You are on page 1of 4

Κεφάλαιον γ’ (1-10)

ΥΙΕ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ρήματά


μου τηρείτω σὴ καρδία· 2 μῆκος γὰρ βίου καὶ ἔτη
ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι. 3 ἐλεημοσύναι
καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς
ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· 4 καὶ προνοοῦ
καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. 5 ἴσθι
πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ
σοφίᾳ μὴ ἐπαίρου· 6 ἐν πάσαις ὁδοῖς σου γνώριζε
αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου
μὴ προσκόψῃ. 7 μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,
φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·
8 τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια
τοῖς ὀστέοις σου. 9 τίμα τὸν Κύριον ἀπὸ σῶν
δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν
καρπῶν δικαιοσύνης, 10 ἵνα πίμπληται τὰ ταμιεῖά
σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου
ἐκβλύζωσιν. […]
Νεοελληνικὴ ἀπόδοση

Παιδί μου, μὴ λησμονῇς τοὺς νόμους μου. Ὁ δὲ


νοῦς καὶ ἡ καρδία σου ἂς φυλάττουν τοὺς λόγους
μου ὡς θησαυρούς. 2 Διότι αὐτὰ θὰ σοῦ χαρίσουν
μακροβιότητα, θὰ προσθέσουν χρόνια ζωῆς
εἰρηνικῆς καὶ εὐτυχισμένης. 3 Αἱ ἐλεημοσύναι
πρὸς τοὺς ἀνθρώπους καὶ ἡ πίστις πρὸς τὸν Θεόν,
ποτὲ ἂς μὴ σὲ ἀφήσουν. Νὰ τὰς δέσῃς σὰν
περιλαίμιον, ποὺ θὰ ἐφάπτεται εἰς τὸν λαιμόν σου,
νὰ τὰς χάραξῃς εἰς τὴν καρδίαν σου, καὶ νὰ εἶσαι
βέβαιος ὅτι θὰ εὕρῃς χάριν παρὰ Θεῷ καὶ
ἀνθρώποις. 4 Σκέψου καὶ φρόντιζε, ὥστε ἡ
διαγωγή σου νὰ εἶναι καλὴ καὶ ἀξιέπαινος
ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. 5 Ἔχε σταθερὰν
πίστιν καὶ ἀκλόνητον πεποίθησιν μὲ ὅλην σου τὴν
ψυχὴν εἰς τὸν Θεόν. Μὴ ἀλαζονεύεσαι διὰ τὰς
πολλὰς γνώσεις καὶ διὰ τὴν σοφίαν σου. 6 Εἰς ὅλην
σου τὴν ζωὴν καὶ συμπεριφορὰν νὰ ἔχῃς πάντοτε
ὑπ' ὄψιν σου τὴν θείαν σοφίαν, διὰ νὰ σὲ
καθοδηγῇ ὀρθῶς εἰς τὰς ἐνεργείας σου καὶ νὰ μὴ
σκοντάψουν ποτὲ τὰ πόδια σου. 7 Μὴ σχηματίσῃς
τὸ φρόνημα ὅτι εἶσαι συνετὸς καὶ μὴ ἐμπιστεύεσαι
εἰς τὴν σοφίαν σου, ἀλλὰ νὰ φοβῆσαι τὸν Θεόν.
Ἀπόφευγε κάθε κακὸν καὶ λοξοδρόμει μακράν,
ὅταν τὸ ἀντικρύζῃς. 8 Ὅταν ἔτσι πορεύεσαι, θὰ
ἀπολαμβάνῃς ὑγείαν καὶ εὐεξίαν εἰς τὸ σῶμα σου,
ἀνανέωσιν δὲ καὶ ἀνάπαυσιν εἰς τὰ κόκκαλά σου. 9
Τίμα τὸν Θεὸν μὲ θυσίας ἀπὸ τοὺς ἰδικούς σου
δικαίους κόπους, καὶ δίδε εἰς αὐτὸν πάντοτε τὰς
ἀπαρχὰς ἀπὸ τοὺς καρπούς, τοὺς ὁποίους
ἀπέκτησες μὲ δικαιοσύνην καὶ τιμιότητα·10 διὰ νὰ
γεμίζουν ἔτσι αἱ ἀποθῆκαι σου ἀπὸ ἀφθονίαν
σίτου καὶ νὰ ἀναβλύζῃ σὰν ἀπὸ πηγὴν πλούσιος ὁ
μοῦστος ἀπὸ τὰ πατητήρια τῶν σταφυλῶν σου.
ἀληθινὸν καὶ ἀξιόπιστον. […]

You might also like