You are on page 1of 48

Author: Nicephorus I, Scr. Eccl., Hist., Theol.

(vel Nicephorus Confessor, vel Nicephorus Homologetes, vel Nicephorus Patriarcha I) (File id:
3086)
Geo: Constantinopolitanus. Century: A.D. 8-9
Title: Breviarium historicum de rebus gestis post imperium Mauricii (e cod. Vat. gr. 977). Genre: Chronogr., Hist. (id: 001)
Original text source: Nicephori archiepiscopi Constantinopolitani opuscula historica, de Boor, C. (Ed)
Leipzig: Teubner, 1880, 1975, p.p. 3-77

3.1t ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ


3.2t ΝΙΚΗΦΟΡΟΥ
3.3t ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
3.4t ΙΣΤΟΡΙΑ ΣΥΝΤΟΜΟΣ
3.5t ΑΠΟ ΤΗΣ ΜΑΥΡΙΚΙΟΥ ΒΑΣΙΛΕΙΑΣ. 5
3.6 Μετὰ τὴν Μαυρικίου τοῦ βασιλέως ἀναίρεσιν Φωκᾶς,
3.7 ἐπεὶ ταύτην διειργάσατο, τῆς βασιλείου ἀρχῆς ἐπιλαμβάνεται·
3.8 οὗ δὴ ἄρξαντος ἐπὶ τοσοῦτο κακώσεως Χριστιανοῖς ἤλασε
3.9 τὰ πράγματα ὡς παρὰ πολλοῖς ᾄδεσθαι ὅτι Πέρσαι μὲν τὴν
3.10 Ῥωμαίων ἀρχὴν ἐκτὸς κατεπήμαινον, Φωκᾶς δὲ ἔνδον χείρω 10
3.11 τούτων ἔπραττε. ταῦτα οὐκ ἀνεκτὰ Ῥωμαίοις ἐγίνετο· διὸ οἱ
3.12 περὶ τὴν Λιβύην τηνικαῦτα ἡγεμονεύοντες, ἅτε τῷ μεγίστῳ
3.13 διαστήματι τὸ θαρσεῖν ἔχοντες καὶ ἅμα παρὰ Μαυρικίου τὰ
3.14 τῆς στρατηγίδος ἀρχῆς ἐγκεχειρισμένοι (δύο δὲ ἤστην ἀδελφώ,
3.15 Ἡράκλειος καὶ Γρηγόριος), οὗτοι κοινῇ βουλευσάμενοι τοὺς 15
3.16 υἱεῖς πρὸς τὸ Βυζάντιον ἐκπέμπουσιν ἄστυ, ἀλλήλοις συν-
3.17 θέμενοι ὡς τὸν προφθάσαντα τούτων τῆς βασιλείας, εἰ
3.18 δύναιτο, ἐπιλήψεσθαι. καὶ Ἡράκλειον μὲν τὸν Ἡρακλείου
3.19 παῖδα πλεῖστον καθοπλίσαντες στόλον ἐκ τῶν Ἄφρων καὶ
3.20 Μαυρουσίων ἀνδρῶν πληρώσαντες πλοῒ ἐξέπεμπον, Νική- 20
3.21 ταν δὲ τὸν Γρηγορίου υἱὸν ἱππικῇ στρατιᾷ πολλῇ περι-
4.1 βαλόντες διὰ τῆς ἠπείρου ἀπέστελλον. δεξιᾷ δὲ τύχῃ χρησά-
4.2 μενος Ἡράκλειος καὶ πνεύμασιν ἐπιφορωτάτοις ἀναχθεὶς
4.3 φθάνει Νικήταν εὐπλοΐσας εἰς Βυζάντιον, καὶ ἤδη τῇ πόλει
4.4 προσεσχηκὼς ἐπέλαζε. Κρίσπος δέ (τοῦ Φωκᾶ δὲ ἦν οὗτος
4.5 γαμβρός, ὃς τηνικάδε τὸν τοῦ ὑπάρχου τῆς πόλεως θρόνον 5
4.6 διέπειν ἔλαχε, καὶ μεγάλα ἐν τοῖς βασιλείοις δυνάμενος),
4.7 ἐπεὶ ἀπηχθάνετο Φωκᾷ ὡς δὴ περιυβρισμένος ὑπ’ ἐκείνου
4.8 τυγχάνων τῆς οἰκείας εἰκόνος καθαιρέσεως ἕνεκεν, ἥν ποτε
4.9 οἱ τῶν ἀντιθέτων χρωμάτων δημόται τῇ τοῦ Φωκᾶ συμπαρ-
4.10 έγραψαν εἰκόνι, δόλῳ αὐτὸν μετήρχετο, καὶ πονεῖν μὲν ὑπὲρ 10
4.11 αὐτοῦ πλαττόμενος ἔπειθε καὶ Ἡράκλειον ἐπ’ ἀπωλείᾳ ἑαυ-
4.12 τοῦ ἥκειν ἀπισχυρίζετο, συνήργει δὲ ὅμως Ἡρακλείῳ καὶ
4.13 τῷ ὄντι τὰ ὑπὲρ αὐτοῦ εἰς τὰ μάλιστα ἔπραττεν. οἱ οὖν περὶ
4.14 Φωκᾶν θεασάμενοι καὶ ὅσον πολιτικὸν ἐξ αὑτῶν ἐστασίαζον
4.15 (ἤδη γὰρ οἱ τοῦ πρασίου χρώματος δημόται τοῖς περὶ τὴν 15

1
4.16 Καισαρίου τὸ πῦρ ὑφῆπτον καὶ τὸν ἔπηλυν βασιλέα ἀνευ-
4.17 φήμουν), ἐπικειμένους δὲ αὐτοῖς καρτερώτατα καὶ τοὺς ἐκ
4.18 τῶν Ἡρακλείου στρατευμάτων εἰσιδόντες, καταλιπόντες αὐ-
4.19 τὸν ἐφ’ ἑαυτοῖς γίνονται. Φώτιος δέ τις τοὔνομα, ὃς παρ’
4.20 αὐτοῦ εἰς τὴν σύζυγον ἐπιβουλευθείς ποτε καθυβρίζετο, εἰς 20
4.21 τὰ βασίλεια σὺν πλήθει στρατιωτῶν ἐπιὼν Φωκᾶν αὐτίκα
4.22 κατέσχε, καὶ τῆς βασιλικῆς αὐτὸν ἀπαμφιέσας ἐσθῆτος, περί-
4.23 ζωμα μέλαν αὐτῷ περιθέμενος, τὰς χεῖρας περιηγμένας εἰς
4.24 τοὐπίσω ἀποδεσμήσας καὶ πλοίῳ ἐμβαλὼν πρὸς Ἡράκλειον
4.25 δεσμώτην ἀπήγαγεν. ὃν ἰδὼν Ἡράκλειος ἔφη “οὕτως, ἄθλιε, 25
4.26 τὴν πολιτείαν διῴκησας;” ὁ δὲ “σὺ μᾶλλον” εἶπε “κάλλιον
4.27 διοικεῖν μέλλεις”. εὐθὺς οὖν αὐτοῦ τὸν διὰ ξίφους ἔτι
4.28 πρὸς τῷ πλοίῳ ὄντος καταψηφίζεται θάνατον, ἔπειτα ἀκρω-
5.1 τηριάζεσθαι, χεροῖν τε δεξιὰν ἄνωθεν ἐκ τοῦ ὠμιαίου ἄρ-
5.2 θρου ἐκκόπτεσθαι καὶ τῶν αἰδοίων ἐκτέμνεσθαι καὶ κοντοῖς
5.3 ἀναρτᾶσθαι, οὕτω τε τὸ σῶμα συρὲν κατὰ τὴν τοῦ Βοὸς
5.4 λεγομένην ἀγορὰν τῷ πυρὶ καταπίμπρασθαι, Δομεντιόλον τε
5.5 τὸν Φωκᾶ ἀδελφὸν καὶ Βονόσσον καὶ Λεόντιον τὸν τῶν 5
5.6 βασιλικῶν χρημάτων ταμίαν τὸν αὐτὸν τῷ Φωκᾷ συνδια-
5.7 φέρειν κίνδυνον προσέταττε. καὶ δὴ ταῦτα οὕτως ἀπέβαινε.
5.8 Σέργιος δὲ αὐτίκα ὁ τῆς πόλεως πρόεδρος καὶ ὁ λοι-
5.9 πὸς ταύτης ὅμιλος σὺν πάσῃ εὐγνωμοσύνῃ Ἡράκλειον ἐντὸς
5.10 εἰσδέχεται. καὶ αὐτὸς Κρίσπον εἰς τὴν βασίλειον ἀξίαν 10
5.11 προύτρεπε· μηδὲ γὰρ τῆς βασιλείας ἕνεκεν αὐτὸς ἐληλυθέ-
5.12 ναι ἔφασκε, τίσασθαι μᾶλλον Φωκᾶν τῆς εἰς Μαυρίκιον καὶ
5.13 τὰ Μαυρικίου τέκνα παρανομίας. ὁ δὲ οὐκ ἐδέχετο. τέλος
5.14 ὑπὸ τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου Ἡράκλειος βασι-
5.15 λεὺς ἀνακηρύσσεται καὶ τὸν βασίλειον παρὰ τοῦ προέδρου 15
5.16 περιβάλλεται στέφανον· Κρίσπον δὲ στρατηγὸν ἀποστέλλει
5.17 χειροτονήσας τῶν ἐν Καππαδοκίᾳ ἐκστρατευμάτων. ἐπεὶ δὲ
5.18 ἡ φήμη διέθεεν ὡς Πέρσαι ἐπὶ Ῥωμαίους στρατεύουσιν,
5.19 Ἡράκλειος ἐκ Βυζαντίου ἄρας παρὰ Κρίσπον κατὰ τὴν Καί-
5.20 σαρος πόλιν τηνικαῦτα τυγχάνοντα προσπορεύεται ὡς δὴ 20
5.21 αὐτῷ [περὶ] τῶν κοινῶν ἕνεκεν βουλευσόμενος. καὶ ὃς μὲν
5.22 νοσεῖν προσεποιεῖτο καὶ τὸν βασιλέα συχνῶς παραγινόμενον
5.23 ἐν σχήματι ἀρρώστου κατακλινόμενος ἀηδῶς καὶ μόλις ἐδέ-
5.24 χετο· εἶτα ἠκούετο ὡς καὶ διελοιδορεῖτο αὐτῷ· Ἡράκλειος
5.25 δὲ τὸ δρᾶμα συνῆκε καὶ τὴν ὕβριν ὅμως ἤνεγκε καὶ ἤδη 25
5.26 ἐκαιροφυλάκει. ἀλλ’ ἔδοξε τέως γνησιώτερόν πως διαλέγε-
5.27 σθαι περὶ τοῦ δεῖν πονεῖν ὑπὲρ ἀλλήλων τῆς πολιτείας χά-
5.28 ριν. ὁ δὲ οἷα ἐπιτωθάζων οὐκ ἐξὸν βασιλεῖ ἔφασκε κατα-
5.29 λιμπάνειν βασίλεια καὶ ταῖς πόρρω ἐπιχωριάζειν δυνάμεσιν.
5.30 ἐν τούτοις τίκτεται παῖς τῷ βασιλεῖ Ἡράκλειος, ὃν δὴ καὶ 30
5.31 Κωνσταντῖνον ὠνόμασεν. τότε δὴ παραγίνεται καὶ Νικήτας

2
6.1 ὁ τὴν ἀξίαν πατρίκιος πρὸς τὸ βασίλειον ἄστυ. διὰ τοῦτο
6.2 Ἡράκλειος εἰς τὸ Βυζάντιον ἐπάνεισι καὶ Νικήταν σὺν τιμῇ
6.3 μεγίστῃ καὶ περιφανείᾳ ὥσπερ ἀδελφὸν γνήσιον καὶ ὁμό-
6.4 τιμον δέχεται, καθὰ ἦν αὐτοῖς ἤδη συντεταγμένον ἐκ Λιβύης
6.5 ἀπαίρουσι. καὶ Κρίσπος δὲ εἰς Βυζάντιον ἧκεν ὡς τῇ 5
6.6 εἰσόδῳ Νικήτα συνησθησόμενος. σκήπτεται δὲ Ἡράκλειος
6.7 τῷ θείῳ λουτρῷ τὸν υἱὸν καθαγνίζειν, υἱοθετεῖσθαι δὲ αὐ-
6.8 τὸν ὑπὸ Κρίσπου. ὁ δὲ ἐπὶ τούτοις εἰσέρχεται εἰς τὰ βασί-
6.9 λεια. Ἡράκλειον δὴ ἀθροίσαντα τοὺς ἐκ τῆς συγκλήτου
6.10 βουλῆς ἅπαντας καὶ τὴν ἄλλην πληθὺν τοῦ ἄστεως ἅμα τῷ 10
6.11 προέδρῳ Σεργίῳ εἰπεῖν λέγεται πρὸς αὐτούς “ὁ βασιλέα
6.12 ὑβρίζων τίνι προσκρούει;” τοὺς δὲ φάναι “τῷ θεῷ τῷ ποιή-
6.13 σαντι αὐτὸν βασιλέα”. καὶ Κρίσπον προτρέπειν, καὶ αὐτὸν
6.14 ἀποφαίνεσθαι τὸ δοκοῦν ὀρθῶς· τὸν δὲ οὐκ εἰδότα τὸ δρα-
6.15 ματούργημα λέξαι μηδὲ φιλανθρώπου τυχεῖν δίκης τὸν ἐπὶ 15
6.16 τοιούτῳ ἁλόντα τολμήματι. καὶ τὸν βασιλέα ἀναμιμνήσκειν
6.17 αὐτὸν οἷα ἐν Καισαρείᾳ ἐπὶ τῇ νόσῳ κατεσχηματίσατο, καὶ
6.18 ὡς τὸ τῆς βασιλείας κατευτελίζειν ἀξίωμα ᾤετο, καὶ ὡς εἰς
6.19 τὴν βασίλειον ἀρχὴν προύτρεπε. καὶ ἅμα λαβόντα τόμον
6.20 κατὰ κόρρης τοῦτον παίειν, καὶ εἶτα λέγοντα “ὡς γαμβρὸν 20
6.21 οὐκ ἐποίησας, φίλον πῶς ἂν ποιήσειας;” εὐθὺς δὲ ἐπιτρέ-
6.22 ψαι εἰς κληρικοῦ σχῆμα τὴν κεφαλὴν ἀποκείρασθαι, καὶ τὸν
6.23 ἱεράρχην τὰ νενομισμένα ἐπὶ τῇ ἀποκάρσει ἐπιφθέγξασθαι.
6.24 ἐξελθόντα δὲ αὐτὸν τοῖς μετὰ Κρίσπου στρατιώταις ἐπὶ λέ-
6.25 ξεως ὧδε εἰπεῖν “ὁ παπᾶς Κρίσπος ὑπουργοὺς ὑμᾶς ἕως 25
6.26 τοῦ νῦν εἶχεν, ἡμεῖς δὲ σήμερον οἰκειακοὺς τῆς βασιλείας
6.27 ὑπηρέτας”. προσθεῖναι δὲ αὐτοῖς τὸ ἐξ ἔθους σιτηρέσιον,
6.28 πρώτους τε καλεῖσθαι καὶ ἐν τοῖς στρατιωτικοῖς τάγμασιν·
6.29 αὐτούς τε ἀσμενέστατα δεξαμένους τὸν βασιλέα ἐπευφημῆ-
6.30 σαι ἅμα τῇ ἄλλῃ πληθύϊ. μετὰ δὴ ταῦτα Κρίσπον εἰς τὸ 30
7.1 λεγόμενον τῆς Χώρας περιεῖρχθαι σεμνεῖον, ὃς ζήσας ἐνιαυ-
7.2 τὸν αὐτοῦ ἐτελεύτησεν. Ἡράκλειος δὲ Θεόδωρον τὸν ἑαυ-
7.3 τοῦ ἀδελφόν, τὴν μετὰ βασιλέα πρώτην ἀρχὴν κεκτημένον
7.4 (κουροπαλάτην δὲ αὐτὸν οἱ περὶ τὰ βασίλεια καλεῖν εἰώθα-
7.5 σιν), ἔτι καὶ Φιλιππικὸν τὸν Μαυρικίου τοῦ βασιλέως γαμ- 5
7.6 βρὸν ἐπ’ ἀδελφῇ γεγονότα, τηνικαῦτα δὲ εἰς κληρικοῦ σχῆμα
7.7 ἀποκεκαρμένον τὴν κόμην, ἡγεμόνα τῆς ὑπὸ Κρίσπου πρῴην
7.8 ἰθυνομένης ἀρχῆς ἐξέπεμπε. Φιλιππικὸς δὲ ἐπιβιοὺς χρό-
7.9 νον ὕστερον ἐτελεύτα, καὶ πρὸς τῷ ὑπ’ αὐτοῦ δωμηθέντι
7.10 περικαλλεῖ ἄγαν καὶ σεβασμίῳ ἱερῷ τῷ κατὰ Χρυσόπολιν 10
7.11 ὄντι ταφῇ παραδίδοται.
7.12 Ὀλίγου δὲ χρόνου διιππεύσαντος νόσῳ ἐπιληψίας ἡ τοῦ
7.13 βασιλέως γαμετὴ Εὐδοκία ληφθεῖσα ἐτελεύτησεν. ἐν ᾧ δὲ
7.14 τὸ ταύτης σῶμα ἐξεκομίζετο, καὶ πολλῶν ὡς τὸ εἰκὸς ἐπὶ

3
7.15 τῇ θέᾳ συρρεόντων, συνέπεσε κόρην τινὰ ὕπερθεν τῶν ὑπερ- 15
7.16 ῴων διακύψασαν (θεράπαινα δὲ ἦν αὕτη τῶν ἀστῶν τινος)
7.17 ἀποπτύσαι ὡς τὸν ἀέρα ἀφύλακτα καὶ τὸ περίττωμα κατὰ
7.18 τῆς πολυτελοῦς ἐκείνης ἐσθῆτος περιενεχθῆναι ἣ τὸ τῆς
7.19 βασιλίδος νεκρὸν περιέστελλεν· ἐφ’ ᾧ οἱ περὶ τὴν ἐκφορὰν
7.20 περιοργεῖς γενόμενοι συλλαμβάνουσί τε αὐτὴν καὶ τὸν διὰ 20
7.21 πυρὸς κατεδίκασαν θάνατον, ἐντάφιον οὐκ εὐαγές, βαρβα-
7.22 ρικῷ νόμῳ χρησάμενοι, τῇ ἐκδημίᾳ τῆς βασιλίσσης ἀθέσμως
7.23 συμπαραπέμψαντες οἱ ἀνόσιοι. περιεζήτουν δὲ οἵγε καὶ τὴν
7.24 δέσποιναν τῆς οἰκέτιδος, ὡς καὶ αὐτῇ τὸν ἴσον διάθοιντο
7.25 κίνδυνον· ἡ δὲ δήπου αἰσθομένη τὸν ὄλεθρον διαπέφευγεν, 25
7.26 οὔτι ὁραθεῖσα εἰς τὸ ἔπειτα πώποτε. καὶ ταῦτα μὲν ἀμφὶ
7.27 τὰ βασίλεια ὧδέ πως ἔσχε.
7.28 Τὰ δ’ αὖ ἑτέρωσε ὡς ἐτελεῖτο οὕτω συνέβαινεν. ἔν τινι
7.29 τῶν ἐπιχωρίων (χώρα δὲ ἥτις ποτέ ἐστιν, οὐδαμῇ ἐς τὸ νῦν
8.1 παραδέδοται) ἦν τις ἐν ἐκείνῃ περιφανείᾳ κομώντων εὐπορίᾳ
8.2 τε βίου λαμπρός, οὗ τὸ ἐπώνυμον Βουτηλῖνος ἐτύγχανεν,
8.3 τὴν δὲ ἀξίαν ἣν κανδιδάτον Ῥωμαίοις κικλήσκειν ἔθος.
8.4 τούτῳ γυνή τις χήρα ἐν γειτόνων διῳκημένη χαλεπῶς ἔφερε
8.5 τὸ γειτόνημα· ἀμφισβητήσεως γὰρ αὐτοῖς μεθορίων γῆς ἕνε- 5
8.6 κεν συμβαινούσης ὁ Βουτηλῖνος τοῖς παισὶ τοῖς αὐτοῦ ἐν-
8.7 εκέλευε μάχῃ ἐπιέναι τοῖς ὁμοροῦσι, καὶ οἵγε ῥοπάλοις ἕνα
8.8 τῶν τῆς χήρας υἱέων ἀναιροῦσιν. αὕτη ἀνελομένη τοῦ ἤδη
8.9 τεθνηκότος υἱοῦ ᾑμαγμένον τὸ ἄμφιον ἐς Βυζάντιον ὡς
8.10 Ἡράκλειον ἵκετο, καὶ ἐπεὶ προϊόντα εἶδεν, εἰσδραμοῦσα τοῦ 10
8.11 χαλινοῦ τοῦ ἵππου ἐφ’ οὗ ἐπωχεῖτο ἐφάπτεται, καὶ ἅμα τὸ
8.12 τοῦ παιδὸς ἔσθημα ἐπιδεικνῦσα σὺν βοῇ πρὸς αὐτὸν ἀν-
8.13 εφθέγγετο “οὕτω γένοιτο τοῖς σοῖς τέκνοις, ὦ βασιλεῦ, εἰ
8.14 μὴ τὸ αἷμα τοῦτο, ὅ σοι δείκνυμι, αὐτίκα ἐνδίκως τιμωρή-
8.15 σειας”. τῶν δ’ οὖν περὶ τὸν βασιλέα δορυφόρων ἐπιόντες 15
8.16 πλήττειν ἠπείγοντο· βασιλεὺς δὲ διεκώλυσε, καὶ τῇ γυναικὶ
8.17 μηκέτι τολμᾶν προσιέναι παρηγγύησεν, ἐπεξιέναι δὲ τὰ τῆς
8.18 δίκης ὁπηνίκα ἂν αὐτῷ δεδογμένα εἴη. ᾤχετο εὐθὺς μὴ
8.19 δίκης τυχὸν ὀλολύζον τὸ γύναιον. χρόνος δὲ διήρχετο, καὶ
8.20 δὴ ὁ τὸν φόνον ἐπιτρέψας, δεδιὼς καὶ αὖθις τὴν γυναῖκα 20
8.21 τοῦ ἀνῃρημένου εἵνεκεν βασιλεῖ ἐπικαλεῖν, ταύτῃ τοι εἰς Βυ-
8.22 ζάντιον εἴσεισι καὶ δὴ ἐς τὸ δημοτικὸν ἑαυτὸν ἐγκαταμίγνυσι.
8.23 καὶ ἱππικοῦ ἀγῶνος τελουμένου τοῦτον βασιλεὺς ἐν μέσοις δη-
8.24 μόταις κατιδὼν τῷ ὑπάρχῳ ἐπιτρέπει τῆς πόλεως φρουρᾷ καθ-
8.25 ειργνύναι τὸν ὕποπτον. εἶτα τὸ γύναιον μεταπέμπεται καὶ τὰ 25
8.26 τῆς μιαιφονίας ἀσφαλέστερον ἀνηρεύνα. κελεύει τοίνυν τὸν
8.27 Βουτηλῖνον ὑπὸ τῶν παίδων τῶν αὐτοῦ ἴσην ὑποσχεῖν τῷ ἀν-
8.28 ῃρημένῳ τὴν τιμωρίαν, καὶ αὐτῆς ἐκείνης ὡσαύτως κτείνεσθαι.
9.1 Ἡράκλειος δὲ τὸν υἱὸν Ἡράκλειον, ταὐτὸν δὲ εἰπεῖν

4
9.2 Κωνσταντῖνον (διώνυμος γὰρ ὢν ἐτύγχανεν), παρὰ τοῦ ἱεράρ-
9.3 χου τῷ θείῳ λουτρῷ καθαγνίσας ἀγκάλαις �ἐκ� τῆς ἱερᾶς
9.4 κολυμβήθρας ἐδέξατο. αὐτίκα δὲ αὐτῷ τῆς βασιλείου ἀξίας
9.5 τὰ σύμβολα τἆλλά τε καὶ τὸ διάδημα περιθέμενος ἐταινίωσε 5
9.6 καὶ βασιλέα ἀνεῖπε. τὴν θυγατέρα δὲ Γρηγορίαν τοὔνομα
9.7 Νικήτα τοῦ τὴν ἀξίαν πατρικίου εἰς γαμετὴν κατηγγύησεν·
9.8 οὗ δὴ καὶ ταύτῃ τῷ βασιλεῖ μειζόνως οἰκειωθέντος τὸν ἀν-
9.9 δριάντα κεχρυσωμένον καθύπερθε κιόνων ἔφιππον κατὰ τὴν
9.10 τοῦ Φόρου λεγομένην ἀγορὰν ἀνέστησεν. καὶ οὕτω μὲν ταῦτα 10
9.11 ἐπράττετο.
9.12 Χοσρόης δὲ ὁ Περσῶν βασιλεὺς στρατιὰν ὡς πλείστην
9.13 ἀθροίσας ἐπὶ Ῥωμαίους ἐξέπεμψεν, ἡγεμόνα τῶν Περσικῶν
9.14 Σιτον χειροτονήσας δυνάμεων. οὗτος ἐπὶ τὴν Ἀλεξάνδρου
9.15 ἀφορμισθεὶς ταύτην ἀνὰ κράτος εἷλε καὶ τὴν ὅλην Αἴγυπτον 15
9.16 ἠνδραπόδιζε καὶ τὴν ἑῴαν ἅπασαν μοῖραν κατεδῄου καὶ δορι-
9.17 αλώτους ὡς πλείστους ἦγε καὶ ἄλλους ἀνῄρει, οὐδεμιᾷ φειδοῖ
9.18 εἰς αὐτοὺς χρώμενος. ταῦτα τοίνυν οὕτω διαθέμενος εἰς τὸ
9.19 ἔπειτα πανστρατιᾷ κατὰ τὴν Χαλκηδόνος πόλιν ᾔει καὶ περι-
9.20 εκάθητο ταύτην χρόνον ἐπὶ συχνόν, ἠξίου τε βασιλέα εἰς 20
9.21 ὁμιλίαν οἱ λόγων ἱκέσθαι. καὶ δὴ βασιλεὺς εἰσήκουε καὶ
9.22 ὡς αὐτὸν διεπεραιοῦτο, βασιλικῇ δορυφορίᾳ τε καὶ πομπῇ
9.23 χρώμενος. καὶ αὐτὸν ἰδὼν Σιτος ἐξανέστη τε τῆς καθ-
9.24 έδρας καὶ πρὸς τοὔδαφος ἑαυτὸν ἀπορρίψας προσεκύνει· αὐ-
9.25 τός τε ἐκ τοῦ ἀκατίου, ἐν ᾧ ἐπέπλει, τὸ χαῖρε αὐτῷ προσ- 25
9.26 εφώνει καὶ δωρεαῖς ἠμείβετο. ὧδε πρὸς αὐτὸν Σιτος ἔλεξεν.
9.27 “ἔδει μέν, ὦ βασιλεῦ, τοὺς Ῥωμαίων τε καὶ Περσῶν βασι-
10.1 λέας μήτε διίστασθαι ταῖς γνώμαις μηδ’ ὁπωστιοῦν ἀλλήλοις
10.2 ἀντικαθίστασθαι, ἐς φιλίαν τε καὶ συμβάσεις ἰέναι ὡς προ-
10.3 θυμότατα· (ὅπερ ἥδιστόν τε καὶ εὔχαρι ἀνθρώποις τοῖς πάλαι
10.4 καὶ νῦν τυγχάνει ἅπασιν, ἅτε ζωῆς τε τῆς εὐκτέας καὶ εὐ-
10.5 νομουμένης αἰτιώτατον·) καὶ τῷ περιόντι τῆς ἐξουσίας συμ- 5
10.6 παραμένειν καὶ τὸ τῆς συμβάσεως μέγεθος. καὶ γὰρ ἴσμεν
10.7 ὡς ἥκιστα ταῖς ἐξουσίαις δὴ ταύταις ἐφάμιλλος πολιτεία φα-
10.8 νείη ἂν πώποτε. οὐ γὰρ ὅσιον, παρὸν ἐπιφροσύνῃ καὶ
10.9 εὐβουλίᾳ χρωμένους τὸ εὔνουν καὶ φίλιον εἰς ἀλλήλους κρα-
10.10 τύνασθαι, ὅπλα κατ’ ἀλλήλων αἴρεσθαι καὶ πημαίνειν οὐκ 10
10.11 ἐν δίκῃ καὶ κακοῦν τὸ ὑπήκοον. ἐξ ὧν τί συμβαίνει; εἰ
10.12 μὲν τὸ ὁμόγνωμον καὶ εἰρηνικὸν θήσεσθε, εὐδαίμονά τε
10.13 ἑκάτερον ὑμῶν τῶν ἄλλων ἀνθρώπων μᾶλλον ὑπάρξαι, ζη-
10.14 λωτούς τε καὶ ἀξιαγάστους ἐς τὸν ἅπαντα βίον δείκνυσθαι·
10.15 εἴς τε τὸ ἄμοχθον καὶ εὔθυμον ὁ πόνος ὑμῖν καὶ ἡ φρον- 15
10.16 τὶς περιστήσεται. εἰ δ’ αὖ γε ταυτὶ μεθιέμενοι καὶ ἡλίκον
10.17 οἷον ἀγαθὸν τὴν εἰρήνην ἐκποδὼν ποιήσασθαι ἕλοισθε, καὶ
10.18 οὐδὲν ὅτι ὀνησιφόρον λογίσασθαι ὑμῖν οἶσον, δυσμένειαν δὲ

5
10.19 τὴν εἰς ἀλλήλους καὶ τὸ ἔχθιστον ἀνθῃρημένοι, πολέμων
10.20 μὲν ὡς πλείστων, ὅπερ ἀπηχὲς καὶ ἀπώμοτον, παραίτιοι 20
10.21 γενήσεσθε, ἱδρῶτάς τε καὶ πόνους ὡς τὸ εἰκὸς ἀνελέσθαι
10.22 μεγίστους, πολλὰ δὲ σώματα προϊέμενοι δαπανήσετε χρημά-
10.23 των τε ἀνάλωσιν ὡς πλείστην ποιήσεσθε· καὶ ἁπαξαπλῶς
10.24 εἰς μέγα κακοῦ τὸ τοῦ πολέμου ὑμῖν πέρας ἥξει. οἷα δὴ
10.25 καὶ νῦν ὁρᾶν ὑμῖν πάρεστιν, ἀφ’ ὧν ἔγωγε εἰς τὴν Ῥω- 25
10.26 μαίων εἰσβαλὼν γῆν, τὰ δεινότατα εἶδε καὶ πέπονθεν. ἐν-
10.27 τεῦθεν οὖν λελείψεται τὰ τῶν πολιτειῶν οἰκτρότατα καὶ
10.28 ἀθλιώτατα διακείσεσθαι”. ταῦτα διώμνυτο λέγων αὐτὸς καὶ
11.1 ὡς ἐν σπουδῇ τίθεσθαι τὰς πολιτείας Ῥωμαίων τε καὶ Περ-
11.2 σῶν εἰς τὸ τὰ συμβατήρια ἥκειν. ταῦτα ἐπιτελῆ ποιήσειν
11.3 ὅγε ἐπήγγελτο, καὶ, ὡς τῶν ὀμωμοσμένων τὰ πιστὰ δοίη,
11.4 προσέφερε, ὅτι γε δὴ ταῦτα καὶ Χοσρόῃ βουλομένῳ [αἱρετέα]
11.5 εἴη. “εἴ τι οὖν μοι” φησὶ “πείθεσθαι ἔχοιτε, αὐτίκα δὴ 5
11.6 μάλα τοὺς ὡς Χοσρόην πρεσβευσομένους τούτων ἕκατι ἅμα
11.7 ἐμοὶ ἐκπέμποιτε, (πεισθείη δ’ ἄν μοι καὶ αὐτός, εὖ οἶδα,
11.8 εἰς τοῦτο γνώμης καθιστάμενος) σπείσεσθε μεθ’ ὑμῶν καὶ
11.9 τὴν εἰρήνην τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον βεβαίαν τε
11.10 καὶ ἀκραιφνῆ καταστήσεσθε”. 10
11.11 Βασιλεὺς δὲ Ἡράκλειος, ἐπεὶ τοῦτ’ οὖν ἐπέπυστο, τῷ
11.12 προσηνεῖ καὶ θελκτηρίῳ τῶν λόγων συνηδόμενός τε καὶ κατα-
11.13 κηλούμενος, ὑπέσχετο εἰς ἅπαντα πράσσειν ἑτοιμότατά τε καὶ
11.14 σπουδαιότατα. καὶ οἷς ἐβουλεύετο τούτων πέρι συνέπραττόν
11.15 τε μάλιστα καὶ συνῄνουν ὁ ἱερομύστης τε καὶ οἱ ἐν τέλει. 15
11.16 καὶ ὅτι τάχιστα οἱ διαπρεσβευσόμενοι ἐξελέγοντο, Ὀλύμπιος
11.17 μὲν ὁ τὴν τῶν ὑπάρχων τῶν πραιτωρίων διέπων ἀξίαν,
11.18 Λεόντιος δὲ ὁ τῆς πόλεως ὕπαρχος, Ἀναστάσιός τε ὁ τὴν
11.19 οἰκονομίαν τοῦ μεγίστου ἱεροῦ, ᾧ Σοφία ὁ θεῖος λόγος
11.20 ἐπώνυμον, τῶν πραγμάτων πεπιστευμένος. τούτους παρα- 20
11.21 λαβὼν Σιτος καὶ ἄρας ἐκ Χαλκηδόνος ὀπίσω ἀπήλαυνε
11.22 καὶ πρὸς τὰ Περσικὰ ἤθη ἐχώρει· καὶ ἕως μὲν τῆς Ῥωμαίων
11.23 ἐπέβαινε γῆς, διὰ τιμῆς ἦγε καὶ θεραπείας ἠξίου, τῇ Περ-
11.24 σικῇ δὲ ἐμβαλὼν πέδας τὰς ἐκ σιδήρων αὐτοῖς περιθέμενος
11.25 δεσμώτας παρὰ Χοσρόην ἐκόμισε. Χοσρόης δὲ ἐπεὶ ἔγνω 25
11.26 ὡς Σιτος Ἡράκλειον ὡς βασιλέα εἶδέ τε καὶ τετίμηκεν, ἀλλ’
11.27 οὐ δοριάλωτον ἑλὼν ὡς αὐτὸν ἤγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ
11.28 τὰ τῆς ἐλπίδος ὠνειροπολεῖτο καὶ ἔκειτο), μεγάλα τε ἐπ’
11.29 αὐτῷ ἠγανάκτει καὶ τέλος εἰς ἀσκὸν αὐτῷ ἀπέδειρε τὴν δο-
11.30 ράν, πικρὸν αὐτῷ καὶ βίαιον καταστήσας τὸν θάνατον. Ῥω- 30
12.1 μαίων δὲ τοὺς πρεσβευτὰς ἰδίᾳ διαστείλας ὡς ἕκαστον φρου-
12.2 ραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα.
12.3 Ταῦτα οὐ μικρῶς ἠνία τὸν βασιλέα καὶ ἐπετάραττεν.
12.4 ἐφ’ οἷς καὶ λιμὸς τηνικαῦτα τῇ πολιτείᾳ ἐπεφύη βαρύτατος·

6
12.5 οὐ γὰρ ἡ Αἴγυπτος αὐτοῖς τὸ λοιπὸν ἐπεσίτιζεν, ἐξ οὗ καὶ 5
12.6 τὰ πλεῖστα τῶν βασιλικῶν ἐπελελοίπει σιτηρεσίων. ἐν τού-
12.7 τοις καὶ νόσος λοιμώδης τοῖς ἐν τῇ πόλει ἐνσκήψασα θανάτῳ
12.8 τὰ πλήθη τὰ ἐν αὐτῇ διέφθειρεν. ὧν ἁπάντων ἕνεκεν πολλὴ
12.9 δυσθυμία καὶ ἀπορία τῷ κρατοῦντι περιεκέχυτο. καὶ οἴχε-
12.10 σθαι διὰ ταῦτα πρὸς Λιβύην βουλομένῳ ἦν. καὶ αὐτόθι 10
12.11 χρήματα τέως πλεῖστα χρυσόν τε καὶ ἄργυρον καὶ λίθων
12.12 τοὺς τιμιωτάτους προύπεμπεν· ὧν οὐκ ὀλίγιστα καταίροντα
12.13 κλύδωνι μεγίστῳ περιπεπτώκει καὶ τοῖς ποντικοῖς ῥείθροις
12.14 βρύχια γέγονεν. ταῦτα τοίνυν τῶν πολιτῶν αἰσθόμενοι, ὡς
12.15 δυνατὰ ἦν αὐτοῖς, διεκώλυον. ὁ γοῦν ἱεράρχης ἐπὶ τοῦ 15
12.16 ἱεροῦ τοῦτον καλέσας ὅρκοις ἐνταῦθα περιεδέσμει ὡς ἥκιστα
12.17 τῆς βασιλευούσης ἐξίστασθαι. οἷς εἴξας τὰς μὲν παρούσας
12.18 τύχας ἀπωλοφύρετο, τὰς δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθε-
12.19 λοντὴς ἔστεργε.
12.20 Χρόνος δέ τις παρῴχετο, καὶ ὁ τῶν Οὔννων τοῦ ἔθνους 20
12.21 κύριος τοῖς ἀμφ’ αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἅμα εἰς
12.22 Βυζάντιον εἰσῄει, μυεῖσθαι δὲ τὰ Χριστιανῶν βασιλέα ἐξῄτει.
12.23 ὁ δὲ ἀσμένως αὐτὸν ὑπεδέχετο, καὶ οἱ Ῥωμαίων ἄρχοντες
12.24 τοὺς Οὐννικοὺς ἄρχοντας καὶ τὰς ἐκείνων γαμετὰς αἱ τού-
12.25 των αὐτῶν τῷ θείῳ λουτρῷ ἐτεκνώσαντο σύζυγοι. οὕτω τε 25
12.26 τὰ θεῖα μυηθεῖσι δώροις βασιλικοῖς καὶ ἀξιώμασιν ἐφιλοτι-
12.27 μήσατο· τῇ γὰρ ἀξίᾳ τοῦ πατρικίου τὸν ἡγεμόνα τοῦτον
12.28 τετίμηκε καὶ πρὸς τὰ Οὐννικὰ ἤθη φιλοφρόνως ἐξέπεμπε.
12.29 Μετὰ δὴ ταῦτα καὶ ὁ τῶν Ἀβάρων τοῦ ἔθνους ἡγε-
12.30 μὼν ἐπὶ συμβάσεσιν ὡς Ἡράκλειον ἐπικηρυκεύεται. ἐφ’ ᾧ 30
13.1 λίαν ὑπεραγάμενος δώροις αὐτὸν ἠμείβετο καὶ δὴ καὶ ἔπεμ-
13.2 πεν ὡς αὐτὸν ἀγγελιαφόρους, Ἀθανάσιον τὸν πατρίκιον, εἶτα
13.3 μετ’ αὐτὸν καὶ Κοσμᾶν τὴν ἀξίαν ἣν δὴ κυαίστορα καλοῦσι,
13.4 τὰ τῆς βασιλέως γνώμης αὐτῷ ἀπεροῦντας. ὁ Ἄβαρος δὲ
13.5 τὰ πρὸς φιλίαν ὑποκρινόμενος αἱμύλα τε καὶ ἐπαγωγὰ πρὸς 5
13.6 αὐτοὺς ἀποφθεγγόμενος ὑπήγετο, ὡς φίλος εἴη Ῥωμαίοις,
13.7 καὶ ἥκειν ὡς βασιλέα ἐπὶ σπονδαῖς ἐπήγγελτο. οἳ δὴ καὶ
13.8 ἀναζεύξαντες τὰ τῆς εὐνοίας ἐκείνου ἔνδηλα βασιλεῖ ἐποίουν.
13.9 οἷς ἄγαν ὑπερηδόμενος βουλεύεται εἰς τὴν πόλιν Ἡράκλειαν,
13.10 καθ’ ἃ ἦν αὐτοῖς συγκείμενον, τῷ Ἀβάρῳ συμβαλεῖν. τὴν 10
13.11 θυμελικὴν σκευὴν προύπεμπε, καὶ ἱππικὴν ἀγωνίαν ἐπὶ τῇ
13.12 δοχῇ αὐτοῦ τελεῖν εὐτρέπιζε, στολήν τε αὐτῷ λαμπρὰν καὶ
13.13 τοῖς συνομαρτοῦσιν ἐκόμιζεν. εἶτα κατὰ τὴν Σηλυμβρίαν
13.14 πόλιν ἀφιγμένος ηὐλίζετο. τρισὶ δὲ ὕστερον ἡμέραις ὁ χα-
13.15 γάνος σὺν πλήθει πολλῷ τῶν Ἀβάρων ἀμφὶ τὴν Ἡράκλειαν 15
13.16 παρῄει. ἀποδασμὸν δέ τινα τῶν οἱ ἑπομένων, οἳ ἄλκιμοί
13.17 τε καὶ μαχιμώτατοι ἐτύγχανον, ἀπολεξάμενος, κατὰ τὰ ὑπερ-
13.18 κείμενα τῶν μακρῶν λεγομένων τειχῶν λοχμώδη τε καὶ ἀμφι-

7
13.19 λαφῆ ἐκπέμψας, σκεδάννυσι κρύβδην κατὰ τῶν ἐκεῖ ὀρῶν
13.20 χωρήσειν τὰ λάσια, ὡς ἂν κατὰ νώτου τοῦ βασιλέως γενό- 20
13.21 μενοι, αὐτόν τε μέσον καὶ τοὺς περὶ αὐτὸν ἀποληψόμενοι,
13.22 σχοῖεν εὐχείρωτον. τούτους Ἡράκλειος αἰσθόμενος καὶ οὐ
13.23 μετρίως τῷ παραλόγῳ καταπλαγείς, τὸ ἁλουργὸν ἀπαμφι-
13.24 έννυται ἔσθημα· οἰκτρὸν δέ τι καὶ πενιχρόν, ὡς ἂν ἰδιώτης
13.25 τοῖς ἐντευξομένοις φαίνοιτο, περιβαλόμενος ἔνδυμα τόν τε 25
13.26 στέφανον τὸν βασίλειον τῇ ὠλένῃ περιαψάμενος, ἀγεννῶς
13.27 παραχρῆμα εἰς φυγὴν ἐτράπετο καὶ μόλις πρὸς τὸ Βυζάν-
13.28 τιον διεσώζετο. οἱ δὲ Ἄβαροι σὺν θυμῷ κατὰ τὴν δίωξιν
13.29 ἐπετίθεντο, καὶ πρὸς τὸ πεδίον τὸ πρὸ τῆς πόλεως ὃ Ἕβδο-
14.1 μον καλοῦσι καταλαβόντες ἱδρύσαντο. ἐνθένδε τε σκεδάν-
14.2 νυνται ἄχρι καὶ εἰς τὴν τοῦ Βαρβύσσου ποταμοῦ γέφυραν
14.3 καὶ τὰ τῇδε χωρία πικρῶς κατεληΐζοντο καὶ τὸν Ῥωμαίων
14.4 ὅμιλον ἀφειδῶς ἐκεράϊζον, τήν τε βασιλικὴν ἐσθῆτα καὶ τὰς
14.5 στολὰς παραλαμβάνουσι, πρὸς δὲ καὶ τὰ θυμελικὰ ὄργανα 5
14.6 καὶ τοὺς διακομίζοντας ἅπαντας. πλεῖστον δὲ ὅσον λαὸν
14.7 ἀνδραποδισάμενοι δοριάλωτον ἄγοντες πρὸς τῇ σφετέρᾳ ἀπ-
14.8 εκόμισαν· εἰς ἑβδομήκοντα δὲ καὶ διακοσίας χιλιάδας ἀνδρῶν
14.9 τε καὶ γυναικῶν, καθάπερ ἔνιοι τῶν ἁλόντων διαδράντες
14.10 ἀλλήλοις συνῳδὰ ἔφασαν, ὁ ἀριθμὸς αὐτοῖς ἅπας συνήνεκτο. 10
14.11 Ἡρακλείῳ δέ, καίτοι τῶν κοινῶν αὐτῷ πραγμάτων ἐπὶ
14.12 τοσοῦτο δυσχερείας καὶ ἀνωμαλίας ἡκόντων, οὐ μὴν οὐδὲ
14.13 τὰ οἰκεῖα εὖ θέσθαι φροντὶς ἐγεγόνει, ἀλλ’ ὅγε πρὸς πρᾶξιν
14.14 ἄθεσμον καὶ ἣν Ῥωμαίων ἀπαγορεύουσι νόμοι ἰδών, τὸ
14.15 πρὸς τὴν ἀνεψιὰν Μαρτῖναν ἠσπάσατο κῆδος. θυγάτηρ 15
14.16 αὕτη Μαρίας τῆς αὐτοῦ ἐτύγχανεν ἀδελφῆς, πατρὸς δὲ
14.17 Μαρτίνου, ὃν Μαρία πρὸ Εὐτροπίου γαμέτην ἐκέκτητο. καὶ
14.18 δὴ δύο υἱεῖς ἐξ αὐτῆς τίκτει, ὧν τὸν μὲν Φλάυιον τὸν δὲ
14.19 Θεοδόσιον προσηγόρευσεν. ἡ δίκη δὲ ἐθριάμβευε τὸ ἀθέ-
14.20 μιτον, καὶ τοῦ μὲν πρεσβυτέρου παρειμένον ἐδείκνυ τὸν 20
14.21 αὐχένα ὡς μηδ’ ἑτέρωθι ἐπιστρέφεσθαι οἷόν τε εἶναι, τοῦ
14.22 δ’ αὖ νεωτέρου τὴν ἀκουστικὴν ἀφῄρητο αἴσθησιν καὶ κω-
14.23 φὸν ἤδη ἀπέφαινε. διήλεγχον δὲ αὐτοῦ μάλιστα τὸ ἄσεμνον
14.24 συνοικέσιον ἐπὶ ταῖς ἱππικαῖς ἁμίλλαις καὶ οἱ τοῦ πρασίου
14.25 δημόται χράματος, † συνῄνουν τε ἐπὶ ταύτῃ καὶ συνέπραττον. 25
14.26 Σέργιος δὲ ὁ τῶν Βυζαντίων ἱεράρχης γράμμασιν αὐτὸν
14.27 λιπαρῶς ἐγκείμενος ἐνουθέτει τὴν πρὸς τὸ γύναιον τοῦτο
14.28 κοινωνίαν ἀνήνασθαι. ὁ δὲ αὐτῷ ἀπελογεῖτο ὡς “εὖ μὲν
14.29 ἔχει τὰ παρὰ σοὶ λεγόμενα· ὃ γάρ σοι χρέος ὡς ἀρχιερεῖ
15.1 καὶ φίλῳ, ἤδη ἀποδέδωκας· ἐφ’ ἡμῖν δὲ τὸ λοιπὸν κεί-
15.2 σεται τὰ τῆς πράξεως”. κατὰ δὲ τὸν αὐτὸν καιρὸν δι-
15.3 επιπράσκοντο τὰ τῶν ἐκκλησιῶν κειμήλια καὶ εἰς ὑπαγωγὴν
15.4 φόρων τοῖς βαρβάροις ἐξενεμήθη.

8
15.5 Αὖθις οὖν ἐπιστρατεύει Χοσρόης ὁ τῶν Περσῶν βασι- 5
15.6 λεὺς κατὰ Ῥωμαίων, Σάρβαρον ἡγούμενον τῆς στρατιᾶς ἐκ-
15.7 πέμψας, ὃς κατεδῄου πᾶσαν τὴν ἀνατολικὴν χώραν. κατα-
15.8 λαμβάνει δὲ τῶν ἁγίων τόπων τὰ ζῳοποιὰ ξύλα τοῦ σωτηρίου
15.9 σταυροῦ, Μωδέστου τηνικαῦτα Ἱεροσολύμων προεδρεύοντος.
15.10 παρεσκευάζοντο δὲ οἱ Πέρσαι καὶ ἠπείγοντο [μέχρις] ἐλθεῖν 10
15.11 εἰς Χαλκηδόνα. ὁ οὖν Ἡράκλειος ἔκ τε Περσῶν καὶ Ἀβά-
15.12 ρων θορυβούμενος ἅμα καὶ λιμῷ πιεζομένης τῆς Ῥωμαϊκῆς
15.13 πολιτείας καὶ λοιμικῷ θανάτῳ φθειρομένης, προσεκαλεῖτο
15.14 Σέργιόν τε τὸν τῆς πόλεως πρόεδρον, ἔτι τε καὶ ἄρχοντας
15.15 καὶ τὸ λοιπὸν τοῦ λαοῦ μέρος, �καὶ� παρατίθεται αὐτοῖς τοὺς 15
15.16 παῖδας, καὶ Βῶνον τὸν πατρίκιον ἐγχειρίζει τὰς τῶν πραγ-
15.17 μάτων διοικήσεις, καὶ ἀπάρας διὰ τοῦ Εὐξείνου ἐπειρᾶτο
15.18 διὰ Λαζικῆς εἰς τὴν Περσικὴν εἰσβαλεῖν· καθ’ ἣν τίκτεται
15.19 αὐτῷ υἱὸς ἐκ Μαρτίνης τῆς γυναικός (μεθ’ ἑαυτοῦ γὰρ
15.20 ταύτην ἤγετο), ὃν καὶ ἐπωνόμασεν Ἡράκλειον. ἐντεῦθεν 20
15.21 ἀποστέλλει δῶρα πρὸς τὸν Τούρκων κύριον, ἐπὶ συμμαχίᾳ
15.22 τῇ κατὰ Περσῶν συγκαλούμενος· ὁ δὲ δεξάμενος ὑπέσχετο
15.23 συμμαχήσειν. ἐν τούτῳ ἡσθεὶς Ἡράκλειος ὥρμησε καὶ αὐ-
15.24 τὸς πρὸς αὐτόν, κἀκεῖνος τὴν τοῦ βασιλέως παρουσίαν ἀκη-
15.25 κοὼς σὺν πλήθει Τούρκων πολλῷ τῷ βασιλεῖ ὑπηντίαζε, καὶ 25
15.26 ἀποβὰς τοῦ ἵππου τῷ βασιλεῖ κατὰ γῆς προσκυνεῖ. ἐποίει
15.27 δὲ τοῦτο καὶ ὁ σὺν αὐτῷ πᾶς ὄχλος. ὁ δὲ βασιλεὺς τὸ
15.28 ὑπερβάλλον τῆς τιμῆς θεασάμενος ἐδήλου αὐτῷ ὡς εἰ τὰ
16.1 τῆς φιλίας αὐτῷ βέβαια εἴη, καὶ ἐποχούμενον πλησιάζειν,
16.2 καὶ ἅμα τέκνον ἴδιον ἀποκαλῶν. οὕτως οὖν οὗτος ἀσπάζε-
16.3 ται τῷ βασιλεῖ. ὁ δὲ ὃν περιέκειτο στέφανον τῆς κεφαλῆς
16.4 λαβὼν τῇ τοῦ Τούρκου κεφαλῇ περιέθετο, συμποσιάσας τε
16.5 αὐτῷ πάντα τὰ εἰς ὑπηρεσίαν τοῦ συμποσίου σκεύη ἅμα 5
16.6 καὶ στολῇ βασιλικῇ καὶ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις
16.7 δωρεῖται αὐτῷ. ὡσαύτως δὲ καὶ τοὺς περὶ αὐτὸν ἄρχοντας
16.8 τοῖς ὁμοίοις ἐνωτίοις αὐτοχειρίᾳ ἐκόσμει. εἶτα δεδιὼς μὴ
16.9 τὰ αὐτὰ τῷ Ἀβάρῳ καὶ παρ’ ἐκείνου πείσεται, ἐπικρατέστερα
16.10 δ’ αὐτῷ καὶ τὰ τῆς συμβάσεως ἀπεργάζεται, παραδείκνυσιν 10
16.11 αὐτῷ τῆς θυγατρὸς Εὐδοκίας εἰκόνα ἔφη τε πρὸς αὐτὸν
16.12 ὡς “ἥνωσεν ἡμᾶς ὁ θεός, σὲ τέκνον ἐμὸν ἀπέδειξεν. ἰδοὺ
16.13 δὴ αὕτη θυγάτηρ μού ἐστι καὶ Ῥωμαίων Αὐγούστα. εἰ οὖν
16.14 συναίρεις μοι καὶ βοηθεῖς κατὰ τῶν ἐχθρῶν, εἰς γυναῖκα
16.15 δίδωμί σοι αὐτήν”. ὁ δὲ τῷ κάλλει τῆς εἰκόνος καὶ τῷ περὶ 15
16.16 αὐτὴν κόσμῳ τρωθεὶς ἔρωτι τοῦ ἀρχετύπου ἔτι μᾶλλον ἐπὶ
16.17 τῇ συμμαχίᾳ ἐπέκειτο. εὐθὺς οὖν ἄρχοντα καὶ πλῆθος
16.18 Τούρκων τῷ βασιλεῖ παραδίδωσι· σὺν αὐτοῖς τε εἰς τὴν
16.19 Περσικὴν εἰσβαλὼν τάς τε πόλεις καθῄρει καὶ τὰ πυρεῖα
16.20 διέστρεφεν. ἐφ’ ἑνὸς δὲ τούτων εὕρηται, ὡς Χοσρόης ἑαυ- 20

9
16.21 τὸν θεοποιήσας ἐν τῇ τούτου στέγῃ ἑαυτὸν καθήμενον ὡς
16.22 ἐν οὐρανῷ ἀνεστήλωσεν, ἀστραπὰς καὶ ἥλιον καὶ σελήνην
16.23 συγκατασκευάσας, ἀγγέλους περιεστῶτας αὐτῷ, καὶ βροντὴν
16.24 διὰ μηχανῆς ποιεῖν καὶ ὕειν ὁπότ’ ἂν θελήσειεν. τοῦτο τὸ
16.25 βδέλυγμα θεασάμενος Ἡράκλειος εἰς γῆν κατέρριψε καὶ ὡς 25
16.26 κονιορτὸν διέλυσε. Χοσρόης τοίνυν ἀκούσας τά τε ἄλλα
17.1 πάντα καὶ ὡς Τοῦρκοι συμμαχοῦσιν Ἡρακλείῳ, δῆλα ἐποίει
17.2 πάντα διὰ γραφῆς τῷ Σαρβάρῳ, καὶ ὡς ταχέως πρὸς αὐ-
17.3 τὸν ἐκ τῆς Ῥωμαϊκῆς ἀναζευγνύναι καὶ Ἡράκλειον ἀμύνα-
17.4 σθαι· μηδὲ γὰρ δύνασθαι τῷ πλήθει τῷ ἐκείνου ἀντικαθ-
17.5 ίστασθαι. τὸ δὲ γράμμα περιτραπὲν Ἡρακλείῳ ἐγχειρίζεται. 5
17.6 ὁ δὲ τοῦτο ἀναγνοὺς ταῦτα μὲν ἐξηφάνισεν, ἑτέραν δὲ γρα-
17.7 φὴν ὡς ἀπὸ Χοσρόου σκηψάμενος τῷ Σαρβάρῳ ἐκτίθεται,
17.8 τῇ ἐκείνου σφραγῖδι σημηνάμενος, ἔχουσαν οὕτως “ὁ Καῖ-
17.9 σαρ Ῥωμαίων φιλίαν μετὰ Τούρκων ἐσπείσατο καὶ εἰσῆλθε
17.10 μέχρι τοῦ Ἀδορβαδιγάνου καλουμένου τόπου, καὶ ὅτι πέμ- 10
17.11 ψας στρατιὰν κατ’ αὐτοῦ αὐτόν τε καὶ τοὺς Τούρκους διώ-
17.12 λεσα, οἱ δὲ περιλειφθέντες ἔφυγον. μὴ οὖν ἀπάρῃς ἐκ τῆς
17.13 Ῥωμαίων γῆς, ἀλλὰ τῇ Χαλκηδόνι προσέδρευε, Ῥωμαίους
17.14 αἰχμαλωτεύων καὶ ληϊζόμενος”. καὶ Σάρβαρος μὲν τὸ γράμ-
17.15 μα δεξάμενος τῆς προσεδρίας εἴχετο. 15
17.16 Οἱ δὲ Ἄβαροι ἐπεὶ τὰς σπονδὰς διέλυσαν (καὶ γὰρ
17.17 Ἡράκλειος πρὶν Πέρσας ἐκστρατεῦσαι δώροις πρὸς αὐτοὺς
17.18 ταύτας ἐβεβαίου, ὑποσχόμενος παρέχειν αὐτοῖς νομισμάτων
17.19 μυριάδας εἴκοσιν, ὁμήρους αὐτοῖς δεδωκὼς ἕνα τῶν υἱῶν
17.20 Ἰωάννην τοὔνομα, ὃν δὴ καὶ Ἀταλάριχον ἐκάλεσε, νόθος 20
17.21 δὲ ἦν αὐτῷ ἐκ παλλακῆς, καὶ Στέφανον ἀνεψιὸν αὐτοῦ,
17.22 υἱὸν Μαρίας τῆς ἀδελφῆς αὐτοῦ καὶ Εὐτροπίου, ἔτι δὲ καὶ
17.23 Ἰωάννην ἕτερον, υἱὸν Βώνου τοῦ πατρικίου, καὶ αὐτὸν ἐκ
17.24 παλλακῆς αὐτῷ γεγονότα), καὶ αὐτοὶ ἐκστρατεύοντες τῷ τεί-
17.25 χει τοῦ Βυζαντίου πελάζουσιν, εὐθύς τε πάντα ἐνεπίπρων 25
17.26 τὰ προάστεια. καὶ ὥσπερ ἀναμερισάμενοι ἑκάτεροι τὸν Θακι-
17.27 κὸν Βόσπορον Πέρσαι μὲν τὰ τῆς Ἀσιάτιδος μοίρας καθ-
17.28 ῄρουν, Ἄβαροι δὲ τὸν ἐπὶ Θρᾴκης διέφθειρον χῶρον. ἀλλή-
18.1 λοις τε λόγοις οἱ Ἄβαροι συνετίθεντο συμφωνήσαντες ἑλεῖν
18.2 τὸ Βυζάντιον. οἱ οὖν Ἄβαροι μηχανήματα τειχομάχα ἐτέκται-
18.3 νον· πύργοι δὲ ἦσαν ξύλινοι καὶ χελῶναι τὰ κατασκευάσματα.
18.4 καὶ ἐπεὶ προσῄεσαν τῷ τείχει τὰ ὄργανα, θεία δύναμις ἐξα-
18.5 πιναίως ταῦτα διέλυσε καὶ τοὺς ἐν αὐτοῖς τῶν Ἀβάρων 5
18.6 μαχητὰς διώλεσεν. ἐπειδὴ δὲ καὶ Σκλαβηνὰ πλήθη οἱ Ἄβαροι
18.7 ἐπεφέροντο καὶ εἰς συμμαχίαν ἐχρῶντο, δεδώκεσαν δὲ αὐτοῖς
18.8 σημεῖον ὡς ἡνίκα ἂν ἴδοιεν πυρσοὺς ἀναφθέντας εἰς τὸ
18.9 Βλαχερνῶν προτείχισμα, τὸ καλούμενον Πτερόν, εὐθὺς ἅμα
18.10 τοῖς μονοξύλοις ἀκατίοις κἀκεῖνοι ἐπεξίοιεν, ὡς πλοΐμῳ 10

10
18.11 ἀναφανέντες τὴν πόλιν κραταιῶς θορυβήσωσιν αὐτοί τε
18.12 ἀδείας λαβόμενοι ἐκ τῶν τειχῶν ἀνατρέχοντες ἐντὸς τῆς πό-
18.13 λεως γένωνται. δῆλα οὖν ταῦτα Βώνῳ τῷ πατρικίῳ ἐγέ-
18.14 νοντο, καὶ αὐτὸς διήρεις μὲν καὶ τριήρεις ἁρμόσας, εἰς τὸν
18.15 χῶρον ἐν ᾧ τὸ σημεῖον ἐδέδοτο καθοπλίσας προσώρμισεν, 15
18.16 ὡσαύτως καὶ πρὸς τὴν ἀντιπέρα ἀκτὴν τὰς διήρεις ἐπέλασεν
18.17 διαφρυκτωρεῖσθαί τε εὐθέως ἐπέτρεψεν. ὅπερ δὴ οἱ Σκλά-
18.18 βοι θεασάμενοι ἐκ τοῦ ποταμοῦ τοῦ καλουμένου Βαρβύσσου
18.19 ἀφώρμων καὶ κατὰ τῆς πόλεως ᾔεσαν. αἱ δὲ ἐπεκδραμοῦσαι
18.20 καὶ εἰς μέσον αὐτοὺς ἀπολαβοῦσαι ἐκ τοῦ εὐθέως ἔκτεινον, 20
18.21 καὶ αἵματι πολλῷ τὸ θαλάσσιον ὕδωρ ἐφοινίσσετο. ἐν τοῖς
18.22 πτώμασιν οὖν τῶν ἀναιρεθέντων καὶ γυναῖκες Σκλαβηναὶ
18.23 κατεφαίνοντο. ἀλλὰ ταῦτα οἱ βάρβαροι θεασάμενοι καὶ τῆς
18.24 προσεδρίας ἀπειπόντες πρὸς τὴν αὑτῶν ἀνεζεύγνυον. ὁ δὲ
18.25 ἀρχιερεὺς τῆς πόλεως σὺν Κωνσταντίνῳ τῷ βασιλεῖ εὐχαρι- 25
18.26 στηρίους λιτὰς τῷ θεῷ προσέφερον ἐν τῷ ναῷ τῆς θεομή-
18.27 τορος τῷ ἐν Βλαχέρναις ἱδρυμένῳ ἀφικόμενοι· τεῖχος εὐθὺς
19.1 δωμησάμενοι τοῦ ἱεροῦ ἐκείνου ναοῦ φρούριον κατέστησαν.
19.2 καὶ τὰ μὲν Ἀβάρων οὕτω πῃ ἔσχε.
19.3 Μαθὼν δὲ Χοσρόης Ἡράκλειον πλησιάσαντα τοῖς βασι-
19.4 λείοις Περσῶν ἐκπέμπει κατ’ αὐτοῦ στρατηγόν τινα Ῥιζάτην
19.5 ὄνομα, γενναῖον ὄντα καὶ ἔμπειρον τὰ πολέμια. οὗτος ἐλθὼν 5
19.6 τῷ βασιλεῖ παρατάσσεται, καὶ τῆς οἰκείας ἀφορμῶν φάλαγ-
19.7 γος μόνος πρὸς μόνῳ προυκαλεῖτο διαμάχεσθαι. Ἡράκλειος
19.8 δὲ ἐπεὶ οὐδένα τοῦ οἰκείου στρατοῦ προθυμούμενον ἐπ-
19.9 εγίνωσκεν, αὐτὸς ἐξῄει κατὰ τοῦ βαρβάρου. ὁ δὲ ὡς τὴν
19.10 τοξικὴν ἔμπειρος ὀϊστὸν ἠφίει καὶ ἄκρων χειλέων τοῦ βασι- 10
19.11 λέως καθήπτετο· εἶτα καὶ ἄλλον ὀϊστὸν ἐξέπεμψε καὶ τὸ
19.12 σφυρὸν τοῦ ποδὸς ἐπέξυσεν. αὐτὸς δὲ Ἡράκλειος τῷ ἵππῳ
19.13 ἐπῄει, καί τις τῶν αὐτοῦ δορυφόρων προφθάσας τὸν ὦμον
19.14 Ῥιζάτου ξίφει ἀπέτεμε, καὶ αὐτὸν πεσόντα ὁ βασιλεὺς κατ-
19.15 ηκόντισε καὶ εὐθὺς τὴν τούτου κεφαλὴν ἀπέτεμεν. ἐπὶ δὲ 15
19.16 τῇ νίκῃ ταύτῃ προθυμίας ὁ τῶν Ῥωμαίων στρατὸς πλησθείς,
19.17 αἰσθόμενος τὴν τοῦ βασιλέως παρρησίαν, κατὰ Περσῶν ἐχώ-
19.18 ρουν συντονώτατα, καὶ ἀνὰ κράτος ἡττηθέντας ἐδίωκον καὶ
19.19 πλῆθος αὐτῶν πολὺ ἀπέκτειναν.
19.20 Οἱ δὲ Περσῶν ἄρχοντες ἐπεὶ διεγνώκεσαν ὡς ὁ τῶν 20
19.21 Ῥωμαίων βασιλεὺς ὑπὲρ τῆς ἑαυτοῦ πολιτείας τῆς οἰκείας
19.22 ζωῆς κατεφρόνησε, μετὰ Σειρόου τοῦ υἱοῦ Χοσρόου βου-
19.23 λεύονται Χοσρόην ἀνελεῖν, μέγα περὶ τῆς οἰκείας πολιτείας
19.24 καταφρονήσαντα. τοῦτον οὖν ἐφ’ ἑνὶ τῶν βασιλικῶν οἴκων
19.25 κατέκλεισαν, καὶ τροφὴν οὐκ ἐδίδοσαν, προύθηκαν δὲ χρυ- 25
19.26 σὸν καὶ ἄργυρον καὶ λίθον πλεῖστον λέγοντες “τούτων
19.27 ἀπόλαυε οἷς κατεμάνης καὶ ἅπερ ἠγάπησας καὶ συνήγαγες”.

11
19.28 καὶ οὕτω λιμώττοντα ἐπελθόντες ἀνεῖλον, Σειρόην δὲ τὸν
20.1 τούτου υἱὸν βασιλέα Περσῶν ἀνηγόρευσαν· ὃς εὐθὺς πρὸς
20.2 Ἡράκλειον διαπρεσβεύεται δῶρά τε ἐξέπεμψεν ὡς σπεί-
20.3 σεσθαι αὐτῷ. γράφει δὲ πρὸς αὐτὸν ἑνοῦσθαί τε ἀλλήλαις
20.4 τὰς ὑπ’ αὐτοὺς πολιτείας καὶ εἰρήνην παρὰ θεοῦ ἀσπά-
20.5 ζεσθαι, ὡς ἑκάστην καθ’ ἑαυτὴν ἡσυχάζειν. ᾧ ἀντέγραφε 5
20.6 καὶ Ἡράκλειος, τέκνον τὸν Σειρόην καλῶν, καὶ ὡς οὐκ ἦν
20.7 αὐτῷ ποτε κατὰ γνώμην βασιλέα τῆς ἑαυτοῦ δόξης ἐκπεπτω-
20.8 κέναι· διὸ οὐδὲ Χοσρόην. “ἀλλ’ εἰ καὶ πλεῖστα καὶ κάκιστα
20.9 Ῥωμαίοις καὶ Πέρσαις ἐπέδειξεν, ἔσπευσα ἄν”, ἔφασκε, “περι-
20.10 σωθέντα, εἰ καὶ τὰ μάλιστα ἐπικρατέστερος ἐγενόμην, εἰς 10
20.11 τὴν αὐτοῦ ἀποκαθιστᾶν βασιλείαν. θεὸς δὲ τὴν ἐκείνου
20.12 πρόθεσιν ἐγνωκὼς μετῆλθεν αὐτῷ ἀξίαν τὴν δίκην, ὡς μὴ
20.13 τῶν πολλῶν γενέσθαι κατάλυσιν, ἡμῖν νῦν τὴν ἕνωσιν παρα-
20.14 σχόμενος”. περί τε τῶν ζῳοποιῶν ξύλων ὧν εἷλε Σάρβαρος
20.15 ἐξ Ἱεροσολύμων λιπαρῶς ἐπέκειτο ἐπιζητῶν· (ὁ δὲ ὑπέσχετο 15
20.16 δώσειν, εἴπερ αὐτῷ κατάφωρα γένοιτο·) περί τε τῶν πρεσβευ-
20.17 τῶν οὓς Σιτος πρὸς Χοσρόην ἀπήγαγε δόλῳ, ὡς Λεόν-
20.18 τιος μὲν κοινῷ θανάτῳ ἐτελεύτα, τοὺς δὲ ἄλλους Χοσρόης
20.19 ξύλοις ἔκτεινεν, αἰσθόμενος αὐτὸν Ἡράκλειον εἰς τὴν Περ-
20.20 σικὴν εἰσβαλόντα. 20
20.21 Εὐθὺς οὖν Σειρόης ἐτελεύτα, κρατεῖ δὲ τῆς βασιλείας
20.22 Περσῶν Καβόης, ὅστις μετ’ οὐ πολὺ τέθνηκε. μεθ’ ὃν
20.23 βασιλεύει Περσῶν Ὁρμίσδας, ὃς καὶ αὐτὸς διαπρεσβεύεται
20.24 πρὸς Ἡράκλειον, τόν τε ἴδιον υἱὸν σὺν χρήμασι καὶ δώροις
20.25 πολυτιμήτοις πρὸς αὐτὸν ἀπέστειλεν. ἐσήμαινε δὲ διὰ γραμ- 25
20.26 μάτων τάδε “ὃν τρόπον λέγετε τὸν θεὸν ὑμῶν δοθῆναι
20.27 γηραιῷ τινι ἀνθρώπῳ Συμεὼν εἰς τὰς ἀγκάλας, οὕτως καὶ
20.28 τὸν δοῦλόν σου τὸν υἱόν μου δίδωμι εἰς τὰς χεῖράς σου.
21.1 γνοίη δὲ θεὸς ὃν σέβῃ, ὡς ποιήσεις αὐτῷ”. ὁ δὲ δεξάμε-
21.2 νος μεγάλως ἐτίμησε, καὶ εἶτα τελευτήσαντος Ὁρμίσδου βα-
21.3 σιλέα Περσῶν ἐτίμησε.
21.4 Σάρβαρος δὲ ἀκούσας ὅτι Χοσρόης καὶ Σειρόης, Κα-
21.5 βόης καὶ Ὁρμίσδας ἐτελεύτησαν, ἐκ τῆς Ῥωμαίων ὑπενόστει 5
21.6 χώρας γράφει τε ἀπολογίαν πρὸς Ἡράκλειον, ὡς οὐχ ἑκὼν
21.7 ἀλλὰ γνώμῃ τοῦ ἀποστείλαντος ἔπραττεν ἅπερ εἰς Ῥωμαίους
21.8 πεποίηκε, παραγενέσθαι δὲ αὐτὸν ἐξῄτησε καὶ ὡς δοῦλον
21.9 παρίστασθαι. λόγοις τε πίστεως παρὰ βασιλέως βεβαιωθεὶς
21.10 ἥκειν πρὸς αὐτὸν καὶ χρήματα ἐκ Περσίδος διδόναι ὑπισχνεῖτο, 10
21.11 δι’ ὧν πάλιν καινίζοιντο ὅσα ἂν αὐτὸς ἐν χώρᾳ τῇ Ῥω-
21.12 μαίων κατεστρέψατο. ἐν τούτοις ἐπιβουλεύεται καὶ ἀναιρεῖται
21.13 ὁ υἱὸς Ὁρμίσδου, καὶ Σάρβαρος παρὰ βασιλεῖ τὴν Περσῶν
21.14 ἀρχὴν ἐξαιτεῖ. ὁ δὲ ἐδίδου, καὶ ἀλλήλοις συνετίθεντο πάντα
21.15 τὰ ἐκ Ῥωμαίων ὑπὸ Πέρσαις γενόμενα Ῥωμαίοις ἀνασώ- 15

12
21.16 ζεσθαι. εἰρήνης τε βραβευθείσης εὐθὺς τήν τε Αἴγυπτον
21.17 καὶ πᾶσαν τὴν ἀνατολικὴν γῆν Ῥωμαίοις ἀποδίδωσι Σάρβα-
21.18 ρος, τοὺς ἐκεῖσε Πέρσας ἐξελών, τά τε ζῳοποιὰ ξύλα πρὸς
21.19 βασιλέα στέλλει. Ἡράκλειος δὲ Νικήταν υἱὸν Σαρβάρου πα-
21.20 τρικίου ἀξίᾳ ἐτίμησε Νίκην τε τὴν θυγατέρα αὐτοῦ Θεο- 20
21.21 δοσίῳ τῷ ἐκ Μαρτίνης υἱῷ αὐτοῦ γαμετὴν πεποίηκε. Γρη-
21.22 γορίαν τε τὴν θυγατέρα Νικήτα ἐκ Πενταπόλεως ἐνέγκας
21.23 Κωνσταντίνῳ τῷ βασιλεῖ Ῥωμαίων ζεύγνυσιν· ἣν δὴ καὶ
21.24 προμνηστευσάμενος ἦν περιόντος ἔτι τοῦ αὐτῆς πατρός.
21.25 Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐκ τοῦ Αἰθρίβου λεγομένου 25
21.26 Σαρακηνοὶ διεφαίνοντο (χώρα δὲ τοῦτο τῆς εὐδαίμονος Ἀρα-
21.27 βίας) καὶ τὰ ἐκεῖσε χωρία προσπελάζοντα ληΐζεσθαι ἐπεχεί-
21.28 ρουν. Ἡράκλειος δὲ τὴν θυγατέρα Εὐδοκίαν τοῦ Βυζαντίου
21.29 ἐξιέναι ἐπέτρεψεν ὡς τῷ Τούρκῳ ταύτην κατεγγυήσας· καὶ
22.1 ἐπειδὴ ἔγνωστο ὅτι σφαγῇ ὁ Τοῦρκος ἀνῄρητο, ταύτην
22.2 ὑποστρέφειν ἐκέλευεν. ὑπάρχοντι δὲ Ἡρακλείῳ ἐν τῇ Περ-
22.3 σικῇ ἐτελεύτησαν αὐτῷ δύο υἱοὶ καὶ θυγατέρες δύο. αὐτὸς
22.4 δὲ λαβὼν τὰ ζῳοποιὰ ξύλα ἐσφραγισμένα, καθάπερ ἐλήφθη-
22.5 σαν, διαμείναντα πρὸς τὰ Ἱεροσόλυμα ἀφίκετο, καὶ Μω- 5
22.6 δέστῳ τῷ ἀρχιερεῖ καὶ τῷ αὐτοῦ κλήρῳ ταῦτα ὑπέδειξεν.
22.7 οἱ δὲ τὴν σφραγῖδα σώαν ἐπεγίνωσκον· καὶ ὡς ἀνέπαφα
22.8 καὶ ἀθέατα βεβήλοις καὶ μιαιφόνοις χερσὶ τῶν βαρβάρων
22.9 διετηρήθησαν, εὐχαριστήριον ᾠδὴν τῷ θεῷ ἀνέθεσαν. τήν
22.10 τε κλεῖδα τὴν ἐπ’ αὐτοῖς ὁ ἱεράρχης μείνασαν παρ’ αὐτῷ 10
22.11 ἤγαγε, καὶ ἀνοιγέντα προσκυνοῦσιν ἅπαντες. ὑψωθέντων
22.12 δὲ αὐτῶν ἐκεῖσε εὐθὺς ἐς τὸ Βυζάντιον ὁ βασιλεὺς ἐξέπεμ-
22.13 ψεν. ἃ δὴ Σέργιος ὁ τοῦ Βυζαντίου ἱεράρχης ἐκ Βλαχερ-
22.14 νῶν (ἱερὸν δὲ αἱ Βλαχέρναι τῆς θεομήτορος) λιτανεύων
22.15 ὑπεδέξατο καὶ πρὸς τὴν μεγίστην ἐκκλησίαν ἀγαγὼν ταῦτα 15
22.16 ἀνύψωσε. δευτέρα δὲ ἦν ἰνδικτιὼν ἡνίκα ταῦτα ἐπράτ-
22.17 τοντο.
22.18 Μετ’ οὐ πολὺ δὲ καὶ Ἡράκλειος πρὸς τὸ Βυζάντιον
22.19 ἐχώρει, ὑπὸ πολλῆς εὐφημίας καὶ δόξης ὑπερβαλλούσης παρὰ
22.20 τῶν ἐκεῖσε δεχθείς. τέσσαρας δὲ ἦγεν ἐλέφαντας, οὓς δὴ 20
22.21 καὶ εἰς τοὺς ἱππικοὺς ἀγῶνας ἐθριάμβευεν ἐπὶ τῇ τῆς
22.22 πόλεως τέρψει, ἡμέρας τε ἐπινικίους ἐπ’ εὐφροσύνῃ πάσῃ
22.23 δωρεαῖς φιλοτιμούμενος ἐπετέλει. ἐπειδὴ δὲ ἦν ἑλὼν τῆς
22.24 οὐσίας τῆς μεγάλης ἐκκλησίας, ἐκέλευσεν ἐκ τοῦ βασιλικοῦ
22.25 ταμιείου αὐτῇ τε καὶ τῷ κατ’ αὐτὴν κλήρῳ ἐτήσια χρήματα 25
22.26 παρέχεσθαι. καὶ μετὰ τοῦτο παρασκευάζει Κωνσταντῖνον
23.1 τὸν υἱὸν ὑπατεῦσαι, Ἡράκλειον δὲ τὸν ἀπὸ Μαρτίνης Καί-
23.2 σαρα προχειρίζεται.
23.3 Οὐ πολὺς δὲ χρόνος ἐν μέσῳ, καὶ Σαρακηνοὶ τὰ περὶ
23.4 τὴν Ἀντιόχειαν κατέτρεχον. εὐθὺς δὲ Ἡράκλειος σὺν Μαρ-

13
23.5 τίνῃ τῇ γυναικὶ καὶ Ἡρακλείῳ τῷ παιδὶ πρὸς τοῖς τῆς ἀνα- 5
23.6 τολῆς χωρίοις ἐπεξῄει. αὐτόθι δὲ γενόμενος Θεοδώρῳ τῷ
23.7 ἀδελφῷ ὀργίζεται· ὑπεψιθυρίζετο δέ τισι λοιδορεῖσθαι αὐτὸν
23.8 τῷ βασιλεῖ Μαρτίνης ἕνεκεν, λέγοντα ὅτι “ἡ ἁμαρτία αὐτοῦ
23.9 ἐνώπιον αὐτοῦ διὰ παντός”. καὶ αὐτὸν εἰς Βυζάντιον ἀπο-
23.10 στέλλει, γράψας τῷ υἱῷ Κωνσταντίνῳ τοῦτον ἐπ’ ἀθροίσματος 10
23.11 λαοῦ ἀτιμώσαντα ὡς ἐν φρουρᾷ κατέχειν. στρατηγόν τε ἀνατο-
23.12 λῆς ἐκπέμπει Θεόδωρον, τῶν βασιλικῶν χρημάτων ταμίαν, τὸ
23.13 ἐπίκλην Τριθύριον. Σέργιος γὰρ ὁ κατὰ Νικήταν τελευτᾷ
23.14 τρόπῳ τοιῷδε. κάμηλον οἱ Σαρακηνοὶ ἀποδείραντες τοῦτον
23.15 ἐγκατακλείουσι τῇ δορᾷ καὶ ἐπέρραπτον. τῆς βύρσης οὖν 15
23.16 κατεσκληκυίας συναπεξηραίνετο καὶ ὁ ἐντὸς καὶ ἀπομαραν-
23.17 θεὶς πικρῶς διώλετο. αἰτίαν δὲ αὐτῷ ἐπῆγον ὡς αὐτὸς
23.18 παρεσκεύασεν Ἡράκλειον μὴ συγχωρεῖν Σαρακηνοῖς [ἐκ τῆς
23.19 Ῥωμαίων γῆς ἐκπορεύεσθαι] τὰς συνήθως παρεχομένας αὐ-
23.20 τοῖς τριάκοντα χρυσίου λίτρας δι’ ἐμπορικῆς ἀμοιβῆς ἐκ τῆς 20
23.21 Ῥωμαϊκῆς πολιτείας ἐκπέμπειν· ἐντεῦθέν τε αὐτοὺς ἄρξαι
23.22 τῇ Ῥωμαίων λυμαίνεσθαι χώρᾳ. ἐκ τούτου παρήγγειλε Θεο-
23.23 δώρῳ μὴ συμβάλλειν πρὸς μάχην Σαρακηνοῖς. οἱ δὲ προ-
23.24 λοχήσαντες καὶ ὀλίγοις τισὶν ἀκροβολισάμενοι Ῥωμαίοις ὑπ-
23.25 ήγοντο. εἰσπίπτουσι δὲ αὐτοῖς οἱ ἐκ τῶν ἐνεδρῶν ἐξαπιναίως, 25
24.1 καὶ μέσον ἀπολαβόντες πολλοὺς ἔκτειναν στρατιώτας τε καὶ
24.2 ἄρχοντας.
24.3 Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον Μαρία ἡ ἀδελφὴ Ἡρα-
24.4 κλείου χρήματα πρὸς τὸν χαγάνον Ἀβάρων ἔπεμψε καὶ τὸν
24.5 υἱὸν Στέφανον ἀπέλαβε. τοῖς δὲ τοιούτοις δώροις ἡσθεὶς ὁ 5
24.6 Ἄβαρος ἠρέθισεν Ἀνιανὸν τὸν μάγιστρον, ὡς καὶ αὐτὸς
24.7 πέμψας δῶρα ἀπολήψεται καὶ τοὺς ἄλλους οὕσπερ κατεῖχεν
24.8 ὁμήρους. καὶ δὴ καὶ ἐγένετο οὕτως.
24.9 Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν ἐπανέστη Κούβρατος ὁ ἀνε-
24.10 ψιὸς Ὀργανᾶ ὁ τῶν Οὐνογουνδούρων κύριος τῷ τῶν 10
24.11 Ἀβάρων χαγάνῳ, καὶ ὃν εἶχε παρ’ αὐτοῦ λαὸν περιυβρίσας
24.12 ἐξεδίωξε τῆς οἰκείας γῆς. διαπρεσβεύεται δὲ πρὸς Ἡράκλειον
24.13 καὶ σπένδεται εἰρήνην μετ’ αὐτοῦ, ἥνπερ ἐφύλαξαν μέχρι
24.14 τέλους τῆς ἑαυτῶν ζωῆς· δῶρά τε γὰρ αὐτῷ ἔπεμψε καὶ
24.15 τῇ τοῦ πατρικίου ἀξίᾳ ἐτίμησεν. 15
24.16 Ἐν ᾧ δὲ ἐν τοῖς ἀνατολικοῖς μέρεσι διέτριβεν Ἡρά-
24.17 κλειος, Ἰωάννην τὸν Βαρκαίνης στρατηγὸν προχειρίζεται καὶ
24.18 πέμπει κατὰ Σαρακηνῶν τῶν ἐν Αἰγύπτῳ· οἷς συμβαλὼν
24.19 πίπτει καὶ αὐτός. ἔτι καὶ Μαρῖνος ὁ τῶν Θακικῶν ἐκ-
24.20 στρατευμάτων ἡγεμὼν συμμίξας αὐτοῖς ἡττήθη, πολὺν δὲ 20
24.21 στρατὸν ἀποβαλὼν καὶ αὐτὸς μόλις διασώζεται. μετ’ ἐκεῖ-
24.22 νον προβάλλεται στρατηγὸν Μαριανὸν κουβικουλάριον παρὰ
24.23 Ῥωμαίων τὴν ἀξίαν καὶ πέμπει ἐκεῖσε, παραγγείλας ὡς

14
24.24 ἀνακοινοῦσθαι Κύρῳ τῷ Ἀλεξανδρείας ἱεράρχῃ, καὶ ὡς ἂν
24.25 κοινῇ [βουλεύσοιντο] τὰ πρὸς τοὺς Σαρακηνοὺς διάθοιντο. 25
24.26 Κῦρος δὲ ἦν δεδηλωκὼς βασιλεῖ σπείσεσθαι ἐπὶ τελέσμασιν
24.27 Ἄμβρῳ τῷ τῶν Σαρακηνῶν φυλάρχῳ, ἃ δὴ καὶ ὑπέχειν δι’
24.28 ἐμπολαίου συνεισφορᾶς ἐσήμαινε, τὰ δὲ τῷ βασιλεῖ παρεχό-
24.29 μενα ἀδιάπτωτα μένειν· κατεγγυηθῆναι δὲ αὐτῷ Εὐδοκίαν
25.1 τὴν Αὐγούσταν ἢ μίαν τῶν θυγατέρων τοῦ βασιλέως ὡς
25.2 ἐντεῦθεν καὶ τῷ θείῳ λουτρῷ βαπτισθησομένῳ καὶ Χρι-
25.3 στιανῷ χρηματίσοντι. ἐπείθετο γὰρ Ἄμβρος τῷ Κύρῳ καὶ
25.4 ὁ τούτου στρατός· καὶ γὰρ ἠγάπων αὐτὸν λίαν. καὶ τού-
25.5 των Ἡράκλειος οὐδενὸς ἠνείχετο. ἐπειδὴ δὲ καὶ Μαριανὸς 5
25.6 ταῦτα ἐξηπίστατο, διίστατο τῆς τοῦ Κύρου γνώμης, καὶ
25.7 συμβαλὼν Σαρακηνοῖς πίπτει τε αὐτὸς καὶ σὺν αὐτῷ στρα-
25.8 τὸς ἱκανός.
25.9 Τούτῳ τῷ χρόνῳ ἀνέζευξε πρὸς τὰ οἰκεῖα Ἡράκλειος
25.10 καὶ ηὐλίζετο ἐν τῷ παλατίῳ τῷ καλουμένῳ τῆς Ἱερίας· ἐδεδίει 10
25.11 γὰρ ἐπιβῆναι θαλάσσῃ, πολλά τε ἀξιοῦντες οἵ τε ἄρχοντες
25.12 καὶ οἱ τῆς πόλεως ἐν τῇ πόλει εἰσελθεῖν ἔπειθον οὐδαμῶς.
25.13 ἐν δὲ ταῖς ἑορταῖς μόνους τοὺς υἱοὺς ἐξέπεμπε, καὶ αὐτοὶ
25.14 ἐπιτελοῦντες ἐν τῷ ἱερῷ τὴν θείαν λειτουργίαν εὐθὺς πρὸς
25.15 αὐτὸν ἐξῄεσαν. ὡσαύτως καὶ τοὺς ἱππικοὺς ἀγῶνας ἡνίκα 15
25.16 ἐθεῶντο, πάλιν πρὸς τὸν πατέρα ἀπεχώρουν. ἐν ᾧ δὲ δι-
25.17 έτριβεν ἐκεῖσε, ἀγγέλλεται αὐτῷ ὡς ὁ υἱὸς αὐτοῦ Ἀταλάριχος
25.18 καὶ Θεόδωρος ὁ τὴν ἀξίαν μάγιστρος, Θεοδώρου δὲ τοῦ
25.19 βασιλέως ἀδελφοῦ υἱός, σὺν ἄλλοις τισὶν ἐπιβουλεύειν αὐτῷ
25.20 ἤμελλον· καὶ τοῖς μηνύσασι πεισθεὶς τούτων τὰς ῥῖνας καὶ 20
25.21 τὰς χεῖρας ἐξέτεμε, καὶ Ἀταλάριχον μὲν εἰς τὴν νῆσον τὴν
25.22 λεγομένην Πρίγκιπον ἐξόριστον ἔπεμψε, Θεόδωρον δὲ πρὸς
25.23 τὴν νῆσον �τὴν� Γαυδομελέτην προσαγορευομένην, ἐπιτρέψας
25.24 τῷ ἐκεῖσε δουκί, ἡνίκα πρὸς αὐτὸν καταλάβοι, καὶ τὸν ἕτε-
25.25 ρον τῶν ποδῶν ἀφελέσθαι. κατὰ ταῦτα δὲ καὶ τοὺς συγ- 25
25.26 γνόντας αὐτοῖς τὰ τῆς ἐπιβουλῆς ἐτιμωρήσατο.
25.27 Χρόνου δὲ ἱκανοῦ διελθόντος παρασκευάζουσιν οἱ τοῦ
25.28 βασιλέως ἄρχοντες τὸν ὕπαρχον ὡς συναγαγεῖν πλεῖστα πλοῖα
26.1 καὶ ἐχόμενα ἀλλήλοις ἐξάψας ὥσπερ γεφυρώσει τὸν πόρθμον
26.2 τοῦ καλουμένου Στενοῦ, κλώνοις τε δένδρων καὶ φυλλάσιν
26.3 ἑκατέρωθεν διατειχίσειεν, ὡς μηδὲ ὁρᾶσθαι παριόντι τὴν
26.4 θάλασσαν. καὶ δὴ τὸ ἔργον εἰς τάχος προυχώρει, καὶ ὁ
26.5 βασιλεὺς ἱππεὺς διὰ θαλάττης ὥσπερ διὰ τῆς ἠπείρου κατὰ 5
26.6 τὰς ἀκτὰς τοῦ λεγομένου κόλπου Φιδαλίας ἐπεραιοῦτο, οὔτε
26.7 τὸν παράκτιον χῶρον παραμείψας διὰ τῆς γεφύρας τοῦ
26.8 Βαρβύσσου ποταμοῦ πρὸς τὸ Βυζάντιον εἰσῄει. καὶ μετὰ
26.9 ταῦτα Ἡράκλειον τὸν Καίσαρα στέφει βασιλέα.
26.10 Κατὰ δὲ τὴν δωδεκάτην ἰνδικτιόνα ἐτελεύτα Σέργιος 10

15
26.11 ὁ τοῦ Βυζαντίου πρόεδρος. καὶ ἐπειδήπερ προσέκειτο Ἡρά-
26.12 κλειος Πύρρῳ, ἀδελφόν τε ἐκάλει, ὡς ἡνίκα τῷ θείῳ λου-
26.13 τρῷ ἐφωτίζετο ἡ τοῦ βασιλέως ἀδελφὴ χερσὶν ἐδέξατο, καὶ
26.14 ἅμα ᾠκειωμένον Σεργίῳ καὶ συνδιαιτώμενον ἐγίνωσκε, τοῦ-
26.15 τον ἀρχιερέα τοῦ Βυζαντίου ἀνηγόρευσεν. ἤδη χρόνοις τισὶ 15
26.16 πρότερον Κῦρον τὸν Ἀλεξανδρείας πρόεδρον μετάκλητον εἰς
26.17 Βυζάντιον ἦν πεποιηκώς, καὶ ἐν αἰτίᾳ μεγάλῃ εἶχεν ὡς τὰ
26.18 τῆς Αἰγύπτου πάσης Σαρακηνοῖς καταπροέμενον πράγματα.
26.19 τηνικαῦτα δὲ περὶ τῶν αἰτιαθέντων ἐπὶ πλείστου ἀθροισθέν-
26.20 τος τοῦ τῆς πόλεως ἐπεξῄει δήμου. ὁ δὲ ἀπελογεῖτο ὡς 20
26.21 οὐδαμῶς τούτων ἔνοχος καθειστήκει, ὡς εἰ ἡ βουλὴ αὐτοῦ
26.22 προυχώρει καὶ τοῖς Σαρακηνοῖς δι’ ἐμπολῆς τὰ τῆς φορο-
26.23 λογίας παρεῖχε καὶ ἐφ’ ἑαυτοῖς ἡσύχαζον, καὶ τὰ τῷ βασι-
26.24 λεῖ παρεχόμενα οὐ καθυστερίζοιτο. ἄλλους τε ταὐτὰ ἐπ-
26.25 ῃτιᾶτο πράξαντας, καὶ αὑτὸν μάτην ὑπὲρ τούτων ἐγκαλούμενον 25
26.26 ἰσχυρίζετο. ὁ δὲ Ἕλληνα τὸν Κῦρον ἀπεκάλει ὡς Ἕλληνι
26.27 καὶ θεομάχῳ καὶ κατὰ Χριστιανῶν φρονοῦντι τῷ Ἄμβρῳ
26.28 τῷ τῶν Σαρακηνῶν φυλάρχῃ συμβουλεύσαντα τὴν τοῦ βα-
27.1 σιλέως κατεγγυηθῆναι θυγατέρα. ἐν τούτοις οὖν ἀγανακτή-
27.2 σας κατ’ αὐτοῦ καὶ ἀναιρήσειν ἀπειλῶν, τῷ τῆς πόλεως
27.3 αὐτὸν ὑπάρχῳ ὡς αἰκισομένῳ παραδίδωσι.
27.4 Μετὰ τοῦτο ἐδικαίου τὸν υἱὸν Ἡράκλειον ὑπατεῦσαι,
27.5 Δαβίδ τε καὶ Μαρῖνον τοὺς υἱοὺς αὐτοῦ Καίσαρας ἀν- 5
27.6 ηγόρευσεν, Αὐγουστῖναν δὲ καὶ Μαρτῖναν τὰς θυγατέρας
27.7 Αὐγούστας. χρόνου δὲ διελθόντος νόσῳ ὑδερικῇ περιπίπτει,
27.8 καὶ ὁρῶν τὸ πάθος δυσίατον—ἐπὶ τοσοῦτο γὰρ ἐπεκτεί-
27.9 νετο ὡς καὶ ἡνίκα ἀπουρεῖν ἔμελλε σανίδα κατὰ τοῦ ἤτρου
27.10 ἐπετίθει· ἐστρέφετο γὰρ αὐτοῦ τὸ αἰδοῖον καὶ κατὰ τοῦ 10
27.11 προσώπου αὐτοῦ τὰ οὖρα ἔπεμπεν. ἔλεγχος δὲ ἦν τοῦτο
27.12 τῆς παρανομίας τῆς ἑαυτοῦ, ὑπὲρ ἧς ταύτην δίκην ὑστάτην
27.13 ἐξέτισε τοῦ εἰς τὴν ἀνεψιὰν τὴν οἰκείαν γάμου. διαθήκας
27.14 οὖν ἐξετίθει, ὥστε Κωνσταντῖνον καὶ Ἡράκλειον τοὺς υἱοὺς
27.15 αὐτοῦ βασιλεῖς ἰσοτίμους εἶναι, καὶ Μαρτῖναν τὴν αὐτοῦ 15
27.16 γυναῖκα τιμᾶσθαι παρ’ αὐτῶν ὡς μητέρα καὶ βασίλισσαν.
27.17 ἐκ τούτου λοιπὸν ἐτελεύτα ζήσας ἔτη ἓξ καὶ ἑξήκοντα, ἐν
27.18 δὲ τῇ βασιλείᾳ διανύσας ἔτη τριάκοντα μῆνας τέσσαρας ἡμέ-
27.19 ρας ἕξ. θάπτεται δὲ ἐν τῷ ἱερῷ τῶν πανευφήμων ἀποστό-
27.20 λων, καὶ τρισὶν ἡμέραις ἀσκεπές, ὥσπερ ἦν διατάξας ἔτι 20
27.21 περιών, τὸ ὑποδεξάμενον αὐτοῦ τὸ σῶμα διετέλει μνῆμα,
27.22 περικαθημένων αὐτὸ εὐνούχων ὑπηρετῶν.
27.23 Μετὰ τοῦτο Μαρτῖνα ἡ Αὐγούστα προσκαλεῖται Πύρ-
27.24 ρον τὸν ἀρχιερέα καὶ τοὺς βασιλικοὺς ἄρχοντας, ἐκκλη-
27.25 σιάσασα καὶ τὸν περὶ τὸ Βυζάντιον λαόν, τάς τε διαθήκας 25
27.26 Ἡρακλείου ὑπεδείκνυ, ὡς περὶ αὐτῆς καὶ τῶν τέκνων δι-

16
27.27 έθετο. ὁ δὲ παρὼν ἅπας δῆμος Κωνσταντῖνον καὶ Ἡράκλειον
27.28 τοὺς βασιλεῖς ἐπεζήτει· ἡ δὲ ἦγεν αὐτούς, καὶ ἅμα διελο-
27.29 γίζετο νομίζουσα ἅτε βασίλισσα τὰ πρῶτα εἰς τὴν βασιλείαν
28.1 φέρεσθαι. τινὲς δὲ τοῦ συνεστῶτος λαοῦ ἀνεφώνουν πρὸς
28.2 αὐτὴν ὅτι “σὺ μὲν τιμὴν ἔχεις ὡς μήτηρ βασιλέων, οὗτοι
28.3 δὲ ὡς βασιλεῖς καὶ δεσπόται”. ἐξαίρετον δὲ ἐδίδουν γέρας
28.4 Κωνσταντίνῳ ὡς πρώτῳ εἰς τὴν βασιλείαν κατὰ τὴν ἡλικίαν
28.5 ἐκ παιδὸς προχειρισθέντι. “οὐδὲ γὰρ βαρβάρων ἢ ἀλλο- 5
28.6 φύλων πρὸς τὰ βασίλεια εἰσερχομένων, ὦ δέσποινα,” ἔφα-
28.7 σκον, “δύνασαι ὑποδέχεσθαι ἢ λόγοις ἀμείβεσθαι· μηδὲ
28.8 δοίη θεὸς ἐν τούτῳ τάξεως τὴν Ῥωμαϊκὴν ἐλθεῖν πολιτείαν”.
28.9 καὶ κατήρχοντο ἀνευφημοῦντες τοὺς βασιλεῖς. ταῦτα ἀκού-
28.10 σασα πρὸς τὸ ἑαυτῆς ὑπεχώρει παλάτιον. 10
28.11 Ἐξ οὗ καὶ Κωνσταντῖνος τῆς βασιλείας ἦρχε. προσ-
28.12 αγγέλλει δὲ αὐτῷ Φιλάγριος, ὃς ἦν τῶν βασιλικῶν χρημά-
28.13 των ταμίας, ὡς ἀσθενοῦντος τοῦ πατρὸς Ἡρακλείου χρήματα
28.14 Πύρρῳ τῷ ἀρχιερεῖ παρατίθεσθαι Μαρτίνης τῆς βασιλίσσης
28.15 ἕνεκεν, ὡς μή ποτε αὐτὴ ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως 15
28.16 καὶ προγόνου ἐκ τῶν βασιλείων διωθουμένη χρημάτων καθ-
28.17 υστερίζοιτο. ὁ δὲ Πύρρον μεταστειλάμενος διεπυνθάνετο
28.18 εἰ οὕτω ταῦτα ἔχοι. Πύρρος δὲ ὑπὸ Φιλαγρίου διελεγχόμε-
28.19 νος προεδίδου καὶ οὐκ ἐθέλων τὰ χρήματα. ἐπεὶ δὲ νόσῳ
28.20 χρονίᾳ Κωνσταντῖνος συνείχετο καὶ εὐκρασίας ἀέρων ἕνεκεν 20
28.21 ἐν Χαλκηδόνι διέτριβεν ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι παλατίῳ,
28.22 ἰδὼν Φιλάγριος ἀρρώστως αὐτὸν διακείμενον, καὶ ἐλπίσας
28.23 τάχιον ἀποβιῶσαι, ἐδεδίει Ἡράκλειον καὶ Μαρτῖναν ὡς αὐ-
28.24 τὸν κακώσοντας. ἐκ τούτου Κωνσταντίνῳ συνεβούλευε γρά-
28.25 φειν τοῖς στρατευομένοις ὡς τελευτῆς συμβαινούσης αὐτῷ 25
28.26 ἀντιλαβέσθαι τῶν τέκνων αὐτοῦ, καὶ μὴ συγχωρεῖν ἀδικεῖ-
28.27 σθαι μηδὲ τῆς βασιλείας διωθεῖσθαι. ἐφ’ οἷς ἡσθεὶς Κων-
28.28 σταντῖνος Οὐαλεντῖνον τὸν Φιλαγρίου ὑπασπιστὴν τά τε
28.29 γράμματα καὶ τὴν λοιπὴν τοῦ πράγματος ἐργασίαν ἐγχει-
28.30 ρίσας πρὸς τὸ στράτευμα ἐξέπεμψε, δεδωκὼς αὐτῷ χρήματα 30
29.1 συντελοῦντα εἰς ποσότητα ἀριθμοῦ μυριάδων [πέντε] δια-
29.2 κοσίων καὶ ἔτι μύρια καὶ ἑξακισχίλια νομίσματα, ὑποθέμενος
29.3 πείθειν τοὺς τοῦ στρατιωτικοῦ καταλόγου μετὰ τελευτὴν
29.4 Κωνσταντίνου ἀντικαθίστασθαι Μαρτίνῃ καὶ τοῖς τέκνοις
29.5 αὐτῆς. συμβασιλεύσας δὲ τῷ πατρὶ ἔτη ὀκτὼ καὶ εἴκοσι, 5
29.6 καὶ ἐπιβιοὺς εἰς τὴν βασιλείαν ἔτι ἡμέρας ἑκατὸν τρεῖς,
29.7 ἐτελεύτησε.
29.8 Μεθ’ ὃν αὐτοκράτωρ τῆς βασιλείας ἀναγορεύεται Ἡρά-
29.9 κλειος, ᾧ συνελάμβανεν εἰς τὰ τῆς βασιλείας πράγματα καὶ
29.10 ἡ μήτηρ Μαρτῖνα. εὐθὺς οὖν τὸν τοῦ πατρὸς στέφανον, 10
29.11 ὃν καὶ συνέθαψαν αὐτῷ καὶ ὁ υἱὸς Κωνσταντῖνος τοῦ ναοῦ

17
29.12 ἐξήνεγκε τιμηθέντα μέχρι χρυσίου λιτρῶν ἑβδομήκοντα, τῷ
29.13 θεῷ προσφέρει ἐν τῷ ἱερῷ, Κῦρον δὲ τὸν πρόεδρον Ἀλε-
29.14 ξανδρείας τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησι. Φιλάγριον δὲ
29.15 ἀποκείρας ἐξόριστον εἰς τὸ Σέπτας λεγόμενον φρούριον 15
29.16 πρὸς ἥλιον δύνοντα κατὰ [τὰ] θάτερα τῶν Ἡρακλέος στη-
29.17 λῶν πρὸς τῇ Λιβύῃ κείμενον παρέπεμψεν. ἑτέρους τε
29.18 πλείστους, οὓς εὗρε φίλους καὶ ὑπηρέτας αὐτοῦ, πληγαῖς
29.19 καὶ ἑτέραις αἰκίαις ἠμύνατο. Οὐαλεντῖνος δὲ ὁ Φιλαγρίου
29.20 ὑπασπιστὴς ταῦτα αἰσθόμενος τὸ στρατιωτικὸν κατὰ Μαρ- 20
29.21 τίνης καὶ τῶν τέκνων αὐτῆς ἐτάραττε· μεθ’ ὧν τὴν Χαλ-
29.22 κηδόνος καταλαμβάνει ὡς τοῖς τέκνοις Κωνσταντίνου ἐπι-
29.23 κουρήσων, καὶ αὐτοῦ διέτριβεν. Ἡράκλειος δὲ τήν τε πόλιν
29.24 ἐν τῷ ἀσφαλεῖ εἶχε, καὶ πᾶσιν ἀπελογεῖτο ὡς Ἡράκλειος ὁ
29.25 υἱὸς Κωνσταντίνου ἀπήμαντος διαμένει, καὶ πᾶσι ὑγιέα 25
29.26 καὶ σῶον ὑπεδείκνυ, καὶ ἅμα ὡς τέκνου γνησίου περιείχετο.
29.27 καὶ τοῦτο ἐπιστοῦτο τῷ ἐκ τοῦ σωτηριώδους βαπτίσματος
30.1 ἀγκάλαις δέξασθαι. καὶ συμπαρόντος Πύρρου τοῦ τῆς πό-
30.2 λεως ἱεράρχου τῶν ζῳοποιῶν ξύλων ἥπτετο καὶ διώμνυτο
30.3 ὡς οὔτε δι’ αὐτοῦ οὔτε δι’ ἑτέρου τὰ τοῦ Κωνσταντίνου
30.4 τέκνα βλαβήσεται. Οὐαλεντῖνον δὲ ἀπισχυρίζετο δεικνύειν
30.5 ὡς ἐπιβουλεύσαντα αὐτοῖς καὶ τῆς βασιλείας ἐπορεγόμενον. 5
30.6 ὡς δὲ εἰς πλεῖον ἅπαντα βεβαιώσηται, συλλαβὼν μεθ’ ἑαυ-
30.7 τοῦ Ἡράκλειον πρὸς Οὐαλεντῖνον περαιοῦται, καὶ πάλιν
30.8 ἐβουλεύετο διόμνυσθαι καὶ πείθειν αὐτοὺς ὡς φιλοστόργως
30.9 διάκειται πρὸς Ἡράκλειον: Οὐαλεντῖνος δὲ οὐκ ἐδέχετο
30.10 ἀλλ’ ἀπέπεμπε, καὶ δὴ ὑπενόστει καὶ διηγεῖτο πάντα τοῖς 10
30.11 τῆς πόλεως. οἱ δὲ ἐπείθοντο καὶ Οὐαλεντῖνον ἐδυσφήμουν.
30.12 Τῆς τρύγης δὲ ἐπιλαβούσης, οἱ τῆς πόλεως αἰσθόμε-
30.13 νοι ὡς ὁ μετὰ Οὐαλεντίνου στρατὸς τούς τε ἀμπελῶνας
30.14 αὐτῶν διαφθείρει κἀκείνους οὐ συγχωρεῖ ἐκεῖσε περαιοῦ-
30.15 σθαι, συνίστανται Πύρρῳ βοῶντες στέφειν Ἡράκλειον τὸν 15
30.16 Κωνσταντίνου υἱόν. Πύρρος δὲ τὴν ταραχὴν καὶ τὴν στά-
30.17 σιν τοῦ λαοῦ περιαθρήσας ἀπελογεῖτο ὡς οὐ διὰ τοῦτο
30.18 αὐτοὶ στασιάζουσιν, ἀλλ’ Οὐαλεντίνῳ τὴν βασιλείαν περι-
30.19 ποιοῦνται. ἔτι οὖν ἐπικειμένου τοῦ ὄχλου δῆλα ποιεῖ βα-
30.20 σιλεῖ ἅπαντα. ὁ δὲ συλλαβόμενος τὸν ἀνεψιὸν Ἡράκλειον 20
30.21 εὐθέως ἐπὶ τὸ ἱερὸν ἐχώρει καὶ ἀνέρχεται ἅμα Πύρρῳ ἐν
30.22 τῷ ἄμβωνι καὶ προτρέπεται στέφειν Ἡράκλειον. οἱ δὲ
30.23 ὄχλοι τὸν βασιλέα ἐβιάζοντο τὸ ἔργον ἐπιτελεῖν. ὁ δὲ λα-
30.24 βὼν ἐκ τῆς ἐκκλησίας τὸν τοῦ πατρὸς Ἡρακλείου στέφανον
30.25 τὸ ἔργον ἐπλήρου. εὐθὺς οὖν τὸν στεφθέντα Κωνσταντῖνον 25
30.26 οἱ ὄχλοι μετονομάζουσι. τὸ οὖν ἀχυρῶδες καὶ ἀγροικω-
30.27 δέστερον τοῦ λαοῦ κατὰ Πύρρου τὰς χεῖρας ὥπλιζον, καὶ
30.28 πρὸς τὸ ἱερὸν γενόμενοι αὐτὸν μὲν οὐχ εὗρον, κατὰ δὲ τὸν

18
30.29 καιρὸν τῆς τοῦ λυχνικοῦ συνάξεως εἰσέρχονται ἐπαγόμενοι
30.30 Ἑβραίων καὶ ἄλλων κακοδόξων ὅμιλον ἐν τῷ θυσιαστηρίῳ. 30
31.1 καὶ τὴν μὲν ἐνδυτὴν διαρρηγνῦσι, καὶ τὸν ἱερὸν χῶρον
31.2 αἰσχρῶς κατερρύπαινον, τάς τε κλεῖς τῶν πυλῶν λαβόντες
31.3 ἐπὶ κοντοῦ ἀνήρτων, καὶ οὕτω τὴν πόλιν ἀθέσμως περιῄεσαν.
31.4 Πύρρος δὲ ταῦτα μαθὼν τῇ ἐπιούσῃ νυκτὶ ἐν τῷ ἱερῷ
31.5 παραγίνεται καὶ πάντα τὰ ἱερὰ ἀσπάζεται καὶ τὸ περικεί- 5
31.6 μενον αὐτῷ ὠμόφορον περιελὼν τῇ ἱερᾷ ἀποτίθεται τρα-
31.7 πέζῃ, φήσας “τῆς ἱερωσύνης μὴ ἀφιστάμενος ἀποτάσσομαι
31.8 λαῷ ἀπειθεῖ”. ἐκεῖθεν ἡσυχῇ ἐξελθὼν παρὰ μιᾷ θεο-
31.9 σεβεστάτῃ γυναικὶ κρυφῇ κατήγετο καὶ καιροῦ εὐθέτου λαβό-
31.10 μενος πρὸς τὴν Χαλκηδόνος ἀπέπλει. οὗ τὴν ἔλευσίν τινες 10
31.11 τῶν μοναζόντων ἐκεῖσε ἀκηκοότες περὶ τῶν ἐκτεθέντων παρὰ
31.12 τοῦ πάλαι Ἡρακλείου τοῦ βασιλέως καὶ Σεργίου τοῦ τῆς
31.13 πόλεως ἱεράρχου, ἕνεκεν τῶν δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ
31.14 θελημάτων καὶ ἐνεργειῶν ἀνηρεύνων, ὧν προασπισταὶ ἐτύγ-
31.15 χανον Μάξιμος καὶ Θεοδόσιος ὄντες ἐν Ἀφρικῇ. καὶ τὰ 15
31.16 μὲν κατὰ Πύρρον οὕτω πως ἔσχεν.
31.17 Ἐπεὶ οὖν τοὺς περὶ Οὐαλεντῖνον ἡ Χαλκηδὼν εἶχεν,
31.18 ἀναγκαιοτέρως Ἡράκλειος καὶ Μαρτῖνα, ὡς μὴ ἐπὶ πλεῖον
31.19 τὰ ἐκεῖσε προάστεια βλάπτοιτο, ἑνωθῆναί τε αὐτῷ καὶ ὅρ-
31.20 κοις τὰ πρὸς ἀλλήλους θέσθαι· καὶ ἀξίᾳ αὐτὸν ἐτίμησαν 20
31.21 ἣν Ῥωμαῖοι καλοῦσι κόμητα ἐξσκουβιτόρων, καὶ μηδ’ ὅλως
31.22 ἐγκαλεῖσθαι περὶ ὧν παρὰ Κωνσταντίνου ἐδέξατο χρημάτων,
31.23 φιλοτιμηθῆναι δὲ χρήμασι τοῖς συνελθοῦσιν αὐτῷ στρα-
31.24 τιώταις, στεφθῆναί τε καὶ Δαβὶδ τὸν Καίσαρα καὶ μετονο-
31.25 μασθῆναι Τιβέριον. καὶ τούτων οὕτω τελεσθέντων προχει- 25
31.26 ρίζεται Παῦλος, οἰκονόμος γεγονὼς τῆς μεγάλης ἐκκλησίας,
31.27 ἀρχιερεὺς Κωνσταντινουπόλεως, κατὰ τὸν Ὀκτώβριον μῆνα
31.28 τῆς πεντεκαιδεκάτης ἰνδικτιόνος. Κωνσταντῖνος οὖν ἐν Σικε-
31.29 λίᾳ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν δόλῳ φονευθεὶς ἐν τῷ λου-
32.1 τρῷ, ἤδη ἐν τῇ βασιλείᾳ εἰκοστὸν ἕβδομον ἀνύσας ἔτος,
32.2 ἐτελεύτα.
32.3 Μεθ’ ὃν Κωνσταντῖνος ὁ υἱὸς τὰ τῆς βασιλείας ἐγχει-
32.4 ρίζεται σκῆπτρα. καὶ τούτου ἀρξαμένου εὐθὺς ὁ τῶν Σαρα-
32.5 κηνῶν ἡγούμενος ναῦς πλείστας κατασκευάσας κατὰ τοῦ 5
32.6 Βυζαντίου ἐκπέμπει, ἡγεμόνα τούτων ἐπιστήσας, ἅτε πιστό-
32.7 τατον καὶ τὰ πολέμια ἔμπειρον, κατὰ τὴν ἑαυτῶν διάλεκτον
32.8 Χαλὲβ ὀνομαζόμενον· ὃς ἀναχθεὶς προσωρμίζετο ἐν προαστείοις
32.9 τοῦ Βυζαντίου, κατὰ τὸν παραθαλάσσιον τόπον τὸν καλού-
32.10 μενον Ἕβδομον. τοῦτον αἰσθόμενος Κωνσταντῖνος ἀντι- 10
32.11 παρατάττεται καὶ αὐτὸς στόλῳ μεγάλῳ. ὑφ’ ὧν πλεῖσται
32.12 ναυμαχίαι ἑκάστης ἡμέρας ἐγίνοντο, τοῦ πολέμου συγκρο-
32.13 τουμένου ἀπὸ τοῦ ἐαρινοῦ μέχρι φθινοπωρινοῦ καιροῦ.

19
32.14 χειμῶνος δὲ ἐπιγινομένου ὁ τῶν Σαρακηνῶν στόλος δια-
32.15 περαιωθεὶς ἐν Κυζίκῳ διεχείμαζε, καὶ πάλιν ἔαρος ἀρχο- 15
32.16 μένου ἐκεῖθεν ἀνταναχθεὶς ὡσαύτως τοῦ διὰ θαλάσσης πο-
32.17 λέμου εἴχετο. ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος
32.18 τέλος οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυσε στόλος, ἀλλὰ
32.19 πολλούς τε ἄνδρας μαχίμους ἀποβαλόντες καὶ δεινῶς τραυ-
32.20 ματισθέντες καὶ χαλεπῶς ἡττημένοι ὑπενόστουν πρὸς τὰ 20
32.21 οἰκεῖα καταίροντες. πρὸς δὲ τοῖς πελάζουσι τοῦ Συλλαίου
32.22 γενόμενοι ὑπὸ σκληρῶν πνευμάτων καὶ θαλασσίου κλύδωνος
32.23 καταληφθέντες πανστρατιᾷ διώλοντο. ὁ δὲ τῶν Σαρακηνῶν
32.24 βασιλεὺς τὸ τοῦ στόλου ἀκούσας δυστύχημα πρέσβεις ἀπο-
32.25 στέλλει πρὸς Κωνσταντῖνον ὡς σπεισόμενος πρὸς αὐτὸν ἐπὶ 25
32.26 τελέσμασιν ἐνιαυσίοις. ὁ δὲ τούτους δεξάμενος καὶ τὰ δηλω-
32.27 θέντα ἀκηκοὼς συνεκπέμπει αὐτοῖς Ἰωάννην τὸν πατρίκιον,
32.28 τὸ ἐπίκλην Πιτζιγαύδιον, πολυπειρίᾳ καὶ φρονήσει δια-
33.1 φέροντα, ὡς τὰ ἐπὶ τῇ εἰρήνῃ διαλεχθησόμενον· ὃς πρὸς
33.2 τὰ τῶν Σαρακηνῶν γενόμενος ἤθη συμβαίνει τε αὐτοῖς ὅρ-
33.3 κοις τὴν εἰρήνην βεβαιωσάμενος ἐπὶ τριάκοντα ἔτεσιν, ὥστε
33.4 παρέχεσθαι Ῥωμαίοις ὑπὸ τῶν Σαρακηνῶν ἀνὰ ἔτος ποσό-
33.5 τητα χρυσίου τρεῖς χιλιάδας ἄνδρας τε αἰχμαλώτους πεντή- 5
33.6 κοντα καὶ ἵππους πεντήκοντα. ταῦτα ἀκηκοότες καὶ οἱ πρὸς
33.7 τὰ ἑσπέρια οἰκοῦντες μέρη, τουτέστιν ὁ τῶν Ἀβάρων ἡγε-
33.8 μὼν καὶ οἱ ἐπέκεινα ἄρχοντες τῶν πρὸς δύσιν παρακειμένων
33.9 ἐθνῶν διὰ πρέσβεων δῶρα τῷ βασιλεῖ στείλαντες εἰρήνην
33.10 ἐζήτησαν· ἐφ’ οἷς εἴξαντος τοῦ βασιλέως εἰρήνη τὸ λοιπὸν 10
33.11 καὶ γαλήνη ἔν τε τοῖς ἑῴοις ἔν τε τοῖς ἑσπερίοις ἐβραβεύετο.
33.12 καὶ ταῦτα μὲν οὕτως ἔσχε.
33.13 Λεκτέον δὲ ἤδη περὶ τῆς τῶν λεγομένων Οὔννων καὶ
33.14 Βουλγάρων ἀρχῆς καὶ καταστάσεως αὐτῶν. περὶ τὴν Μαιῶτιν
33.15 λίμνην κατὰ τὸν Κώφινα ποταμὸν καθίσταται ἡ πάλαι 15
33.16 καλουμένη μεγάλη Βουλγαρία καὶ οἱ λεγόμενοι Κότραγοι,
33.17 ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐν δὲ τοῖς Κων-
33.18 σταντίνου χρόνοις ὃς κατὰ τὴν δύσιν ἐτελεύτα, Κοβρᾶτός
33.19 τις ὄνομα κύριος γενόμενος τῶν φύλων τούτων τὸν βίον
33.20 μεταλλάξας πέντε καταλιμπάνει υἱούς, ἐφ’ οἷς διατίθε- 20
33.21 ται μηδαμῶς τῆς ἀλλήλων ἀποχωρισθῆναι διαίτης, ὡς ἂν
33.22 διὰ τῆς πρὸς ἀλλήλους εὐνοίας τὰ τῆς ἀρχῆς αὐτῶν δια-
33.23 σώζοιτο. οὗτοι μικρὰ τῆς πατρικῆς φροντίσαντες παρ-
33.24 αινέσεως ὀλίγου παρῳχηκότος χρόνου διέστησαν ἀλλήλων, ἕκα-
33.25 στος αὐτῶν τοῦ λαοῦ ἴδιον μέρος ἀποτεμνόμενος. ὧν ὁ 25
33.26 μὲν πρῶτος Βιανὸς υἱὸς λεγόμενος κατὰ τὰ ἐνταλθέντα
33.27 αὐτῷ παρὰ τοῦ πατρὸς ἐν τῇ προγονικῇ γῇ διέμεινε μέχρι
33.28 τοῦ δεῦρο, ὁ δὲ δεύτερος λεγόμενος Κότραγος τὸν Τάναϊν
34.1 περαιωθεὶς ποταμὸν ᾤκησε τούτων ἀντικρύ, ὁ δὲ τέταρτος

20
34.2 τὸν Ἴστρον ποταμὸν διαβὰς ἐν Παννωνίᾳ τῇ νῦν ὑπὸ
34.3 Ἀβάροις κειμένῃ αὐλίζεται ὑπόσπονδος τῷ ἐγχωρίῳ ἔθνει
34.4 γενόμενος, ὁ δὲ πέμπτος κατὰ τὴν Ῥαβεννησίαν πεντάπολιν
34.5 ἱδρυσάμενος ὑπόφορος Ῥωμαίοις ἐγένετο. τούτων ὁ λοιπὸς 5
34.6 τρίτος ἀδελφὸς ὄνομα Ἀσπαροὺχ τὸν Δάναπριν καὶ τὸν
34.7 Δάναστριν ποταμὸν περαιωθεὶς περὶ τὸν Ἴστρον οἰκίζεται,
34.8 τόπον πρὸς οἴκησιν ἐπιτήδειον, Ὄγλον τῇ σφῶν καλούμενον
34.9 φωνῇ, καταλαβόμενος, δυσχερῆ τε καὶ ἀνάλωτον πολεμίοις
34.10 ὑπάρχοντα· ἀσφαλής τέ ἐστι τὰ μὲν ἔμπροσθεν τῇ τε δυσ- 10
34.11 χωρίᾳ καὶ τῷ τελματώδης εἶναι τυγχάνων· τὰ δ’ οὖν ὄπισθεν
34.12 κρημνοῖς ἀβάτοις τετειχισμένα. οὕτω τοίνυν τοῦ ἔθνους
34.13 διαιρεθέντος καὶ σκεδασθέντος, τὸ τῶν Χαζάρων φῦλον
34.14 ἀπὸ τοῦ ἐνδοτέρου τῆς Βερυλίας λεγομένης χώρας ὡς πλη-
34.15 σίον τῶν Σαρματῶν ᾠκημένον πλείστης ἀδείας ἐντεῦθεν 15
34.16 ἐπέτρεχον. τὰ τοιαῦτα πάντα κατέδραμον χωρία τῆς ὑπὲρ
34.17 Πόντου τὸν Εὔξεινον γῆς καὶ θαλάττης ἐπέρασε· μεθ’ ὧν
34.18 καὶ Βιανὸν ὑπεξούσιον ποιησάμενος εἰς ὑπαγωγὴν φόρων
34.19 κατέστησε.
34.20 Κωνσταντῖνος δὲ ἐπειδὴ ἔγνω ὡς τὸ σκηνῶσαν τὸν 20
34.21 Ἴστρον ἔθνος τὰ πλησιάζοντα τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς χω-
34.22 ρία καταθέον διαφθείρειν ἐπεχείρει, στρατὸν ὁπλίτην ἐπὶ
34.23 τὴν Θακῴαν διαβιβάσας χώραν, ἔτι τε καὶ στόλον ὁπλίσας
35.1 κατὰ τοῦ ἔθνους ὡς ἀμυνόμενος ᾤχετο. οἱ δὲ Βούλγαροι
35.2 τῶν τε ἱππικῶν καὶ πλοΐμων τὰ πλήθη θεασάμενοι καὶ τῷ
35.3 αἰφνιδίῳ καὶ ἀνελπίστῳ καταπλαγέντες πρὸς τὰ ἑαυτῶν
35.4 ὀχυρώματα ἔφυγον, τέτρασιν ἡμέραις ἐκεῖσε ὑπομείναντες·
35.5 καὶ τῶν Ῥωμαίων μὴ δυνηθέντων αὐτοῖς πολέμῳ συμμῖξαι 5
35.6 διὰ τὴν δυσχωρίαν τοῦ τόπου, ἀνελάμβανόν τε αὑτοὺς καὶ
35.7 προθυμότεροι ἐγίνοντο. ὁ δὲ βασιλεὺς νόσῳ ποδαλγικῇ συ-
35.8 σχεθεὶς καὶ ὀξυπαθήσας ἐπὶ Μεσήμβρειαν τὴν πόλιν ἀπέπλει
35.9 θεραπείας ἕνεκεν, προστάξας τοῖς ἄρχουσι καὶ τοῖς λαοῖς
35.10 προσεδρεύειν τῷ ὀχυρώματι καὶ ὅσα πρὸς ἄμυναν τοῦ ἔθνους 10
35.11 κατεργάσασθαι. φήμη δέ τις ἐδέδοτο τὸν βασιλέα φεύγειν
35.12 μηνύουσα, δι’ ἣν θορυβηθέντες οὐδενὸς διώκοντος συν-
35.13 τόνως ἔφευγον. οἱ δὲ Βούλγαροι ἐπιδόντες ἐπεδίωκον καρ-
35.14 τερῶς, καὶ ὅσους μὲν τοῦ λαοῦ κατελάμβανον ἀνῄρουν,
35.15 πλείστους δὲ καὶ ἐτραυμάτιζον. περαιωθέντες δὲ τὸν Ἴστρον 15
35.16 ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ὑπερ-
35.17 κειμένου μεσογαίου, τὸ ὀχυρὸν καὶ ἀσφαλὲς τοῦ τόπου πάν-
35.18 τοθεν ἔκ τε τοῦ ποταμοῦ καὶ τῆς ἄγαν δυσχωρίας θεα-
35.19 σάμενοι ἐνταῦθα σκηνοῦσι. κρατοῦσι δὲ καὶ τῶν [ἐγγιζόν-
35.20 των] παρῳκημένων Σκλαβηνῶν ἐθνῶν, καὶ οὓς μὲν τὰ 20
35.21 πρὸς Ἀβάρους πλησιάζοντα φρουρεῖν, οὓς δὲ τὰ πρὸς Ῥω-
35.22 μαίους ἐγγίζοντα τηρεῖν ἐπιτάττουσιν. ἐν τούτοις ὀχυρω-

21
35.23 θέντων καὶ αὐξηθέντων τὰ ἐπὶ Θρᾴκης χωρία τε καὶ πο-
35.24 λίσματα καταδῃοῦν ἐπεχείρουν. τῷ βασιλεῖ δὲ ἀνάγκη ἦν
35.25 ταῦτα ὁρῶντι ἐπὶ τελέσμασι πρὸς αὐτοὺς σπένδεσθαι. 25
35.26 Οὕτω τοιγαροῦν εἰρηνευούσης πάντοθεν τῆς Ῥωμαίων
35.27 βασιλείας ἡ τῶν Μονοθελητῶν δυσσεβὴς αἵρεσις ἐκρατύνετο,
35.28 ἤδη τῶν ἀφ’ Ἡρακλείου τοῦ βασιλέως χρόνων λαβοῦσα τὴν
36.1 ἀρχήν· καὶ σχίσμα ἦν περὶ τὴν καθολικὴν ἐκκλησίαν. ταῦτα
36.2 διαγνοὺς Κωνσταντῖνος σύνοδον οἰκουμενικὴν συγκροτεῖ, ἣ
36.3 τὰς μὲν προλαβούσας πέντε ἁγίας οἰκουμενικὰς συνόδους
36.4 ἐκύρωσε καὶ τὰ δύο ἐπὶ τοῦ σωτῆρος Χριστοῦ θελήματα
36.5 καὶ δύο φυσικὰς ἐνεργείας, τέλειον αὐτὸν ἐν θεότητι καὶ 5
36.6 τέλειον ἐν ἀνθρωπότητι διατρανώσασα καὶ τῷ ἀναθέματι
36.7 τοὺς τῆς αἱρέσεως ἄρξαντας παραπέμψασα. οὕτως ἐν γα-
36.8 λήνῃ καὶ εἰρηνικῇ καταστάσει τὸ λοιπὸν τῆς ζωῆς διατελέσας
36.9 τῷ ἑπτακαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐτελεύτα. καὶ
36.10 κατατίθεται αὐτοῦ τὸ λείψανον ἐν τοῖς βασιλείοις τῶν ἁγίων 10
36.11 ἀποστόλων μνήμασι.
36.12 Καταλιμπάνει δὲ εἰς τὴν βασιλείαν τὸν υἱὸν Ἰουστι-
36.13 νιανὸν ἑκκαιδέκατον ἔτος τῆς ἡλικίας ἄγοντα; ὃς τῆς βασι-
36.14 λείας ἐπιλαβόμενος τὰ ὑπὸ τοῦ πατρὸς τῆς εἰρήνης ἕνεκεν
36.15 καὶ τῆς ἄλλης πολιτικῆς εὐταξίας βραβευθέντα διέστρεφε. 15
36.16 μεθ’ ὧν λύει καὶ τὴν πρὸς τοὺς Βουλγάρους γενομένην
36.17 εἰρήνην. ἱππικὰ δὲ στρατεύματα πρὸς τοῖς Θακῴοις δι-
36.18 αγαγὼν χωρίοις κατὰ τῶν Σκλαβηνῶν εὐθέως ὥρμησε. μέχρι
36.19 δὲ Θεσσαλονίκης ἐκδραμὼν πόλεως, πολλὰ τῶν ἐκεῖσε Σκλα-
36.20 βηνῶν γένη τὰ μὲν πολέμῳ τὰ δὲ ὁμολογίᾳ παραλαβών, εἰς 20
36.21 τὴν τοῦ Ὀψικίου λεγομένην χώραν διὰ τῆς Ἀβύδου δια-
36.22 βιβάσας κατέστησεν. ἐξ ὧν στρατεύει ἄχρι καὶ εἰς τριάκοντα
36.23 χιλιάδας λαόν, οὓς ἐξοπλίσας λαὸν ἐκάλεσε περιούσιον, ἄρ-
36.24 χοντα αὐτοῖς ἐκ τῶν εὐγενεστέρων ἐπιστήσας Νεβοῦλον
36.25 τοὔνομα. εἰς οὓς θαρρήσας λύει τὴν πρὸς τοὺς Σαρακηνοὺς 25
36.26 παρὰ τοῦ πατρὸς γενομένην εἰρήνην, μεθίστησι δὲ καὶ τοὺς
36.27 ἐν τῷ ὄρει τοῦ Λιβάνου λοχοῦντας ἐκ παλαιοῦ χρόνου
36.28 ὁπλίτας. ἐκστρατεύει δὲ κατ’ αὐτῶν, καὶ κατὰ τὴν Σεβαστό-
36.29 πολιν γίνεται. καὶ αὐτοὶ δὲ ἐπιστρατεύσαντες πρὸς αὐ-
36.30 τοὺς παραγίνονται· καὶ τὰ μὲν τῆς εἰρήνης φυλάττεσθαι 30
37.1 βέβαια παρ’ αὑτῶν ἔφασκον, εἰ δὲ βούλοιντο διαστρέφειν
37.2 Ῥωμαῖοι, θεὸν κριτὴν τῶν αἰτίων γίνεσθαι. Ἰουστινιανοῦ
37.3 δὲ μᾶλλον τῆς μάχης αἱρουμένου, οὗτοι τὸν τῆς εἰρήνης
37.4 ἔγγραφον λόγον ἐφ’ ὑψηλοῦ ἀναρτήσαντες σημείου προάγειν
37.5 ἐκέλευον, καὶ δὴ κατὰ Ῥωμαίων ἐχώρουν. οἱ δὲ εἰς φυγὴν 5
37.6 ἐτράποντο. καὶ ὁ κληθεὶς περιούσιος τῶν Σκλάβων λαὸς
37.7 τοῖς Σαρακηνοῖς προστίθεται, καὶ σὺν αὐτοῖς Ῥωμαίους
37.8 ἀνῄρουν. ἐξ οὗ πλεῖον προσκτησάμενοι θάρσος πλειόνως

22
37.9 τὴν Ῥωμαίων ἀρχὴν ἐλυμαίνοντο. καὶ τὰ μὲν πρὸς τὸ
37.10 ἔθνος οὕτω πως ἔσχεν. 10
37.11 Ἐς δὲ τὰς πολιτικὰς ἀρχὰς καθίστα ἄνδρας ἀπηνεῖς
37.12 καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος εὐνοῦχος Πέρσης, ταμίας
37.13 τῶν βασιλικῶν χρημάτων· καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκι-
37.14 ζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν
37.15 ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὥσπερ τοὺς παῖδας οἱ 15
37.16 γραμματισταὶ ἐπιθέμενος. Θεόδοτον δέ τινα μοναχόν, ἐγ-
37.17 κλειστὸν τὸ πρότερον κατὰ τὰ Θακῷα τοῦ Στενοῦ λεγομέ-
37.18 νου πόρου γεγονότα, τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες
37.19 γενικὸν λογοθέτην καλοῦσι, κατέστησεν, ὃς ὑπερβολῇ ὠμότητος
37.20 οὐ τοὺς ὑπ’ αὐτὸν μόνον χρήματα ἔπραττε, μετεώροις σχοι- 20
37.21 νίοις ἀναρτῶν καὶ ἀχύροις περικαπνίζων, ἀλλ’ ἤδη καὶ
37.22 ἑτέρους περιφανεστέρους ἄνδρας δημεύων καὶ ἀφορήτους
37.23 ποινὰς ἐπιφέρων ἀπέκτεννεν.
37.24 Λεόντιον δέ τινα πατρίκιον ἐκ τῆς τῶν Ἰσαύρων ὁρ-
37.25 μώμενον χώρας καὶ στρατηγὸν γενόμενον τοῦ ἀνατολικοῦ 25
37.26 καλουμένου στρατεύματος, εὐδόκιμόν τε ἐν πολλοῖς πολλάκις
37.27 γενόμενον, καὶ αὐτὸν ὑποφρούριον τρισὶ χρόνοις Ἰουστι-
38.1 νιανὸς ἐποίησεν· εἶτα τῆς φρουρᾶς λύσας στρατηγὸν τῆς
38.2 Ἑλλάδος προβάλλεται, αὐθημερὸν ἀναγκάσας τοῦ Βυζαντίου
38.3 ἀπαίρειν. πρὸς ὃν γίνονται φίλοι τυγχάνοντες ἀωρὶ τῆς
38.4 νυκτὸς Παῦλός τις μοναχὸς τῆς Καλλιστράτου μονῆς ὑπ-
38.5 άρχων, ἀστρονόμος τὴν ἐπιστήμην, καὶ Γρηγόριος μοναχὸς 5
38.6 καὶ ἡγούμενος ἐν τῇ Φλώρου μονῇ, Καππαδόκης τὸ γένος,
38.7 ὡς προπέμψοντες. αὐτὸς δὲ ἰδὼν ἐνεκάλει λέγων ὡς “μά-
38.8 την μοι τὰ τῆς βασιλείας προεμαντεύσασθε· νῦν γὰρ ἐν-
38.9 θένδε ἀποχωροῦντα τὸ τέλος με τῆς ζωῆς πικρὸν κατα-
38.10 λήψεται”. οἱ δὲ τῆς ὁδοῦ εἶργον, βέβαια παρεχόμενοι �ὡς� 10
38.11 εἰ μὴ ὀκνήσειεν τῆς ἐξουσίας κρατήσειεν. τούτοις πεισθεὶς
38.12 εὐθὺς ἐπικομίζων τινὰς τῶν ὑπηρετῶν ἔτι τῆς νυκτὸς ἐφ-
38.13 ισταμένης καὶ ὅπλα ἀνελόμενος εἰς τὸ πραιτώριον ἄνεισιν
38.14 ἡσυχῇ. καὶ σημηνάντων ὡς τὸν βασιλέα παρεῖναι ἐν τοῖς
38.15 ἐκεῖσε πρᾶξαι τὰ κατὰ γνώμην, ὁ τοῦ πραιτωρίου ὕπαρχος 15
38.16 ὑπήντα διανοιγνὺς τὰς πύλας· ὃν αὐτίκα χεῖρας καὶ πόδας
38.17 ἐπέδησεν. ἐντὸς δὲ γενόμενος Λεόντιος πάντας τοὺς καθ-
38.18 ειργμένους ἔλυσε καὶ ὁπλίσας ἐπὶ τὸν καλούμενον Φόρον
38.19 ἐξώρμησε· κἀκεῖθεν σκεδαννυμένους ἀνὰ πάντα μέρη τῆς
38.20 πόλεως βοῇ κράζειν ἐκέλευσε πάντας Χριστιανοὺς εἰς τὸ 20
38.21 ἱερὸν τῆς Σοφίας παραγενέσθαι. ἐξ ὧν πᾶν τὸ πλῆθος
38.22 θορυβηθὲν σπουδῇ πρὸς τὸν λουτῆρα τῆς ἐκκλησίας ἠθροί-
38.23 ζετο. ὁ δὲ σὺν τοῖς μοναχοῖς καὶ ἑτέροις τῶν φίλων πρὸς
38.24 Καλλίνικον τὸν τηνικαῦτα ἱεράρχην τῆς πόλεως ἔρχεται, καὶ
38.25 βιάζεται κατελθεῖν καὶ φωνῆσαι πρὸς τὸν λαόν “αὕτη ἡ 25

23
38.26 ἡμέρα ἣν ἐποίησεν ὁ κύριος”. τὸ δὲ πλῆθος Ἰουστινιανὸν
38.27 ἐδυσφήμει. καὶ οὕτως ἅπαντες ἐπὶ τὸν χῶρον τῆς ἱππο-
38.28 δρομίας ᾤχοντο. ἡμέρας δὲ ἐπιγενομένης ἐκφέρουσιν Ἰου-
38.29 στινιανὸν πρὸς αὐτούς. καὶ τῆς πληθύος βοώσης βασιλέα
39.1 ξίφος διαδέχεσθαι, Λεόντιος τοῦ αἵματος αὐτοῦ φεισάμενος
39.2 διὰ τὴν πρὸς Κωνσταντῖνον τὸν πατέρα αὐτοῦ ἀγάπην,
39.3 τεμὼν τὴν γλῶτταν καὶ τὴν ῥῖνα ἐν Χερσῶνι τῇ πόλει ἐξ-
39.4 ώρισε, δέκατον ἤδη ἔτος ἐν τῇ βασιλείᾳ διανύσαντα. Λεόν-
39.5 τιος δὲ ὑπὸ τοῦ πλήθους βασιλεὺς ἀναγορεύεται. Στέφανον 5
39.6 δὲ τὸν εὐνοῦχον καὶ Θεόδοτον τὸν μοναχόν, δι’ ἣν ὑπ-
39.7 έμεινε παρ’ αὐτῶν κάκωσιν, καὶ ἄκοντος τοῦ βασιλέως συλ-
39.8 λαβόμενοι καὶ τῶν ποδῶν ἐξαναρτήσαντες διὰ σχοίνων συ-
39.9 ρέντας πρὸς τὴν καλουμένην τοῦ Βοὸς ἀγορὰν πυρὶ
39.10 παραδεδώκεσαν. καὶ τὰ μὲν ἐν Κωνσταντινουπόλει οὕτω 10
39.11 διέκειντο.
39.12 Ἡ δὲ ὑπὸ Ἀφρικὴν Καρχηδὼν πρῴην ὑπὸ Ῥωμαίοις
39.13 τελοῦσα τότε ὑπὸ χεῖρα τῶν Σαρακηνῶν γίνεται, πολέμῳ
39.14 παρ’ αὐτοῖς ληφθεῖσα. τοῦτο διαγνοὺς Λεόντιος ἅπαντα τὰ
39.15 Ῥωμαϊκὰ ἐξώπλισε πλόϊμα, στρατηγόν τε ἐπ’ αὐτοῖς Ἰωάννην 15
39.16 τὸν πατρίκιον ὡς ἔμπειρον τῶν πολεμίων προχειρισάμενος
39.17 πρὸς Καρχηδόνα κατὰ τῶν Σαρακηνῶν ἐξέπεμψεν· ὃς ἐκεῖσε
39.18 παραγενόμενος τοὺς μὲν ἐν αὐτῇ τῶν Σαρακηνῶν πολέμῳ
39.19 ἐτροπώσατο, τὴν δὲ πόλιν Ῥωμαίοις ἀνεσώσατο, καὶ τἆλλα
39.20 πάντα τὰ ἐκεῖσε πολίσματα τῆς τοῦ ἔθνους ἀπαλλάξας ἐξ- 20
39.21 ουσίας καὶ στρατὸν ὁπλίτην πρὸς φυλακὴν ἐν αὐτοῖς ἐγ-
39.22 καταλείψας αὐτοῦ διεχείμαζεν. ὁ δὲ τῶν Σαρακηνῶν βασιλεὺς
39.23 ταῦτα μεμαθηκὼς πλείονα κατ’ αὐτοῦ ἐκίνησε πόλεμον, δι’
39.24 οὗ καὶ τὸν μὲν Ἰωάννην σὺν τῷ περιόντι αὐτῷ Ῥωμαϊκῷ
39.25 στόλῳ ἐξώθησε, καὶ τὴν Καρχηδόνα παραλαμβάνει πάλιν 25
39.26 καὶ τὰ περὶ αὐτὴν πολίσματα. ὁ δὲ Ἰωάννης ἀφορμήσας
39.27 πρὸς βασιλέα ἀνήγετο, ἐν δὲ τῇ νήσῳ Κρήτῃ γενόμενος
39.28 ὑπό τε τῶν ἀρχόντων καὶ τοῦ στρατιωτικοῦ πλήθους ἐστα-
39.29 σιάζετο, ὡς οὐδαμῶς βουληθεὶς αἰσχύνῃ καὶ δέει κατε-
39.30 χόμενος πρὸς βασιλέα παραγενέσθαι. διὰ τοῦτο Λεόντιον μὲν 30
40.1 δυσφημοῦντες ἀθετοῦσι, ψηφίζονται δὲ Ἀψίμαρον ὄνομα,
40.2 στρατοῦ ἄρχοντα τῶν Κουρικιωτῶν τυγχάνοντα τῆς ὑπὸ
40.3 Κιβυραιωτῶν χώρας, ὃν δρουγγάριον Ῥωμαίοις καλεῖν ἔθος,
40.4 Τιβέριον αὐτὸν ἐπονομάσαντες. ἐν δὲ τῷ μεταξὺ νόσος
40.5 λοιμικὴ τῇ πόλει ἐπέσκηψε καὶ πλῆθος λαοῦ ἐν μησὶ τέ- 5
40.6 τρασι διέφθειρεν. Ἀψίμαρος δὲ σὺν τῷ συνόντι αὐτῷ
40.7 στόλῳ εἰς Βυζάντιον ἀναχθεὶς ἀντικρὺ τῆς πόλεως ἐν Συ-
40.8 καῖς λεγομένῳ παραθαλασσίῳ χωρίῳ προσορμίζεται. ἐπὶ χρό-
40.9 νον δέ τινα πόλεμον συμβαλὼν τοῖς ἐν τῇ πόλει, τέλος τοὺς
40.10 ὑπὸ τοῦ τείχους Βλαχερνῶν φρουροὺς καὶ τοὺς τούτων 10

24
40.11 ἄρχοντας ὑποφθείρας δόλῳ ὑπ’ αὐτῶν παραλαμβάνει τὴν
40.12 πόλιν. καὶ ὁ σὺν αὐτῷ στρατὸς εἰσελθὼν τὰ χρήματα τῶν
40.13 πολιτῶν διήρπαζε. Λεόντιον δὲ χειρωσάμενος τρίτον ἔτος
40.14 ἐν τῇ βασιλείᾳ διάγοντα τὴν ῥῖνα αὐτοῦ ἐξέτεμε, καὶ ἐν
40.15 τῷ καλουμένῳ τῆς Δελμάτου μοναστηρίῳ ἡσυχάζειν προσ- 15
40.16 έταξε.
40.17 Καὶ οὕτω μὲν ταῦτα ἐπ’ αὐτοῖς συνέβαινεν· Ἰουστι-
40.18 νιανὸς δὲ ἐπεὶ πρὸς τῇ Χερσῶνι διέτριβε, συχνότερον δημη-
40.19 γορῶν ὡς πάλιν κρατήσειν τῆς βασιλείας ἐπαρρησιάζετο. οἱ
40.20 δὲ ὧδε πολῖται κίνδυνον ἑαυτοῖς ὑπονοούμενοι ἐβουλεύσαντο 20
40.21 αὐτὸν ἀνελεῖν ἢ δεσμώτην πρὸς Ἀψίμαρον ἀναπέμπειν.
40.22 αὐτὸς δὲ τοῦτο αἰσθόμενος ἐκεῖθεν διέφυγε καὶ εἰς τὸ
40.23 φρούριον τὸ λεγόμενον Δόρος πρὸς τῇ Γοτθικῇ κείμενον
40.24 χώρᾳ ἀπέδρασεν. αἰτεῖ δὲ τὸν τῶν Χαζάρων ἡγεμόνα (χαγά-
40.25 νους δὲ τούτους αὐτοὶ καλοῦσιν) ὡς αὐτὸν παραγενέσθαι. 25
40.26 ὁ δὲ τῇ αἰτήσει εἶξε καὶ αὐτὸν μετὰ τιμῆς ἐδέξατο, καὶ
40.27 φιλιωθεὶς αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Θεοδώραν καλουμένην
40.28 εἰς γυναῖκα ἐξέδοτο. ὁ δὲ τῇ αὐτοῦ συναινέσει ἐν Φανα-
40.29 γώρῃ ἐλθὼν σὺν αὐτῇ διέτριβε. ταῦτα διαγνοὺς Ἀψίμαρος
41.1 ἐνέκειτο συχνῶς τὸν τῶν Χαζάρων ἄρχοντα ἐκλιπαρῶν, πλεῖστα
41.2 δὲ χρήματα καὶ δῶρα ὑπισχνεῖτο, εἰ ζῶντα Ἰουστινιανὸν ἢ
41.3 τὴν κεφαλὴν αὐτῷ ἐκπέμψαι. ὁ δὲ ταῖς πολλαῖς εἴξας
41.4 παρακλήσεσιν ὑπέσχετο τοῦτο πληροῦν. πέμπει οὖν ἄνδρας
41.5 εἰς φυλακὴν αὐτοῦ καθεστάναι, τῷ μὲν προσχήματι ὡς μὴ 5
41.6 ὑπὸ τῶν ὁμοφύλων ἐπιβουλευθείη, τῷ ὄντι δὲ [φυλάσσειν],
41.7 ὡς μὴ ἀποδράσαι ποτὲ προασφαλιζόμενος. κελεύει δὲ τῷ
41.8 ἄρχοντι τῶν ὁμοεθνῶν, ᾠκειωμένῳ δὲ Ἰουστινιανῷ ὄντι,
41.9 ἔτι δὲ καὶ τῷ ἄρχοντι τῷ τοῦ Βοσπόρου τοῦ Σκυθικοῦ
41.10 ἐπιτηρεῖν ἡνίκα αὐτοῖς ἐπιτρέψει ἀνελεῖν αὐτὸν ὡς τάχιστα. 10
41.11 ταῦτα δὲ μηνύεται Θεοδώρᾳ παρά τινος τῶν τοῦ πατρὸς
41.12 οἰκετῶν· ἡ δὲ τὰ τῆς ἐπιβουλῆς τῷ ἀνδρὶ ἀνετίθει. καὶ
41.13 αὐτὸς τὸν οἰκεῖον ἐκεῖνον τὸν Χάζαρον καλέσας καὶ ἀπ-
41.14 ιδιάσας μετ’ αὐτοῦ ἀγχόνῃ παρέδωκε, τῷ αὐτῷ τε τρόπῳ
41.15 ἀναιρεῖ καὶ τὸν Βοσπόρου ἄρχοντα. εὐθὺς δὲ Θεοδώραν 15
41.16 τὴν γαμετὴν πρὸς τὸν πατέρα ἐκπέμπει, αὐτὸς δὲ ἀπάρας
41.17 εἰς Τόμιν καλούμενον παραθαλάσσιον χωρίον κατῆλθε.
41.18 κἀκεῖσε νηῒ ἐπιβὰς σὺν ἑτέροις τισὶν ἀνδράσι καὶ ταύτην
41.19 παραπλεύσας ἦλθε μέχρι Συμβόλου τῇ πόλει πλησιάσας
41.20 Χερσῶνι. καὶ προσορμίσας τῷ ἐκεῖσε λιμένι πέμπει ἕνα τῶν 20
41.21 ἑταίρων ἐπὶ τῇ πόλει, κἀκεῖθεν ἄγει πρὸς αὐτὸν τὸν Βα-
41.22 ρασβακούριον καὶ τὸν τούτου ἀδελφὸν τόν τε Σαλιβᾶν καὶ
41.23 ἑτέρους τινὰς ἄνδρας. καὶ σὺν αὐτοῖς ἐκπλεύσας, τὰ λεγό-
41.24 μενα Νεκρόπηλα παρελθὼν πρὸς τὸν Ἴστρον ποταμὸν παρα-
41.25 γίνεται. ἐκεῖθεν ἐκπέμπει τῶν συνόντων τινὰ Στέφανον 25

25
41.26 πρὸς Τέρβελιν κύριον ὄντα τηνικαῦτα τῶν ἐκεῖσε Βουλγάρων,
41.27 παρακαλῶν συλλαβέσθαι αὐτῷ ὥστε τὸν τῆς βασιλείας ἀπο-
42.1 λήψεσθαι θρόνον, ἄλλα τε πλεῖστα δῶρα ὑποσχόμενος καὶ τὴν
42.2 ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα αὐτῷ δώσειν ἐπαγγειλάμενος. ὁ δὲ
42.3 προθύμως ἐν πᾶσιν ὑπεῖκε, καὶ Ἰουστινιανὸν σὺν τιμῇ
42.4 μεγάλῃ ἐδέξατο, καὶ ἅπαντα τὸν ὑπ’ αὐτῷ λαὸν ὁπλίσας
42.5 σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν ᾤχετο. προσεδρεύει δὲ τῷ 5
42.6 τείχει Βλαχερνῶν ἐπὶ τρισὶν ἡμέραις, ἀξιῶν τοὺς τῆς πό-
42.7 λεως εἰσδεχθῆναι αὐτὸν βασιλέα. οἱ δὲ αἰσχρῶς ὑβρίζοντες
42.8 ἀπέπεμπον. ὁ δὲ νυκτὸς εἰσδύεται σὺν ὀλίγοις τισὶ κατὰ
42.9 τὸν τῆς πόλεως ἀγωγὸν κἀντεῦθεν παραλαμβάνει τὴν πό-
42.10 λιν καὶ πρὸς βραχὺ σκηνοῦται ἐν τῷ παλατίῳ Βλαχερνῶν. 10
42.11 Ἡράκλειον δὲ τὸν ἀδελφὸν Ἀψιμάρου στρατηγὸν τοῦ ἀνα-
42.12 τολικοῦ στρατοῦ γενόμενον καὶ τοὺς ἄλλους ἄρχοντας καὶ
42.13 ὑπασπιστὰς αὐτοῦ πρὸς τῷ τείχει ἐπὶ ξύλου ἀνήρτησεν.
42.14 Ἀψίμαρον δὲ συλλαβὼν ἕβδομον ἔτος ἐν τῇ βασιλείᾳ δι-
42.15 ανύσαντα, ἔτι δὲ καὶ Λεόντιον σιδήροις πεδήσας κατέσχεν ἐν 15
42.16 εἱρκτῇ· μετὰ δὲ ταῦτα ἱππικὸν ἐπιτελέσας ἀγῶνα, θάτερον
42.17 μὲν ἐκ δεξιῶν θάτερον δὲ ἐξ ἀριστερῶν πρὸς τοῖς ποσὶν
42.18 αὐτοῦ πατεῖσθαι ῥίψας ἐπὶ ὥρας βραχείας, μετὰ ταῦτα ἐκ-
42.19 πέμπει ἐν τῷ καλουμένῳ Κυνηγίῳ τμηθῆναι τὰς κεφαλάς.
42.20 τὸν δὲ Βουλγάρων ἄρχοντα Τέρβελιν ἔξω τείχους Βλαχερ- 20
42.21 νῶν σκηνούμενον πολλὰ φιλοφρονησάμενος, τέλος παραγενό-
42.22 μενον πρὸς αὐτὸν χλανίδα τε περιβάλλει βασιλικὴν καὶ
42.23 Καίσαρα ἀναγορεύει, καὶ συμπάρεδρον ποιησάμενος προσ-
42.24 κυνεῖσθαι σὺν αὐτῷ ὑπὸ τοῦ λαοῦ ἐκέλευε, καὶ πλεῖστα παρα-
42.25 σχόμενος δῶρα πρὸς τὰ ἑαυτοῦ ἐξέπεμπε. Καλλίνικον δὲ 25
42.26 τὸν τῆς πόλεως ἱεράρχην, ὡς δυσφημήσαντα αὐτὸν ἐπὶ τῇ
42.27 τοῦ Λεοντίου ἀναγορεύσει, τυφλώσας ἐν τῇ Ῥώμῃ ἐξέπεμψε,
42.28 Κῦρον ἀντ’ αὐτοῦ εἰς τὴν ἱερωσύνην προχειρισάμενος τὸν
42.29 ἐν Ἀμάστριδι ἐγκλειστὸν γενόμενον, προσημάναντα αὐτῷ
42.30 ἐκεῖσε παριόντι τὴν τῆς δευτέρας βασιλείας κατάστασιν. πο- 30
43.1 λύν τε φόνον καὶ κάκωσιν ἐν τοῖς ὑπηκόοις ἐποιεῖτο· τοὺς
43.2 μὲν γὰρ εἰς ἄρχοντας προβαλλόμενος αὐτίκα ἑτέρους ὄπισθεν
43.3 ἐκπέμπων ἀνῄρει, οὓς δὲ ἐν δείπνῳ συγκαλῶν δόλῳ ἀπ-
43.4 έκτεινεν, ἄλλους ἐν τῷ βυθῷ σάκκοις ἐμβαλὼν ἀπέρριπτε, καὶ
43.5 συνελόντα εἰπεῖν, ὠμότητι πολλῇ καὶ θηριώδει γνώμῃ πρὸς 5
43.6 τὸ ὑπήκοον διακείμενος. ἐν τούτοις δὲ μεταστέλλεται ἀπὸ
43.7 Χαζαρίας Θεοδώραν τὴν ἑαυτοῦ γαμετὴν καὶ Τιβέριον τὸν
43.8 ἐξ αὐτῆς τεχθέντα αὐτῷ υἱόν, καὶ στέφει αὐτοὺς εἰς βασι-
43.9 λέας. μετὰ τοῦτο λύει τὴν πρὸς τοὺς Βουλγάρους εἰρήνην,
43.10 καὶ στρατεύματα πλεῖστα διά τε γῆς καὶ θαλάσσης πρὸς 10
43.11 τοῖς Θακῴοις μέρεσι διαγαγὼν πρὸς τῇ Ἀγχιάλῳ πόλει ὡς
43.12 πολεμήσων αὐτοὺς παραγίνεται. ἀφυλάκτως δὲ τοῦ λαοῦ

26
43.13 πρὸς τὰ ἐκεῖσε πεδία ἐπὶ κομιδῇ χόρτου σκεδαννυμένου
43.14 ἐπιπίπτουσιν ἀθρόως οἱ Βούλγαροι καὶ πολλοὺς αὐτῶν
43.15 διαφθείρουσι, πολλοὺς δὲ καὶ αἰχμαλώτους εἷλον. καὶ Ἰου- 15
43.16 στινιανῷ ἐν τῇ πόλει Ἀγχιάλῳ ἀπολειφθέντι ἐπὶ τρισὶν ἡμέ-
43.17 ραις προσεδρεύουσιν. ὁ δὲ νυκτὸς ναυσὶν ἐπιβὰς φυγῇ
43.18 ἐκεῖθεν ἀπέπλευσε καὶ εἰς Βυζάντιον ἐπανάγεται.
43.19 Ἐν τούτοις ὄντων τῶν πραγμάτων ὁ τῶν Σαρακηνῶν
43.20 βασιλεὺς λαὸν πλεῖστον ὁπλίτην ἐκπέμπει, ἡγεμόνας αὐτοῖς 20
43.21 ἐπιστήσας Μασαλμᾶν καὶ Σολυμᾶν κατὰ τὴν αὐτῶν διά-
43.22 λεκτον καλουμένους, ὡς τὰ Τύανα τὴν πόλιν πολιορκήσον-
43.23 τας. οἱ δὲ ἐκεῖσε παραγενόμενοι, πολέμους πλείστους συν-
43.24 άψαντες, μέρος δὲ καὶ τοῦ τείχους ἐκ τῶν πρὸς τειχομαχίαν
43.25 ὀργάνων καταβαλόντες καὶ πλέον οὐδὲν ἀνύσαι ἰσχύσαντες, 25
43.26 ἀποχωρεῖν πρὸς τὰ οἰκεῖα ἐβούλοντο. ἐν ᾧ ἐκπέμπει Ἰου-
43.27 στινιανὸς πρὸς τῇ μεσογείᾳ, καὶ πλεῖστον λαὸν ἄγροικόν τε
43.28 καὶ γεωργικὸν ἀθροίσας πρὸς τὰ Τύανα ἀφικνεῖσθαι ἐκέ-
43.29 λευσεν ὡς τοὺς πολιορκουμένους ἐπαμυνόμενος. τούτους
43.30 ἀόπλους οἱ Σαρακηνοὶ θεασάμενοι ὁρμῶσι κατ’ αὐτῶν, καὶ 30
44.1 τοὺς μὲν ξίφει ἀνεῖλον τοὺς δὲ αἰχμαλώτους συνέλαβον.
44.2 ἐντεῦθεν θαρραλεώτερον διατεθέντες τῆς προσεδρίας Τυάνων
44.3 εἴχοντο. οἱ δὲ ἀπορίᾳ δαπανημάτων τῶν πρὸς μάχην ἀπ-
44.4 ειπόντες τῆς τε παρὰ βασιλέως βοηθείας οὐκ εὐπορήσαντες,
44.5 ὁμολογίᾳ ἑαυτοὺς τοῖς ἐχθροῖς παρέδοσαν καὶ πρὸς τὰ τῶν 5
44.6 Σαρακηνῶν ἤθη ἀπῴχοντο. ἐξ ἐκείνου λοιπὸν πλείστη τοῖς
44.7 ἐχθροῖς παρρησία ἐδέδοτο ἀδεῶς τὰς Ῥωμαίων καταληΐζεσθαι
44.8 χώρας, οὐδενὸς τούτοις ἰσχύοντος ἀντιτάττεσθαι, καί τινα
44.9 τούτων ἀποδασμὸν εἰς τριάκοντα ἄνδρας περιιστάμενον ἄχρι
44.10 Χρυσοπόλεως κατελθεῖν (παραθαλάσσιον χωρίον ἀντικρὺ 10
44.11 Βυζαντίου πρὸς ἥλιον ἀνίσχοντα ἱδρυμένον), καὶ τοὺς μὲν
44.12 αὐτόσε οἰκήτορας ἀποσφάξαι, τὰς δὲ πορθμίδας ἐμπρῆ-
44.13 σαι ναῦς.
44.14 Ἰουστινιανὸς δὲ ἐν μνήμῃ ἔχων περὶ τῆς γενομένης
44.15 αὐτῷ πρὸς Ἀψίμαρον παρὰ τῶν ἐν Χερσῶνι διαβολῆς, ναῦς 15
44.16 πολὺ πλείστας καὶ διαφόρους συναγείρας, ἐμβιβάσας παρ’
44.17 αὐτοῦ ἄχρις εἰς ἑκατὸν χιλιάδας ἀριθμὸν ἀνδρῶν, εἰδότας
44.18 ἔκ τε τῶν στρατιωτικῶν καταλόγων, ἔτι δὲ καὶ τοῦ γεωρ-
44.19 γικοῦ καὶ τῶν βαναυσικῶν τεχνῶν τῶν τε ἐκ τῆς συγκλή-
44.20 του βουλῆς καὶ τοῦ τῆς πόλεως δήμου, Στέφανον δέ τινα 20
44.21 πατρίκιον τὸ ἐπίκλην Ἄσμικτον τοῦ τοιούτου στόλου ἡγε-
44.22 μόνα προβαλόμενος ἐξέπεμψε, προστάξας πάντας τοὺς ἐν
44.23 Χερσῶνι καὶ Βοσφόρῳ καὶ τοὺς τῶν ἄλλων ἀρχοντιῶν λαοὺς
44.24 ξίφεσιν ἀνηλωκέναι, Ἡλίαν δὲ τὸν αὐτοῦ δορυφόρον σὺν
44.25 αὐτῷ ἀπιόντα ἄρχοντα Χερσῶνος ἐγκαταστῆσαι, ἔτι δὲ καὶ 25
44.26 Βαρδάνην Ἀρμένιον τῷ γένει ἐξόριστον ἐκεῖσε καταλιπεῖν.

27
44.27 Στέφανος δὲ διὰ τῆς Ποντικῆς θαλάσσης πρὸς τὰ ἐκεῖσε
45.1 περαιωθεὶς τὰ προστεταγμένα ἐπλήρου, μειράκιά τινα ὀλίγα
45.2 τῷ συνόντι αὐτῷ λαῷ ὡς δῆθεν αἰχμάλωτα περιποιήσας.
45.3 Τονδοῦνον δὲ τὸν Χερσῶνος ἄρχοντα καὶ Ζωῗλον πρωτο-
45.4 πολίτην λεγόμενον καὶ ἑτέρους ἄνδρας τεσσαράκοντα τῶν
45.5 ἐμφανεστέρων δεσμώτας σὺν γυναιξὶ καὶ παισὶ πρὸς Ἰου- 5
45.6 στινιανὸν ἔπεμψεν, ἄλλους τε τῶν πρωτευόντων Χερσῶνος
45.7 ἄνδρας ἑπτὰ ξυλίνοις ὀβελοῖς προσαρτήσας ἐπὶ πυρὸς δι-
45.8 ώπτησε. τοὺς δὲ τῶν ἑτέρων προστατεύοντας πολισμάτων
45.9 ἄνδρας ἄχρι καὶ εἰς εἴκοσι ἀκατίῳ ἐμβαλὼν καὶ προσδήσας
45.10 λίθους [τε] τούτῳ πλείστους τῷ βυθῷ παραδέδωκεν. Ἰου- 10
45.11 στινιανὸς δὲ φιλανθρωπότερον τὸν Στέφανον διατεθέντα
45.12 παρὰ τὰ διατεταγμένα αὐτῷ νομίσας διὰ τὴν τῶν μειρακίων
45.13 περιποίησιν, σπουδαιότερον ἐπανήκειν πρὸς αὐτὸν ἐκέλευ-
45.14 σεν. αὐτὸς δὲ κατὰ τὰ προσταχθέντα ἐκεῖθεν ἀπάρας μηνὸς
45.15 Ὀκτωβρίου ἐνισταμένου χειμῶνι μεγάλῳ καὶ ναυαγίῳ περι- 15
45.16 πίπτει, εἰς τρεῖς καὶ ἑβδομήκοντα χιλιάδας τῶν καταπον-
45.17 τισθέντων ἀριθμηθέντων, ὧν τὰ πτώματα ἐξ Ἀμάστριδος
45.18 πόλεως μέχρις Ἡρακλείας ὑπὸ τῆς θαλάσσης ἀπερρίπτετο.
45.19 ἐφ’ οἷς οὐ λυπηθεὶς ἀλλὰ καὶ λίαν περιχαρὴς γενόμενος
45.20 Ἰουστινιανὸς πάλιν βουλεύεται ἕτερον ἐκεῖσε ἐκπέμπειν στό- 20
45.21 λον. οἱ δὲ τῶν χωρῶν τούτων ἄρχοντες τῆς φήμης αἰσθό-
45.22 μενοι ἑαυτοὺς ὅση δύναμις ἠσφαλίζοντο, πρὸς δὲ τοὺς Χα-
45.23 ζάρεις διαπρεσβεύονται ὥστε ἐπὶ φυλακὴν τούτων λαὸν
45.24 ἀποστέλλειν καὶ περισώζειν τοὺς ἐν αὐτοῖς περιλειφθέντας.
45.25 ταῦτα Ἰουστινιανὸς μεμαθηκὼς Γεώργιον τὸν πατρίκιον 25
45.26 ἀποστέλλει καὶ Ἰωάννην τὸν τῆς πόλεως ὕπαρχον σὺν ἑτέ-
45.27 ροις ἄρχουσι καὶ στρατῷ ἄχρι τριακοσίων ἀνδρῶν, παραδοὺς
45.28 αὐτοῖς Τονδοῦνον καὶ Ζωῗλον, ὥστε ἀποκαταστῆσαι αὐτοὺς
46.1 ταῖς οἰκείαις ἀρχαῖς, Ἡλίαν δὲ ἀγαγεῖν ὡς αὐτόν. τούτων
46.2 ἐν Χερσῶνι παραγενομένων οἱ τῆς πόλεως μόνους Γεώργιον
46.3 καὶ τοὺς σὺν αὐτῷ ἄρχοντας ἀξιοῦσιν ἐντὸς γενέσθαι τῆς
46.4 πόλεως· οὗ γεγονότος τὰς μὲν πύλας ἐπ’ αὐτοῖς ἔκλεισαν,
46.5 Γεώργιον δὲ καὶ Ἰωάννην ξίφει ἀναιροῦσι. τοὺς δὲ ἔξω 5
46.6 τοῦ τείχους ἀπολειφθέντας στρατιώτας, ἔτι δὲ καὶ Τονδοῦ-
46.7 νον καὶ Ζωῗλον τοῖς ἐκεῖσε προσεδρεύουσι Χαζάροις παρα-
46.8 δόντες τῷ χαγάνῳ παρέπεμψαν, οὓς παραλαβόντες οἱ Χά-
46.9 ζαροι κατὰ τὴν ὁδὸν ἔκτεινον. οἱ δὲ τῆς πόλεως Χερσῶνος
46.10 Ἰουστινιανὸν μὲν αἰσχρῶς δυσφημήσαντες καθύβριζον, Βαρ- 10
46.11 δάνην δὲ τὸν ἐκεῖσε ὄντα ἐξόριστον ὡς βασιλέα εὐφήμουν.
46.12 τούτων αἰσθόμενος Ἰουστινιανὸς καὶ μείζονι θυμῷ ἐξαπτό-
46.13 μενος τὰ μὲν Ἡλία τέκνα τῷ μητρῴῳ κόλπῳ φερόμενα
46.14 ἀναλίσκει, τὴν δὲ αὐτοῦ γυναῖκα τῷ ἰδίῳ μαγείρῳ ζευχθῆ-
46.15 ναι ἠνάγκασεν, Ἰνδῷ τῷ γένει καὶ ὅλῳ δυσειδεῖ τυγχάνοντι. 15

28
46.16 ἕτερον δὲ πάλιν μέγαν στόλον ἀποστέλλει, ἡγεῖσθαι τούτου
46.17 προχειρισάμενος Μαῦρον τὸν πατρίκιον, προστάξας τὴν μὲν
46.18 πόλιν Χερσῶνος καταστρέψασθαι καὶ ἅπαντας τοὺς ἐν αὐτῇ
46.19 ἀφειδῶς κατακτεῖναι. ὁ δὲ πρὸς Χερσῶνα περαιωθεὶς τοῦ
46.20 ἔργου εἴχετο. λαοῦ δὲ Χαζάρων ἐξαπιναίως ἐπιπεσόντος ἡ 20
46.21 μὲν πόλις περιεσώζετο, Βαρδάνης δὲ ὡς τὸν κύριον τῶν
46.22 Χαζάρων φυγὰς ᾤχετο. Μαῦρος δὲ ὁ πατρίκιος πρὸς μὲν
46.23 τὴν πολιορκίαν ἀμηχανήσας, παλινοστεῖν δὲ πρὸς Ἰουστινια-
46.24 νὸν δεδιώς, συμφρονεῖ τῇ πόλει Χερσωνιτῶν. καὶ Ἰουστι-
46.25 νιανὸν μὲν ἀπηναίνοντο, Βαρδάνην δὲ ὡς βασιλέα εὐφή- 25
46.26 μουν, Φιλιππικὸν αὐτὸν μετονομάσαντες. καὶ πρὸς τὸν
46.27 Χάζαρον διαπρεσβεύονται τοῦτον ὡς αὐτοὺς ἀπεσταλκέναι.
46.28 ὁ δὲ ὅρκοις ἐμπεδοῖ τὸ Ῥωμαϊκὸν πλῆθος περὶ τῆς Βαρ-
46.29 δάνου σωτηρίας χρήματα αὐτοὺς πραξάμενος, κατ’ ἄνδρα
47.1 ἑκατὸν νομίσματα εἰληφώς. Ἰουστινιανὸς δὲ χρόνου παρ-
47.2 ερχομένου ὑπώπτευεν ὡς καὶ παρ’ αὐτῶν ἠθετημένος εἴη.
47.3 διὰ τοῦτο αἱρεῖται Τέρβελιν τὸν ἄρχοντα τῶν Βουλγάρων
47.4 καὶ τηνικαῦτα συμμαχεῖν αὐτῷ. ὁ δὲ πέμπει πρὸς αὐτὸν
47.5 ἄνδρας ὡς τρισχιλίους, οὓς δεξάμενος συμπεραιοῦται αὐτοῖς, 5
47.6 καὶ ἅμα τῷ τοῦ Ὀψικίου λεγομένῳ στρατῷ εἰς τὸ καλού-
47.7 μενον πεδίον τοῦ Δαματρῦ ἱδρύσασθαι παρεκέλευεν. αὐτὸς
47.8 δὲ τούς τε ἄρχοντας ἑαυτοῦ καὶ στρατὸν ὁπλίτην ἕτερον
47.9 παραλαβὼν πρὸς τοῖς Ποντικοῖς ἐξέδραμε χωρίοις, ἄχρι
47.10 παραθαλασσίου κώμης Γιγγιλίσσου ὀνομαζομένης, ὥστε ἀνα- 10
47.11 μανθάνειν οἷα τὰ ἐν Χερσῶνι αὐτῷ πεπραγμάτευτο. ἐπὶ
47.12 χρόνον δέ τινα ἐκεῖσε διατρίψας καὶ θεασάμενος τὸν τοιοῦ-
47.13 τον στόλον σὺν τῷ Φιλιππικῷ βασιλεύοντι πρὸς Βυζάντιον
47.14 καταίροντα, πρὸς τὸν καταλειφθέντα αὐτῷ λαὸν κατὰ τὸν
47.15 Δαματρὺν παλινοστεῖ. Φιλιππικὸς δὲ πολέμου ἐκτὸς εἰς τὴν 15
47.16 πόλιν εἰσῄει, καὶ αὐτίκα Ἡλίαν σὺν ὁπλίτῃ λαῷ κατὰ Ἰου-
47.17 στινιανοῦ ἀποστέλλει. καὶ αὐτὸς τῷ μὲν συνόντι Ἰουστι-
47.18 νιανῷ πλήθει ὅρκοις τὰ τῆς σωτηρίας ἐβεβαίωσε καὶ τὸν
47.19 τῶν Βουλγάρων λαὸν σώους ἐπανήκειν ὑπέσχετο, αὐτοῦ δὲ
47.20 Ἰουστινιανοῦ τὴν κεφαλὴν ἐκτέμνει, ἤδη ἔτος ἕκτον ἀνύ- 20
47.21 σαντος ἐν τῇ δευτέρᾳ αὐτοῦ βασιλείᾳ, καὶ πρὸς Φιλιππικὸν
47.22 ἐκπέμπει. ὁ δὲ ταύτην δεξάμενος πρὸς τοῖς ἑσπερίοις τό-
47.23 ποις ἄχρι Ῥώμης ἀπέστελλε. Μαῦρον δὲ τὸν πατρίκιον καὶ
47.24 Ἰωάννην τὸν βασιλικὸν δορυφόρον, ἐπίκλην Στροῦθον, κατὰ
47.25 Τιβερίου τοῦ υἱοῦ Ἰουστινιανοῦ ἐξέπεμψεν, ὃν καταλαμ- 25
47.26 βάνουσιν ἐν τῷ θυσιαστηρίῳ καταφυγόντα τοῦ ἱεροῦ τῆς
47.27 πανάγνου θεομήτορος τοῦ ἐν Βλαχέρναις ὄντος, ἐν ᾧ εἰσ-
47.28 πηδήσας Ἰωάννης ἀφέλκεται τῆς ἱερᾶς ἐξημμένον τραπέζης,
47.29 μήτε τὰ ἐκ τοῦ θυσιαστηρίου εὐλαβηθεὶς μήτε τοῖς πολλοῖς
47.30 δάκρυσιν Ἀναστασίας τῆς αὐτοῦ μάμμης εἴξας· παρῆν γὰρ 30

29
48.1 καὶ αὐτὴ τῷ ἐγγόνῳ συγκινδυνεύουσα. καὶ τοῦτον εἰς τὴν
48.2 τοῦ ὑπερκειμένου τείχους τὴν καλουμένην τῶν Καλλινίκων
48.3 ζῴου ἀλόγου δίκην μαχαίρᾳ ἀποσφάττουσιν, ἐν τῷ ἱερῷ
48.4 τῶν θείων Ἀναργύρων τῶν καλουμένων τῶν Παυλίνης τα-
48.5 φῆναι προστάξαντες. μεθ’ ὃν συλλαμβάνονται καὶ Βαρασβα- 5
48.6 κούριον καὶ τοὺς λοιποὺς Ἰουστινιανοῦ ἄρχοντας, καὶ πάν-
48.7 τας ξίφει ἀναιροῦσι.
48.8 Φιλιππικὸς δὲ ἀσέμνως καὶ ῥᾳθύμως τὰ βασίλεια
48.9 διέπων ἐφαίνετο, τοὺς δὲ ἐν τῇ ἕκτῃ οἰκουμενικῇ συνόδῳ
48.10 πατέρας ἀναθέματι καθυπέβαλε, τὰ παρ’ αὐτῶν ἐνθέως 10
48.11 δογματισθέντα δύο τοῦ σωτῆρος θελήματα καὶ ἐνεργείας μὴ
48.12 ἀποδεχόμενος, συλλήπτορα εὑρίσκων Ἰωάννην τὸν τηνικαῦτα
48.13 τῆς πόλεως ἀρχιερέα καὶ Γερμανὸν τὸν Κυζίκου μητρο-
48.14 πολίτην καὶ ἑτέρους ἱερεῖς καὶ συγκλητικοὺς πλείστους.
48.15 Ἐν τούτοις τῶν Βουλγάρων ὁπλίτης ὅμιλος ἀθρόως 15
48.16 τοὺς ἐν τῷ Θακικῷ Βοσπόρῳ οἰκοῦντας ἐπεισπίπτει· καὶ
48.17 λαὸν πλεῖστον τῶν ἐγχωρίων καὶ τῶν ἐκ Βυζαντίου δια-
48.18 περώντων τέρψεως καὶ ἡδυπαθείας ἕνεκεν ἀναιροῦσιν, ἄλ-
48.19 λους τε ᾐχμαλώτευσαν καὶ ἄργυρον ὡς πλεῖστον καὶ σκεύη
48.20 οὐκ ὀλίγα παρ’ αὐτῶν προσκτησάμενοι· ἀδείας δὲ αὐτοῖς 20
48.21 προσγενομένης καὶ πρὸς τῷ χερσαίῳ τείχει τῆς πόλεως σκε-
48.22 δάννυνται, ἄχρι καὶ τῆς Χρυσῆς καλουμένης πύλης προεκ-
48.23 δραμόντες. ἐκεῖθεν ὑπονοστήσαντες πολλὰ τὰ ἐπὶ Θρᾴκης
48.24 χωρία καταληΐζονται. μετὰ δὲ ταῦτα καὶ τὸ τῶν Σαρακη-
48.25 νῶν ἔθνος τὴν Ῥωμαίων κατέθεον χώραν, καὶ τὰ πλεῖστα 25
48.26 μέρη διεκτρέχοντες πλείστην ὅσην βλάβην ἀνθρώπων τε καὶ
48.27 κτηνῶν ἐποιοῦντο, τήν τε Μήδειαν καὶ ἕτερα πολίσματα
49.1 συμπαραλαμβάνουσι. Φιλιππικὸς δὲ γενέθλιον τῆς πόλεως
49.2 ἡμέραν ἐπιτελέσας καὶ ἁμιλλητήριον τῶν ἵππων ἀγῶνα ἐπι-
49.3 δειξάμενος, εἶτα τοῖς φίλοις συμποσιάσας εἰς ὕπνον κατὰ
49.4 τὸν μεσημβρινὸν τῆς ἡμέρας καιρὸν ἐτράπετο. συμβαίνει
49.5 δέ γε αὐτῷ τὰ τῆς ἐπιβουλῆς ἐντεῦθεν. Γεώργιός τις ὄνο- 5
49.6 μα, τὸ ἐπίκλην Βούραφος, πατρίκιος τυγχάνων καὶ τοῦ
49.7 Ὀψικίου στρατοῦ ἡγούμενος, πρὸς τῇ Θρᾴκῃ τηνικαῦτα
49.8 ἐπιδημῶν φυλακῆς ἕνεκα τῆς χώρας διὰ τὴν τῶν Βουλγά-
49.9 ρων καταδρομήν, γνώμῃ Θεοδώρου τοῦ πατρικίου τὸ ἐπί-
49.10 κλην Μυακίου πέμπει τῶν ὑπηρετῶν τινά, Ῥοῦφον ὄνομα, 10
49.11 σὺν ὀλίγοις στρατιώταις πρὸς τὸ Βυζάντιον τὰ πρὸς τὴν
49.12 Φιλιππικοῦ ἐπιβουλὴν ἐπιτελέσοντας· ὃς ἀθρόως κατὰ τὰ
49.13 βασίλεια ἐπεισπίπτει, καὶ τὸν βασιλέα καθεύδοντα καταλαβὼν
49.14 ἐξανίστησί τε τοῦ ὕπνου καὶ πρὸς τὸν τοῦ ἱπποδρομίου
49.15 ἐξάγει χῶρον κἀκεῖσε αὐτοῦ τὰς ὄψεις ἀπετύφλωσε, δεύ- 15
49.16 τερον ἔτος ἐν τῇ βασιλείᾳ διάγοντος. τῇ ἐπαύριον (ἡμέρα
49.17 ἦν τῆς πεντηκοστῆς ἑορτάσιμος) ἀθροισθεὶς ὁ τῆς πόλεως

30
49.18 ἅπας δῆμος πρὸς τὸ ἱερὸν τοῦ θείου λόγου τέμενος ἀν-
49.19 αγορεύουσιν εἰς βασιλέα Ἀρτέμιον Φιλιππικοῦ γραμματέα
49.20 τυγχάνοντα, οὓς τῇ Ἰταλῶν φωνῇ καλοῦσιν ἀσηκρῆτις, 20
49.21 ἐπονομάσαντες αὐτὸν Ἀναστάσιον. ὀλίγων δὲ ἡμερῶν διελ-
49.22 θουσῶν τυφλοῦσι Θεόδωρον τὸν πατρίκιον, ὡσαύτως
49.23 καὶ Γεώργιον, καὶ τοῦτον ἐξόριστον ἐν Θεσσαλονίκῃ πέμ-
49.24 πουσιν.
49.25 Ἀναστάσιος δὲ δι’ ἐπιμελείας τὰ πολεμικὰ πράγματα 25
49.26 εἶχε καὶ ἄρχοντας ἱκανοὺς πρὸς τὰς τούτων διοικήσεις καθ-
49.27 ίστη. αἰσθόμενος δὲ ὁ τῶν Σαρακηνῶν βασιλεὺς βουλὰς
49.28 ἐκίνει ὡς κατὰ τῆς Ῥωμαίων χώρας στρατευσόμενος. ἀπο-
49.29 στέλλει δὲ πρὸς αὐτὸν Δανιὴλ τὸν πατρίκιον �ἐκ� τῆς Σι-
50.1 νωπιτῶν ὁρμώμενον πόλεως, ὕπαρχον τηνικαῦτα τῆς βασι-
50.2 λίδος ὑπάρχοντα, ὡς δῆθεν τὰ τῆς εἰρήνης ἐπικηρυκευσό-
50.3 μενον, τῷ ὄντι δὲ διοπτευσόμενον οἷα αὐτοῖς τὰ κατὰ
50.4 Ῥωμαίων ἐξηρτύετο· ὃς ἐπανήκων ἐπήγγειλε μεγίστην ἔσε-
50.5 σθαι τοῦ ἔθνους διά τε ἱππικῶν καὶ πλοΐμων στρατευμάτων 5
50.6 τῆς Ῥωμαϊκῆς πολιτείας καταδρομήν. ὁ δὲ ἀκούσας ἑκάστῳ
50.7 τῶν ἐν τῇ πόλει † ὡς εἴ τις τῶν ἀναγκαίων εὐπορήσοι ἐπὶ
50.8 τριετῆ χρόνον διαρκούντων αὐτῷ, μένειν, ὁ δὲ τούτων
50.9 ὑστερῶν οὗ ἂν βούλοιτο ἀποτρέχειν. τὰ δὲ τείχη τῆς πό-
50.10 λεως ἐπιμελέστερον καινίζει καὶ τὰ πολεμητήρια ὄργανα 10
50.11 διασκευάζει, πλεῖστα δαπανήματα τῇ πόλει ἀποθέμενος καὶ
50.12 ἑτέροις οἷς ἀνῆκε πρὸς πολεμίων ἔφοδον ταύτην κατοχυρώ-
50.13 σας. φήμης δὲ γενομένης ὡς ὁ τῶν Σαρακηνῶν στόλος
50.14 ἀπὸ Ἀλεξάνδρου πόλεως ἐπὶ τὸν Φοίνικα παρεγένετο ναυ-
50.15 πηγησίμης ξυλῆς κυπαρισσίνης ἕνεκεν, ἐκλέγεται σκάφη 15
50.16 ταχυπλόϊμα, στρατόν τε ἐν αὐτοῖς ἐγκαταλέγει ἐκ τῶν τῆς
50.17 χώρας τοῦ καλουμένου Ὀψικίου καὶ πρὸς τῇ νήσῳ τῇ
50.18 Ῥόδῳ ἀποστέλλει. κἀκεῖσε ἀθροισθῆναι καὶ ἄλλα Ῥωμαϊκὰ
50.19 πλόϊμα συνέταξε. τούτοις ἡγεμόνα ἐφίστησιν Ἰωάννην διά-
50.20 κονον τῆς μεγάλης ἐκκλησίας καὶ τῶν δημοσίων φόρων λο- 20
50.21 γιστήν, ὃν λογοθέτην γενικὸν οἶδε καλεῖν ἡ συνήθεια, ὑπάρ-
50.22 χοντα ἔμφρονά τε καὶ ἔμπειρον καθιστάμενον, ὅστις τὸν
50.23 ἅπαντα παρέλαβε στόλον. ὃς πρὸς τῇ Ῥόδῳ γενόμενος καὶ
50.24 τὰ ἐντεταλμένα ἀπαγγέλλων καταπειθεῖς εὕρισκε καὶ προ-
50.25 θύμους πρὸς τὸν διάπλουν ὑπάρχοντας τοὺς συνειλεγμένους 25
50.26 ἅπαντας. μόνοι δὲ οἱ παραγενόμενοι τοῦ Ὀψικίου στρατοῦ
50.27 τὴν τοιαύτην ὁδοιπορίαν δεδοίκεσαν. στασιάζουσιν οὖν ἐξ
51.1 αὐτοῦ, καὶ τὸν μὲν βασιλέα Ἀναστάσιον ἐδυσφήμουν, Ἰωάν-
51.2 νην δὲ τὸν διάκονον ῥομφαίᾳ ἀναλίσκουσιν. ἐντεῦθεν λοι-
51.3 πὸν οἱ στόλοι σκεδάννυνται, καὶ πρὸς τὰ οἰκεῖα ἀπέπλευσαν
51.4 ἕκαστοι. αὐτοὶ δὲ ἐπὶ τὴν ἑαυτῶν ἀνιόντες καὶ πρὸς τὸ
51.5 Ἀδραμύντιον γενόμενοι ἐκεῖσε εὑρίσκουσι Θεοδόσιόν τινα 5

31
51.6 ὄνομα, τῶν δημοσίων φόρων πράκτορα, ἀπράγμονά τινα
51.7 καὶ ἰδιώτην τυγχάνοντα, καὶ πρὸς τὴν τῆς βασιλείας ἀξίαν
51.8 προτρέπουσιν. ὁ δὲ φυγὰς ᾤχετο καὶ εἰς ὄρος κατεκρύπτετο.
51.9 αὐτοὶ δὲ ἐπιδραμόντες καὶ βιασάμενοι βασιλέα τε ἀναγο-
51.10 ρεύουσι καὶ μεθ’ ἑαυτῶν ἄγουσι. 10
51.11 Ταῦτα Ἀναστάσιος μεμαθηκὼς τὸ μὲν Βυζάντιον ἤδη
51.12 προκατοχυρώσας ἐν τῇ πόλει Νικαίας τῆς κατὰ Βιθυνίαν
51.13 ἐξέρχεται, κἀκεῖσε ἑαυτὸν κατασφαλίζεται. ὁ δὲ μετὰ Θεο-
51.14 δοσίου στρατὸς συλλαβὼν ἅπαντα τὸν τοῦ Ὀψικίου στρατὸν
51.15 καὶ πλεῖστα σκάφη ἐμπορικά, [καὶ] κατὰ τὸ ἤδη καὶ πρό- 15
51.16 σθεν εἰρημένον παραθαλασσίῳ χωρίῳ Χρυσοπόλεως παρα-
51.17 γίνεται. ἐκεῖθέν τε ἐφ’ ἑκάστου τοῖς ἐκ τῆς πόλεως πόλε-
51.18 μον προσέβαλεν, ἐπὶ μησί τε ἓξ τὰ τῆς μάχης διήρκεσε.
51.19 καὶ ὁ τοῦ Ἀναστασίου στόλος πρὸς τῷ Νεωρίῳ τῆς πόλεως
51.20 καλουμένῳ λιμένι κατῇρε, ὁ δὲ τοῦ Θεοδοσίου στόλος ἀδείας 20
51.21 ἐπιλαβόμενος διαπορθμεύεται πρὸς τὰ Θακῷα καὶ τούτων
51.22 ἐκράτησεν. ἐπὶ προδοσίᾳ δέ τινας ὑποφθείραντες διὰ τῆς
51.23 πύλης τῆς καλουμένης Βλαχερνῶν τὴν πόλιν εἷλον, καὶ
51.24 νυκτὸς ἐπιγενομένης εἰς τοὺς οἴκους τῶν πολιτῶν εἰσδρα-
51.25 μόντες μεγίστην αὐτοῖς βλάβην εἰργάζοντο. τοὺς δὲ ἐν 25
51.26 αὐτῇ ἄρχοντας ἅμα Γερμανῷ τῷ τηνικαῦτα ἱεράρχῃ τῆς
51.27 πόλεως ἀποστέλλει ὡς τὰ πεπραγμένα αὐτῷ πιστωσόμενος
51.28 Ἀναστασίῳ. ὁ δὲ τούτους ἤδη λόγον ᾔτησεν ὡς μή τι κα-
51.29 κὸν πάθῃ, καὶ τὸ μοναχικὸν περιβαλόμενος σχῆμα πρὸς
52.1 Θεοδόσιον ᾤχετο· ὁ δὲ ἕτερον μηδὲν βλάψας κατὰ τὴν
52.2 Θεσσαλονίκην ἐξόριστον ἔπεμψεν.
52.3 Ἐπεὶ οὖν πυκναὶ τῶν βασιλέων ἐπαναστάσεις ἐγένοντο
52.4 καὶ ἡ τυραννὶς ἐκράτει τά τε τῆς βασιλείας καὶ τῆς πό-
52.5 λεως κατημελεῖτο καὶ διέπιπτε πράγματα, ἔτι μὴν καὶ ἡ 5
52.6 τῶν λόγων ἠφανίζετο παίδευσις καὶ τὰ τακτικὰ διελύετο.
52.7 ἐξ ὧν συνέβαινε καὶ τοὺς πολεμίους τῆς τῶν Ῥωμαίων κατα-
52.8 τρέχειν ἀδεῶς πολιτείας, φόνοι τε πολλοὶ καὶ ἀπαγωγαὶ
52.9 καὶ πόλεων ἁλώσεις. ἐντεῦθεν καὶ οἱ Σαρακηνοὶ ὁρμῶσι
52.10 κατ’ αὐτῆς τῆς βασιλευούσης, διὰ τῆς ἠπείρου στέλλοντες 10
52.11 ἐκ διαφόρων ἐθνῶν τῶν ὑπὸ χεῖρα ἱππικά τε καὶ πεζικὰ
52.12 στρατεύματα ἀριθμοῦ κρείττονα. ὡσαύτως καὶ στόλον πολὺν
52.13 ἀπέστειλαν ἄχρι καὶ εἰς χιλίας ὀκτακοσίας ναῦς, ἡγεμόνα
52.14 τούτοις τινὰ καταστήσαντες Μασαλμᾶν τῇ σφῶν διαλέκτῳ
52.15 καλούμενον. ταῦτα μαθόντες οἵ τε στρατιωτικοὶ καὶ πολι- 15
52.16 τικοὶ ἄρχοντες καὶ τὴν τοῦ Θεοδοσίου ἀπειρίαν, καὶ ὡς
52.17 οὐχ ἱκανῶς ἔχει τὰ πρὸς τοὺς πολεμίους ἀντικαθίστασθαι,
52.18 ἐφίστανται αὐτῷ παραινοῦντες τὴν βασιλείαν παραιτήσασθαι
52.19 καὶ ἀβλαβῶς ἰδιωτεῦσαι. καὶ αὐτὸς ὑπεχώρει, ἐνιαυτὸν ἕνα
52.20 ἐν τῇ βασιλείᾳ διαρκέσας. εἶτα εἰς ψῆφον ἐληλυθότων τοῦ 20

32
52.21 βασιλεύσοντος ᾑρέθη Λέων ὁ πατρίκιος, τηνικαῦτα στρατη-
52.22 γὸς ὢν τοῦ τῶν ἀνατολικῶν λεγομένου στρατοῦ. καὶ ὡς
52.23 ἦν ἔθος βασιλεῦσι, διὰ προπομπίου δοχῆς διὰ τῆς Χρυσῆς
52.24 καλουμένης πύλης εἰς τὸ Βυζάντιον εἰσελαύνει, καὶ ἐν τῇ
52.25 μεγάλῃ ἐκκλησίᾳ γενόμενος ἐκεῖσε τὸν τῆς βασιλείας ἀνεδή- 25
52.26 σατο στέφανον.
52.27 Ὁ δὲ τῶν Σαρακηνῶν λαὸς πλεῖστα τῶν Ῥωμαίων
52.28 καθελὼν πολίσματα καταλαμβάνει τὴν Πέργαμον καλουμένην
52.29 πόλιν, καὶ ἤδη τῆς πρὸς αὐτὴν πολιορκίας εἴχοντο. καὶ
53.1 ταύτην αἱροῦσιν ἐξ αἰτίας τοιᾶσδε. ἔκ τινος δαιμονικῆς
53.2 ἐπινοίας οἱ τῆς πόλεως ἔνδον πρωτοτόκον κόρην λαβόντες
53.3 ἐγκυμονοῦσαν καὶ ἤδη πρὸς τὸ τεκεῖν ἐγγίζουσαν, καὶ ταύ-
53.4 την τε ἀνέτεμον καὶ τὸ ἐν αὐτῇ βρέφος ἄραντες ἐπὶ λέβη-
53.5 τος ὕδατι ἑψοῦσιν, ἐφ’ οὗ οἱ πρὸς τὸ πολεμεῖν τοῖς 5
53.6 ἐχθροῖς παρασκευαζόμενοι τὰς χειρίδας τῶν δεξιῶν χειρῶν
53.7 κατεβάπτισαν. ἐκεῖθέν τε τὰ ἐξ ὀργῆς τοῦ θεοῦ κατελάμ-
53.8 βανεν· αἱ γὰρ χεῖρες αὐτῶν ἐφάπτεσθαι ὅπλου διείργοντο,
53.9 καὶ ἀπρακτούντων οἱ πολέμιοι τὴν πόλιν εἷλον ἀμαχητί.
53.10 ἐκεῖθεν ἄραντες οἱ Σαρακηνοὶ πρὸς τῷ στενῷ τῆς Ἀβύδου 10
53.11 καταλαμβάνουσι καὶ εἰς τὰ ἐπὶ Θρᾴκης ἀντιπεραιοῦνται.
53.12 καὶ πλεῖστα ταύτης ἑλόντες πολίσματα ἐπὶ τὴν βασιλεύουσαν
53.13 ἀφίκοντο καὶ χάρακα ταύτῃ περιβάλλουσι καὶ τῆς πολιορ-
53.14 κίας εἴχοντο, τρισκαιδεκαμηνιαῖον χρόνον ἐν τῇ προσεδρίᾳ
53.15 διανύσαντες, ἰδέας μηχανημάτων ὡς πλείστας προσενεγκόν- 15
53.16 τες. ἐν τούτῳ καταλαμβάνει καὶ ὁ τῶν Σαρακηνῶν στόλος,
53.17 οὗ ἡγεῖτο Σολιμᾶν ὀνόματι Ἀράβων φωνῇ καλούμενος. ἐν
53.18 ᾧ δὲ τῶν ὑπὸ τὸ Βυζάντιον πόρων ἀνήγοντο, αἱ κατόπιν
53.19 ἰοῦσαι ναῦς, οἷάπερ νωτοφυλακοῦσαι καὶ φόρτῳ πολλῷ
53.20 βεβαρημέναι ἔκ τε στρατιωτῶν πλήθους καὶ ὅπλων, καὶ 20
53.21 ἅμα μικροῦ πνεύματος ἀντιπνεύσαντος καὶ τοῦ ῥείθρου εἰς
53.22 τοὐπίσω ἄγεσθαι βιαζομένου, σχολαιότερον ὑπέπλεον. ταύ-
53.23 τας ὁ βασιλεὺς θεασάμενος διήρεσιν ἐπιβὰς καὶ διέκπλους
53.24 ποιησάμενος πυρὶ κατέφλεξεν, οὔσας τὸν ἀριθμὸν εἴκοσι.
53.25 ὁ δὲ λοιπὸς ἅπας στόλος τῷ Θακικῷ προσπλεύσας Βο- 25
53.26 σπόρῳ τῷ λιμένι τῷ καλουμένῳ Σωσθενίῳ προσορμίζεται
53.27 καὶ αὐτοῦ διεχείμαζεν. ἐν ᾧ συμβέβηκε χειμῶνα μέγιστον
53.28 γενέσθαι, ὥστε μηδαμῶς γῆν ὀφθῆναι ἐκ πληθύος τῆς
53.29 κατενεχθείσης χιόνος ἄχρις εἰς τὰς ἑκατὸν ἡμέρας· ἐξ οὗ
53.30 πλῆθος οὐκ ὀλίγον ἀνδρῶν τε καὶ ἵππων καὶ καμήλων καὶ 30
54.1 λοιπῶν ζῴων ἀπέβαλον. ἔαρος δὲ ἐπιγενομένου ἐπικατα-
54.2 λαμβάνει καὶ ἕτερος τῶν Σαρακηνῶν στόλος πλεῖστος ἐξ
54.3 Αἰγύπτου, οὗ ἡγεῖτο Σοφιὰμ ὄνομα ἄρχων, φόρτον ἄγων
54.4 ἐν ταυτῷ σίτου τε πλείστου καὶ ὅπλων. ὀλίγου δὲ διελθόν-
54.5 τος χρόνου καὶ ἕτερος ἐφίσταται στόλος ἐκ τῶν περὶ Ἀφρι- 5

33
54.6 κὴν ἀναχθείς, ὅπλων τε πολλῶν καὶ δαπανημάτων κατα-
54.7 γέμων, οὗ ὑπῆρχεν ἡγεμὼν Ἰέζιδος Σαρακηνῶν ὄνομα. οὗτοι,
54.8 ὥς φασι, τὴν ἐκ τοῦ ἐσκευασμένου παρὰ Ῥωμαίοις πυρὸς
54.9 ὑφορώμενοι βλάβην, τὸν οὖν Βυζάντιον πόρον ἀπογνόντες
54.10 τοῖς πρὸς Βιθυνίαν μέρεσι προσέσχον, ὁ μὲν πρὸς τὸν κα- 10
54.11 λούμενον λιμένα Καλοῦ ἀγροῦ, ὁ δὲ πρὸς ταῖς ἀκταῖς τοῦ
54.12 λεγομένου Σατύρου. οἱ δὲ ἐν αὐτοῖς εἰσπλέοντες Αἰγύπτιοι
54.13 νυκτὸς τοὺς ἐνεστηκότας λέμβους τῶν νηῶν εἰσβάντες πρὸς
54.14 τὸ Βυζάντιον ἧκον καὶ τὸν βασιλέα εὐφήμουν. ἐφ’ οἷς
54.15 ἀναθαρσήσας ὁ βασιλεὺς πυρφόρους ναῦς κατὰ τῶν τοιού- 15
54.16 των στόλων ἐξέπεμψε καὶ πάσας αὐτῶν τὰς ναῦς ἐνέπρησεν.
54.17 ἐκεῖθεν λαφυραγωγήσαντες καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς
54.18 ὅπλων καὶ δαπανημάτων καταφορτισθέντες πρὸς βασιλέα
54.19 ὑπέστρεφον.
54.20 Τούτῳ τῷ χρόνῳ Σέργιος ὁ πατρίκιος ὁ τῆς Σικελίας 20
54.21 στρατηγὸς καὶ οἱ τὰ ἑσπέρια οἰκοῦντες, τὰ περὶ τὸ Βυζάντιον
54.22 καὶ τὸν βασιλέα αὐτὸν ἀπογνόντες τῆς γενομένης τῶν πολε-
54.23 μίων χάριν κατ’ αὐτῶν ἐφόδου, ἴδιον στέφουσι βασιλέα
54.24 τῶν ὑπηρετῶν τινα Σεργίου, Βασίλειον τοὔνομα, υἱὸν γεγο-
54.25 νότα Γρηγορίου τὸ ἐπίκλην Ὀνομαγούλου, Τιβέριον αὐτὸν 25
54.26 ὀνομάσαντες. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς Παῦλον τὸν πα-
54.27 τρίκιον στρατηγὸν Σικελίας προβάλλεται ἅτε πιστὸν καὶ οἰ-
54.28 κεῖον ὑπάρχοντα καὶ τακτικῶν ἔμπειρον, καὶ πρὸς Σικελίαν
54.29 ἐκπέμπει. οὗ τινος ἐκεῖσε καταλαβόντος Σέργιος φυγὰς ἐκεῖ-
55.1 θεν οἴχεται καὶ πρὸς Λογγουβάρδους γίνεται, Παῦλος δὲ
55.2 ἐν τῇ νήσῳ λαὸν περιαθροίσας τὰ βασιλέως ὑπαναγινώσκει
55.3 γράμματα, δι’ ὧν εἰς πίστωσιν ἐλθόντες τόν τε βασιλέα
55.4 εὐφήμησαν καὶ Βασίλειον καὶ τοὺς ὑπ’ αὐτοῦ προχειρισθέν-
55.5 τας ἄρχοντας δεσμίους αὐτῷ παραδεδώκασιν. ὁ δὲ τούτους 5
55.6 παραλαβὼν Γεώργιόν τινα καὶ ἑτέρους ἀνεῖλε καὶ τούτων
55.7 τὰς κεφαλὰς πρὸς τὸν βασιλέα ἀνέπεμψε, τοὺς δὲ ἄλλους
55.8 σὺν πληγαῖς καὶ αἰκίαις πολλαῖς, ὧν δὲ καὶ τὰς ῥῖνας ἐκ-
55.9 τεμών, ὑπερορίαις παρέπεμψε. Σέργιος δὲ τῆς ἑαυτοῦ σωτη-
55.10 ρίας λόγον αἰτήσας πρὸς τὸν Παῦλον ἐκομίσθη. ἐντεῦθεν 10
55.11 τὰ τῆς ἑσπέρας πράγματα ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ κατέστη.
55.12 Μετὰ τοῦτο τίκτεται υἱὸς τῷ βασιλεῖ, ὃν ἐπωνόμασε Κων-
55.13 σταντῖνον. πεντεκαιδεκάτῃ δὲ τοῦ ἐπεισιόντος μηνὸς Αὐ-
55.14 γούστου πάντα τά τε ἱππικὰ καὶ πλόϊμα τῶν Σαρακηνῶν
55.15 ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς 15
55.16 ἀποβαλόντες ὑπό τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθεί-
55.17 σας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς τὴν Κύ-
55.18 προν σκεδασθεισῶν, ἑτέρων δὲ καὶ αὐτάνδρων τῷ βυθῷ
55.19 παραδοθεισῶν. Ἀρτέμιος δὲ ἐν Θεσσαλονίκῃ ἐξόριστος ὢν
55.20 πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει 20

34
55.21 τοιάδε πράττειν. γράφει πρὸς Σισίννιον πατρίκιον τὸ ἐπί-
55.22 κλην Ῥενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίβοντα χώρᾳ
55.23 παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν
55.24 παρ’ αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τοῖς
55.25 κατὰ γνώμην συμπράξειεν, ἀναπείσῃ δὲ καὶ Βουλγάρους 25
55.26 συνεργήσειν αὐτῷ. ὁ δὲ τοῦτο ὑπέσχετο. γράφει δὲ καὶ
55.27 πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κων-
56.1 σταντινουπόλει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς Ἰσώην πατρίκιον
56.2 καὶ τοῦ λεγομένου βασιλικοῦ Ὀψικίου ἡγεμόνα, καὶ Θεό-
56.3 κτιστον τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ’ οὓς
56.4 ἐβασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην Ἄνθρακα
56.5 ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἑτοί- 5
56.6 μους εἶναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ
56.7 ὡς βασιλέα ὑποδέχεσθαι. τὰ γραφέντα οὖν εὐθὺς τῷ βασι-
56.8 λεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χει-
56.9 ροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. καὶ
56.10 Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς 10
56.11 κεφαλὰς ἐξέτεμε, τοὺς δ’ ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ
56.12 δημεύσας ἐξορίαις ἀπέπεμψεν. Ἀρτέμιος δὲ ἅμα Σισιννίῳ
56.13 τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις Ἡρακλείας καταλαμ-
56.14 βάνει, σὺν αὐτοῖς δὲ καὶ ἅπερ ἦγον ἐκ Θεσσαλονίκης ἀκά-
56.15 τια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι. γράφει δὲ Βουλγάροις 15
56.16 ὁ βασιλεὺς ὡς τὴν εἰρήνην μᾶλλον ἀσπάσοιντο καὶ τοὺς
56.17 ἐχθροὺς προδοῖεν. οἱ δὲ εἰς ἀπολογίαν κατέστησαν συγ-
56.18 γνώμην αἰτήσαντες καὶ τὰ πρὸς εἰρήνην ὑπισχνούμενοι. καὶ
56.19 τὸν μὲν Ἀρτέμιον σὺν τῷ ἀρχιερεῖ Θεσσαλονίκης καὶ ἄλλους
56.20 πλείστους δεσμώτας πρὸς βασιλέα πέμπουσι, καὶ Σισιννίου 20
56.21 τοῦ πατρικίου τὴν κεφαλὴν ἐκτεμόντες ὡσαύτως στέλλουσιν
56.22 οὕτω τε πρὸς τὴν ἑαυτῶν ἀπεχώρουν. Ἀρτέμιον δὲ σὺν τῷ
56.23 ἀρχιεπισκόπῳ παραλαβὼν ἐν τῷ λεγομένῳ κυνηγίῳ ἀπέτεμεν.
56.24 ἱππικὴν δὲ ἅμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κε-
56.25 φαλὰς διὰ τοῦ ἱπποδρομίου ἐπὶ κοντοῦ ἀνηρτημένας ἐξ- 25
56.26 επόμπευε. τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας
56.27 αὐτῶν ἐκτεμὼν καὶ δημεύσας ὑπερορίαις κατεδίκασε.
56.28 Ταῦτα οὖν καταπραξάμενος προσκαλεῖται Γερμανὸν τὸν
57.1 τηνικαῦτα ἀρχιερέα πέμπτῃ καὶ εἰκάδι τοῦ Μαρτίου μηνὸς
57.2 τῆς τρίτης ἰνδικτιόνος, τῇ σωτηρίῳ τοῦ Χριστοῦ ἀναστάσει,
57.3 ἐν τῷ Τριβουναλίῳ λεγομένῳ δεκαεννέα ἀκουβίτων, στέφει
57.4 τὸν υἱὸν Κωνσταντῖνον εἰς βασιλέα.
57.5 Οἷον δὲ κατὰ τοὺς χρόνους ἐκείνους περὶ τὰς νήσους 5
57.6 τῆς τε Θήρας καὶ Θηρασίας καλουμένας συμβέβηκεν, αἳ πρὸς
57.7 τῷ Κρητικῷ πελάγει κεῖνται, παραδραμεῖν οὐκ ἄξιον. θέρους
57.8 ὥρας ἐνεστηκυίας συνηνέχθη τὸν θαλάττιον βυθὸν πλεῖστον
57.9 ὅτι καπνώδη ἀτμὸν ἐξερεύγεσθαι, ἐξ οὗ ἐπὶ πολὺ πυκνου-

35
57.10 μένου τοῦ ἀέρας πῦρ ἐξαφθῆναι, καὶ μετὰ τὸ πῦρ λίθους 10
57.11 κισσιρώδεις διεκβρασθῆναι εἰς πλῆθος μέγιστον, ὥστε εἰς
57.12 εἶδος νήσου τοὺς λίθους συστῆναι, ἑνωθῆναί τε τὴν γὴν
57.13 τῇ Ἱερᾷ καλουμένῃ νήσῳ, ἣν δὴ καὶ αὐτήν φασι τῷ ὁμοίῳ
57.14 τρόπῳ τοῦ βυθίου ἀναδοθῆναι χώρου, καθάπερ καὶ τὰς
57.15 ῥηθείσας λόγος Θήραν καὶ Θηρασίαν νήσους. τῷ ἀπείρῳ 15
57.16 δὲ πλήθει τῶν ἀναδιδομένων λίθων ἀνὰ πᾶσαν κατεστορέσθαι
57.17 τὴν ἐκείνῃ θάλασσαν, ἐνθένδε τε ἀφικέσθαι ἄχρις Ἀβύδου
57.18 καὶ τῆς Ἀσιάτιδος παραθαλασσίου. ὑπεκκαίεσθαι δὲ τὸ
57.19 προσπελάζον ῥεῖθρον ὡς μηδὲ θιγγάνειν αὐτοῦ τινὰ ἱκα-
57.20 νῶς ἔχειν. 20
57.21 Ταῦτά φασιν ἀκούσαντα τὸν βασιλέα ὑπολαμβάνειν
57.22 θείας ὀργῆς εἶναι μηνύματα, καὶ ἥτις αἰτία ταῦτα κεκίνηκε
57.23 διασκέπτεσθαι. ἐντεῦθεν λοιπὸν κατὰ τῆς εὐσεβείας ἵσταται
57.24 καὶ τῶν ἱερῶν εἰκονισμάτων μελετᾷ τὴν καθαίρεσιν ὡς ἐκ
57.25 τῆς τούτων ἱδρύσεώς τε καὶ προσκυνήσεως γεγονέναι οἰόμε- 25
57.26 νος τὸ τεράστιον, κακῶς εἰδώς. ἐκδιδάσκειν δὲ τὸν λαὸν
57.27 τὸ οἰκεῖον ἐπεχείρει δόγμα. πολλοὶ γοῦν τὴν ὕβριν τῆς ἐκ-
57.28 κλησίας ἀπωλοφύροντο. διὸ δὴ καὶ οἱ τὴν Ἑλλάδα καὶ τὰς
58.1 Κυκλάδας νήσους οἰκοῦντες οὐ προσιέμενοι τὸ δυσσέβημα
58.2 πρὸς τὸν βασιλέα διαστασιάζουσι, καὶ πλεῖστον στόλον ἀθροί-
58.3 σαντες Κοσμᾶν τοὔνομα ἐφ’ ἑαυτοῖς βασιλεύουσι. καὶ πρὸς
58.4 τὴν βασιλεύουσαν ἧκον· οἷς συμμίσγουσι πολέμῳ οἱ τῆς πό-
58.5 λεως καὶ πολλὰς τῶν περὶ αὐτὸν νηῶν ἐνέπρησαν. οἱ δὲ 5
58.6 τὴν ἧτταν θεασάμενοι τῷ βασιλεῖ προσφεύγουσι. τῶν δὲ
58.7 περὶ αὐτὸν ἀρχόντων τις Ἀγαλλιανὸς ὄνομα, ταῦτα θεασά-
58.8 μενος καὶ τῆς σωτηρίας ἑαυτοῦ ἀπογνούς, σὺν τῇ πανοπλίᾳ
58.9 ἑαυτὸν τῷ βυθῷ παραδέδωκε. Κοσμᾶς δὲ καὶ ἕτερός τις
58.10 Στέφανος συλληφθέντες τὰς κεφαλὰς ἀπετμήθησαν. 10
58.11 Τῷ δὲ ἐπιγενομένῳ θέρει πάλιν ἱππικὰ στρατεύματα
58.12 τῶν Σαρακηνῶν πλεῖστα τῆς Ῥωμαίων ἀρχῆς κατέθεον, ὧν
58.13 ἡγοῦντο Ἄμερος καὶ Μαυίας ὀνομαζόμενοι Σαρακηνοί· καὶ
58.14 καταλαμβάνουσι πρὸς τὴν προκαθεζομένην τῆς Βιθυνίας
58.15 πόλιν Νίκαιαν καλουμένην· ἐπί τινα χρόνον τῆς πολιορκίας 15
58.16 ἐχόμενοι τέλος ἄπρακτοι ἀπεπέμποντο.
58.17 Μετὰ δὴ ταῦτα ὁ βασιλεὺς ἀθροίζει πλεῖστον λαὸν τῆς
58.18 πόλεως περὶ τὰ βασίλεια, καὶ συγκαλεῖ τὸν τότε τῆς πόλεως
58.19 ἀρχιερέα Γερμανόν, καὶ συγγράφειν κατὰ τῆς καθαιρέσεως
58.20 τῶν εἰκόνων τῶν ἁγίων ἠνάγκαζεν. ὁ δὲ παρῃτεῖτο καὶ τὴν 20
58.21 ἱερωσύνην ἀπέβαλεν, λέγων ὡς “ἄνευ οἰκουμενικῆς συνόδου
58.22 ἔγγραφον πίστιν οὐκ ἐκτίθεμαι”. ἐκεῖθεν ἐπὶ τὸν πατρικὸν
58.23 οἶκον γενόμενος αὐτοῦ τὸν τῆς ζωῆς βιοτεύων διετέλεσε
58.24 χρόνον. μετ’ αὐτὸν δὲ προχειρίζονται ἀρχιερέα Ἀναστάσιον
58.25 κληρικὸν τῆς μεγάλης ἐκκλησίας τυγχάνοντα. ἐξ ἐκείνου 25

36
58.26 τοίνυν πολλοὶ τῶν εὐσεβούντων, ὅσοι τῷ βασιλείῳ οὐ συν-
58.27 ετίθεντο δόγματι, τιμωρίας πλείστας καὶ αἰκισμοὺς ὑπέμενον.
58.28 Ἐν ᾧ δὲ οὕτω ταῦτα ἐπράττετο, ἐκπέμπει ὁ βασιλεὺς
58.29 πρὸς τὸν τοῦ ἔθνους τῶν Χαζάρων ἡγούμενον, καὶ τὴν
59.1 αὐτοῦ θυγατέρα μεταπέμπεται καὶ τῷ υἱῷ Κωνσταντίνῳ εἰς
59.2 γυναῖκα κατηγγύησε. χρόνου δὲ μεταξὺ παρελθόντος σεισμὸς
59.3 ἐνσκήπτει κατὰ τὸ Βυζάντιον, μεθ’ οὗ καὶ πόλεσιν ἑτέραις
59.4 καὶ χώραις ἰσχυρῶς ἐπιφύεται. καὶ ἤδη ἄλλους τε πολλοὺς
59.5 οἴκους καὶ ἱεροὺς ναοὺς καὶ στοὰς ἀθρόον ἐπικαταβάλλει, 5
59.6 ἐκ πρώτων βάθρων αὐτῶν ἔστιν οὓς τούτων ἀνατρέψας, καὶ
59.7 τὸν θεῖον νεὼν ὃν τῆς ἁγίας Εἰρήνης ἐπώνυμον καλοῦσι
59.8 κατέσεισεν, ὃς πλησιαίτατα τῆς μεγάλης ἐκκλησίας ἵδρυται.
59.9 μεθ’ ὃν καὶ ὁ Ἀρκαδίου τοῦ πάλαι Ῥωμαίων τὰ σκῆπτρα
59.10 ἰθύνοντος ἀνδριάς, ὃς κατὰ τὸν λεγόμενον λόφον Ξηρόλοφον 10
59.11 καθύπερθε τοῦ γλυφαίου ἵδρυται κίονος, κατὰ γῆς ἄνωθεν
59.12 ἔρριπτο. διέμεινε δὲ τὰ τοῦ σάλου ἄχρι καὶ εἰς ἐνιαυτὸν
59.13 ὅλον· διὸ πλεῖστοι τῆς πόλεως προϊόντες καὶ ἔξω τειχῶν
59.14 αὐλιζόμενοι ἐν καλύβαις κατέμενον.
59.15 Λέων δὲ �μετὰ� τέσσαρα καὶ εἴκοσι ἔτη τῆς βασιλείας 15
59.16 μεταλλάττει τὸν βίον ὑδέρῳ χαλεπῷ περιπεσών, διάδοχον δὲ
59.17 τῆς ἀρχῆς τὸν υἱὸν Κωνσταντῖνον καταλιμπάνει. Ἀρτάβαζος
59.18 δέ, ὃς γαμβρὸς Κωνσταντίνου ἐπ’ ἀδελφῇ ὑπῆρχεν, ἅμα
59.19 τῷ περιόντι λαῷ (στρατηγὸς δὲ τοῦ Ὀψικίου λαοῦ ἐτύγχανεν)
59.20 καὶ τοῖς δυσὶν υἱέσιν, ὧν ὁ μὲν ἕτερος Νικήτας θάτερος 20
59.21 δὲ Νικηφόρος ἐκέκλητο, κατὰ τὸ λεγόμενον τοῦ Δορυλαίου
59.22 πεδίον ηὐλίζετο. καὶ δὴ τυραννίδα εὐθὺς κατ’ αὐτοῦ με-
59.23 λετᾷ, τὸν τοῦ πενθεροῦ θάνατον πυθόμενος· καὶ ὅρκοις τὸν
59.24 ὑπὸ χεῖρα κατεδέσμει λαὸν αὐτῷ μὲν εὔνουν ἔσεσθαι, ἕτε-
59.25 ρον δὲ εἰς βασιλέα μὴ δέχεσθαι. Κωνσταντῖνος δὲ τῆς βασι- 25
59.26 λείας κρατήσας ἀπόμοιράν τινα στρατοῦ ἐπιλεξάμενος τῆς
59.27 πόλεως ἔξεισι καὶ τὸ πεδίον ὃ Κρασὸς προσαγορεύεται κατα-
59.28 λαμβάνει καὶ Ἀρταβάζῳ ἐσήμαινεν ἥκειν πρὸς αὐτόν, ὡς
60.1 ἂν ἅμα τῶν πολεμίων χάριν βουλεύσοιντο. ὁ δὲ ἤδη ὥρμα,
60.2 οὐ βουλῆς ἕνεκεν, ἀλλὰ τῆς βασιλείας αὐτὸν καθαιρήσων.
60.3 Κωνσταντῖνος δὲ τὰ τῆς τυραννίδος πυθόμενος, καὶ Βίση-
60.4 ρον τὴν ἀξίαν πατρίκιον προϋπαντήσαντα καὶ τῷ ξίφει τῶν
60.5 ἀντιπάλων πεσόντα αἰσθόμενος, καὶ ὡς τὸ βασιλικὸν ἐσκευα- 5
60.6 γώγουν στρατόπεδον εἰσιδών, αὐτὸς πρὸς τῇ χώρᾳ τῶν ἀνατολι-
60.7 κῶν καλουμένῃ φυγὰς ἐνθένδε ἀπιὼν τὴν σωτηρίαν τὴν ἑαυτοῦ
60.8 περιεποιήσατο. καὶ αὐτοὶ εὐνοϊκῶς ὑποδεξάμενοι ἐνωμότους
60.9 αὐτῷ συνθήκας δεδώκεσαν ὡς μέχρις αἵματος ὑπὲρ αὐτοῦ
60.10 ἀνελέσθαι τὸν κίνδυνον, καὶ Ἀρτάβαζον αἰσχρῶς δυσφη- 10
60.11 μοῦντες καθύβριζον. μεταστέλλονται γοῦν καὶ Σισίννιον τὸν
60.12 πατρίκιον καὶ σύμφωνα καθίστων ἅμα τῷ ὑπ’ αὐτὸν στρατη-

37
60.13 γουμένῳ τῶν Θακησίων λεγομένῳ λαῷ, καὶ ἅπαντες κατὰ
60.14 Ἀρταβάζου ὠμῶς ἐχώρουν. Θεοφάνης δέ, ὃν Μονώτιον
60.15 ἐκάλουν, τὴν τοῦ μαγίστρου ἀξίαν διέπων καὶ τὴν βασι- 15
60.16 λέως χρείαν εἰς Βυζάντιον ἀποπληρῶν, Ἀρταβάζῳ προσέθετο
60.17 καὶ βασιλέα ἀνεκήρυττε, καὶ Βυζαντίους ἀνέπειθεν ὡς Κων-
60.18 σταντῖνος τεθνήκει. τὸν δὲ υἱὸν Νικηφόρον τοὔνομα κατὰ
60.19 τὴν Θρᾴκην τότε στρατηγοῦντα μεταπέμπεται καὶ σὺν τῷ
60.20 περὶ αὐτὸν στρατῷ πρὸς φυλακὴν τῆς πόλεως ἐγκαθίστησι. 20
60.21 τῶν βασιλικῶν δὲ ὑπηρετῶν οὓς μὲν ἀπετύφλου οὓς δὲ καὶ
60.22 ἑτέρως κατῄκιζε. καὶ Ἀρτάβαζος εὐθὺς τῷ συνόντι ἅμα
60.23 λαῷ τῇ πόλει ἐφίσταται καὶ αὐτίκα τῶν ἁγίων ἀνίστη τὰ
60.24 ἱερὰ ἀπεικονίσματα. τούτου δὲ κατόπιν ἰὼν Κωνσταντῖνος
60.25 τὴν Χρυσόπολιν καλουμένην καταλαμβάνει· ἐπίνειον δὲ τοῦτο 25
60.26 ἀντικρὺ Βυζαντίου πρὸς τῇ Ἀσιάτιδι γῇ διακείμενον. κἀν-
60.27 ταῦθα βραχὺν διατρίψας χρόνον ὑπενόστει καὶ πρὸς τὴν
60.28 πόλιν ἣν Ἀμόριον καλοῦσι διεχείμαζε. τῷ δὲ ἑξῆς ἐπιγενο-
61.1 μένῳ ἐνιαυτῷ τὸν ἕτερον τῶν υἱῶν Νικήταν στρατηγὸν τοῦ
61.2 καλουμένου τῶν Ἀρμενιάκων στρατοῦ Ἀρτάβαζος ἀποστέλλει,
61.3 τὸν δ’ αὖ ἕτερον Νικηφόρον εἰς βασιλέα στέφει. ἐπιστρα-
61.4 τεύει δὲ κατὰ τῆς τῶν Ἀσιανῶν χώρας, καὶ τὰ ἐκείνῃ χωρία
61.5 ἐσιαίνετο πικρῶς. καθ’ ὃ ἐπιτίθεται Κωνσταντῖνος καὶ πρὸς 5
61.6 τὰς Σάρδεις ὑπαντιάζει, πολέμῳ τε αὐτῷ συμμίξας κραταιῶς
61.7 ἐτροπώσατο, τόν τε ὑπόντα λαὸν δουλωσάμενος τήν τε ὑποῦ-
61.8 σαν αὐτοῖς ἀποσκευὴν εἰσποιησάμενος. Ἀρτάβαζος δὲ φυγὰς
61.9 πρὸς τὴν πόλιν Κύζικον καταλαβὼν κἀκεῖθεν ἀποπλεύσας
61.10 ἐπὶ τὸ Βυζάντιον ᾤχετο. Νικήτας δὲ ὁ αὐτοῦ υἱὸς κατὰ 10
61.11 Κωνσταντίνου τὴν ὁρμὴν ἐποιεῖτο. ὁ δὲ πρός τι χωρίον
61.12 αὐτῷ μάχῃ προσβαλών, Μωδρινὴν τῇ ἐπιχωρίῳ φωνῇ
61.13 προσαγορευόμενον, αὐτὸν μὲν Νικήταν ἐτρέψατο, τοῦ δὲ
61.14 συνόντος λαοῦ πλείστους ἀναιρεῖ. ἐντεῦθεν ἐν μεγίσταις
61.15 συμφοραῖς τὰ Ῥωμαίων διέκειτο, ὁπηνίκα ἡ παρ’ ἐκείνοις 15
61.16 περὶ τῆς ἀρχῆς ἅμιλλα τὸν ἐμφύλιον Χριστιανοῖς ἀνερρίπισε
61.17 πόλεμον. οἷα γὰρ καὶ ὅσα συμβαίνειν τοῖς τοιούτοις εἴωθε
61.18 τὰ δεινότατα, ὡς καὶ τὴν φύσιν ἑαυτὴν ἐπιλανθάνεσθαι καὶ
61.19 καθ’ ἑαυτῆς ἵστασθαι (καὶ τί γὰρ δεῖ τἆλλα λέγειν;), πολ-
61.20 λοὺς ἂν ἐν πείρᾳ καθεστηκέναι. ἐν τούτοις καθυπέρτερος 20
61.21 Κωνσταντῖνος γενόμενος πρὸς τὰ Θακικὰ περαιοῦται χωρία
61.22 καὶ τῷ τείχει προσεδρεύει τῆς πόλεως διεκώλυέ τε τὴν τῶν
61.23 ἀναγκαίων εἰσφοράν· καὶ ἐκ τούτου ἐν μεγάλῃ ἦν ἡ πόλις
61.24 ἀνάγκῃ, ὥστε τοῦ μεγίστου λιμοῦ τοὺς Βυζαντίους κατα-
61.25 τείνοντος πολλοὺς μὲν συνέβαινε διαφθείρεσθαι, ἄλλους 25
61.26 ὑπὲρ τειχῶν ἑαυτοὺς ἔξω ῥίπτειν βιαζομένους. οἱ δὲ καὶ
61.27 δώροις ἔπειθον τοὺς ἐπὶ τῶν πυλῶν φύλακας κρύβδην ἐξ-
62.1 ιέναι τῆς πόλεως. Κωνσταντῖνος δὲ ἅπαντας εὐμενῶς ἐδέχετο

38
62.2 καὶ περιεποιεῖτο μάλιστα. αὖθις οὖν Νικήτας ἐπιστρατεύει
62.3 καὶ μέχρι Χρυσοπόλεως παραγίνεται. Κωνσταντῖνος δὲ πάλιν
62.4 αὐτῷ ἐπιτίθεται καὶ κατὰ τὴν Νικομηδέων καταλαμβάνει
62.5 πόλιν, καὶ αὐτὸν μὲν χειρωσάμενος σιδήροις ἐδέσμει, Μαρ- 5
62.6 κελλίνου δὲ τοῦ συνόντος αὐτῷ ἀρχιερέως τῆς Γαγγρηνῶν
62.7 μητροπόλεως τὴν κεφαλὴν ἐξέτεμε. κἀκεῖθεν ἐπανελθὼν
62.8 παραλαμβάνει τὸ Βυζάντιον. Ἀρτάβαζος δὲ ἀποδρὰς πρὸς
62.9 τὴν ἐν Βιθυνίᾳ Νίκαιαν πόλιν διασώζεται, καὶ τοὺς ἐν αὐτῇ
62.10 ἀνέπειθεν ὡς ἥκοι στρατολογήσων καὶ δύναμίν τινα ἐκεῖ 10
62.11 περιβαλλόμενος. ἐξ ὧν ὀλίγους στρατιώτας προσλαβὼν ἐπὶ
62.12 τὸ φρούριον τὸ λεγόμενον Πουζάνης ἀπιὼν ἐγκατακλείεται.
62.13 Κωνσταντῖνος δὲ ἀπόμοιραν εἰς δίωξιν αὐτοῦ ἐκπέμψας αὐ-
62.14 τόν τε χειροῦται, καὶ σὺν τοῖς υἱέσιν αὐτοῦ δεσμώτας ἐπὶ
62.15 ἀγῶνος ἱππικοῦ ἕλκων θριαμβεύει ἐκεῖθέν τε ἐν εἱρκτῇ τη- 15
62.16 ρεῖσθαι ἀσφαλῶς παραδέδωκεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ
62.17 Σισίννιος ὁ πατρίκιος τυραννίδα ἐφωράθη κατὰ Κωνσταν-
62.18 τίνου μελετήσας, ἐφ’ ᾗ διαγνωσθεὶς τοὺς ὀφθαλμοὺς ἐκ-
62.19 κόπτεται. μετὰ ταῦτα δὲ καὶ Ἀρτάβαζος καὶ οἱ αὐτοῦ υἱοὶ
62.20 τῇ αὐτῇ τιμωρίᾳ ᾐκίσθησαν. 20
62.21 Ταῦτα οὕτω τὰ τῆς ἰδίας ἀρχῆς διαθεὶς Κωνσταντῖνος
62.22 μετὰ χρόνον οὐ πολὺν κατὰ τὴν χώραν τῶν Σαρακηνῶν ἐκ-
62.23 στρατεύει, ὧν εἷλε πόλιν Γερμανίκειαν τῆς Εὐφρατησίας
62.24 χώρας. εἰσπίπτει δὲ κατὰ τὴν βασιλεύουσαν καὶ τὰς κύκλῳ
62.25 χώρας†, καὶ καθ’ οὓς τόπους τὸ φθοροποιὸν ἐπεφύετο πά- 25
62.26 θος, ἅπαν ἀνθρώπων γένος ἐπινεμόμενον διώλλυέ τε καὶ
62.27 ἄρδην ἐξηφάνιζε. διεσώθη δ’ ἄν τις θείᾳ πάντως βουλή-
63.1 σει, ὅστις ὡς πορρωτάτω τούτων τῶν χωρῶν ἀπέδρα. ἐπ-
63.2 ετείνετο δὲ τὰ τῆς φθορᾶς μάλιστα περὶ τὸ Βυζάντιον. τεράστια
63.3 δ’ οὖν καὶ δείματα ἐξαπίνης ἐφαίνετο· (τύποι σταυροειδεῖς
63.4 ἔν τε ταῖς τῶν ἀνθρώπων στολαῖς καὶ τῶν ἱερῶν ἐσθημά-
63.5 των ἐπανατέλλοντες, θύραις τε ὡσαύτως καὶ τοῖς τῶν θυρῶν 5
63.6 σταθμοῖς,) ἃ δὴ φαινόμενα φρίκην μεγάλην καὶ ἀπορίαν
63.7 πᾶσιν ἐνέτικτεν ὡς παραχρῆμα τὸν ὄλεθρον μηνύοντα ἔσε-
63.8 σθαι. ὥσπερ δὲ ἐξεστηκότες τῷ δέει οἱ ἄνθρωποι καὶ φαν-
63.9 τασιούμενοι ἐδόκουν αὑτοῖς ὡς ξένοις τισὶ συνοδεύειν καὶ
63.10 εἰδεχθέσιν ἀνθρώποις, καὶ εἶτα ὡς γνωρίμοις δῆθεν τοῖς 10
63.11 ἐντυγχάνουσι προσαγορεύοντες, καὶ τὰ πρὸς τὴν ὁδὸν ὡμι-
63.12 λημένα ἑτέροις ἔπειτα ἀφηγούμενοι· καὶ ἄλλοι φάσμασί τισιν
63.13 ἐκδειματούμενοι ἑώρων ξίφεσιν ἀλλήλους τινὰς βάλλοντας.
63.14 καὶ δὴ οὕτω τὰ πλεῖστα ἐξέβαινεν. οὐδὲ οἷοί τε ἦσαν οἱ
63.15 περισωζόμενοι τῶν ἀποιχομένων ταφῇ παραδιδόναι τὰ σώ- 15
63.16 ματα καὶ τὴν ὁσίαν ἐπ’ αὐτοῖς ποιεῖσθαι, ὀλιγοστοὶ μάλα
63.17 πλείστους ἄγαν ἐκκομίζοντες. διὸ μηχανὰς ἔκ τινος περι-
63.18 νοίας κατεσκεύαζον, σεσαγμένοις τοῖς ἀχθοφόροις ζῴοις σανί-

39
63.19 δας ἐπιστρωννύντες καὶ ἐπὶ μέγα τι χωρίον ἀπευρύνοντες
63.20 τὸ μηχάνημα, οὕτω τε τὰ πλεῖστα τῶν πτωμάτων ἀκόσμως 20
63.21 καὶ ὡς ἂν ἔτυχεν ἐπετίθεσαν. ἤδη δὲ καὶ ἅμαξαι πρὸς τὴν
63.22 ἐκφορὰν τοῦ πλήθους τῶν νεκρῶν φορούμεναι ὑπηρέτουν,
63.23 τῶν ὑποζυγίων αὐτοῖς μὴ ἐπαρκεῖν ἔτι δυναμένων. ἐπιλε-
63.24 λοίπασι δὲ εἰς ἅπαξ καὶ οἱ τάφοι, ὥστε καὶ τὰς ἀνύδρους
63.25 τῶν δεξαμενῶν νεκρῶν ἐμπλησθῆναι σωμάτων. ἄρουραι δὲ 25
63.26 ἀνετέμνοντο καὶ ἀμπελῶνες διωρύσσοντο καὶ κῆποι διεσκά-
63.27 πτοντο πρὸς τὴν τῶν ἀπείρων σωμάτων ταφὴν καινοτομού-
64.1 μενοι. ἐξ ὧν συνέβαινε τοὺς πλείονας τῶν οἴκων κατα-
64.2 κλείστους πάμπαν γίνεσθαι. παρέτεινε δὲ τὰ τῆς θραύσεως
64.3 μέχρις ἐνιαυτοῦ, καὶ ἐξ ἐκείνου ἐνεδίδου τὰ πλεῖστα, καὶ
64.4 κατὰ μικρόν, ὥσπερ τὴν ἀρχὴν ηὔξανεν, οὕτω δὴ καὶ ἐλώ-
64.5 φησεν ἡ φθορά. ταῦτα ἐκρίνετο τοῖς ὀρθὰ φρονεῖν εἰδόσιν 5
64.6 ἐκ θείας ἐπισκήπτειν ὀργῆς, ἡνίκα ὁ τότε ἀθέως καὶ δυσ-
64.7 σεβῶς κρατῶν, καὶ ὅσοι αὐτῷ συνῄνουν τῷ ἀθέσμῳ φρονή-
64.8 ματι, τὰς χεῖρας ἐπαφεῖναι κατὰ τῶν ἁγίων ἀπεικονισμάτων
64.9 εἰς ὕβριν τῆς τοῦ Χριστοῦ ἐκκλησίας τετολμήκασιν.
64.10 Ἐντεῦθεν τοίνυν ἀοίκητον σχεδὸν ἤδη γεγονυῖαν τὴν 10
64.11 πόλιν ταύτην κατοικίζει ἐκ τῶν χωρῶν καὶ τῶν νήσων τῆς
64.12 ὑπὸ Ῥωμαίοις ἐξουσίας λαῶν πλήθη μετάγων. ὑπὸ δὲ τοῦ-
64.13 τον τὸν χρόνον στόλον ἐκπέμπει κατὰ τῆς τῶν Σαρακηνῶν
64.14 χώρας, οὗ ἡγεῖτο ὁ τηνικαῦτα στρατηγῶν τῶν Κιβυραιωτῶν
64.15 καλουμένου στρατοῦ. καθορμίζεται δὲ ὁ στόλος κατὰ τὴν 15
64.16 Κύπρον νῆσον. ἔνθα αὐτίκα μάλα κατῇρεν ἐκ τῆς Ἀλεξάν-
64.17 δρου πόλεως καὶ τῶν Σαρακηνῶν πλόϊμον. ὅπερ ὁ στρατη-
64.18 γὸς προαισθόμενος ἐξαπιναίως εἰσπίπτει κατ’ αὐτοῦ πυρί τε
64.19 διαφλέξας τὰς ναῦς τὰ αὐτῶν σφετερίζεται ἅπαντα, καὶ κατὰ
64.20 κράτος ἑλὼν τοὺς πολεμίους πρὸς Κωνσταντῖνον ὑπενόστει. 20
64.21 Μετὰ ταῦτα τίκτεται τῷ βασιλεῖ υἱός, ὃν Λέοντα ἐπ-
64.22 ωνόμασε. τηνικαῦτα καὶ ἐν Συρίᾳ σεισμὸς μέγας γίνεται καὶ
64.23 ὄλεθρος ἐκεῖθεν ἐφίσταται μέγιστος. αἱ μὲν γὰρ τῶν ἐκεῖ
64.24 πόλεων ἐπὶ μέγα ἡ γῆ περὶ αὐταῖς ἔχανεν, αἱ δὲ παρὰ μέ-
64.25 ρος τοῦτο πεπόνθεισαν. ἄλλαι τῶν ὑψηλῶν ἀποκινηθεῖσαι 25
64.26 χώρων πρὸς τὰ ὑποκείμενα πεδία σὺν τείχεσιν αὐτοῖς καὶ
64.27 οἰκήμασι σῶοι κατεσύρησαν, μέχρι σημείων ἓξ [καὶ] τῆς οἰ-
64.28 κείας μεταστᾶσαι ἱδρύσεως, ἢ μικρῷ πρός. ἤδη δέ τινες
65.1 ἔφασαν τὴν γῆν θεάσασθαι τὴν κατὰ τὴν Συρίαν Μεσοπο-
65.2 ταμίας ῥαγεῖσαν ἐπὶ σημείοις δύο βύθιον ἑτέραν ἀναβράσαι
65.3 κάτωθεν γῆν ὥσπερ ἀμμώδη καὶ λευκοτάτην, συναναδοθῆ-
65.4 ναι δὲ ταύτῃ ἡμίονον θήλειαν ἀνθρωπείᾳ φωνῇ τὴν τῶν
65.5 Ἀράβων κατάλυσιν προαναφωνοῦσαν. οὐ πολὺ γὰρ τὸ με- 5
65.6 ταξύ, καὶ τῆς ὑπερέκεινα ἐρήμου ἔθνος ἐπιφυὲν πλήθη τού-
65.7 των πολλὰ ἀμαχὶ διεχειρίσατο.

40
65.8 Μετὰ δὴ ταῦτα στέφει Κωνσταντῖνος τὸν υἱὸν Λέοντα
65.9 εἰς βασιλέα καὶ εὐθὺς κατὰ Σαρακηνῶν ἐκστρατεύει. καὶ
65.10 γενόμενος κατὰ τὴν Μελιτηναίων πόλιν ταύτην πολιορκίᾳ 10
65.11 εἷλε, λαὸν πολὺν δοριάλωτον καὶ πλεῖστα σκῦλα ἐκεῖθεν
65.12 ἀπενεγκάμενος. ἐν τούτῳ δὲ ἐτελεύτα καὶ Μαρία ἡ Αὐγούστα
65.13 ἡ αὐτοῦ γαμετή. ὅπερ δὲ μετ’ ὀλίγον συνέβαινε μνήμης
65.14 ἄξιον, οὐ παραδραμεῖν δίκαιον. συνηνέχθη γὰρ τηνικαῦτα
65.15 θέαμα φορεβὸν καὶ τεράστιον ξένον ἐξ ἀερίου γενέσθαι συμ- 15
65.16 πτώματος, ὅπερ περὶ λύχνων ἁφὰς κατάρξαν διὰ πάσης
65.17 ἐφαίνετο νυκτός, ἔκπληξιν καὶ δέος μέγα τοῖς θεωμένοις
65.18 ἐμποιοῦν ἅπασιν. ἐδόκει γὰρ αὐτοῖς ὡς οἱ ἀστέρες ἅπαντες
65.19 τοῦ τεταγμένου αὐτοῖς οὐρανίου χώρου παρακινούμενοι κατὰ
65.20 γῆς ἐφέροντο. οἱ δὲ περίγειοι γενόμενοι ἀθρόον διελύοντο, 20
65.21 ἥκιστα τὴν οἱανοῦν βλάβην ποιησάμενοι πώποτε. φασὶ δὲ
65.22 πολλοὶ ὡς διὰ πάσης τῆς οἰκουμένης τὸ τοιοῦτον ἐξαίσιον
65.23 διεδείκνυτο θέαμα.
65.24 Καὶ τὰ μὲν τῶν ἀστέρων ἐν τούτοις ὤφθη· χρόνου δέ
65.25 τινος διῳχηκότος Ἀναστάσιος ὁ τοῦ Βυζαντίου ἐτελεύτα ἱεράρ- 25
65.26 χης. Κωνσταντῖνος δὲ καθ’ ἅπαξ πρὸς τὴν ὕβριν τῆς ἐκ-
65.27 κλησίας ἰδὼν καὶ πρὸς τὴν εὐσέβειαν ἤδη ἀπομαχόμενος,
65.28 ὡς ὑπὸ τοῦ ἄγοντος αὐτὸν ἐναντίου πνεύματος κινούμενος,
65.29 σύνοδον ἱερέων ἀθροίζει ὀκτὼ καὶ τριάκοντα καὶ τριακοσίους
65.30 τὸν ἀριθμὸν τυγχάνουσαν, (ταύτης ἐξῆρχε Θεοδόσιος ὁ τῆς 30
66.1 Ἐφεσίων πόλεως ἀρχιεπίσκοπος) ἀρχιερέα τε τῆς πόλεως
66.2 ἀνακηρύσσει Κωνσταντῖνόν τινα τὸ τῶν μοναχῶν σχῆμα περι-
66.3 βεβλημένον, ἐπίσκοπον δὲ τῆς τοῦ Συλλαίου πόλεως γεγο-
66.4 νότα. ὅρον δὲ πίστεως ἐκτίθενται, ἐν ᾧ ὑπεσημήναντο
66.5 ἅπαντες κακῶς καὶ δυσσεβῶς συμφρονήσαντες, τὴν τῶν 5
66.6 ἱερῶν εἰκονισμάτων καθαίρεσιν ἐκφωνήσαντες· καὶ ὥσπερ
66.7 νηπιωδεῖς ἐπ’ ἀγορᾶς ταῦτα ἀνεθεμάτιζον. μεθ’ ὧν καὶ
66.8 Γερμανὸν τὸν ἀρχιερέα τοῦ Βυζαντίου γεγονότα Γεώργιόν
66.9 τε τὸν ἐκ Κύπρου τῆς νήσου ὁρμώμενον καὶ Ἰωάννην τὸν
66.10 ἀπὸ Δαμασκοῦ τῆς Συρίας τὸ ἐπίκλην Μανσούρ. 10
66.11 Ταῦτα ἐπιτελῆ ποιήσας Κωνσταντῖνος ἦρξε δομεῖσθαι
66.12 τὰ ἐπὶ Θρᾴκης πολίσματα, ἐν οἷς οἰκίζει Σύρους καὶ Ἀρμε-
66.13 νίους, οὓς ἔκ τε Μελιτηναίων πόλεως καὶ Θεοδοσιουπόλεως
66.14 μετανάστας πεποίηκε, τὰ εἰς τὴν χρείαν αὐτοῖς ἀνήκοντα
66.15 φιλοτίμως δωρησάμενος. ταῦτα τοίνυν οἱ Βούλγαροι ὡς ἐπολί- 15
66.16 ζοντο θεασάμενοι, φόρους ᾔτουν παρὰ βασιλεῖ δέξασθαι. τοῦ
66.17 δὲ μὴ δεξαμένου οἵ γε στρατευσάμενοι τὰ ἐπὶ Θρᾴκης χωρία
66.18 κατέτρεχον καὶ μικροῦ τοῦ μακροῦ καλουμένου τείχους ἐπεξ-
66.19 έθεον. ὁ δὲ ἀντεπεξῄει καὶ συμβαλὼν πολέμῳ εἰς φυγὴν
66.20 ἐτρέψατο καὶ ἐδίωκεν ἀνὰ κράτος καὶ πλείστους Βουλγάρους 20
66.21 ἀνεῖλε. μετ’ οὐ πολὺ πλοῒ καὶ πεζῇ κατ’ αὐτῶν ἐστράτευεν.

41
66.22 οἱ γοῦν τὰς ναῦς ἔχοντες ἄχρι καὶ εἰς πεντακοσίους τὸν
66.23 ἀριθμὸν συντελούσας, διὰ τοῦ Εὐξείνου ἐκπλεύσαντες καὶ
66.24 πρὸς τῷ Ἴστρῳ γενόμενοι ποταμῷ χώρας τε Βουλγάρων ἐπίμ-
66.25 πρασαν καὶ δοριαλώτους οὐκ ὀλίγους εἷλον· αὐτὸς δὲ μάχῃ 25
66.26 συμμίξας αὐτοῖς κατὰ τὰς λεγομένας Μαρκέλλας (φρούριον
66.27 δὲ τοῦτο πλησιαίτατα Βουλγάρων κείμενον) εἰς φυγὴν ἐτρέ-
67.1 ψατο καὶ πολλοὺς αὐτῶν ἔκτεινεν. ἐντεῦθεν ἐκεῖνοι τὸ ἧττον
67.2 ἀπενεγκάμενοι περὶ εἰρήνης διεπρεσβεύοντο ἐκ τῶν οἰκείων
67.3 τέκνων ὁμήρους προϊέμενοι.
67.4 Ἔτι πρὸς τούτοις οὐδὲ ἐκεῖνο νῦν παραδραμεῖν ἄξιον.
67.5 ὥρα ἐνέστηκε φθινοπώρου, καὶ ἐν αὐτῇ χειμέριον γίνεται 5
67.6 τὸ κατάστημα καὶ τῷ ὄντι κρυερὸν καὶ δριμύτατον, ὡς ξένην
67.7 τινὰ καὶ ἐξαίσιον τοῖς τηνικαῦτα ὁρῶσιν ἀποτελέσαι τῆς ὑγρᾶς
67.8 οὐσίας ἐκ τῆς περὶ αὐτὴν συμβάσης πήξεως τὴν θέαν, οὐκ
67.9 ἐν τοῖς γλυκέσιν ὕδασι μόνον, ἀλλὰ, τὸ δὴ παραδοξότερον,
67.10 καὶ κατὰ τῆς ἁλμυρᾶς ἰσχῦσαν ποιότητος, καὶ ἐν ἄλλοις μὲν 10
67.11 πλείστοις τοῖς ἀνὰ τὴν οἰκουμένην τόποις, οὐχ ἥκιστα δὲ
67.12 τά τε ὑπερβόρεια καὶ προσάρκτια καταπῆξαν δεινότατα. ἐπὶ
67.13 τοσοῦτο δὲ κατεπυκνοῦτο καὶ διεπήγνυεν ὥστε τὴν ὑπερ-
67.14 πόντιον τοῦ Εὐξείνου θάλασσαν ἐπὶ σημείοις ἑκατόν που
67.15 ἀποκρυσταλλωθῆναι κατὰ τὸ πέλαγος, εἶτα καὶ τοὺς ὑπερ- 15
67.16 κειμένους μεγίστους ὅτι μάλιστα καὶ πλείστους ποταμῶν, καὶ
67.17 ἔτι τὸν ἐπὶ Μεσήμβρειαν καὶ Μήδειαν πόλιν ἐρχόμενον
67.18 παράκτιον χῶρον τῷ πάγει συναποπετρωθῆναι, διὰ βάθους
67.19 χωρησάσης τῆς τοιαύτης πήξεως ἄχρι καὶ εἰς τριάκοντα πή-
67.20 χεις· ἐπὶ τούτοις ἀφάτου καταρραγείσης χιόνος εἰς ὕψος 20
67.21 διαρθῆναι τὸ κρύος ὑπερανεστηκὸς τῆς ἐπιφανείας μέχρι
67.22 πηχῶν που ἄλλων εἴκοσι, καί πως συμφυῆναι τῇ ἠπείρῳ τὴν
67.23 θάλασσαν ὡς μηδὲ διακρῖναι ῥᾳδίως ποτέρα ἑτέρας ἀπο-
67.24 κέκριται. οὕτω τε ἅπαν τὸ πρὸς ἄρκτους ἠπειρωθὲν ὕδωρ
67.25 πεζεύειν κατὰ νώτου συνεχώρει τοῖς βουλομένοις, βάσιμά τε 25
67.26 ἦν τὰ ἐκείνῃ ἅπαντα, ὅσα τε ἐν τοῖς τῶν Χαζάρων γῆς
67.27 μεθορίοις καὶ τοῖς πλησιοχώροις Σκυθικοῖς ἔθνεσι, καὶ οὐκ
68.1 ἀνθρώποις μόνον ἀλλὰ καὶ κτήνεσι καὶ ζῴοις ἑτέροις γενό-
68.2 μενα· ἄπλωτον δὲ ἤδη ἐντεῦθεν γενέσθαι τὴν Ποντικὴν
68.3 τότε θάλασσαν. ἡμέραις δέ τισι διιππευούσαις καὶ ὁ ἄπλε-
68.4 τος ἐκεῖνος τοῦ παγέτου ὁλκὸς εἰς διάφορα συρρήγνυται
68.5 τμήματα, ἅπερ εἰς τοσοῦτον ὕψος ἀνέσχεν ὡς ὄρη δοκεῖν 5
68.6 εἶναι ὑπερύψηλα. τούτων ἀπορραγέντα μέρη τινὰ καὶ τῇ βίᾳ
68.7 τῶν πνευμάτων συνωθούμενα πρός τε Δαφνουσίαν, φρού-
68.8 ριον [ὄν] τι τῆς Ποντικῆς μοίρας ἐρυμνότατον τυγχάνον, ἐξ-
68.9 οκέλλουσι καὶ ἄχρι τοῦ στομίου τοῦ Εὐξείνου κατέρρουσι·
68.10 συστραφέντα δὲ πρὸς ἑαυτὰ κατὰ τὸν αὐτόθι στενὸν πόρον, 10
68.11 τὸν μεταξὺ πορθμὸν πληρώσαντα τὰς ἑκατέρωθεν ἠπείρους,

42
68.12 τήν τε Θρᾴκην καὶ τὴν Ἀσιάτιδα, ἀλλήλαις συνήνωσαν, ὡς
68.13 ἐξ ἑκατέρας πρὸς θατέραν πεζῇ μᾶλλον ἢ πλοῒ διαπεραιοῦ-
68.14 σθαι ἐξεῖναι τῷ βουλομένῳ. ἐκεῖθεν συνωθούμενα ἀνὰ τὴν
68.15 Προποντίδα μέχρις Ἀβύδου ἐξεχύθησαν, ἥπερ δὴ οὐδὲ θά- 15
68.16 λασσα εἶναι τὸ λοιπὸν ὑπωπτεύετο. τούτων ἓν ἀποσπασθὲν
68.17 τῇ ἀκροπόλει τοῦ Βυζαντίου προσαράσσεται καὶ τὸ αὐτόθι
68.18 τεῖχος περιέσεισεν ὡς καὶ τοὺς ἔνδον οἰκοῦντας συμμετασχεῖν
68.19 τοῦ σάλου. καὶ τοῦτο τριχῇ διαιρεθὲν παρ’ ἑκάτερα μέρη
68.20 τῆς ἀκροπόλεως τὰς ἀκτὰς ἐμπίπλησι. τὸ δὲ ὕψος αὐτοῖς 20
68.21 τῶν τῆς πόλεως τειχῶν ὑπερανέστηκε, δι’ αὐτῶν τέ τινες
68.22 ἐξ ἀκροπόλεως πρὸς τὸ ἀντικρύ, ἐν οἷς τῶν Γαλάτου λεγό-
68.23 μενον ἵδρυται φρούριον, πεζῇ διεπεραιοῦντο. ταῦτα ἔκπλη-
68.24 ξιν μεγίστην τοῖς τῆς πόλεως ἐνεποίει· τῷ παραδόξῳ γὰρ
68.25 καὶ ἀδοκήτῳ τῆς θέας ἐν ἀπορίᾳ γενόμενοι θρήνοις καὶ 25
68.26 δάκρυσι πλείστοις συνεχόμενοι ἐνθένδε ἀπηλλάσσοντο.
68.27 Χρόνων δὲ οὐκ ὀλίγων διελθόντων, Σκλαβηνῶν γένη
68.28 τῆς ἑαυτῶν μεταναστάντα γῆς φυγάδες διαπερῶσι τὸν Εὔ-
68.29 ξεινον. συνετέλει δὲ αὐτῶν τὸ πλῆθος ἄχρι καὶ εἰς ἀριθμὸν
69.1 ὀκτὼ καὶ διακοσίας χιλιάδας. καὶ πρὸς τὸν ποταμὸν ὃς
69.2 Ἀρτάνας καλεῖται αὐτοὶ κατοικίζονται.
69.3 Τὰ δὲ κατὰ τοὺς Οὔννους Βουλγάρους ἐπράττετο τῇδε.
69.4 οὗτοι τὰ πρὸς ἀλλήλους συνθέμενοι τοὺς μὲν ἐκ σειρᾶς τὴν
69.5 κυρείαν τὴν ἐπ’ αὐτοὺς κεκτημένους κτείνουσιν, ἡγεμόνα δὲ 5
69.6 ἐφ’ ἑαυτοῖς καθιστᾶσι Τελέσσιον ὄνομα, ἄνδρα σοβαρὸν καὶ
69.7 τὸ ἐκ νεότητος θράσος ἅμα ἐπιδεικνύμενον. οὗτος λαὸν
69.8 συναγείρας ὁπλίτην καὶ μάχιμον τὰ πλησιαίτερα τῶν Ῥω-
69.9 μαίων χωρία καὶ φρούρια κατέτρεχε καρτερῶς. οὗ τὸ θρασὺ
69.10 καὶ αὔθαδες Κωνσταντῖνος θεασάμενος ναῦς ἱππαγωγοὺς 10
69.11 ἄχρι καὶ εἰς τὰς ὀκτακοσίας κατεσκεύασε, καὶ ταύτας ἱπ-
69.12 πικῷ στρατῷ πληρώσας διὰ τοῦ Εὐξείνου πρὸς τὸν Ἴστρον
69.13 ἐξέπεμψεν. αὐτὸς δὲ στρατὸν ἕτερον ἐπαγόμενος πρὸς Ἀγχία-
69.14 λον πόλιν παραγίνεται. καθ’ ὃν Τελέσσιος ἐξέρχεται ἔχων
69.15 εἰς συμμαχίαν καὶ Σκλαβηνῶν οὐκ ὀλίγα πλήθη. καὶ ἡττη- 15
69.16 θεὶς μάχῃ εἰς φυγὴν ἐτράπετο. πλεῖστοι δὲ τῶν πολεμίων
69.17 ἀφ’ ἑκατέρου μέρους πίπτουσι, καὶ ἄλλοι οὐκ ὀλίγοι καὶ
69.18 τῶν ἐπιφανεστέρων ἐζωγρήθησαν. οὕτω τε τοῦ πολέμου κρα-
69.19 τήσας πρὸς τὸ Βυζάντιον Κωνσταντῖνος ᾤχετο, καὶ οὓς ἐπή-
69.20 γετο τῶν ἐζωγρημένων τοῖς τε πολίταις καὶ τοῖς ἐκ τῶν 20
69.21 λεγομένων χρωμάτων δημόταις ὡς ἀναιρήσειν αὐτοχειρίᾳ
69.22 παραδίδωσιν. οἱ δὲ λαβόντες ἔξω τείχους τοῦ πρὸς τῷ χερ-
69.23 σαίῳ κειμένου ἀνεῖλον. καὶ τούτων τὰ λάφυρα τὸν ἱππικὸν
69.24 ἀγῶνα θεώμενος ἐθριάμβευσεν. μεθ’ ὧν καὶ δύο χρυσοῖ
69.25 λουτῆρες, οἳ ἐν τῇ νήσῳ κατεσκευάσθησαν Σικελίᾳ, δημο- 25
69.26 σιεύονται, ὁλκὴν χρυσοῦ ἄχρι καὶ εἰς ὀκτακοσίας λιτρῶν

43
69.27 ἕκαστον ἄγοντα.
70.1 Οἱ δὲ Βούλγαροι τὸ δυστυχὲς Τελεσσίου θεασάμενοι
70.2 τοῦτόν τε στασιάσαντες κτείνουσι, καὶ κύριον αὑτῶν καθ-
70.3 ιστῶσιν ἕνα τῶν ἐν αὐτοῖς ἀρχόντων τυγχάνοντα, ᾧ Σαβῖνος
70.4 ὑπῆρχεν ὄνομα· ὃς εὐθὺς τὸ κῦρος δεξάμενος πρὸς βασιλέα
70.5 διαπρεσβεύεται, εἰρήνην αὐτὸν αἰτούμενος βεβαιότατα. Βουλ- 5
70.6 γάρους δὲ οὐκ ἤρεσκε τὸ πραττόμενον· ἀλύοντες γὰρ ἐν τούτῳ
70.7 ἰσχυρῶς ἀντέλεγον, οἰόμενοι ὡς Ῥωμαίοις αὐτίκα δουλωθη-
70.8 σόμενοι. τούτους δεδιὼς Σαβῖνος φυγὰς πρὸς βασιλέα ᾤχετο.
70.9 εὐζώνων δὲ ἀποστείλας ἀνδρῶν τινὰς τὰς γυναῖκας αὐτῶν
70.10 καὶ τοὺς συγγενεῖς κεκρυμμένους εὑρὼν πρὸς Σαβῖνον ἄγει. 10
70.11 ἐν τούτοις μεταμεληθέντες οἱ Βούλγαροι καὶ αὐτοὶ πέμπουσι
70.12 πρὸς βασιλέα τοὺς τὴν εἰρήνην αἰτήσοντας. ὁ δὲ οὐκ ἐδέ-
70.13 χετο, ἀλλ’ εὐθὺς κατ’ αὐτῶν ἐξεστράτευσεν. οἱ δὲ τὰς δυσχω-
70.14 ρίας τοῦ περὶ αὐτοὺς ὄρους ἀνέφραττον. καὶ τούτων ὁ κύ-
70.15 ριος τὰ πιστὰ παρὰ βασιλέως λαβὼν σὺν τοῖς ἄρχουσιν αὐτοῦ 15
70.16 πρὸς βασιλέα παραγίνεται. αὐτὸς δὲ τούτους δεξάμενος ἅμα
70.17 Σαβίνῳ συμπαρεδρεύοντι ὠνείδισε τὴν ἀταξίαν καὶ τὸ μῖσος
70.18 ὃ κατὰ Σαβίνου ἐπεδείξαντο, καὶ εἰρηνεύειν αὐτοῖς συνετίθετο.
70.19 Ταῦτα διεπράττετο κατὰ τὴν πρώτην ἰνδικτιόνα. ἔτι
70.20 καὶ υἱὸς τίκτεται τῷ βασιλεῖ, ὃν Νικήταν ὠνόμασεν. ὑπὸ 20
70.21 δὲ τὸν αὐτὸν χρόνον στόλος τῶν Σαρακηνῶν ἐξ Ἀφρικῆς
70.22 ἀπάρας κατὰ τῆς νήσου Σικελίας παραγίνεται· τὸ δὲ ἐν
70.23 αὐτῇ στρατιωτικὸν γενναίως ἀντιταξάμενον τούτοις, μηδὲν
70.24 τῆς ἐλπίδος ἠνυκότας ἀπέπεμψε.
70.25 Κατὰ δὲ τὴν τρίτην ἰνδικτιόνα εἰσέρχεται Κωνσταντῖ- 25
70.26 νος εἰς Βουλγαρίαν τῷ τὸν ἀρχηγὸν αὐτῶν κατασταθέντα ὑπὸ
70.27 Σαβίνου Οὔμαρον ὄνομα τῆς ἀρχῆς μεταστῆσαι Βουλγάρους,
70.28 ἀνειπεῖν δ’ ἐν αὐτῇ Τόκτον ἄνδρα Βούλγαρον τὸν Βια-
71.1 νοῦ ἀδελφόν. οἱ δὲ Βουλγάρων φυγάδες ἐν ταῖς ὕλαις
71.2 τοῦ ποταμοῦ τοῦ Ἴστρου ἀπῴχοντο, οὐκ ὀλίγοι δὲ αὐτῶν
71.3 κατακτείνονται, μεθ’ ὧν καὶ ὁ Τόκτος ἅμα τῷ ἀδελφῷ
71.4 Βιανῷ ἀναιρεῖται καὶ ἕτεροι. ἄλλος δέ τις ἄρχων αὐτῶν,
71.5 ὃν ὀνομάζουσι Καμπαγάνον, ἐν Βάρνῃ [προσφυγεῖν] ὡς 5
71.6 ἐδόκει προσρύεσθαι ὑπὸ τῶν ἰδίων δούλων ἀνῃρέθη. τότε
71.7 δὴ καὶ Βουλγαρίας ὑπὸ Ῥωμαίων πυρίκαυτα ὡς πλεῖστα
71.8 χωρία γέγονε καὶ διόλωλεν.
71.9 Ἤδη δὲ ἡ ἀσέβεια τοῦ κρατοῦντος ἐπαρρησιάζετο, καὶ
71.10 πᾶσα εὐσεβείας ὁδὸς διεβάλλετο καὶ τῶν εὐσεβούντων καὶ 10
71.11 θεῷ προσανακειμένων ὁ βίος ἐχλευάζετο καὶ διεσκώπτετο,
71.12 μάλιστα δὲ τῶν μοναζόντων τὸ ἱερὸν ἐκθέσμως ἐδιώκετο
71.13 τάγμα. τούτων γὰρ τοὺς τὴν ἑαυτῶν ὁμολογίαν φυλάξαν-
71.14 τας καὶ ἐπὶ τοῦ οἰκείου διαμείναντας σχήματος καὶ τῷ ἀν-
71.15 οσίῳ αὐτῶν ἀνθεστηκότας δόγματι ποικίλαις βασάνοις καὶ 15

44
71.16 διαφόροις αἰκίαις παρεδίδοσαν, καὶ ὧν μὲν τὴν γενειάδα
71.17 ἀφειδῶς ἐνεπίμπρων, ὧν δὲ τῶν ταύτης τριχῶν βίᾳ ἀπο-
71.18 σπῶντες ἀφῄρουν. κεφαλὰς δ’ ἄλλων τοῖς ἱεροῖς πίναξιν,
71.19 ἐν οἷς τῶν ἁγίων τὰ ἐκτυμπώματα ἐκεχάρακτο, διέθραυον
71.20 παίοντες. καὶ μέντοι καὶ ὀφθαλμοὺς τούτων διώρυττον ἢ 20
71.21 τῶν μελῶν ἕτερα τοῦ σώματος ἐξέκοπτον ἀπανθρώπως οἱ
71.22 δείλαιοι. καὶ ἅπαν ὡς εἰπεῖν τὸ εὐσεβὲς διωθεῖτο καὶ ἀπ-
71.23 ηλαύνετο, καὶ ὥσπερ ἑλληνισμοῦ δευτέρου Χριστιανοῖς ἐπι-
71.24 φυέντος πᾶσα μηχανὴ κακουργίας ἐπενοεῖτο, δι’ ἧς τοὺς
71.25 κατὰ θεὸν ζῆν αἱρουμένους ἐπηρεάζειν καὶ πημαίνειν ἐσπού- 25
71.26 δαζον. ἤδη δὲ τούτων ἐνίους πρὸς τὸ τῆς οἰκείας ἀπωλείας
71.27 καθείλκυσαν βάραθρον, καὶ τῷ δυσσεβεῖ αὐτῶν εἶξαν θε-
71.28 σπίσματι ἢ βίᾳ ἑλκόμενοι ἢ ἀπάτῃ ὑποσυρόμενοι ἢ θω-
71.29 πείαις ὑποκλεπτόμενοι ἢ χρήμασι δελεαζόμενοι ἢ στρατείαις
72.1 καὶ ἀξιωμάτων† φιλοτιμούμενοι, ἢ ἑτέραις πολυτρόποις τοῦ
72.2 πονηροῦ μεθοδείαις τὴν ἐξαπάτην εἰσδεχόμενοι τὸ ἐπάγγελμά
72.3 τε ἠθέτουν καὶ τὸ σεμνὸν μεταμφιεννύμενοι στόλισμα κομῆ-
72.4 ται αὐτοὶ ἀντὶ κεκαρμένων διεδείκνυντο καὶ εἰς λαϊκῶν
72.5 σχῆμα εὐθὺς μεθηρμόζοντο, γυναιξί τε ὁμιλεῖν κατεδέχοντο 5
72.6 καὶ τὸ πρὸς αὐτὰς ἠσπάζοντο συνοικέσιον. ἐπράττετο γοῦν
72.7 ταῦτα, ὡς ἂν διὰ πάντων αὐτός τε ὁ τῶν ὅλων θεὸς τό
72.8 γε ἐπ’ αὐτοῖς ἀτιμάζηται καὶ τὰ τῆς ἐκκλησίας καθυβρίζη-
72.9 ται τίμια.
72.10 Ἐντεῦθεν συλλαμβάνονται Στέφανόν τινα, ἄνδρα ὅσιον 10
72.11 καὶ θεοφιλῆ τυγχάνοντα, μοναστὴν δὲ τῷ σχήματι καὶ περι-
72.12 ειργμένον ἐν οἰκιδίῳ στενωτάτῳ πάνυ ὑπάρχοντα, ὑπὸ τὴν
72.13 τοῦ μεγίστου ὄρους ἱδρυμένον ἀκρώρειαν, ὃ καλοῦσι τοῦ
72.14 ὁσίου Αὐξεντίου λόφον. ἔγκλημά τε εὐσεβείας ἐπάγουσιν
72.15 αὐτῷ οἱ ἀνόσιοι, “ὡς πολλούς”, φασίν, “ἐξαπατᾷ διδάσκων 15
72.16 δόξης τῆς παρούσης καταφρονεῖν οἴκων τε καὶ συγγενείας
72.17 ὑπερορᾶν καὶ τὰς βασιλείους αὐλὰς ἀποστρέφεσθαι καὶ πρὸς
72.18 τὸν μονήρη βίον μεταρρυθμίζεσθαι”. καὶ διὰ ταῦτα πλη-
72.19 γαῖς τε πλείσταις αἰκισάμενοι καὶ δεσμωτήριον οἰκεῖν κατα-
72.20 δικάσαντες, τέλος σχοινίοις αὐτὸν κατὰ τοὺς πόδας ἐξάψαν- 20
72.21 τες καὶ τῶν βασιλικῶν ἀφορμήσαντες περιβόλων, μέχρι τῆς
72.22 λεγομένης τοῦ Βοὸς ἀγορᾶς ἑλκύσαντες διέσπασαν, καὶ αὐτοῦ
72.23 τὸ σῶμα ἐν τοῖς καλουμένοις τάφοις τῶν Πελαγίου ὡς κα-
72.24 κούργου οἱ δυσσεβεῖς ἀπέρριψαν· αὐτόθι γὰρ τά τε τῶν
72.25 ἐθνικῶν ἀμυήτων σώματα καὶ τῶν ἐπὶ θανάτῳ ἀπηγορευ- 25
72.26 μένῳ τελευτώντων ἐξεπέμπετο. πλείστους τῶν τε ἐν τέλει
72.27 καὶ τοῦ στρατιωτικοῦ ὑπευθύνους καθιστῶντες, προσκυνεῖν
73.1 ἱεραῖς εἰκόσι καταιτιώμενοι, ὥσπερ ἐπὶ καθοσιώσει ἁλόντας
73.2 διέφθειραν, οὓς μὲν διαφόροις θανάτοις παραδιδόντες, οὓς
73.3 δὲ τιμωρίαις ξέναις καθυποβάλλοντες, πλήθη τε ἄπειρα ὑπερ-

45
73.4 ορίαις παραπέμποντες. ἐφ’ οἷς ὅρκοις βεβαιοῦν ἐβουλεύσαντο
73.5 ἅπαν αὐτοῖς τὸ ὑπήκοον ὡς τὸ λοιπὸν εἰκόνι μὴ προσ- 5
73.6 κυνεῖν ἁγίων τινά. φασὶ δὲ ὡς καὶ τὸν τηνικαῦτα τῆς πό-
73.7 λεως ἀρχιερέα θεασάμενοι ὑψώσαντα τὰ ζῳοποιὰ ξύλα ὀμω-
73.8 μοκέναι μηδ’ αὐτὸν εἶναι τῶν προσκυνούντων τὰς ἱερὰς
73.9 εἰκόνας. τοιαῦτα τῶν ἀσεβούντων τὰ τολμήματα.
73.10 Τῷ δὲ αὐτῷ ἔτει ἐπιστρατεύει Κωνσταντῖνος κατὰ Βουλ- 10
73.11 γάρων καὶ παραγίνεται σὺν τῷ περιόντι λαῷ ἐγγύτατα τῆς
73.12 Βουλγάρων γῆς καὶ σκηνοῦται παρὰ τὴν λεγομένην ἐμβολὴν
73.13 Βεριγάβων. πλόϊμον δὲ ἐξοπλίσας συντελοῦν περὶ τὰ δισ-
73.14 χίλια καὶ ἑξακόσια σκάφη, ναυτικὸν δὲ πλῆθος καὶ στρατιω-
73.15 τικὸν ἔκ τε τῶν πλοΐμων στρατηγίδων καὶ ἑτέρων χώρων 15
73.16 ἐμβαλὼν ἐν αὐτοῖς ἀπέστειλεν, ὥστε παραγενέσθαι περί τε
73.17 Μεσήμβρειαν καὶ Ἀγχίαλον τὰ πολίσματα καὶ προσπελάζειν
73.18 Βουλγάροις. ἐντεῦθεν οὖν περικτυπηθέντες οἱ Βούλγαροι
73.19 τότε, τὸ ἱππικὸν καὶ πλόϊμον θεασάμενοι πλῆθος, εἰς συμ-
73.20 βάσεις τῷ βασιλεῖ ἐτράποντο. ἐπεὶ δὲ τὸ πλόϊμον πρὸς ταῖς 20
73.21 ἀκταῖς τῆς ἐκείνῃ θαλάσσης καθωρμίζετο (ἀλίμενος γὰρ ὁ
73.22 τόπος καὶ τοῖς πλέουσι δυσφορώτατος), πνεῦμα βίαιον καὶ
73.23 σκληρὸν κατ’ αὐτῆς πνεῦσαν (βορέας δ’ ἦν ἄνεμος) τάς τε
73.24 ναῦς πρὸς ταῖς ἀκταῖς περιτρέψας συνέτριψε καὶ πλήθη τῶν
73.25 εἰσπλεόντων οὐκ ὀλίγα τῷ ῥοθίῳ κατεπόντισεν. ἐν τούτοις 25
73.26 ἄγαν θορυβηθέντα τὸν βασιλέα κελεῦσαι τοὺς ἄρχοντας δι-
73.27 κτύοις περιβαλεῖν τὴν θάλασσαν, ὡς ἀνελέσθαι τῶν ἀπο-
73.28 πνιγέντων τὰ σώματα καὶ τῇ γῇ παραδιδόναι, οὕτω τε πρὸς
73.29 τὰ βασίλεια ὑποστρέψαι.
74.1 Ἔτι δὲ πνέων κατὰ τῆς εὐσεβείας τὸ ἱερὸν τῶν Ναζη-
74.2 ραίων σχῆμα καθύβριζεν. εὐθὺς γὰρ ἀγῶνα ἱππικὸν ἐπ-
74.3 ετέλει, καί τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλ-
74.4 κεσθαι καὶ αὐτῶν ἕκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα
74.5 φέρειν· πολλῶν τε παρὰ τοῦ πλήθους τῶν θεωμένων ὕβρεων 5
74.6 αὐτοῖς καὶ ἐμπτυσμάτων, οἷα περὶ τὸ ὀχλῶδες καὶ ἀγελαῖον
74.7 συμβαίνειν εἴωθε, καταχεθέντων οὕτω τὸν ἄθεσμον ἐκεῖνον
74.8 καὶ αἴσχιστον διήνυσαν δίαυλον. μετὰ δὲ ταῦτα ἄνδρας
74.9 τινὰς τῶν ἐν ὑπεροχαῖς καὶ ἀξιώμασιν ἐγκλήμασι βαρυτά-
74.10 τοις συκοφαντῶν ὑπάγει ὡς εἰς τὴν ἀρχὴν αὐτῷ ἐπιβου- 10
74.11 λεύειν πειρωμένους. τούτων δ’ ἦν Ἀντίοχος μὲν ὁ τῶν
74.12 δημοσίων πραγμάτων τὰς ὑπομνήσεις αὐτῷ διακομίζων (λογο-
74.13 θέτην δὲ τοῦ δρόμου τὴν ἀξίαν οἱ περὶ τὰ βασίλεια καλοῦσι),
74.14 Θεοφύλακτος δὲ ἐν τοῖς πατρικίοις καὶ στρατηγοῖς διατελῶν,
74.15 ἔτι μὴν καὶ ἄλλοι τῶν περὶ αὐτὸν ἀσπιδηφόρων καὶ δορυ- 15
74.16 φόρων τυγχάνοντες, πρὸς δὲ καὶ τούτων ἐκτὸς ἕτεροι. μετ’
74.17 οὐ πολὺ τὴν ὁμοίαν ἐπιτελῶν ἅμιλλαν δεσμώτας ἐνταῦθα
74.18 περιελκύσας ἐθριάμβευε· καὶ τῇ ἑξῆς Κωνσταντῖνον μὲν καὶ

46
74.19 Στρατήγιον ἀδελφοὺς ὑπάρχοντας θανάτῳ κατεδίκασε, καὶ
74.20 ἤδη τούτων τὰς κεφαλὰς ἐν τῷ λεγομένῳ τῆς πόλεως κυνηγίῳ 20
74.21 ἀπέτεμεν, ἄλλων δ’ αὖ τοὺς ὀφθαλμοὺς ἐξέκοψε. καὶ τῇ
74.22 ὑστεραίᾳ παρασκευάζει τῶν οἰκείων τινὰς Κωνσταντίνου τοῦ
74.23 τῆς πόλεως ἀρχιερέως ὅρκον κατ’ αὐτοῦ ἐξυφῆναι κατηγο-
74.24 ρίαν, διελέγχειν δὲ φανερῶς ὡς παρ’ αὐτοῦ ἀκηκοέναι πάντα
74.25 τὰ παρὰ τῶν περὶ Ἀντίοχον καὶ Θεοφύλακτον μελετώμενα. 25
74.26 καὶ εὐθὺς ἐκεῖνον μὲν ἐξόριστον ἐν τῇ Ἱερίᾳ, οὕτω καλου-
74.27 μένου βασιλικοῦ παλατίου ἀντιπέρα πρὸς εὖρον ἄνεμον τοῦ
75.1 Βυζαντίου κείμενον, παρέπεμψε, Νικήταν δὲ πρεσβύτερον
75.2 τῆς τῶν ἁγίων ἀποστόλων ἐκκλησίας εὐνοῦχον προχειρίζεται
75.3 ἀρχιερέα. ταῦτα δὲ πάντα ἐπράττετο κατὰ τὸν Αὔγουστον
75.4 μῆνα τῆς τετάρτης ἰνδικτιόνος.
75.5 [Κατὰ δὲ τὸν Ὀκτώβριον μῆνα τῆς ἕκτης ἰνδικτιόνος] 5
75.6 μετ’ οὐ πολὺ δὲ μεταπέμπεται Κωνσταντῖνον καὶ ἀποστέλλει
75.7 πρὸς τὸ ἱερὸν φορείῳ ἐποχούμενον. συνεκπέμπει δέ τινα
75.8 αὐτῷ τῶν βασιλικῶν γραμματέων κομίζοντα ἐν γραμματίῳ
75.9 ὅσα κατ’ αὐτοῦ· ἅπερ εἰς ὑπήκοον τοῦ ἀθροισθέντος ἐκεῖσε
75.10 λαοῦ ἀνέγνω, παίων αὐτὸν κατὰ κόρρης ἐφ’ ἑνὶ ἑκάστῳ 10
75.11 τῶν κατηγορουμένων. καὶ οὕτως ἐπὶ τοῦ ἄμβωνος ἀνενέγκαν-
75.12 τες καθαιροῦσι, τοῦ νέου πατριάρχου πρὸς τῷ θυσιαστηρίῳ
75.13 τὰ τοιαῦτα αἰτιάματα ὑπαναγινώσκοντος. καὶ τῇ ἑξῆς τὴν
75.14 συνήθη αὐτῷ ἱππικὴν ἀγωνίαν ἐπιτελῶν ἐπιτρέπει αὐτὸν ἐπ’
75.15 ὄνου προσιζηκότα, τῆς καθέδρας αὐτῷ πρὸς τοῖς ὀπισθίοις 15
75.16 τοῦ ζῴου περιτραπείσης, καὶ ἐκεῖσε διέλκεσθαι καὶ ὑπὸ τοῦ
75.17 λαοῦ παντὸς δυσφημεῖσθαί τε καὶ καταπτύεσθαι. εἶτα μετ’
75.18 οὐ πολὺ ἐν τῷ τῆς πόλεως κυνηγίῳ τὴν κεφαλὴν αὐτοῦ
75.19 ἀποτμηθῆναι προστέταχε, καὶ τὴν μὲν ἐν τῷ καλουμένῳ
75.20 Μιλίῳ ἐξαρτηθεῖσαν μετέωρον φέρεσθαι, τὸ δ’ αὐτοῦ σῶμα 20
75.21 σχοινίοις διασύρουσιν ἀνὰ τὰς λεωφόρους τῆς πόλεως εἰς
75.22 τοὺς τῶν Πελαγίων καλουμένους τάφους ἐξέρριπτον.
75.23 Πέμπτῃ δὲ ἰνδικτιόνι ἀβροχίας ἐπικρατούσης αὐχμῶδες
75.24 καὶ ξηρὸν γέγονε τὸ κατάστημα, ὡς καὶ αὐτὴν ἐπιλελοιπέναι
75.25 τὴν ἀέριον δρόσον, ἔτι καὶ τὰ πηγαῖα ὑποστέλλεσθαι νά- 25
75.26 ματα, ἀργά τε μένειν ἐντεῦθεν καὶ τὰ λουτρὰ τῶν ἐκδοχείων
75.27 κενῶν ὑπαρξάντων. ἐκ τούτου βουλεύεται Κωνσταντῖνος τὸν
75.28 τοῦ ὕδατος ὁλκὸν ἀνακαινίζειν ὃν Βαλεντινιανὸς ὁ βασιλεὺς
75.29 κατεσκεύασεν, ὑπὸ δὲ Ἀβάρων ἐπὶ τῶν Ἡρακλείου χρόνων
76.1 τοῦ βασιλέως καταστραφέντα. καὶ πλείστους ἄνδρας τεχνί-
76.2 τας εἰς οἰκοδομὴν ἐμπείρους ἐκ τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς
76.3 συναθροίσας, πολλά τε δαπανήματα αὐτοῖς ἐκ τῶν δημο-
76.4 σίων χρημάτων προσαναλώσας, οὕτω τὸ τοιοῦτον ἔργον ἐτέ-
76.5 λεσε. φιλόχρυσος δὲ ὢν ὁ μισόχριστος νέος Μίδας Κων- 5
76.6 σταντῖνος ἀναδείκνυται καὶ τὸν χρυσὸν ἅπαντα ἀποθησαυρίζει.

47
76.7 ἐν οἷς συνέβαινεν ἐν ταῖς τῶν φόρων πράξεσι τῶν φορο-
76.8 λογουμένων βιαζομένων εὐώνως τὰ τῆς γῆς καρπήματα καὶ
76.9 γεννήματα διαπιπράσκεσθαι, ὡς τῷ νομίσματι ἑξήκοντα μο-
76.10 δίους σίτου διαγοράζεσθαι, κριθῆς δὲ ἑβδομήκοντα, καὶ 10
76.11 πλεῖστα ἄγαν βραχείᾳ πάνυ ἀπεμπολεῖσθαι ποσότητι. ὅπερ
76.12 τοῖς μὲν ἀνοήτοις εὐφορία τε γῆς καὶ πραγμάτων εὐθηνία
76.13 ἐνομίζετο, τοῖς δὲ εὖ φρονοῦσι τυραννίδος καὶ φιλοχρη-
76.14 ματίας ἔργον καὶ ἀπανθρωπίας νόσος ἐκρίνετο.
76.15 Κατὰ δὲ τὴν ἑβδόμην ἰνδικτιόνα τίκτεται υἱὸς Κων- 15
76.16 σταντίνῳ, ὃν ἐκάλεσεν Ἄνθιμον. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν
76.17 Νικήτας ὁ τῆς πόλεως πρόεδρος τινὰ μὲν τῶν ἐκ χρόνου
76.18 διαφθαρέντα τῆς καθολικῆς ἐκκλησίας ἀνακαινίζει κτίσματα,
76.19 τὰς δὲ ἐν τοῖς ἐκεῖσε ἱδρυμένοις τῶν προόδων οἴκοις, ἃς
76.20 Ῥωμαῖοι σέκρετα καλοῦσι, τό τε μικρὸν δόμημα καὶ τὸ μέγα, 20
76.21 τοῦ σωτῆρος καὶ τῶν ἁγίων οὔσας διὰ ψηφίδων χρυσῶν
76.22 καὶ κηροχύτου ὕλης εἰκονογραφίας ἀπέξυσε. Κωνσταντῖνος
76.23 δὲ τοὺς τῶν Σκλαβηνῶν ἀποστέλλει ἄρχοντας καὶ ἀνα-
76.24 καλεῖται τοὺς ἐκ πλείονος χρόνου παρ’ αὐτοῖς αἰχμαλωτισθέν-
76.25 τας Χριστιανοὺς ἀπό τε Ἴμβρου καὶ Τενέδου καὶ Σαμο- 25
76.26 θρᾴκης τῶν νήσων, σηρικοῖς ἱματίοις τούτους ἀμειψάμενος,
76.27 τὸν ἀριθμὸν ὄντας ἄχρι δισχιλίων καὶ πεντακοσίων, καὶ πρὸς
76.28 ἑαυτὸν ἀγαγὼν καὶ μικρὰ φιλοτιμησάμενος ἀπέπεμψε πορεύ-
76.29 εσθαι οὗ ἂν βούλοιτο ἕκαστος.
77.1 Τῇ ἑβδόμῃ ἰνδικτιόνι, κατὰ τὸν Ἀπρίλιον μῆνα, τῷ
77.2 ἁγίῳ σαββάτῳ στέφει Κωνσταντῖνος τὴν ἑαυτοῦ γυναῖκα
77.3 Εὐδοκίαν Αὐγούσταν, καὶ τῇ ἐπαύριον τῶν υἱῶν αὐτοῦ
77.4 τοὺς μὲν δύο Χριστοφόρον καὶ Νικηφόρον Καίσαρας, Νική-
77.5 ταν δὲ νοβελίσιμον. τῆς δὲ βασιλικῆς προόδου κατὰ τὸ 5
77.6 εἰωθὸς ἐπὶ τὴν καθολικὴν ἐκκλησίαν γενομένης ὑπατείαν
77.7 ἐποίησαν καὶ τοῖς παρελθοῦσι χρήματα διένειμαν, ἐκ τοῦ
77.8 παλατίου ἀρξάμενοι μέχρι τῆς ἐκκλησίας τοῦτο ἐπιτελοῦντες.
77.9 ὀγδόῃ δὲ ἰνδικτιόνι ἄγεται Κωνσταντῖνος εἰς υἱὸν Λέοντα
77.10 γαμετὴν ἐκ τῆς Ἑλλάδος Εἰρήνην, καὶ τῷ Δεκεμβρίῳ μηνὶ 10
77.11 στέφει τε αὐτὴν Αὐγούσταν καὶ τῷ υἱῷ ζεύξας τὸν γάμον
77.12 ἐπιτελεῖ.

Ἐν Ἀθήναις τῇ καʹ Μαΐου ͵βιβʹ. ©Πρωτεύς (proteuss@sdf.lonestar.org).

48

You might also like