You are on page 1of 38

ΑΚΟΛΟΥΘΙΑ ΠΡΟΕΟΡΤΙΟΣ

ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΛΕΣΒΩ


ΔΙΑΛΑΜΨΑΝΤΩΝ ΑΓΙΩΝ
 
Ψαλλομένη τω Σαββάτῳ τῆς Βʹ Ἑβδομάδος
Ματθαίου.

Ποιηθεῖσα ὑπὸ τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου,


τοὐπίκλην Κογεράκη,Μητροπολίτου τῆς ἁγιωτάτης
Μητροπόλεως Ῥόδου.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ


 
Ἱστῶμεν στίχ. δ’καὶ ψάλλομεν τὰ κάτωθι
ΣτιχηρὰΠροσόμοια.

Ἦχος πλ. β’Τριήμερος ἀνέστης

῾Αγίων τῶν ἐν Λέσβῳ πιστοί, φαιδρῶς


προεορτάζοντες, τὴν ἡμέραν ,μεγαλύνομεν Θεόν,
τὸν δι᾿ αὐτῶν πλουσίως, ἡμῖν ὀμβροβλυτοῦντα,
χάριτος νάματα σωτήρια.
 
῾Αγίων τῶν ἐν Λέσβῳ πιστοί ,τὸν δῆμον
εὐφημήσωμεν,τὸν Σωτῆρα,μεγαλύνοντες
Χριστόν ,τὸν δι̉  αὐτῶν διδόντα, λαω
τωὈρθοδόξῳ, τοὺς οἰκτιρμοὺς αὐτοῦ ὡς
εὔσπλαγχνος.
᾽Αγῶσιν εὐσεβείας Θεόν, δοξάσαντες οἱ Ἅγιοι, οἱ
ἐν Λέσβῳ, μὴ ἐλλίπητε αὐτω, πρεσβεύοντες
δοθῆναι, τοῖς ἐν τῇ νήσῳ πᾶσι, χάριτος θείας τὰ
δωρήματα.
 
῍Ω κάλλιστε χορεία! Θεοῦ, τὰ τιμία ἐκλόγια, οἱ ἐν
Λέσβῳ, μεγαλύναντες αὐτόν, ἁγιωσύνης τρόποις,
παθῶν τὴν θεραπείαν, ἡμῖν αἰτεῖσθε ἱκετεύομεν.
 
Δόξα. Ἦχος α’
῾Η ἐν Λέσβῳ Ἐκκλησία, ἐν Πνεύματι σήμερον
ἀγάλλεται ,τῶν ἐν αὐτῇ διαλαμψάντων
Ἁγίων ,προεορτάζουσα τὴν σύναξιν Οὗτοι γὰρ
πολυειδῶς ,ἕκαστος ἰδίῳ καιρω,ἐν συμφωνίᾳ
πίστεως , δι̉  ἀ ρ ε τ ῆ ς διαπρέψαντες, εἰς μίαν
ἤδη χορείαν συναφθέντες, τῆς εὐσεβείας τὸ
μυστήριον, ὑπεμφαίνουσι τοῖς ψάλλουσιν· Ἅγιος,
ἅγιος, ἅγιος εἶ ὁ Θεὸς  ἡμῶν, ὁ θαυμαστὸς
ὑπάρχων, ἐν τοῖς Ἁγίοις σου πάντοτε.
 
Καὶ νῦν. Θεοτοκίον.

Τῇπρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ 


τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ 
ἐλέησον ἡμᾶς, ὡς μόνος Οἰκτίρμων.

Εἰς τὸν Στίχον


Στιχηρὰ Προσόμοια.
 
Ἦχος β’Οἶκος τοῦ Ἐφραθᾶ

Δεῦτε οἱ εὐσεβεῖς, Ἁγίους τοὺς ἐν Λέσβῳ,


τιμήσωμεν ἐκ πόθου, ὡς τοῦ Εὐαγγελίου,
ἀμάραντα βλαστήματα.
 
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
 
Σήμερον ἐν Χριστω, εὐφραίνεται ἡ Λέσβος, τῶν ἐν
αὐτῇ Ἁγίων, τὴν σύναξιν ἐν ὕμνοις, φαιδρῶς
προεορτάζουσα.
 
Στίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
 
Πάντοτε τω Θεω, πρεσβεύετε δοθῆναι, ἡμῖν
πταισμάτων λύσιν, οἱ ἐν τῇ Λέσβῳ φίλοι, Θεοῦ τοῦ
Παντοκράτορος.
 
Δόξα.Ἦχος πλ. α’.
 
Προεορτάζοντες πιστοί, τῶν ἐν Λέσβῳ Ἁγίων, τὴν
ἑόρτιον σήμερον σύναξιν, πρὸς αὐτοὺς ἐν ἑνὶ
στόματι, ἱκετικῶς ἀναβοήσωμεν· Ἱεράρχες,
Μάρτυρες καὶ Ὅσιοι, οἱ καλῶς τὸν ἀγῶνα
τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίᾳ
πρεσβεύετε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
 
Καὶ νῦν. Θεοτοκίον.
 
Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα,Εὐλογημένη,
πρέσβευε σωθῆναι ἡμᾶς.

Νῦν ἀπολύεις, τὸΤρισάγιον,

τὸ Ἀπολυτίκιον

῾Αγίων τὸν ὅμιλον, τῶν ἐν τῇ Λέσβῳ πιστοί, ἐν


ὕμνοις τιμήσωμεν, προερτίοις φαιδρῶς, καὶ πόθῳ
βοήσωμεν· Ἔχοντες παῤῥησίαν, πρὸς Χριστὸν τὸν
Σωτῆρα, τοῦτον ὑπὲρ τῆς νήσου, ἐκτενῶς
δυσωπεῖτε, τοῦ σῴζεσθαι αὐτὴν ἐξ ἐχθρῶν, καὶ
πάσης κακώσεως.
 
Τὸ ὁμόηχον Θεοτοκίον

Έχοντές σε Θεοτόκε, ελπίδα καί προστασίαν,


εχθρών επιβουλάς ου πτοούμεθα, ότι σώζεις τάς
ψυχάς ημών.

καὶ Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
 
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ
Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ’καὶ ψάλλομεν τὰ
κάτωθι Στιχηρὰ Προσόμοια
.
Ἦχος α’
.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
 
Τῶν Ἁγίων τιμήσωμεν, τῶν ἐν Λέσβῳ τὸν
σύλλογον, φιλεόρτων σήμερον τὰ συστήματα, τῆς
ἀρετῆς τὰ βλαστήματα, τὰ ἄνθη τὰ εὔοσμα, τοὺς
φωστῆρας τοὺς φαιδρούς, χαρισμάτων τῆς χάριτος,
τοὺς προχέοντας, τῶν θαυμάτων τὰ ῥεῖθρα ἀενάως,
καὶ παθῶν τὴν θεραπείαν, τοῖς εὐσεβέσι
παρέχοντας.
 
Προεόρτια ᾄσματα, τοῖς Ἁγίοις προσάξωμεν, τοῖς
ἐν Λέσβῳ σήμερον ὦ φιλέορτοι· ἐν διαφόροις γὰρ
ἔτεσι, Χριστὸν θεραπεύσαντες, τὸν Θεὸν
πολυειδῶς, ἀρεταῖς ταῖς τοῦ Πνεύματος, ἐν
λαμπρότησι, τῶν Ἁγίων εἰσῆλθον μετὰ δόξης, καὶ
πρεσβεύουσι δοθῆναι, χάριν ἡμῖν ἀγλαόδωρον.
 
Φωταυγείᾳ τῆς ἄνωθεν, ἀπαστράπτοντες χάριτος,
ὡς ἀστέρες λάμπουσιν ἐπουράνιοι, οἱ ἀρετῶν
τελειότητι, ἐν Λέσβῳ ἐμπρέψαντες, τῇ ἀγάπῃ τοῦ
Χριστοῦ, καὶ τὸν κόσμον φωτίζουσι, οὓς
τιμήσωμεν, εὐσεβῶν οἱ χοροὶ δοξολογοῦντες, τὸν
αὐτῶν ταῖς ἱκεσίαις, ἡμᾶς κινδύνων ῥυόμενον.
 
῾Η ἐν νήσοις περίβλεπτος, Λέσβος χαίρει ἑόρτια,
τοὺς ἐν ταύτῃ πίστεως κατορθώμασι, τὸν
Λυτρωτὴν μεγαλύνοντας, Ἁγίους γεραίρουσα, καὶ
ὡς σκέπην μυστικήν, τὴν αὐτῶν χάριν ἔχουσα, τὴν
προσκύνησιν, ἐν ψυχῆς κατανύξει ἀπονέμει,
ὀρθοδόξως τῇ Τριάδι, Πατρί, Υἱω τε καὶ Πνεύματι.
 
Εὐεργέται οὐράνιοι, τοῖς ἐν Λέσβῳ ὑπάρχετε, οἱ ἐν
ταύτῃ Ἅγιοι ἀληθέστατα· καιροῖς ἰδίοις γὰρ
ἔνδοξοι, ἀγῶσι ποικίλοις τε, καὶ παντοίαις ἀρεταῖς,
τω Κυρίῳ δουλεύσαντες, πᾶσιν ὤφθητε,
ὑποδείγματα βίου ἐναρέτου, καὶ ἀνύστακτοι
προστάται, τῶν ἐν κινδύνοις καὶ θλίψεσιν.
 
Παντευχίᾳ τῆς χάριτος, τὸν ἐχθρὸν
θριαμβεύσαντες, οἱ ἐν Λέσβῳ Ἅγιοι διὰ πίστεως,
καὶ ἀμαράντινον στέφανον, θεόθεν δεξάμενοι, καὶ
ἐν χώρᾳ τῆς ζωῆς, τὴν κατάπαυσιν ἔχοντες, μὴ
ἐλλίπητε, ἐκτενῶς τὸν Θεὸν ἐκδυσωποῦντες
 ,δωρηθῆναι ἡμῖν πᾶσι, παραπτωμάτων
συγχώρησιν.
 
Δόξα. Ἦχος β’

Προεορτάζοντες πιστοί, τῶν ἐν Λέσβῳ Ἁγίων, τὴν


ὑπέρτιμον σήμερον σύναξιν,ἐν φωναῖς
ἀγαλλιάσεως,δαυϊτικῶς ἀναβοήσωμεν· Μακάριοί
ἐστε,Ἱεράρχες,Ὅσιοι καὶ Μάρτυρες,οἱ ὡς τὰ ξύλα
τὰ πεφυτευμένα,παρὰ τὰς διεξόδους τῶν ὑδάτων,ἐν
καιρω ἰδίῳ ἕκαστος,τὴν ἀγαθὴν καρποφορίαν τῶν
ἀρετῶν,τω Θεω ἀποδώσαντες,καὶ παρ̉ αὐτοῦ
ἀντιμισθίαν λαβόντες, τὸ εὐσκιόφυλλον ἔχειν τῆς
χάριτος, εἰς κρείττονα ἀναψυχήν, τοῦ
εὐσεβόφρονος ἐν τῇ νήσῳ λαοῦ, τοῦ δοξάζοντος
ὀρθοδόξως, Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Αὐτῇ οὖν ἀεὶ πρεσβεύετε, τοῦ σωθῆναι τὰς ψυχάς,
τῶν τιμώντων ὑμᾶς ἐν ᾄσμασιν.
 
Καὶ νῦν. Θεοτοκίον.
 
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος
ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο
καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ
παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης
ἀνέτειλε Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός,  ἡ
σωτηρία τῶν ψυχῶν ἡμῶν.
 
Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα
.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ’, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται


αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν
καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ
ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι
ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους
ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρω ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι
λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτω συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτω· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. ε’, 15-6,3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς


αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ
τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ
δεξιᾷ σκεπάσει αὐτούς, καὶ τω βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ
ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον
ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτω ὁ
κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε
δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες
πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι
ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ
δυναστείᾳ παρὰ Ὑψίστου.
 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. δ’, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει


ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμω ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις
ἀνθρώποις, καὶ ἡλικίᾳ γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος τω Θεω γενόμενος ἠγαπήθη, καὶ ζῶν
μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακίᾳ
ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ· βασκανία  γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει  νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους
μακρούς· ἀρεστὴ  γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ
τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ
τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.Ἦχος α’
.
Εὐφραίνου ἐν Κυρίῳ, πίστει λαμπροφοροῦσα, ἡ ἐν
νήσοις περίφημος Λέσβος, τέρπου καὶ χόρευε, ἐν
τῇ προεισοδίῳ ταύτῃ ἡμέρᾳ, τῆς συνάξεως τῶν
Ἁγίων σου. Οὗτοι γὰρ οἱ πανεύφημοι ἐν σοί, ὡς ἐν
σίμβλῳ πνευματικῇ, τὸ μέλι τῆς ἀρετῆς
ἐκηροπλάστησαν,καὶ τὴν γῆν σου καθηγίασαν,
ἕκαστος ἰδίοις ἀγωνίσμασι, καὶ πάντες ὁμοῦ,
εὐαγγελικῆς ζωῆς τῇ ἐπιδόσει. Ὅθεν αὐτοὺς
μακαρίζουσα, τω ἀναδείξαντι αὐτούς, ἐν Τριάδι
προσκυνουμένῳ Κυρίῳ, τὴν εὐχαριστίαν ἀπόδος
κράζουσα· Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, ὁ ἐν
Ἁγίοις θαυμαστός, καὶ παρέχων ταῖς πρεσβείαις
αὐτῶν, τὴν εἰρήνην τω κόσμῳ, καὶ τοῖς πιστοῖς τὸ
μέγα ἔλεος.
 
Ἦχος β´.
 
Θεοσεβείας δι̉  ἔργων, ἐν διαφόροις ἔτεσι,
κατὰ τὴν δωρεὰν τοῦ χαρίσματος, ἐν Λέσβῳ τῇ
περιφήμῳ, ἁγιότητι διαπρέψαντες, καὶ Θεοῦ τὴν
δόξαν καταγγείλαντες, εἰς τὴν ἄνω Ἱερουσαλὴμ
διεβιβάστητε,θεομακάριστοι Ἅγιοι. Ὅθεν ἐν αὐτῇ,
τω φωτὶ τῆς δόξης ἐλλαμπόμενοι, καὶ ἄῤῥητον τὴν
θέωσιν ὑφιστάμενοι, μὴ ἐπιλάθησθε καὶ ἡμῶν, τῶν
ἐν τῇ  νήσῳ πάντων χριστωνύμων,ἵνα ἀξιωθῶμεν,
τῶν αἰωνίων ἀγαθῶν τῆς χάριτος.
 
Δόξα. Ἦχος δ´

᾽Αγάλλου Λέσβος καὶ χόρευε, ὅτι ὡς γῆ ἀγαθή,


γεωργίᾳ τῆς χάριτος, ἄνθη τίμια ἀνεβλάστησας,
τοὺς ἐν σοὶ πολυειδῶς,δι̉ ἀρετῆς ἀγωνισμάτων,
ἁγιότητι διαπρέψαντας, φίλους Ἁγίους Θεοῦ, καὶ
ἐνθέους θεράποντας· διὸ καὶ τὴν αὐτῶν, σήμερον
προεορτάζουσα Σύναξιν, δόξαν δὸς τω Κυρίῳ, τω
παρέχοντι τω λαω σου, ταῖς αὐτῶν ἱκεσίαις, τοῦ
θείου ἐλέους τὰ δωρήματα.
 
Καὶ νῦν. Θεοτοκίον.
 
Ε᾿κ παντοίων κινδύνων, τοὺς δούλους σου
φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
 
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ,
Στιχηρὰ προσόμοια.
 
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου
.
Δεῦτε μακαρίσωμεν πιστοί, πάντας τοὺς ἐν Λέσβῳ
Ἁγίους, ἐν κατανύξει ψυχῆς, Ἱεράρχας, Μάρτυρας,
καὶ Νεομάρτυρας, σὺν Ὁσίοις θεόφροσιν, εἰς μίαν
χορείαν, ἅπαντας συνάψαντες, καὶ ἐκβοήσωμεν·
Χαίρετε Χριστοῦ στεφανίται, οἱ τῆς νήσου θεῖοι
προστάται, καὶ τῶν εὐσεβούντων ἀντιλήπτορες.
 
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
 
Λέσβος ἡ περίφημος τρανῶς ,χαίρει ἐφ̉ ἡμᾶς τοὺς
Ἁγίους, φίλους Χριστοῦ τοῦ Θεοῦ, οὓς ὡς ἄνθη
ἤνθησε, πανευωδέστατα, γεωργίᾳ τῆς χάριτος, καὶ
προϋπαντοῦσα, τὴν ὑμῶν ὑπέρτιμον, σήμερον
Σύναξιν, χαίρετε βοᾷ οἱ ἐν κόσμῳ, τοῦ Εὐαγγελίου
τὸν λόγον, ἀρετῆς τοῖς σκάμμασι πληρώσαντες.
 
Στίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
 
Δῶρον εὐαπόδεκτον Θεω, πίστεως ποικίλοις
ἀγῶσι,προσενεγκόντες σαυτούς ,οἱ ἐν Λέσβῳ
Ἅγιοι,αὐτοῦ θεράποντες,θείας δόξης ἐδέξασθε,τὴν
ἀντιμισθίαν,πόλινκατοικήσαντες,τὴνἀχειρότευκτον
.Ὅθεν παῤῥησίαν πλουτοῦντες,τῶν παθῶν ἡμᾶς
τῶνκατ̉  ἄ μ φ ω , ῥ ύ σ α σ θ ε ἐ ν
τ ά χ ε ι ἱκετεύομεν.

Δόξα. Ἦχος πλ. β’

Τῶν ἐν Λέσβῳ Ἁγίων τὸ σύστημα, ὡς κιθάραν


πολύχορδον τῆς χάριτος,μελῳδοῦσαν εὐσεβείας
τὴν μελῳδίαν, ἐν τοῖς ὠσὶ καρδιῶν ἡμῶν, δεῦτε
πιστοί εὐφημήσωμεν, ἐν κατανύξει ψάλλοντες·
Χαίρετε οἱ κόσμου καταφρονήσαντες, καὶ Χριστω
ἀκολουθήσαντες, ὡς τῇ ἀγάπῃ αὐτοῦ,τὰς καρδίας
πυρποληθέντες· χαίρετε ποικίλοις τρόποις
ἀρετῆς,τω Εὐαγγελίῳ
δουλεύσαντες,καὶ τῶν θαυμάτων τὴν χάριν,μισθὸν
ἄξιον ἀπολαβόντες· χαίρετε οἱ τῆς νήσου
ἔφοροι ,καὶ τῶν πιστῶν προστάτες,καὶ κραταιοὶ
ἀντιλήπτορες.Ἀλλ̉  ὡς ἔχοντες παῤῥησίαν πρὸς
Θεόν, τῇ Ἐκκλησίᾳ τὴν εἰρήνην αἰτεῖσθε, καὶ
ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
 
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα
τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε
Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν
Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Νῦν ἀπολύεις, τὸ τρισάγιον

καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος δ’Ταχὺ προκατάλαβε

῾Αγίων τὸν ὅμιλον, τῶν ἐν τῇ Λέσβῳ πιστοί, ἐν


ὕμνοις τιμήσωμεν, προερτίοις φαιδρῶς, καὶ πόθῳ
βοήσωμεν· Ἔχοντες παῤῥησίαν, πρὸς Χριστὸν τὸν
Σωτῆρα, τοῦτον ὑπὲρ τῆς νήσου, ἐκτενῶς
δυσωπεῖτε, τοῦ σῴζεσθαι αὐτὴν ἐξ ἐχθρῶν, καὶ
πάσης κακώσεως.
 
Τὸ ὁμόηχον Θεοτοκίον

Έχοντές σε Θεοτόκε, ελπίδα καί προστασίαν,


εχθρών επιβουλάς ου πτοούμεθα, ότι σώζεις τάς
ψυχάς ημών.
καὶ Ἀπόλυσις.
 
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’Στιχολογίαν, Κάθισμα.

Ἦχος α’. Σὸν τάφον σου.


 
Χορεία ἡ σεπτή, τῶν ἐν Λέσβῳ Ἁγίων, ἐν ὕμνοις
καὶ ωδαῖς, εὐσεβῶς  γεραιρέσθω· φωστῆρες γὰρ
πολύφωτοι, τῆς ἀυλου ἐλλάμψεως, οὗτοι πέλουσι,
μαρμαρυγαῖς ἀκηράτοις, θείας χάριτος, τοὺς
παροικοῦντας τὴν  νῆσον, ἀεὶ καταυγάζοντες.
 
Θεοτοκίον.
 
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες
Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε,
σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν
ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ 
πόθῳ,ἀεὶ σε δοξάζουσι.
 
Μετὰ τὴν β’στιχολογίαν, Κάθισμα.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τω Σταυρω

῾Ο θαυμαστώσας δωρεαῖς τῶν θαυμάτων, τοὺς ἐν


τῇ Λέσβῳ ἀρετῶν ποικιλίᾳ, ἐν διαφόροις ἔτεσιν,
ἐμπρέψαντας καλῶς, ταῖς αὐτῶν δεήσεσιν, ὡς Θεὸς
ἐλεήμων, σῶσον τοὺς προσπίπτοντας, σοὶ τω μόνῳ
Δεσπότῃ, καὶ εὐφημοῦντας ᾄσμασιν αὐτούς, ὡς
εὐσεβείας ἐνθέους ἐκφάντορας.
 
Θεοτοκίον.
 
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ 
τῶν ἀτόπων ἐννοιῶν τὰς  νιφάδας, τὶς ἐξειπεῖν
δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν
ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν
τούτων κακίαν. Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή,
τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.
 
Μετὰ τὸν Πολυέλεον,

Κάθισμα.

Ἦχοςπλ. α’Τὸν συνάναρχον Λόγον.


 
Τῶν ἐν Λέσβῳ Ἁγίων, χορὸν τὸν πάντιμον,
ἀνευφημήσωμενπάντες,προεορτίοιςωδαῖς,μεγαλύν
οντες Θεὸν τὸν πολυέλεον,τὸν στεφανώσαντα
αὐτούς,διαδήματι φαιδρω,τῆς ἀθανάτου
εὐκλείας,καὶ δι̉ αὐτῶν χορηγοῦντα, τὴν σωτηρίαν
ταῖς ψυχαῖς ἡμῶν.
 
Θεοτοκίον.
 
Σὸ
 
ἐξαίσιον θαῦμα τὸ
 
τῆς συλλήψεως, καὶ 
 

 
ἄφραστος τόκος, ὁ
 
τῆς λοχείας σου, ἐν σοὶ 
 
ἐγνώρισται ἁγνὴ
 
Ἀειπάρθενε, καταπλήττει μου τὸν  νοῦν, καὶ 
 
ἐξιστᾷ
 
τόν λογισμόν, ἡ
 
δόξα σου Θεοτόκε, τοῖς πάσιν ἐφαπλουμένη, πρὸς
σωτηρίαν τῶν ψυχῶν
 
 ἡμῶν.
 
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’
 
Ἀντίφωνον
 
τῶν Ἀναβαθμῶν τοῦ δ’
 
 ἤχου καὶ τὸ Προκείμενον.
 
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
 
΢τίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
 
Εὐαγγέλιον, ζήτει τῇ ε’
 
Δεκεμβρίου.
 
Ὁ Ν’. Δόξα. Σαῖς τῶν σῶν Ἁγίων... Καὶ 
 
 νῦν. Σαῖς τῆς Θεοτόκου...
 
Ἰδιόμελον. Ἦχος πλ. β’
.
΢τίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου.
 
Σὸν θεοσύλλεκτον χορόν, τῶν ἐν Λέσβῳ
 
πολυειδῶς, Θεὸν
 
εὐαρεστησάντων, δεῦτε εὐφημήσωμεν, βοῶντες
πρὸς αὐτούς· Υίλοι
Κυρίου καὶ θεράποντες πιστότατοι, οἱ ἀρεταῖς καὶ
θαύμασιν, ὡς πίστεως φωστῆρες, ἐν τῆς σεπτῆς
Ἐκκλησίας, τ῵ στερεώματι ἐκλάμποντες, τὸν
φωτισμὸν ἡμῖν αἰτεῖσθε, καὶ 
 
τὸ μέγα ἔλεος.
 
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
 
Εἶτα· οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν
εἰς στ’,καὶ τῶν Ἁγίων ὁμοίως εἰς στ’.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ᾿Ακροστιχίς· «῾Υμνῶ


σε Πανάχραντε Θεομῆτορ. Κυρίλλου».

᾿Ωδὴ α´. ῏Ηχος πλ. δ´. ῾Ο Εἱρμός.


 
῾Αρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα
ποτέ, Μωσαϊκὴ ῥάβδος,σταυροτύπως πλήξασα, καὶ
διελοῦσα θάλασσαν· ᾿Ισραὴλ δὲ φυγάδα, πεζὸν
ὁδίτην διέσωσε, ᾆσμα τω Θεω ἀναμέλποντα.
 
Τροπάρια.
 
῞Υδωρ ζωῆς τῆς ἀληθοῦς πηγάσασα, οἷα πηγὴ
μυστική, τῆς ἀθανασίας, πότισόν με νάμασι, καὶ
τῆς τρυφῆς κληρώσασθαι, τὸν χειμάῤῥουν
Παρθένε, μετὰ τὸ τέλος ἀξίωσον, ἵνα κατὰ χρέος
γεραίρω σε.
 
Μόνη Θεὸν τὸν ἀγαθὸν κυήσασα, ὑπερφυῶς
Μαριάμ, ἀγαθοποιοῦντα, τοὺς βροτοὺς δι᾿ ἔλεος,
ἀγάθυνον καὶ οἴκτειρον, καὶ ἐλέησον πάντας, τοὺς
εὐσεβῶς καταφεύγοντας, Μῆτερ ἀγαθὴ τῇ
πρεσβείᾳ σου.
 
Νεκρόν με ὅλον ὁ ἐχθρὸς εἱργάσατο, γεύσει παθῶν
τῆς σαρκός, ἀλλ᾿ ἀντιλαβοῦ μου, τῇ φιλευσπλαχνίᾳ
σου, ἐκ τάφου με ἐξάγουσα, ἀπογνώσεως Μῆτερ,
ὅτι εἰς σὲ ἀνατίθημι, πᾶσαν τὴν ἐλπίδα μου
Δέσποινα.
 
῞Ωσπερ καθέδρα τοῦ Θεοῦ πυρίμορφος, καὶ θεῖος
οἶκος αὐτοῦ, τῇ δαψιλεστάτῃ, μητρικῇ σου χάριτι,
ναοὺς ἡμᾶς ἀπέργασαι, ἀρετῶν οὐρανίων, ὡς ἂν
τῆς κλήσεως ἄξιοι, Μῆτερ εὑρεθῶμεν οἱ δοῦλοί
σου.
 
Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς
Θεοτοκίοις· «Κυρίλλου».
 
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
 
Ταῖς ἀστραπαῖς ἐν οὐρανοῖς λαμπόμενοι, τοῦ
τρισηλίου φωτός, οἱ ἐν Λέσβῳ θεῖοι, τοῦ Θεοῦ
θεράποντες, τὸν φωτισμὸν αἰτήσασθε, τωζοφώδῃ
νου μου, ὡς ἂν ὑμῖν ὁ πανάθλιος, ὕμνον ἐξυφάνω
ἑόρτιον

Δεῦτε πιστοὶ πνευματικῶς χορεύσωμεν,τοὺς ἐν τῇ


Λέσβῳ Θεοῦ,δι̉ ἀρετῆς φίλους, συντιμῶντες
σήμερον· εἰς μίαν γὰρ ὑπέρτιμον, συναφθέντες
χορεία, ἐν Ἐκκλησίᾳ ἐκλάμπουσι, νῦν ὡς
ἑωσφόροι τῆς χάριτος.
 
Συνδεδεμένοι τω δεσμω τῆς πίστεως, ὤφθητε
δῆμος σεπτός, καὶ  ἡγιασμένη, ἐκλεκτῶν
παράταξις, οἱ ἐν τῇ Λέσβῳ Ἅγιοι, ὧν πρεσβείαις
κινδύνων, καὶ πειρασμῶν λυτρωθείημεν, οἱ τανῦν
ὑμᾶς μακαρίζοντες.
 
Θεοτοκίον.
 
Καταιγιζόμενος σφοδρῶς ὁ ἄθλιος, ταῖς
προσβολαῖς τῶν παθῶν, καὶ εἰς ἁμαρτίας,
κινδυνεύων βάραθρα, τῇ μητρικῇ σου χάριτι,
καταφεύγω κραυγάζων· ἀντιλαβοῦ μου καὶ σῶσόν,
Μῆτερ τοῦ Θεοῦ ὡς φιλεύσπλαγχνος.
 
Τῆς Θεοτόκου. ᾿Ωδὴ γ´. ῾Ο Εἱρμός.
 
῾Ο στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν
συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ
πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι
οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
 
Τροπάρια.
 
Σωματικῶς ὁ Λυτρωτής, ἐπιδημήσας τω κόσμῳ,
διὰ σοῦ εὐλογημένη Παρθένε, ἀνεκαίνισε βροτῶν,
τὴν φύσιν ὡς φιλάνθρωπος· διὸ αὐτὸν δυσώπει,
ὑπὲρ τῆς ποίμνης σου πάντοτε.
 
᾿Εν τῇ κοιλίᾳ σου ῾Αγνή, τὴν τῆς Θεότητος φλόγα,
δεξαμένη ἀληθῶς οὐκ ἐφλέχθης· ἀλλὰ φλέξον
συμπαθῶς, τὴν ὕλην τῶν πταισμάτων μου, πυρὶ τῆς
χάριτός σου, Εὐλογημένη Θεόνυμφε.
 
Πεποικιλμένη ἀρεταῖς, καὶ παρθενίας τω κάλλει,
ὡς βασίλισσα παρέστης Παρθένε, δεξιᾷ τοῦ διὰ
σοῦ, ἡμῖν ἐπιδημήσαντος· ᾧ πρέσβευε σωθῆναι,
τοὺς Θεοτόκον φρονοῦντάς σε.
 
᾿Απὸ καρδίας ῥυπαρᾶς, καὶ ἀναξίων χειλέων, σοὶ
προσάγω Θεοτόκε τὸν αἶνον, ἐξαιτούμενος
θερμῶς, τὴν θείαν σου βοήθειαν, ἐν τοῦ παρόντος
βίου, ταῖς κακουχίαις καὶ θλίψεσι.
 
Τῶν Ἁγίων. Ὁ αὐτός.
 

Ποίμνης ποιμένες θαυμαστοί, ἐδείχθησαν


Μυτιλήνης, καὶ τῆς πίστεως  γενναῖοι προστάται, ὁ
Γεώργιος Θεοῦ, τὸ ἐκλεκτὸν γεώργιον, καὶ ὁ
σημειοφόρος, ἕτερος θεῖος Γεώργιος.
 
Θεσσαλονίκης Θεωνᾶς, διέπρεψεν ἐν καθέδρᾳ, καὶ
Γρηγόριος ἐν Ἄσσου τω θρόνῳ, ὁ Ἀνδρέας δὲ
Κρητῶν, φωστὴρ ἐδείχθη πάμφωτος, οὗ Ἐρεσσὸς
τὸν τάφον, ἔχει πηγὴν ἁγιάσματος.
 
Τῶν μοναζόντων ὁ φωστήρ, Ἰγνάτιος ὁ θεόφρον,
καὶ Ἀλέξανδρος ἀνὴρ ὁ θεόπνους, Μηθυμναίων
τοῦ λαοῦ, ποιμαντικῶς προέστησαν, καὶ μετὰ
πότμον πάντας, εὐεργετοῦσι τοῖς θαύμασιν.
 
Θεοτοκίον.
 
῞Υμνοις τιμῶμεν οἱ πιστοί, σὲ τὴν ἀσπόρως τὸν
Λόγον, σωματώσασαν Πατρὸς τοῦ ἀνάρχου, καὶ 
βοῶμεν ἐκ ψυχῆς· Χαῖρε Ἁγνὴ Μητρόθεε, ἡ ὄντως
ὑπερτέρα, τῶν οὐρανίων Δυνάμεων.
 
Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τω Σταυρω

Περιουσίᾳ δωρεῶν ἀσυλήτων, παρὰ Χριστοῦ ἐν


οὐρανοῖς δοξασθέντες, ὡς ἐπὶ γῆς πληρώσαντες, τὸ
θέλημα αὐτοῦ, οἱ ἐν Λέσβῳ Ἅγιοι, σωστικῇ
ἀντιλήψει, ἐκ παντοίων ῥύσασθε, συμφορῶν καὶ
κινδύνων, τοὺς εὐφημοῦντας ᾄσμασιν ὑμᾶς, καὶ
τὴν Τριάδα πιστῶς μεγαλύνοντας.
 
Θεοτοκίον.
 
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως
ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα
οἱ δοῦλοί σου, κράζοντες καὶ λέγοντες· Παναγία
Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν
ἀοράτων, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ
ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

Τῆς Θεοτόκου. ᾿Ωιδὴ δ´. ῾Ο Εἱρμός.


 
Σύ μου ἰσχύς, Κύριε σύ μου καὶ δύναμις· σὺ Θεός
μου· σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ
λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σὺν τω Προφήτῃ, ᾿Αββακούμ σοι κραυγάζω·
Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
 
Τροπάρια.
 
Νέος ᾿Αδάμ, ἐκ σοῦ φρικτῶς προελήλυθεν, ὁ
Δεσπότης, Μαριάμ τῆς κτίσεως, τοὺς πατρικοὺς
κόλπους μὴ λιπών, καὶ τῆς ἁμαρτίας, διέῤῥηξε τὸ
χειρόγραφον· διὸ αὐτὸν δυσώπει, ἐλεῆσαι καὶ
σῶσαι, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
 
᾿Αγγελικῶν, χορῶν ῾Αγνὴ ὑπερέχουσα, ἀνεδείχθης,
τω ἀσπόρῳ τόκῳ σου, ὅτι ἐκύησας ὑπὲρ νοῦν, τὸν
φρικτῶς ἐν νώτοις, χερουβικοῖς ἐποχούμενον· ὃν
Δέσποινα δυσώπει, πολεμίων ῥυσθῆναι, τῆς μανίας
τοὺς πόθῳ ὑμνοῦντάς σε.
 
Χαῖρε ῾Αγνή, τὸν Λυτρωτὴν ἡ γεννήσασα, καὶ
Παρθένος, μετὰ τόκον μείνασα· χαῖρε βοήθεια τῶν
πιστῶν, οἰκουμένης δόξα, καὶ οὐρανῶν ἡ
εὐπρέπεια· ἀλλὰ Θεοκυῆτορ, πάρεσό μοι ἐν βίῳ,
τῶ ἀθλίῳ οἰκέτῃ σου σύμμαχος.
 
῾Ρῦσαι ἡμᾶς, τοὺς καταφεύγοντας Δέσποινα, τῇ
δυνάμει, τῆς πολλῆς σου χάριτος, θλίψεων νόσων
καὶ συμφορῶν, κινδύνων παντοίων, καὶ χαλεπῶν
περιστάσεων, πιστῶς ἵνα βοῶμεν, τῇ ἁγίᾳ σου
δόξῃ, τοῦ ᾿Αγγέλου τὸ Χαῖρε Θεόνυμφε.
 
Τῶν Ἁγίων. Ὁ αὐτός.
 
Τῶν δωρεῶν, τῶν θεϊκῶν ὁ ἐπώνυμος, Βυζαντίου,
ὁ βλαστὸς Θεόδωρος, ἐν Μυτιλήνῃ ἀγχονισθείς,
αὐτῇ πολιοῦχος, ἐδόθη ἀκαταμάχητος,Θεοῦ
φιλανθρωπίᾳ, τοῦ δοξάσαντος τοῦτον, ὡς γενναῖον
τῆς πίστεως Μάρτυρα.
 
Νίκην λαμπράν, κατὰ τυράννων ἐτέλεσαν, ἐν
δουλείας, τω καιρω ἀθλήσαντες, ὑπὲρ τῆς δόξης
τοῦ Λυτρωτοῦ, οἱ Μυτιληναῖοι, Θεόδωρος καὶ
Νικόλαος· διὸ δικαιοσύνης, τοὺς στεφάνους
λαβόντες, ἐν αὐλαῖς τῆς ζωῆς συγχορεύουσιν.

῾ Ο εὐκλεής, Χιοπολίτης Γεώργιος, καὶ ὁ ἄλλος,


Ἴβηρ ὁ θαυμάσιος, σὺν ὁμωνύμῳ τω ἐκ Πλαγιᾶς,
ὡς γεωργηθέντες, τω μαρτυρίῳ τῆς πίστεως,
ἐξήνεγκαν τῶν ἄθλων, τὴν καλὴν παγκαρπίαν, εἰς
πιστῶν εὐφροσύνην καὶ καύχημα.
 
Θεοτοκίον.
 
῾Ράβδῳ τῆς σῆς, ὑπερφυοῦς ἀντιλήψεως,
σωτηρίας, πρὸς νομάς με ἴθυνον, τὸν πλανηθέντα
Μῆτερ Ἁγνή, ἐν ταῖς ἀνοδίαις, τῶν φιληδόνων
ὀρέξεων· σὲ γὰρ ἐπικαλοῦμαι, τὴν ἀμόλυντον
νύμφην, τοῦ Θεοῦ καὶ Δεσπότου τῆς κτίσεως.
 
Τῆς Θεοτόκου. ᾿Ωδὴ ε´. ῾Ο Εἱρμός.
 
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ
τω βραχίονί σου τω ὑψηλω, τὴν σὴν εἰρήνην
παράσχου ἡμῖν Φιλάνθρωπε.
 
Τροπάρια.

῞Απαντες πιστοί, τὴν χαρὰν ῾Αγνὴ καρπούμεθα,


ἐκβοῶντές σοι τὸ Χαῖρε εὐσεβῶς· Χαῖρε Εὔας ἡ
τὴν λύπην ἀφανίσασα.
 
Νῦν ἡμῖν καιρός, βοηθείας τῆς σῆς πάρεστι· δεῖξον
οὖν Παρθενομῆτορ ἀγαθή, τὴν συνήθη ἐφ᾿ ἡμᾶς
φιλευσπλαγχνίαν σου.
 
Τείχισον ἡμῶν, τὴν ζωὴν τῇ προστασίᾳ σου· ὁ
ἐπίβουλος γάρ Πάναγνε ἐχθρός, καθ᾿ ἡμῶν κακὰ
οὐ παύεται τεκταίνεσθαι.
 
῎Επιδε ῾Αγνή, ἐφ᾿ ἡμᾶς εὐσπλάγχνῳ ὄμματι, τὴν
εἰρήνην πρυτανεύουσα  ἡμῖν, τοῖς προσπίπτουσι τω
πλούτῳ τῆς προνοίας σου.
 
Τῶν Ἁγίων. Ὁ αὐτός.
 
Δούκας καὶ Λουκᾶς, μαρτυρίου ἐκτελέσαντες,
ἀνενδότῳ καρτερίᾳ τὴν ὁδόν, τῶν δαιμόνων τὴν
κακίαν ἐξεφαύλισαν.
 
Πόθῳ τοῦ Χριστοῦ, Ἀναστάσιος, Δημήτριος, καὶ
Δημήτριος ὁ ἐκ τῶν Μυστεγνῶν, τῶν Μαρτύρων
τὴν ἀνδρείαν ἐμιμήσαντο.
 
Τῶν Ἀγαρηνῶν, τὴν ἀπάτην βδελυξάμενος,
εὐσεβείας γενναιόφρων ἀθλητής, ἀνεδείχθη
Κωνσταντῖνος ὁ μακάριος.
 
Θεοτοκίον
 
῎Ιδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ
παράσχου μοι ὑγείαν σταθηράν, ἡ τὸν μέγαν
ἰατρὸν Χριστὸν κυήσασα.
 
Τῆς Θεοτόκου. ᾿Ωδὴ στ´. ῾Ο Εἱρμός.
 
῾Ιλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου·
καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ
γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς
σωτηρίας μου.
 
Τροπάρια.
 
Θεὸς Παρθένε ἐκ σοῦ, ἄνευ σπορᾶς ἐνηνθρώπησε,
καὶ ἔσωσε τῆς φθορᾶς, τὸ γένος τὸ βρότειον, ᾧ
πάντοτε πρέσβευε, καὶ ἡμῖν δοθῆναι, ἱλασμὸν καὶ
μέγα ἔλεος.
 
᾿Εκ τῶν ποικίλων ἡμᾶς, θλιβόντων Μῆτερ
ἀπάλλαξον, καὶ εἰρηναῖαν ζωήν, σοῖς δούλοις
πρυτάνευε· ἀσπόρως γὰρ ἔτεκες, τῆς εἰρήνης
Μῆτερ, Βασιλέα τὸν προάναρχον.
 
Οὐράνωσον συμπαθῶς, ὡς εὐμενὴς τὴν καρδίαν
μου, ταπεινωθεῖσαν πολλαῖς, ὀδύναις τῶν θλίψεων,
καὶ ταύτην ἐκλάμπρυνον, τῇ φωταγωγίᾳ, τῆς ἀυλου
σου χρηστότητος.
 
Μαρία Μῆτερ Θεοῦ, ἱλεουμένη δεόμεθα, μὴ παύσῃ
ὃν δι᾿ ἡμᾶς, φρικτῶς ἐσωμάτωσας, κινδύνων
ἐξαίρουσα, τὴν ζωὴν τῶν ὅσοι, τῇ πρεσβείᾳ σου
προστρέχουσι.
 
Τῶν Ἁγίων. Ὁ αὐτός.
 
Παρθένιος ὁ σοφός, τῆς Κωνσταντίνου ὁ πρόεδρος,
ὑπὲρ λαοῦ εὐσεβοῦς, θανεῖν ἐξελέξατο· ὁ Ζήλων
δ̉  Εὐθύμιος, ἐν εἱρκτῇ ζοφώδῃ, τὸ μαρτύριον
ἐτέλεσεν.
 
᾽Εν Καρυαῖς τῆς Θερμῆς, χορὸς Μαρτύρων
ἠρίστευσε,τὸν ἱερὸν Ῥαφαήλ, λαμπρὸν ἔχων
ἔξαρχον, τὸν ὄντα ἐξάκουστον, ταῖς θεοσημείαις,
Ὀρθοδόξων τω πληρώματι.
 
᾽Αρδείαις μαρτυρικαῖς, τῆς παρθενίας ἐφοίνιξαν,τὸ
ἔνδυμα εὐπρεπῶς, αἱ πέντε νεάνιδες· Κυρίου δὲ
πάγκαλος, ἀνεδείχθη νύμφη, Ὀλυμπία ἡ
πανεύφημος.
 
Θεοτοκίον.
 
Λαμπάδι τῇ νοητῇ, τῆς μητρικῆς εὐσπλαγχνίας
σου, παθῶν μου τὸν σκοτασμόν, τελείως διάλυσον,
καὶ σῶσόν με Ἄχραντε, ἀνυμνολογοῦντα, τὸ
μυστήριον τοῦ τόκου σου.
 
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
 
Τοὺς ἐν Λέσβῳ μέλψωμεν, πάντας Ἁγίους, τὴν
ἁγίαν Σύναξιν, προεορτάζοντες αὐτῶν, καὶ πρὸς
αὐτοὺς ἐκβοήσωμεν· Χαίροις χορεία, Θεοῦ
ἁγιόλεκτος.
 
Ὁ Οἶκος.
 
Εὐαγγελικῶς τω Χριστω ἀκολουθήσαντες,καὶ
δι̉ ἁγιοπρεποῦς πολιτείας,τῶν ἀρετῶν τὸν πλοῦτον
θησαυρίσαντες, οἱ ἐν Λέσβῳ τοῦ Δεσπότου
θεράποντες, δίκην φωστήρων φαεινῶν τῇ
Ἐκκλησίᾳ ἀνέτειλαν, χάριτος ἀνεσπέρῳ
φωτοχυσίᾳ,πιστῶν τὰ συστήματα φωτίζοντες.
Ὅθεν σήμερον ἀδελφοί, εὐλαβῶς
συναθροισθέντες, ὡς εὐσεβείας ὑποφήτας, καὶ βίου
ἐναρέτου εἰκόνας, ἀξιοχρέως αὐτοὺς
εὐφημήσωμεν, καὶ τῆς αὐτῶν προστασίας, τὰς
ἐκφάνσεις ἀπεκδεχόμενοι, ἐν ἑνὶ στόματι
ἀναβοήσωμεν· Χαίροις χορεία, Θεοῦ ἁγιόλεκτος.

Μηνολόγιον
.
Τῇ αὐτῇ ἡμέρᾳ, Προεόρτια τῆς Συνάξεως πάντων
τῶν ἐν Λέσβῳ διαλαμψάντων Ἁγίων.
 
Στίχοι.

Φόρευε Λέσβος στέφανον κεκτημένη,


Πάνσεπτον δῆμον Ἁγίων θεοφόρων
.
Εἶτα δὲ

τὸ Μηνολόγιον ἐκ τοῦ Μηναίου.


 
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον ἡμᾶς. Ἀμήν.
 
Τῆς Θεοτόκου. ᾿Ωδὴ ζ´. ῾Ο Εἱρμός.
 
Παῖδες ῾Εβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν
φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ,
μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
εἰς τοὺς αἰῶνας.
 
Σροπάρια.
 
Η῎μβλυνας τόκῳ ἀπειράνδρῳ, ἐχθροῦ βέλεμνα
Παρθένε τοῦ δολίου, οὗ τοῦ φθόνου κἀμέ,
ἀπάλλαξον εὐχαῖς σου, καὶ σῶόν με συντήρησον,
τ῵ ἀπείρῳ σου ἐλέει.
 
Σεῖχος γενοῦ καὶ προστασία, ᾿Απειρόγαμε τοῖς
πόθῳ σοι βοῶσι· Φαῖρε Μῆτερ Ἁγνή, πηγὴ ἡ
ζωηφόρος, τ῵ κόσμῳ ἀναβλύζουσα, γλυκασμὸν
τῆς σωτηρίας.
 
Ο῎μβροις ἁγίας χάριτός σου, τὴν καρδίαν μου
κατάρδευσον πλουσίως, ἵνα θεῖον καρπόν,
εὐπρόσδεκτον Κυρίῳ, τ῵ Λυτρωτῇ Πανάχραντε,
διὰ σοῦ καρποφορήσῃ.
 
16
Ρ῾ῶσιν κατ᾿ ἄμφω δίδου Μῆτερ, καὶ συγχώρησιν
πολλῶν παραπτωμάτων, τοῖς ὑμνοῦσι πιστῶς, τὸν
ἄσπορόν σου τόκον, δι᾿ οὗ τ῵ κόσμῳ ἔλαμψε, ἡ
χαρὰ τοῦ σωτηρίου.
 
Σῶν Ἁγίων. Ὁ αὐτός.
 
Λύχνοι Ὁσίων Θεοφάνης, καὶ Γρηγόριος ὁ θεῖος
΢ινατης,
 
οἱ προνοίᾳ Θεοῦ, ἐκ Λέσβου διελθόντες, καὶ
ταύτην ἁγιάσαντες, ἐγκρατείας τοῖς ἱδρῶσιν.
 
Θείᾳ ἀγάπῃ Θεοκτίστη, Θωμας τε καὶ Εὐπρέπεια
ἡ σώφρων, ὑπὲρ φύσιν ζωήν, ἐν κόσμῳ
μετελθοῦσαι, ἐν πόλῳ ἠξιώθησαν, τῆς Ἀγγέλων
συναυλίας.
 
Φαίροις Ἀγάθων θεοφόρε, ὁ τὴν ἄχραντον Εἰκόνα
τῆς Παρθένου, διασώσας ὀργῆς, δεινῶν
εἰκονομάχων, καὶ τοῖς ἐν Λέσβῳ χάριτος, ταύτην
κρήνην καταλείψας.
 
Θεοτοκίον.
 
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, ἐν τοῖς πάθεσι
ἀθλίως σκοτισθεῖσαν, καὶ φωτός με ἀεί, ἐνίσχυσον
τὰ ἔργα, ἐργάζεσθαι Θεόνυμφε, ἵνα τύχω
σωτηρίας.
 
Σῆς Θεοτόκου. ᾿Ψιδὴ η´. ῾Ο Εἱρμός.
 
Σὸν Βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ
τῶν ᾿Αγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας
τοὺς αἰῶνας.
 
Σροπάρια.
 
Καταφυγή μου, ὑπάρχεις Ἄχραντε Κόρη, διὰ τοῦτό
σοι πιστῶς ἀνακραυγάζω· Φαῖρε Θεοτόκε, λαμπὰς
Θεοῦ τῆς δόξης.
 
Τ῾περουσίου, Δεσπότου Μῆτερ ἐδείχθης, τοῦτον
τέξασα ἀτρέπτως ἐκ  γαστρός σου, ὃν ὑπὲρ λαοῦ
σου, μὴ παύσῃ δυσωποῦσα.
 
Ρ῾ώμῃ Παρθένε, σῆς κραταιᾶς προστασίας, τῶν
δαιμόνων ἡ ἰσχὺς ἀποστραφήτω, ἐπιτιθεμένων,
κατὰ τῶν οἰκετῶν σου.
 
Ι῎ασαι Μῆτερ, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῆς
πλουσίας σου χρηστότητος φαρμάκῳ, ἵνα σε
δοξάζω, τὴν Κεχαριτωμένην.
 
17
Σῶν Ἁγίων. Ὁ αὐτός.
 
Νίκων ὁ θεῖος, σὺν φοιτητῶν ὁμοφρόνων, τῇ
χορείᾳ ἐπεφάνη καὶ ἐν Λέσβῳ, βίου ἐναρέτου,
θεόπνους ὑποφήτης.
 
Σῶν αὐταδέλφων, τὴν πανολβίαν
 
τριάδα, ΢υμεών τε καὶ Δαυδ σὺν Γεωργίῳ,
ὑμνήσωμεν πόθῳ, ὡς στύλους ἐγκρατείας.
 
Σοὺς μετασχόντας, ἐν ταῖς Ἁγίαις ΢υνόδοις,
 
ἐκ τῆς Λέσβου θεοφόρους Ἱεράρχας, τιμήσωμεν
πάντες, ὡς πίστεως προστάτας.
 
Θεοτοκίον.
 
Ο῞λον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου,
ἀπελαύνουσα τὸ σκότος τῶν παθῶν μου, ἵνα σε
γεραίρω, τὴν Κεχαριτωμένην.
 
Σῆς Θεοτόκου. ᾿Ψιδὴ θ´. ῾Ο Εἱρμός.
 
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ
σεσωσμένοι Παρθένε Ἁγνὴ, σὺν ᾿Ασωμάτοις
χορείαις, σὲ μεγαλύνομεν.
 
Σροπάρια.
 
Λυχνία φωτοδόχε, δόξης τῆς ἀφράστου, τὸν
σκοτασμὸν τῆς ψυχῆς μου διάλυσον, καὶ τῆς
ἡμέρας τὰ ἔργα, δός μοι ἐργάζεσθαι.
 
Λαμπάδα ἀνεσπέρου, Μῆτερ φωταυγείας, τ῵
ἀπειράνδρῳ σου τόκῳ ἀνάψασα, φῶς ἡμῖν πᾶσιν
ἐξαίτει, Θεοῦ τῆς γνώσεως.
 
Ο῾ρμήματα Μαρία, ὄφεως τοῦ πλάνου, τὰ καθ᾿
ἡμῶν δυναστείᾳ σου σύντριψον, ἵνα σωθέντες
ὑμνοῦμεν, τὴν εὐσπλαγχνίαν σου.
 
Τ῾πέραγνε Μαρία, βίου ἐκ κυμάτων, πρὸς ἀπαθείας
με ὅρμον κυβέρνησον, τ῵ πηδαλίῳ τῆς θείας,
κηδεμονίας σου.
 
Σῶν Ἁγίων. Ὁ αὐτός.
 
Α῾γίους τοὺς ἐν Λέσβῳ, σὺν τοῖς ἐνωνύμοις, τοὺς
ἀνωνύμους προφρόνως τιμήσωμεν, ὡς ἡμῶν θείους
προστάτας, καὶ ἀντιλήπτορας.
 
Υωτὸς τοῦ ἀνεσπέρου, ἔνδον γεγονότες, οἱ ἐν τῇ
Λέσβῳ Θεὸν θεραπεύσαντες, τὸν φωτισμὸν
ἐξαιτεῖσθε, ἡμῖν δεόμεθα.
18
Πρεσβεύετε Κυρίῳ
 ,
πάντες οἱ ἐν Λέσβῳ
 ,
δι̉ ἀρετῆς τὸν ΢ωτῆρα δοξάσαντες, ἵνα ῥυσθῶμεν
κινδύνων, καὶ περιστάσεων. Θεοτοκίον.
 
Τ῾πέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν
ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι,
τοὺς ὑμνολόγους σου.
 
Ἐξαποστειλάριον. Σοῖς Μαθηταῖς συνέλθωμεν
.
Λέσβου ἐδάφους σήμερον, λιμένας τοὺς ἐμψύχους,
καὶ δυνατὰ προπύργια, καὶ ἀπόρθητα τείχη, τοὺς ἐν
τῇ νήσῳ Ἁγίους, εὐσεβῶν τοὺς προστάτας, καὶ
θείους ἀντιλήπτορας, τῶν ἐν ζάλαις τοῦ βίου, δεῦτε
πιστοί, μελῳδίαις στέψωμεν
 
τῶν ᾀσμάτων, αὐτῶν προερτάζοντες, ΢ύναξιν τὴν
ἁγίαν.
 
Θεοτοκίον.
 
Σριάδος Κόρη τέτοκας, ἀποῤῤήτως τὸν ἕνα,
διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ,
καὶ ἕνα τῇ ὑποστάσει· τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ
ὑπὲρ
 
τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης,
ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες,
πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.
 
ΕΙ΢ ΣΟΤ΢ ΑΙΝΟΤ΢
 
Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ
Προσόμοια.
 
Ἦχος α’. Σῶν οὐρανίων ταγμάτων
.
Σὴν προεισόδιον ταύτην, ἡμέραν ἄγοντες,
΢υνάξεως τῆς θείας, τῶν ἐν Λέσβῳ Ἁγίων, Θεὸν
τὸν ἐν Σριάδι οἱ εὐσεβεῖς, κατὰ χρέος δοξάσωμεν,
τὸν θαυμαστώσαντα τούτους ὑπερφυῶς, τῶν
θαυμάτων ταῖς δυνάμεσιν.
 
Εὐαγγελίου τ῵ νόμῳ, ὡς πειθαρχήσαντες, κατὰ
καιροὺς οἱ φίλοι, τοῦ Κυρίου έν Λέσβῳ, φωστῆρες
εὐσεβείας θεολαμπεῖς, ἐξ
 
αὐτῆς ἀνετείλατε, καταφωτίζοντες χάριτος τ῵
φωτί, τῶν πιστῶν ἀεὶ τὸ πλήρωμα.
 
Σῆς θείας κλήσεως ζήλῳ, ὡς γεωργήσαντες, τὰς
δωρεὰς ἐν κόσμῳ, πολυτρόποις ἀγῶσι, ζωῆς
ἐπικαρπίας τῆς ὑπὲρ νοῦν, ἐν ὑψίστοις ἐδρέψασθε·
διὸ ἡμῶν μνημονεύετε τῶν πιστῶν, οἱ ἐν Λέσβῳ
πάντες Ἅγιοι.
 
Σοὺς ἐν τῇ νήσῳ
 
οἰκοῦντας, ἐπιστηρίζοντες, μὴ παύσητε ἐν πέτρᾳ,
πίστεως τῆς ἁγίας· ἰδοὺ γὰρ εὐφημοῦσι πόθῳ ὑμᾶς,
τὸν ΢ωτῆρα
19
δοξάζοντες, τὸν ἐν ὑμῖν τοῖς ἐν Λέσβῳ φίλοις
αὐτοῦ, θαυμαστὸν καὶ ὑπερύμνητον. Δόξα. Ἦχος
πλ. δ’.
 
Σὸν ἐν Λέσβῳ Ἁγίων ὁ χορός, ἐξ Ἱεραρχῶν,
Μαρτύρων τε Ὁσίων, καὶ φιλοθέων γυναικῶν
συγκροτηθείς, ὡς φωστήρων οὐρανίων συνέλευσις,
τῶν εὐσεβῶν
 
τοὺς δήμους καταυγάζει, χάριτος ἀνεσπέρῳ
φωτοχυσίᾳ·
 
καὶ τὸ μυστήριον τῆς θεοσεβείας, τῇ Ἐκκλησίᾳ
τρανῶς ἀνακηρύττει. Οὓς εὐλαβῶς εὐφημοῦντες,
μακαρίσωμεν λέγοντες· ῍Ψ σύστημα
 
ἱερόν
 ,
σύναψις μακαρία, θεραπόντων τοῦ Δεσπότου·
πολύκαρπα δένδρα, Εὐαγγελίου τῆς χάριτος· ἄνθη
εὔοσμα, τῆς Ὀρθοδόξου λατρείας· περκάζοντες
βότρυες τῆς πίστεως· Λεσβίων στηρίγματα, καὶ
ἀψευδεῖς ἀντιλήπτορες, ἐκτενῶς πρεσβεύετε, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
 
Καὶ νῦν. Θεοτοκίον.
 
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
 
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
 
ΕΙ΢ ΣΗΝ ΛΕΙΣΟΤΡΓΙΑΝ
 
Σὰ Συπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ
 
Κανόνος τῶν Ἁγίων
 
 ἡ γ’ καὶ στ’ Ὠιδή. Ἀπόστολον ζήτει τῇ Σρίτῃ τῆς
ιζ´ Ἑβδομάδος καὶ Εὐαγγέλιον
 
τῇ Παρασκευῇ τῆς ζ´ Ἑβδομάδος τοῦ Λουκᾶ.
 
Κοινωνικόν.
 
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
 
Μεγαλυνάριον.
 
Φαίροις ὁ ἐν Λέσβῳ περιφανής, χορὸς τῶν Ἁγίων,
θεραπόντων τοῦ Ἰησοῦ· αὐτ῵ οὖν ποιεῖσθε, ὑπὲρ
ἡμῶν πρεσβείαν, ἵνα δεινῶν ῥυσθῶμεν, καὶ
περιστάσεων.
Στίχοι.
 
Τῶν ἐν Λέσβῳ ὕμνησεν Ἁγίων δῆμον,
 
Ὁ τῆς Ῥόδου Κύριλλος καρδίας πόθῳ.

You might also like