῷ Χριστῷ διδόναι μοι
ἀγαπᾶν πάντας δύναμιν ἄφθονον

καὶ τὴν ἰσχὺν λατρεύειν ἀκλινῶς


Αὐτόν, πᾶσι νέμοντα τὸ ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ῥαντισμῷ σῶν δεήσεων,

Μάρτυς ἱερόαθλε, καθαγίαζε


τοὺς τιμῶντάς σε, Ἀγάπιε,
πίστεως ὡς βάθρον ἀδιάσειστον.

Τηλαυγέστατον πύρσευμα
διδασκάλων, Μάρτυς Χριστοῦ, Ἀγάπιε,
τῶν παθῶν ἡμῶν διάλυσον
ζόφωσιν ἀκτῖσι σῶν δεήσεων.

Ὑπερεύχου, Ἀγάπιε,
τῶν τιμώντων ἄθλους τοῦ μαρτυρίου σου
ἐν τῇ Θέρμῃ καὶ τὴν μνήμην σου
ἐν τῇ Γαλατίστῃ, ἱερόαθλε.

Θεοτοκίον.
Σοὺς οἰκέτας, ἐπόπτευε,
Κεχαριτωμένη Θεογεννήτρια,
οὐρανόθεν καὶ ἁγίαζε
βίον τὸν ἡμῶν σαῖς παρακλήσεσι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Γέρας ἱερὸν
Γαλατίστης, τοὺς προστρέχοντας
σαῖς πρὸς Κύριον, Ἀγάπιε, λιταῖς
ῥύου θλίψεων, κινδύνων καὶ στενώσεων.

Αὔξησον ἡμῶν
πόθον τῆς αἰωνιότητος,
σὲ ὑμνούντων ὡς νεόαθλον στεῤῥόν,
Γαλατίστης ἐγκαλλώπισμα, Ἀγάπιε.

Λάμψον φῶς ἡμῖν


ἐπιγνώσεως, Ἀγάπιε,
ὁ φωτίσας τῆς νεότητος ψυχὰς

ἀστραπαῖς διδασκαλίας θεοσόφου σου.

Θεοτοκίον.
Αἴγλης θεϊκῆς
ἀπολαῦσαι καταξίωσον,
Θεοτόκε, τοὺς ἐν ὕμνοις μελιχροῖς
μεγαλύνοντας πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.


Τὸν Κύριον καὶ Θεὸν ἱκέτευε
ὑπὲρ πάντων τῶν τιμώντων σὴν μνήμην,
Ἱερομάρτυς, βλαστὲ Γαλατίστης,
ὁ ἐν τῇ Θέρμῃ ἐσχάτοις ἐν ἔτεσι
χερσὶ στυγνῶς ἀποκτανθεὶς
μιαιφόνοις, τρισμάκαρ Ἀγάπιε.

Ἱλέωσαι εὐσεβέσι Κύριον


συναχθεῖσιν εὐλαβῶς εὐφημῆσαι
ἐν Γαλατίστῃ σὴν πάνσεπτον μνήμην,
Ἱερομάρτυς στεῤῥόφρον, Ἀγάπιε,
ὁ δι’ ἀγάπην τοῦ Χριστοῦ
ἀκλινῶς ὑπομείνας μαρτύριον.
Σοφώτατε καὶ σεμνὲ διδάσκαλε,
τῆς Σχολῆς Ἀθωνιάδος ἐξάρχων,
ὡς Γαλατίστης, Ἀγάπιε, γόνον
καὶ ἱερὸν Νεομάρτυρα πίστεως
σὲ ἀνυμνοῦντες ἐκτενεῖς
σοῦ λιτὰς πρὸς Θεὸν ἐκδεχόμεθα.

Θεοτοκίον.
Τὸν εὔσπλαγχνον Ἰησοῦν ἡ τέξασα
ὑπὲρ λόγον, Θεοτόκε Παρθένε,
Χριστιανῶν ταχινὴ προστασία
καὶ ἀντιλῆπτορ θερμὴ τῶν ὑμνούντων σε,
Αὐτὸν δυσώπει ἐκτενῶς
δοῦναι πᾶσιν ἡμῖν θεῖον ἔλεος.

Ἀνάδειξον
διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας
τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη
εὔχρηστα,
Ἀγάπιε, νέε Ἱερομάρτυς.

Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.


Ἱερομάρτυρα νέον τιμήσωμεν,
τῆς Γαλατίστης βλαστὸν εὐθαλέστατον,
ἀποκτανθέντα ἐν Θέρμῃ ὡς πρότυπον
τῆς τοῦ Σωτῆρος ἀγάπης, Ἀγάπιον,
καὶ πρὸς Αὐτὸν ἡμῶν πρέσβυν ἀκοίμητον.

Προκείμενον. Ἦχος δ΄. Θαυμαστός, ὁ Θεός, ἐν


τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-27, ιστ΄ 1-


2).
Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου τοῦ
Τροπαιοφόρου.

Δόξα. Ταῖς τοῦ Σοῦ Ἁγίου πρεσβείαις, Ἐλεῆμον,..


Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις,
Ἐλεῆμον,..
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ
μέγα ἔλεός Σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ
ἀνόμημά μου.
Αὔγασμα νεόφωτον
τῆς τοῦ Χριστοῦ Ἐκκλησίας,
Μάρτυς ἱερόαθλε,
διδασκάλων ἔκτυπον
καὶ ἐκσφράγισμα
ἀθλητῶν πίστεως
τῶν πορφυρωσάντων
τὸν ποδήρη ῥείθροις αἵματος
σοῦ τὸν ὑπέρσεπτον
τῆς ἱερωσύνης ἐν ἔτεσιν
ἐσχάτοις, εὐφημοῦμέν σε

ὡς τῆς εὐσεβείας προπύργιον


καὶ τῆς Γαλαστίστης
φουρὸν καὶ ἀντιλήπτορα σεπτὸν
ἐν πειρασμοῖς καὶ στενώσεσι,
θαυμαστὲ Ἀγάπιε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀστραπαῖς ὁ φωτίσας
διδαχῶν σου ἐνθέων,
σοφὲ Ἀγάπιε,Σχολῆς Ἀθωνιάδος

τοὺς μαθητάς, εὐχῶν σου


φέγγει ζόφον διάλυσον
ἡμῶν παθῶν, ἀθλητά,

Νεομαρτύρων γέρας.
Νεολαίας ἰθῦντορ
πρὸς σκηνὰς σωτηρίας,
σεμνὲ Ἀγάπιε,
κοσμῆτορ Γαλατίστης
καὶ Θέρμης ἀντιλῆπτορ,
μετανοίας τὴν σῴζουσαν
δεῖξον ἡμῖν ἀτραπὸν
τοῖς μακαρίζουσί σε.

Παμφαές, Νεομάρτυς,
ἄστρον χρηστοηθείας,
πιστοὺς ἁγίαζε
ἐξ οὐρανίων δόμων
τοὺς σπεύδοντας ὑμνῆσαι
σοῦ τὴν μνήμην, Ἀγάπιε,
τὴν φωταυγῆ καὶ λαμπρὰν
ἐν Γαλατίστης κώμῃ.

Θεοτοκίον.
Εὐσεβῶν ἐν κινδύνοις
ἀντιλῆπτορ ταχεῖα
καὶ καταφύγιον,
Κυρία Θεοτόκε,

λιταῖς τοῦ Ἀγαπίου,


τοῦ κλεινοῦ Νεομάρτυρος,
ῥύου ἡμᾶς συμφορῶν
καὶ βλάβης ἀνεικέστου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Ῥοαῖς αἱμάτων
ὁ Θέρμην καθαγιάσας
σαῖς πανσέπτοις, Ἀγάπιε Μάρτυς,
νάμασιν εὐχῶν σου
παθῶν μου ῥύπον πλῦνον.
Ἱερομάρτυς,
μαρτυρικὴν παῤῥησίαν
πρὸς Θεὸν ὡς κατέχων, θεόθεν
πέμψον μοι σὴν χάριν,
Ἀγάπιε στεῤῥόφρον.

Συνέτισόν με
καὶ τῆς ἀγάπης μοι δεῖξον
ἀτραπὸν νῦν, Ἀγάπιε μάκαρ,
τὴν εὐθεῖαν, εὖχος
τῆς Γαλατίστης νέον.

Θεοτοκίον.
Κόπασον σάλον
ἡμῶν παθῶν, Θεοτόκε,
ποντουμένων ἐν βίου ταῖς δίναις,
Κεχαριτωμένη,
πιστῶν παραμυθία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.


Ἐξ ὕψους οὐρανίου,
ἔνθα συγχορεύεις
Ἀγγέλων δήμοις, Ἀγάπιε πάντιμε,
τήρει ἐχθροῦ ἐπηρείας ἡμᾶς ἀπήμονας,
Παντοίων ἀλγηδόνων
ἀνωτέρους τήρει

σοὺς ὑμνηπόλους, Ἀγάπιε ἄλκιμε,


Νεομαρτύρων φαιδρότης καὶ ἀγαλλίαμα.
Εὐλόγει Γαλατίστης
δήμους σε ὑμνοῦντας
ὡς ἀντιλήπτορα θεῖον, Ἀγάπιε,
ἐν συμφοραῖς καὶ ἀνάγκαις καὶ περιστάσεσι.

Θεοτοκίον.
Χαρὰ καὶ εὐφροσύνη
πάντων Χριστωνύμων,
Θεογεννῆτορ, ἡμῶν λῦσον θλίψεων
τὴν σκοτομήνην ἐν ὕμνοις μακαριζόντων σε.

Ἄξιόν ἐστι….καὶ τὰ παρόντα Μεγαλυνάρια.


Χαίροις, Ἱερέων ἡ χαρμονή,
χαίροις, Ἀθλοφόρων
νεοάθλων ἡ καλλονή,
χαίροις, Γαλατίστης
τὸ καύχημα τὸ μέγα
καὶ διδασκάλων γέρας,
Μάρτυς Ἀγάπιε.

Χαίροις, ὁ φερώνυμος τῆς διπλῆς


πρὸς Θεὸν ἀγάπης
καὶ πρὸς ἔγγιστα καὶ μακρὰν
χοϊκούς, τρισμάκαρ
Ἀγάπιε, Μαρτύρων
ἱεροάθλων νέων
γέρας καὶ σέμνωμα.

Χαίροις, Γαλατίστης γόνος σεπτός,


τῆς Ἀθωνιάδος
διδασκάλων ἡ λαμπηδών,
χαίροις, Ἱερέων
καὶ Ἀθλοφόρων νέων
σεμνότης, εὐσεβείας
βάθρον, Ἀγάπιε.

Χαίροις, ὁ ἐν Θέρμῃ μαρτυρικῶς


δόλιχον ἀνύσας
τῆς προσκαίρου σου βιοτῆς
καὶ διπλοῦς στεφάνους
λαβὼν παρὰ Ὑψίστου
ὡς Ἱερεὺς καὶ Μάρτυς
θεῖος, Ἀγάπιε.

Σκέπε τὴν Γαλάτισταν ἀκλινῶς


τὴν σεμνυνομένην
τοῖς σπαργάνοις σου, ἀθλητά,
Ἱερομαρτύρων
τῶν νέων κοσμιότης,
Ἀγάπιε ἀλκίφρον,
πίστεως σέμνωμα.

Φώτιζε χορείας τῶν μαθητῶν


καὶ τῶν διδασκάλων
ὁμηγύρεις, νεοφανὲς
Μάρτυς, ὁ διδάξας
ἐν τῷ Ἀθωνιάδι
ἐν χρόνοις τοῖς ἐσχάτοις,
Μάρτυς Ἀγάπιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.


Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γαλατίστης κοσμῆτορ καὶ φύλαξ ἄγρυπνε,
Ἱερομάρτυς γενναῖε,
ἐν Θέρμῃ ἀποκτανθεὶς
ἀπηνῶς, ἠθῶν χρηστότητος διδάσκαλε,
ἄρτι, μὴ παύσῃ δυσωπῶν
τὸν εὐΐλατον Θεὸν
ἐμπλῆσαι ἡμῶν καρδίας
ἀγάπης καὶ ὁδηγῆσαι
ἡμᾶς πρὸς δόμους ἀφθαρτότητος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.


Γόνε Γαλατίστης εὐθαλές,
διδασκάλων Ἀθωνιάδος
Σχολῆς φωστὴρ νεαυγές,
Ἱερέων καύχημα
καὶ πολυτίμητον
νεοάθλων καλλώπισμα,
ὁ χθόνα φοινίξας
Θέρμης τοῖς σοῖς αἵμασι,
στεῤῥὲ Ἀγάπιε,
ῥύου συμφορῶν κατωδύνων,
θλίψεων παντοίων καὶ βλάβης
ἐχθρικῆς τοὺς πόθῳ εὐφημοῦντάς σε.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου


εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.
Χρυσοστόμου φύλαξ γενοῦ, Ἀγάπιε,
Γαλατίστης γόνε, βοᾷ Χαραλάμπης.
ΤΕΛΟΣ
ΚΑ Ι Δ Ο Ξ Α
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼΗΜΩΝ

You might also like