You are on page 1of 2

Εὐχὴ πρὸς τὸν Κύριον,

διὰ τὴν ἐκλογὴν Ἀρχιεπισκόπου


τῆς ἐν Κύπρῳ Ὀρθοδόξου Ἐκκλησίας

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ Μέγας Ἀρχιερεὺς καὶ ἀπλανὴς


οἰακοστρόφος τοῦ σκάφους τῆς Ἐκκλησίας Σου, ὁ μέγας καὶ
φοβερὸς καὶ ἔνδοξος, ὁ δημιουργὸς πάσης κτίσεως ὁρωμένης
καὶ νοουμένης, ὁ θεμελιώσας τὴν Ἐκκλησίαν Σου ἐν τῇ πέτρᾳ
τῶν ἐντολῶν Σου καὶ συντηρῶν αὐτὴν τῇ ἀοράτῳ πανσθενεῖ
προστασίᾳ Σου, ὁ διδοὺς ἡμῖν ἀξίους πνευματικοὺς ποδηγέτας
καὶ χειραγωγοὺς ἡμῶν πρὸς ζωὴν τὴν ἐν πόλῳ, σὺν Σοὶ
αἰωνίζουσαν, Αὐτός, Πανάγαθε Βασιλεῦ καὶ Κύριε, ἔπιδε ἐπὶ
τὴν ἀποστολικὴν τῶν Ἁγίων νῆσόν σου Κύπρον καὶ δὸς αὐτῇ
* σταθηρὸν καὶ ἀπλανῆ Ἀρχιεπίσκοπον, ἱκανὸν ἑνῶσαι
τὴν λογικήν Σου ἀγέλην, ἄνδρα ὅσιον, ἄκακον, ἀμίαντον,
κεχωρισμένον ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερον τῶν
οὐρανῶν πνευματικῶς πέλοντα·
*πατέρα ὡσαύτως εὐσυμπάθητον, ἱεροπρεπῆ,
φοβούμενόν Σε, ταπεινὸν λειτουργὸν τῶν θείων Σου καὶ
ἀχράντων Μυστηρίων·
*κυβερνήτην ἐν τρικυμίαις καὶ κλύδωσιν ἄριστον πρὸς
πλοήγησιν τῆς ἁγίας σου ἐν Κύπρῳ ὁλκάδος εἰς λιμένα εὔδιον
καὶ ἀχείμαστον·
*ἀρωγὸν τῶν πενήτων, τροφέα τῶν πεινώντων, βοηθὸν
τῶν ἐν ἀνάγκαις, γνόντα τὸ διφυὲς τῆς ἀνθρωπίνης φύσεως
πρὸς κάλυψιν βιοτικῶν καὶ πνευματικῶν ἀναγκῶν·
*εἰς τύπον Σου τιθέμενον, πραέα, ἀφιλάργυρον, ἡσύχιον,
δεδοκιμασμένον ἐν τῇ διοικήσει ψυχῶν, ἄδολον καὶ ἀληθινόν·
ἐργάτην ἄοκνον τοῦ Ἀμπελῶνός Σου καὶ ποιμένα ἑτοιμότατον
τιθέναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων Σου, γνόντων
τὴν φωνὴν αὐτοῦ καὶ αὐτῷ ἀκολουθούντων, ὅτι πολλοὶ
ποιμένες διέφθειραν τὸν ἀμπελῶνά Σου καὶ ἐμόλυναν τὴν
μερίδα Σου.
Δός, Κύριε, τῇ ἐν Κύπρῳ Ἐθναρχούσῃ Ἐκκλησίᾳ Σου
οἰκοδόμον τῆς Χάριτός Σου, τοῦ ὁλοκληρῶσαι καὶ εὐπρεπίσαι
ἔτι πλέον τὸν οἶκόν Σου, ὃν οἱ προηγούμενοι Ἀρχιεπίσκοποι
ὡκοδόμησαν.
Κάλεσον τὸν ἄριστον μεταξὺ τῶν ἀρίστων, «ὡς ἀστέρα
ἑωθινὸν ἐν μέσῳ νεφελῶν, ὡς σελήνην πλήρη ἐν ἡμέραις, ὡς
ἥλιον ἐκλάμποντα ἐπὶ ναὸν ἅγιόν Σου καὶ ὡς τόξον φωτίζον ἐν
νεφέλαις δόξης, ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ’
ἐξόδῳ ὕδατος, ὡς βλαστὸν λιβάνου ἐν ἡμέραις θέρους, ὡς πὺρ
καί λίβανον ἐπί πυρείου, ὡς σκεῦος χρυσίου ὁλοσφύρητον
κεκοσμημένον παντί λίθῳ πολυτελεῖ, ὡς ἐλαίαν
ἀναθάλλουσαν καρποὺς καί ὡς κυπάρισσον ὑψουμένην ἐν
νεφέλαις» (Σοφ. Σειρ. ν΄ 6-19), ἵνα μὴ εἴπωμεν ὅτι «διὰ τὸ μὴ
εἶναι ἄνδρας ἐν Ἱερουσαλήμ, ἐβασίλευσε Δεβώρα», καὶ ἵνα δι’
αὐτοῦ δοξάζητε τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δρ Χαραλάμπης Μ. Μπούσιας,
Μέγας Ὑμνογράφος τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

You might also like