You are on page 1of 4

Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα:

καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός:

575

‘ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν [p. 48]


ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν,
οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων:
ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης
εὐχόμεθ᾽ ἐκγεγάμεν: τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ

580

ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας


δῆριν ἐπὶ στονόεσσαν: ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ
καὶ κρατερόν περ ἐόντα: σὺ δ᾽ ἐν φρεσὶ πάγχυ μέμηνας,
ἣ μέγ᾽ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον
σήμερον: ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ:

585

οὐδὲ γὰρ οὐδ᾽ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης


ἐξ ἐμέθεν: τίσεις δὲ κακὸν μόρον, εὖτ᾽ ἐν ὄρεσσι
κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι.
ἣ οὔπω τόδ᾽ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα
Ξάνθου πὰρ προχοῇσιν ὑφ᾽ ἡμετέρῃς παλάμῃσιν;

590

ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο


καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;’

ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων


λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν:
αἶψα δ᾽ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν

595

οὔτασε δεξιτεροῖο: μέλαν δέ οἱ ἔρρεεν αἷμα


ἐσσυμένως: ἡ δ᾽ εἶθαρ ὑπεκλάσθη μελέεσσιν:
ἐκ δ᾽ ἔβαλεν χειρὸς πέλεκυν μέγαν: ἀμφὶ δέ οἱ νὺξ
ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι.
ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα

600

ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου:


ὥρμηνεν δ᾽ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα [p. 50]
μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν,
ἢ κραιπνῶς ἵπποιο κατ᾽ ὠκυτάτοιο θοροῦσα
λίσσεσθ᾽ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα

605

χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει


θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη,
τοῖς ἤν πως πεπίθοιτ᾽ ὀλοὸν σθένος Αἰακίδαο:
ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν:
δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι.

610

καὶ τὸ μὲν ὣς ὥρμαινε: θεοὶ δ᾽ ἑτέρωσε βάλοντο.


τῇ γὰρ ἐπεσσύμενος μέγ᾽ ἐχώσατο Πηλέος υἱός,
καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου:
εὖτέ τις ἀμφ᾽ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος
σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον,

615

ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα


θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ
ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ
πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης:
ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ

620

ἀντικρὺ διάμησεν ὑπ᾽ ἔγχεϊ μαιμώωντι


Πηλείδης: ἡ δ᾽ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ
εὐσταλέως ἐριποῦσα κατ᾽ οὔδεος: οὐδέ οἱ αἰδὼς
ᾔσχυνεν δέμας ἠΰ: τάθη δ᾽ ἐπὶ νηδύα μακρῷ
δουρὶ περισπαίρουσα, θοῷ δ᾽ ἐπεκέκλιτο ἵππῳ:
625

εὖτ᾽ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο,


ἥν τέ που αἰπυτάτην ἀνά τ᾽ ἄγκεα μακρὰ καὶ ὕλην,
οἷ αὐτῇ μέγ᾽ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα: [p. 52]
τοίη Πενθεσίλεια κατ᾽ ὠκέος ἤριπεν ἵππου
θηητή περ ἐοῦσα: κατεκλάσθη δέ οἱ ἁλκή.

630

Τρῶες δ᾽ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ,


πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο
ἄσπετ᾽ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν.
ὡς δ᾽ ὅτ᾽ ἀν᾽ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω
ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον,

635

παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω,


ὀψὲ δ᾽ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ,
τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα
ἐξ ἁλὸς ἀΐσσουσι μέγ᾽ ἀχνύμενοι περὶ νηὸς
ἠδ᾽ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα:

640

ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο


κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα
καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο.

Τῇδ᾽ ἔπικαγχλόων μεγάλ᾽ εὔχετο Πηλέος υἱός:


‘κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδ᾽ οἰωνῶν,

645

δειλαίη: τίς γάρ σε παρήπαφεν ἀντί᾽ ἐμεῖο


ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα
οἰσέμεν ἄσπετα δῶρα παρά Πριάμοιο γέροντος
κτείνασ᾽ Ἀργείους: ἀλλ᾽ οὐ τόδε σοίγε νόημα
ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν

650
ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα
ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ [p. 54]
καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν
βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.’

ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς

655

ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης:


ἄμφω δ᾽ ἀσπαίρεσκον ὑφ᾽ ἓν δόρυ δῃωθέντες.
ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν
ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς: αἴγλῃ:
τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης

660

ἐξεφάνη ἐρατῇσιν ὑπ᾽ ὀφρύσι καλά πρόσωπα


καίπερ ἀποκταμένης. οἱ δ᾽, ὡς ἴδον, ἀμφιέποντες
Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει.
κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτ᾽ ἀτειρὴς
Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι

665

γυῖα κατ᾽ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας:


αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν
Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος,
ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἰ̔̂ ἀκαχήσῃ.
πολλοὶ δ᾽ εὐχετόωντο κατ᾽ οἰκία νοστήσαντες

670

τοίης1 ἧς ἀλόχοιο ταρὰ λεχέεσσιν ἰαῦσαι.


καὶ δ᾽ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ,
οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν
Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος
ἔπλετ᾽ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη.

You might also like