You are on page 1of 47

ΟΡΘΡΟΣ

2019-09-22
WWW.PSALMODIA.GR
ΨΑΛΜΟΔΙΑ.GR
Επισκεφτείτε την ιστοσελίδα μας, άπό Τρίτη και
μετά, τής κάθε Έβδομάδος, να μάθετε, τι θα
ψάλετε, όπτικά και μουσικά, την κάθε Κυριακή και
έορτή πού έρχεται.
Σημείωση, Μόνο για ίδιωτική χρήση.

ΚΥΡΙΑΚΗ-Α-ΛΟΥΚΑ.
(ΦΩΚΑ-ΙΕΡΟΜΑΡΤΥΡΟΣ)
ΗΧΟΣ ΠΛ. Α΄

10-ΟΡΘΡΟΣ-ΘΕΟΣ ΚΥΡΙΟΣ ΚΑΙ ΕΠΕΦΑΝΕΝ ΗΧΟΣ-ΠΛ,.Α--- 10.mp3

Θ εὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι


Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον
αὐτοῦ.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς
ἡμῶν.

Ἀπολυτίκιον

-207-
ΗΧΟΣ ΠΛ. Α' CD No264

264-02. Τον Συνάναρχον Λόγον - Απολυτίκιον.mp3

08-ΤΟΝ ΣΥΝΑΝΑΡΧΟΝ ΛΟΓΟΝ ΠΑΤΡΙ -----8.mp3

Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς


σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα…, τοῦ Ίερομάρτυρος. Ήχος δ’.


Και τρόπων μέτοχος. Και θρόνων διάδοχος, των Άποστόλων γενόμενος, την
πράξιν εύρες θεόπνευστε, είς θεωρίας έπίβασιν’ διά τούτο τον λόγον της άληθείας
όρθοτομών, και τη πίστει ένήθλησας μέχρις αίματος, Ίερομάρτυς Άνθιμε,
Πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ήμών.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

263-03. Το Απ' Αιώνος Απόκρυφον.mp3

25-Το απ αιωνος αποκρυφον και Αγγελοις -25.mp3

Τό Θεοτοκίον τοῦ ἤχου

Τ ὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ


Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,

-208-
ΟΡΘΡΟΣ
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

2-44-Ιερεύς - Τη Συναπτή - Αντιγραφή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.
Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τούς
αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Ἀναστάσιμα Κ αθίσματα, μετά την α΄ Στιχολογίαν

11-ΚΑΘΙΣΜΑΤΑ-Α-Τον σταυρον του-κυριου-11.mp3

Τὸν συνάναρχον Λόγον

Τ ὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις


τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν· ὅτι συνήγειρε
νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν
διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
-209-
ΗΧΟΣ ΠΛ. Α' CD No264

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κ ύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης,


ὁ κενώσας τὰ μνήματα· ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς
ἀπ’ αἰῶνος νεκροὺς ἐξανέστησας. Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
τό Θεοτοκίον
Θεοτοκίον

Χ αῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε·
χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν
αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.

09-Χαιρε πυλη Κυριου η αδιοδευτος- 9.mp3

Δοξα. Κ αι νύν. Τό Θεοτοκίον.

Χ αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων
εἰς σέ· Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν
ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ
προσκυνούντων τὸν Τόκον σου.

Ἀναστάσιμα Κ αθίσματα, μετά την β΄ Στιχολογίαν

12-ΚΑΘΙΣΜΑΤΑ-Β-Κυριε μετα την τριημερο σου-12.mp3

Κ ύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων
προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι. Γυναῖκες ἀπετόλμησαν, κἀγώ ἐδειλίασα.
Λῃστὴς ἐθεολόγησε, κἀγώ ἠρνησάμην σε· ἆρα καλέσεις μὲ τοῦ λοιποῦ μαθητήν,

-210-
ΟΡΘΡΟΣ
ἢ πάλιν δείξεις μὲ ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν
με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κ ύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν


πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον· ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου
τὰς πύλας, καὶ ἀνέστης τριήμερος· ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν
Ἀποστόλοις τὴν ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι,
εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Α πειρόγαμε Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα,


ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς
ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι
ἡμᾶς.

ΕΥΛΟΓΗΤΑΡΙΑ

264-08. Των Αγγέλων Ο Δήμος - Ευλογητάρια.mp3

Ἦχος πλ. α'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τ ῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ


θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ
ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

264-09. Η Τα Μύρα Συμπαθώ ς.mp3

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τ ὶ τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν


τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· ἴδετε ὑμεῖς τὸν τάφον
καὶ ἤσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

-211-
ΗΧΟΣ ΠΛ. Α' CD No264

264-10. Λίαν Πρω ί.mp3

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Δ ίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ'


ἐπέστη πρὸς αὐτὰς ὁ Ἄγγελος καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ
κλαίετε· τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

264-11. Μυροφόροι Γυναίκες.mp3

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μ υροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ


ἐνηχοῦντο, Ἀγγέλου τρανῶς πρὸς αὐτὰς φθεγγομένου· τὶ μετὰ νεκρῶν,
τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

264-12. Προσκυνούμεν Πατέρα.mp3

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Π ροσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν
Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ, Κύριε.

264-13. Ζω οδότην Τεκούσα.mp3

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Ζ ωοδότην τεκοῦσα, ἐλυτρώσω, Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ


τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες· ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ
σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός (ἐκ γ') .
Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

-212-
ΟΡΘΡΟΣ

2-44-Ιερεύς - Τη Συναπτή - Αντιγραφή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.
Ὁ Ἱερεύς: Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ Βασιλεία τοῦ
Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας
τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ἡ Ὑπακοὴ (χύμα)

Α γγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ ἐγέρσει τὴν ψυχὴν
φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν
τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ
παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ. Ἀντίφωνον Α’

13-ΟΙ ΑΝΑΒΑΘΜΟΙ-Εν τω θλιβεσθαι με δαθιτικως- 13.mp3

-213-
ΗΧΟΣ ΠΛ. Α' CD No264

Ε ν τῷ θλίβεσθαί με, δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου· ῥῦσαί μου τὴν ψυχὴν ἐκ
γλώσσης δολίας.

Τ
οῖς ἐρημικοῖς, ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Α γίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις·


αὐτοκρατὲς γὰρ ὄν, τῆς Τριάδος ἓν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β'

Ε
ἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν· δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

Δ εξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Α γίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ


χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ'

Ε πὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου· χαρᾶς πολλῆς
πλησθεὶς, εὐχὰς ἀναπέμπω.

Ε πὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα


αἰσχρὸν νοῦν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Α γίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα


τε καὶ Λόγῳ.

-214-
ΟΡΘΡΟΣ

Προκείμενον

14-ΠΡΟΚΕΙΜΕΝΟΝ-Αναστηθι Κυριε ο θεος μου οτι συ.mp3

Ανάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.


Ανάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχος: Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ανάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Η ΤΑΞΙΣ ΤΟΥ ΕΩΘΙΝΟΥ ΕΥΑΓΓΕΛΙΟΥ


Ὁ Ἱερεὺς: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τούς
αἰῶνας τῶν αἰώνων.

264-17. Πάσα Πνοή-Εω θ..mp3

Ὁ Χορὸς: Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον
Πάσα πνοή αίνεσάτω τον Κύριον
Αίνεσάτω πνοή ……πάσα τον Κύριον……
Ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').
Ὁ Διάκ ονος: Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
-215-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
Ὁ Χορὸς: Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ (...) ἁγίου Εὐαγγελίου τό ἀνάγνωσμα.
Ὁ Διάκονος: Πρόσχωμεν.
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς: Ἀναγινώσκει τό ἐνδιάτακτον Ἑωθινόν Εὐαγγέλιον.
Ὁ Χορὸς: Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἀναγνώστης: Άμήν

Α νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν, τὸν


μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν
ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ
ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν
τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ο Ν΄ ΨΑΛΜΟΣ

264-18. Ο Ν΄ Ψαλμός.mp3
.

Ε λεήμον έλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διὰ
παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ
μου.

-216-
ΟΡΘΡΟΣ
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου
ἐδήλωσάς μοι.
Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα
λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς
ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς
ἐγκάτοις μου.
Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ
ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ
στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ
γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ
τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη
Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους και έλέησόν με ό Θεός.

Ἦχος β'

264-19. Ταις Τω ν Αποστόλω ν - Δόξα.mp3

Δόξα ΠατρΥἱῷ καί Ἁγίῳ Πνεύματι.

Τ αῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν


ἐγκλημάτων.

-217-
ΗΧΟΣ ΠΛ. Α' CD No264

264-20. Ταις Της Θεοτόκου - Και Νυν.mp3

Ὁ Β΄ Χορός
Καὶ νῦν καί ἀεί καί εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τ αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν


ἐγκλημάτων.

264-21. Αναστάς Ο Ιησούς.mp3

Ὁ Α΄ Χορός
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Α ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον
ζωήν καὶ μέγα ἔλεος.

Ὁ Διάκονος: Σῶσον, ὁ Θεός, τὸν λαόν σου...


Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι
τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων,
καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου,
Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ
ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων,
ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν
ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν,
μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου,
Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν
Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς
Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων
Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ
Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν
ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων
μαρτύρων Θέκλης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης,
Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν
-218-
ΟΡΘΡΟΣ
ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων
Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε
πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον
ἡμᾶς.
Ὁ α΄ χορός: Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὁ β΄ χορός: Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὁ α΄ χορός: Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ὁ β΄ χορός: Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κ ύριε, ἐλέησον .
Ὁ Ἱερεὺς: Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’
οὗ εὐλογητὸς εἶ, σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.

Κανών ὁ Ἀναστάσιμος

264-25. Ίππον Και Αναβάτην-Ωδή Α-Κανώ ν.mp3

ᾨδὴ α'. Ὁ Εἱρμός

Ι ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ


βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

264-26. Σε Η Ακανθηφόρος.mp3

Τροπάρια
Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σ ὲ ἡ ἀκανθηφόρος Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ


φυλάξασα μητρικὴν, Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς
ἀκάνθης τὸ ἐπιτίμιον.

-219-
ΗΧΟΣ ΠΛ. Α' CD No264

264-27. Ήγειράς Με.mp3

Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Η γειρὰς μὲ πεσόντα, τῷ βόθρῳ ἐπικλυσθείς, ζωοδότα ἀπτώτως· καὶ τῆς ἐμῆς


δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ
με εὐωδίασας.

264-28. Λέλυται Η Κατάρα.mp3

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λ έλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη,


πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς
πέρασι.

Και του Ίερομάρτυρος. (Χύμα) Ώδη α’. Ήχος.δ’.


0
Ύμνήσαι, προθυμουμένω σήμερον, την θείαν μνήμην σου, φωτιστικαίς του
Πνεύματος αύγαίς, την ψυχήν μου καταύγασον, ποιμής και Μάρτυς ένδοξε, του
Παντοκράτορος Θεού ήμών.
Μαρτύρων, περιφανώς έπλούτησας, την θείαν εύκλείαν, ποιμαντικαίς έκπρέψας
καλλοναίς, και φοινίξας έν αίματι, της ίεράς άθλήσεως, σού την στολήν
Θεομακάριστε.
Νεκρώσας, τον λογισμόν ταίς κρείττοσιν, έλπίσι πάνσοφε, το έν κακία
όνταδυνατόν, παντελώς έξενεύρισας, και νικηφόρος άριστος, προς ούρανούς
Φωκά άνέδραμες.
Θεοτόκίον.
Έλύθη, των Προπατόρων άχραντε, το έπιτίμιον’ τον πρό αίώνων τίκεις γάρ
Θεόν,νέον βρέφος γινόμενον, και νεουργούντα άπασαν, την Άνθώπίνην όντως
ύπαρξιν

ᾨδὴ γ'. Ὁ Εἱρμός


-220-
ΟΡΘΡΟΣ
Ὁ Χορός: Ψάλλει τό μεσώδιον Κάθισμα τοῦ Μηναίου.
Ήχος δ’. Ταχύ προκατάλαβε.
Ή χάρις του Πνεύματος, έν σοί σκηνώσασα, πηγή σε άνέδειξε, πολλών χαρίτων
Φωκά, πλουσίως έκβλύζουσαν’ όθεν και τοίς πλωτήρσι, βοηθείς καθ’ έκάστην,
πίστει έπιζητούσι, σήνβοήθειαν Πάτερ’ σύν τούτοις και ήμίν, ίλασμόν νέμοις
θεόσοφε.
Δόξα – Και νύν. Θεοτόκιον.
Παρθένε πανάμωμε, τον ύπερούσιον, Θεόν ή κυήσασα, σύν Άσωμάτοις αύτόν,
άπαύστως ίκέτευε, άφεσιν των πταισμάτων, και διόρθωσιν βίου, δούναι ήμίν πρό
τέλους, τοίς έν πίστει και πόθω, ύμνούσί σε κατά χρέος, μόνη πανύμνητε.
Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

2-44-Ιερεύς - Τη Συναπτή - Αντιγραφή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.
Ὁ Ἱερεύς: Σὺ γὰρ εἶ ὁ Βασιλεύς τῆς εἰρήνης καὶ Σωτήρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

-221-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἀναγνώστης: Ἀμήν.
Κοντάκιον (χύμα)

Π ρὸς τὸν ᾅδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς
παντοδύναμος, τοὺς θανέντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ
κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ
πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος (χύμα)

Α κούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον,


προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον· καὶ ἰδοὺ
Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό, Χαίρετε· θαρσεῖτε, ἐγὼ τὸν κόσμον
νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς,
ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ Γαλιλαίᾳ τοῦ κηρύξαι· διὸ πάντες
σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Τό Συναξάριον τῆς ἡμέρας .


Τη ΚΒ’ (22) του αύτού μηνός μνήμη του άγίου Ίερομάρτυρος Φωκά του
θαυματουργού, του έν λουτρώ σφοδρώς πυρωθέτι τελειωθέντος.
Τη αύτή ήμέρα μνήμη του άγίου Φωκά του κηπουρού.
Τη αύτή ήμέρα μνήμη του Άγίου Μάρτυρος Ίσαάκ, και του Μαρτίνου.

Ταίς αύτών άγίαις πρεσβείαις, ό Θεός, έλέησον ήμάς. Άμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
ΤΗΣ ΘΕΟΤΟΚΟΥ

-222-
ΟΡΘΡΟΣ

267-29-1 - Ωδή α΄- Ανοίξω το Στόμα μου.mp3

ᾨδὴ α’. Ἦχος δ΄.

Α νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ


βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,
ταύτης τὰ θαύματα

263-29-02 - Ωδή β΄- Τους σους υμνολόγους.mp3

ᾨδὴ β’.

Τ οὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον


συγκροτήσαντας, πνευματικὸν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου,
στεφάνων δόξης ἀξίωσον.

263-29-04 - Ωδή γ΄- Την ανεξιχνίαστον.mp3

ᾨδὴ γ’.

Τ ὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ


Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει
Σου Κύριε.

263-29-05 - Ωδή ε΄- Εξέστη τα σύμπαντα.mp3

ᾨδὴ ε’.

Ε ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου (ἐν τῇ σεπτῇ κοιμήσει σου) (ἐν τῇ
σεπτῇ εἰσόδῳ σου)· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ
πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν
βραβεύοντα.

-223-
ΗΧΟΣ ΠΛ. Α' CD No264

263-29-06 - Ωδή ς΄- Την θείαν ταύτην.mp3

ᾨδὴ ς’.

Τ ὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς


Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν
δοξάζοντες.

263-29-07 - Ωδή ζ΄- Ουκ ελάτρευσαν.mp3

ᾨδὴ ζ’.

Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς


ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν
πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η’.

263-29-08 - Ωδή η΄- Παίδας ευαγείς.mp3

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Π αῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν


τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει
ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.

Ὁ Ἱερεὺς: Τὴν Θεοτόκον καὶ Μητέρα τοῦ φωτός, ἐν ὕμνοις τιμῶντες


μεγαλύνωμεν.
Ὁ Α΄ Χορός

264-30. Την Τιμιω τέραν.mp3

-224-
ΟΡΘΡΟΣ

Μ εγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ
Θεῷ τῷ σωτῆρι μου.

Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,


τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Ὁ Β΄ Χορός:
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ
τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ὁ Α΄ Χορός:
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ
τὸ ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ὁ Β΄ Χορός:
Ἐποίησε Κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους
διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ὁ Α΄ Χορός:
Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας
ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ὁ Β΄ Χορός:
-225-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε
πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως
αἰῶνος.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...

Ἐν συνεχείᾳ οἱ Χοροί ψάλλουν τήν καταβασίαν τῆς θ΄ ᾠδῆς.

263-31. Άπας γηγενής Θ'΄΄Οδή-Της Θεοτόκου.mp3

ᾨδὴ θ’.

Α πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ,


ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια (τὴν ἱερὰν μετάστασιν)
(τὰ ἱερὰ εἰσόδια) τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις Παμμακάριστε, Θεοτόκε
ἁγνή, ἀειπάρθενε.
Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

2-44-Ιερεύς - Τη Συναπτή - Αντιγραφή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων

-226-
ΟΡΘΡΟΣ
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.
Ὁ Ἱερεύς: Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις των οὐρανῶν, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τούς
αἰῶνας τῶν αἰώνων.
Ὁ Α΄ Χορός:

01. Άγιος Κύριος o Θεός.mp3

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.


Ὁ Β΄ Χορός:
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ὁ Α΄ Χορός:
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Ὁ Β΄ Χορός:
Ὅτι Ἅγιός ἐστιν.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'

093-14. Ότι Χριστός Εγήγερται - Εξαποστειλάριον Γ΄.mp3

Ο τι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ· ἔπειτα


καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι· Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις
ἕνδεκα· οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη,
ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Και του Ίερομάρτυρος. (Ό ούρανόν τοίς άστροις.)

-227-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ίεραρχών άκρότης, και Άθλοφόρων το κλέος, Φωκά, και μέγας προστάτης, τοίς
θαλαττεύουσι πέλων, περίσωζε έκ κινδύνων, τους αύημούντάς σε μάκαρ.

Το όμοιον Θεοτόκιον.
Τον ποιητήν των αίώνων, και των Άγγέλων Δεσπότην, άποτεκούσα Παρθένε,
τούτον ίκέτευε δείξαι, της δεξιάς παραστάτας, μερίδος τους σούς οίκέτας.

Είς τους Αἴνους.

264-34. Πάσα Πνοή - Αίνοι.mp3

Ὁ Α΄ Χορός:

Π ᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε
αὐτὸν ἐν τοῖς Ὑψίστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

264-35. Αινείτε Αυτόν.mp3

Ὁ Β΄ Χορός:

Α ἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις


αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχηρά Ἀναστάσιμα

264-36. Κύριε Εσφραγισμένου - Στιχηρά.mp3

Ὁ Α΄ Χορός:
Στίχος α΄: Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-228-
ΟΡΘΡΟΣ

Κ ύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ


μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης,
οἱ ἀσώματοί σου Ἄγγελοι· οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε
στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ
θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν
ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

264-37. Κύριε Τους Μοχλούς.mp3

Ὁ Β΄ Χορός:
Στίχος β΄: Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν
στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κ ύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ
μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς,
τριημέρου ταφῆς σου· καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος.
Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.

264-38. Κύριε Αι Γυναίκες.mp3

Ὁ Α΄ Χορός:
Στίχος γ΄: Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ
πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κ ύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι’
ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον,
τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος· εἴπατε
τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

264-39. Κύριε Ώσπερ Εξήλθες.mp3

Ὁ Β΄ Χορός:
Στίχος δ΄: Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ
κιθάρᾳ.

Κ ύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν
θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ
σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας. Ὡς ἐκ σπέρματος Δαυΐδ,

-229-
ΗΧΟΣ ΠΛ. Α' CD No264
μώλωπας ὑπήνεγκας· ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ
ἔλεος, ἀκατάληπτε Σωτήρ! Ἐλέησον ἡμᾶς.

Ἕτερα στιχηρά Ἀνατολικ ά

Στίχος ε΄: Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ
ὀργάνῳ.

Κ ύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ ποιητὴς τῶν ἁπάντων, ὁ δι’ ἡμᾶς
σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾅδου
ἐλευθερώσῃς πάντας· σὺ εἶ ὁ Θεὸς ἡμῶν· ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Στίχος στ΄: Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις


ἀλλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κ ύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς ἀναγγελεῖ τὰ


φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι’ ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ
κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ
Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾅδου συνέτριψας,
καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.

Στίχος ζ΄: Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ
τῶν πενήτων σου εἰς τέλος.

Μ υροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν


σε μυρίσαι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν· καὶ τοῦ Ἀγγέλου τοὶς ῥήμασιν
ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι
ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

-230-
ΟΡΘΡΟΣ

Στίχος η΄: Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα
τὰ θαυμάσιά σου

Τ οῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὦ τῆς


ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον
δοκιμάσαντες, μάτην ἐκοπιάσατε· κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος
βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὦ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ
πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε,
καὶ πιστεῦσαι θελήσατε, τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος,
οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν· οὗ τῷ φόβῳ νεκρώσει
συνεσχέθημεν· καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· Οὐχ
ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾅδου τε
τὴν κένωσιν; Τὶ τὸν τὸ νῖκος τοῦ ᾅδου καταργήσαντα, καὶ τοῦ θανάτου τὸ
κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ
πορευθεῖσαι, τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως
ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΕΩΘΙΝΟΝ Γ’.

038-03. Γ΄ Της Μαγδαληνής Μαρίας (Ήχος Γ΄).mp3

Δόξα. -Ἦχος γ'

Τ ῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν


Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς
καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες, καὶ θαύμασι, πρὸς τὸ
κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον, ἀνελήφθης
Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ
φωτισθέντες δι' αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε
Κύριε.

262-40. Υπερευλογημένη.mp3

-231-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον

Υ περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ


σαρκωθέντος ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα
νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς
ἐζωοποιήθημεν. Διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ
οὕτως εὐδοκήσας. Δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

267-44-01. Ήχος πλ.δ΄ - Δοξολογία.mp3

Δόξα σοι τῷ δείξαντι τὸ φῶς.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


Υμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε,
εὐχαριστοῦμέν σοΙ, διὰ τὴν μεγάλην σου δόξαν.
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ Παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ
Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ
κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον
ἡμᾶς.
Οτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀμήν.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ
εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
-232-
ΟΡΘΡΟΣ
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον
τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου (γ') .
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεά, Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν
με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ
Θεός μου.
Οτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Αγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς

267-44-02. Ήχος πλ.δ΄ - Άγιος ο Θεός.mp3

Αγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ β') .

267-44-03. Ήχος πλ.δ΄ - Δόξα Πατρί.mp3

Δόξα... Καὶ νῦν... Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

267-44-04. Ήχος πλ. δ΄ - Άγιος Ο Θεός - Ασματικόν.mp3

Αγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

267-46. Σήμερον Η Σωτηρία.mp3

Σ ήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾊσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ


ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος
ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
-233-
ΗΧΟΣ ΠΛ. Α' CD No264

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ
Ὁ Διάκονος: Εὐλόγησον, Δέσποτα.
Ήχος Πλ. δ.

3048-01. Τα Ειρηνικά - Κύριε Ελέησον.mp3

Ὁ Ἱερεύς: Εὐλογημένη ἡ Βασιλεία τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεί τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Χορός: Ἀμήν.
Ὁ Διάκονος: Τά εἰρηνικά.
Οἱ Χοροί, εἰς ἑκάστην δέησιν: Κύριε, ἐλέησον.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ
Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ
εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Πατρὸς ἡμῶν, Ἀρχιεπισκόπου (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου,
τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου
δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ
ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

-234-
ΟΡΘΡΟΣ
Ὑπέρ τῆς (πόλεως) ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν
αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς
γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς


σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ
Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Διάκονος: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί Κύριε.
Ὁ Ἱερεύς: Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

3048-02. Α΄ Αντίφωνον.mp3

Ὁ Χορός: Ἀμήν.
Ἀντίφωνον Α’,
Στίχος α'. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα
τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχος β'. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς
ἀνταποδόσεις αὐτοῦ.
-235-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ταῖς πρεβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Στίχος γ'. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία
αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεβείαις τῆς Θεοτόκου……Σῶτερ, σῶσον ἡμᾶς………..

Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

046-06. Ιερεύς - Τη Συναπτή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.

Ὁ Ἱερεύς: Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τούς
αἰῶνας τῶν αἰώνων.

Ὁ Χορός: Ἀμήν.
-236-
ΟΡΘΡΟΣ

Ἀντίφωνον Β’

029-4-1. Άντίφωνο β.mp3

Στίχος α'. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου,
ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχος β'. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ
Κύριον τὸν Θεὸν αὐτο.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.

Στίχος δ'. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ
γεγεάν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν ψάλλοντάς σοι, Ἀλληλούϊα.

3048-04. Δόξα... Και Νυν... Ο Μονογενής.mp3

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ο μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ


καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε,
Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὤν τῆς ἁγίας Τριάδος,
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

-237-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἱερεύς, τήν μικράν Συναπτήν:

046-06. Ιερεύς - Τη Συναπτή.mp3

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.


Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Ὁ Χορός: Κύριε, ἐλέησον
Ὁ Ἱερεύς: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης
ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Ὁ Χορός: Σοί, Κύριε.
Ὁ Ἱερεύς: Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ἀντίφωνον Γ’
Στίχος. Αὕτη ἡ ἡμέρα, ἥν ἐποίησεν ὁ Κύριος˙ ἀγαλλιασώμεθα καί
εὐφρανθῶμεν ἐν αὐτῇ.

Ἀπολυτίκιον Ἦχος πλ. α’.

264-02. Τον Συνάναρχον Λόγον - Απολυτίκιον.mp3

-238-
ΟΡΘΡΟΣ

Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς


σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Είσοδος

3048-05-2. Σοφία Ορθοί - Δεύτε Προσκυνήσωμεν.mp3

Ὁ Διάκονος: Σοφία. Ὀρθοί.


Οἱ Ἱερεῖς: Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, (ὁ ἐν Ἁγίοις θαυμαστός) ψάλλοντάς
σοι Ἀλληλούϊα.

Ὁ β’ χορός: Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, (ὁ ἐν Ἁγίοις


θαυμαστός) ψάλλοντάς σοι Ἀλληλούϊα.

Ἀπολυτίκιον Ἦχος πλ. α’.

264-02. Τον Συνάναρχον Λόγον - Απολυτίκιον.mp3

Τ ὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς


σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε
σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς
τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Τό ἀπολυτίκιον Της Ήμέρας


Τοῦ Ίερομάρτυρος. Ήχος δ’.

-239-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Και τρόπων μέτοχος. Και θρόνων διάδοχος, των Άποστόλων γενόμενος, την
πράξιν εύρες θεόπνευστε, είς θεωρίας έπίβασιν’ διά τούτο τον λόγον της άληθείας
όρθοτομών, και τη πίστει ένήθλησας μέχρις αίματος, Ίερομάρτυς Άνθιμε,
Πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ήμών.

Τό ἀπολυτίκιον τοῦ ναοῦ…..

Τό κοντάκιον τῆς περιόδου.

260-50. Προστασία τω ν Χριστιανώ ν.mp3

Προστασία των Χριστιανών άκαταίσχυντε, μεσιτεία πρός τον ποιητήν άμετάθετε,


μη παρίδης άμαρτωλών δεήσεων φωνάς, άλλά πρόφθασον ως άγαθή είς την
βοήθειαν ήμων, τών πιστώς κραυγαζόντων σοι’ Τάχυνον είς Πρεσβείαν και
σπεύσον είς ίκεσίαν, ή προστατεύουσα άεί, Θεοτίκε, των τιμώντων σε….

Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ Χορός: Κύριε, ἐλέησον.

Ὁ Ἱερεύς: Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν…

-240-
ΟΡΘΡΟΣ

049-38. Άγιος Ο Θεός - Ήχος Πλ. Δ΄.mp3

Ὁ α΄ χορός: Ἀμήν.
Aγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

049-39. Άγιος Ο Θεός - Δεύτερο.mp3

Aγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

049-39. Άγιος Ο Θεός - Δεύτερο.mp3

Aγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμὴν.
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Ὁ Διάκονος: Δύναμις.

267-45. Άγιος ο Θεός - Ασματικόν.mp3

Δύναμις. Ἅγιος ὁ Θεός. Ἅγιος ἰσχυρός.Ἅγιος ἀθάνατος.Ἐλέησον ἡμᾶς.

-241-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Τό προκείμενον τοῦ Ἀποστόλου.
Σύ, Κύριε, φυλάξαις ήμάς και διατηρήσαις ήμάς.
Ὁ Διάκονος: Πρόσχωμεν!
Σώσόν με, Κύριε, ότι έκλέλοιπεν όσιος.
Ὁ Διάκονος:Σοφία!
Πρός Κορινθίους Β’ Έπιστολής Παύλου το Άνάγνωσμα.
Ὁ Διάκονος: Πρόσχωμεν!
Άδελφοί, ό βεβαιών ήμάς σύν ύμίν είς Χριστόν, και χρίσας ήμάς Θεός, ό και
σφραγισάμενος ήμάς και δούς τον άρραβώνα του Πνεύματος έν ταίς καρδίαις
ήμών.Έγώ δε μάρτυρα τον Θεόν έπικαλούμαι έπί την έμήν ψυχήν, ότι φειδόμενος
ύμών ούκέτι ήλθον είς Κόρινθον. Ούχ ότι κυριεύομεν ύμών της πίστεως, άλλά
συνεργοί έσμέν της χαράς ύμών’ τη γάρ πίστει έστήκατε. Έκρινα δε έμαυτώ
τούτο, το μη πάλιν έν λύπη έλθείν προς ύμάς. Εί γάρ έγώ λύπω ύμάς, και τις
έστίν ό εύραίνων με εί μη ό λυπούμενος έξ έμού’, Και έγραψα ύμίν τούτο αύτό,
ίνα μη έλθών λύπην έχω άφ’ ών έδει με χαίρειν, πεποιθώς έπί πάντας ύμάς ότι ή
έμή χαρά πάντων ύμών έστιν. Έκ γάρ πολλής θλίψεως και συνοχής καρδίας
έγραψα ύμίν διά πολλών δακρύων, ούχ ίνα λυπηθήτε, άλλά την άγάπην ίνα γνώτε
ήν έχω περισσοτέρως είς ύμάς.
Ὁ Ἱερεύς: Εἰρήνη σοὶ τῷ ἀναγιγνώσκοντι.
Ἀλληλούϊα (ἐκ γ’) .

Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.


Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος: Ἐκ τοῦ κατά (…) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
1. Ὁ Ἱερεύς: Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.

-242-
ΟΡΘΡΟΣ
Ὁ Διάκονος: Ἀναγιγνώσκει τήν εὐαγγελικήν περικοπήν.

Ὁ Ἱερεύς: Εἰρήνη σοὶ τῷ εὐαγγελιζομένῳ.


Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Διάκονος: Τήν ἐκτενῆ δέησιν, Εἴπωμεν πάντες…


Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Σοφία.

048-10. Όπως Υπό Του Κράτους Σου.mp3

Ὁ Ἱερεύς: Ὅπως ὑπό τοῦ κράτους σου πάντοτε φυλαττόμενοι, σοὶ δόξαν
ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Άμήν.

3048-11. Χερουβικός Ύμνος.mp3

Ο ἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον


ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν.
Ὡς τὸν βασιλέα τῶν ὅλων ὑποδεξόμενοι.
Ὁ Διάκονος: Πάντων ὑμῶν, (καὶ πάντων, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν), μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ
καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

-243-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ἀμήν.

3048-12. Ταις Αγγελικαίς.mp3

Ὁ β’ χορός: ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.


Ἀλληλούϊα. Ἀλληλούϊα.

3048-13. Πληρωτικά - Κύριε Ελέησον.mp3

Ὁ Διάκονος: Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.


Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὑπέρ τῶν προτεθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου καί τῶν μετὰ πίστεως, εὐλαβείας καὶ
φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον,
παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου Κύριε.

-244-
ΟΡΘΡΟΣ
Ὁ Διάκονος: Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καί τῶν
σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.

3048-14. Παράσχου Κύριε.mp3

Παράσχου Κύριε.
Ὁ Διάκονος: Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων
ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Ὁ Διάκονος: Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ,
παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Ὁ Διάκονος: Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ
ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Παράσχου Κύριε.
Ὁ Διάκονος: Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα,
εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ
αἰτησώμεθα.
Παράσχου Κύριε.
Ὁ Διάκονος: Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης
ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ
Θεῷ παραθώμεθα.
Σοί Κύριε.
Ὁ Ἱερεύς: Διά τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ,
σὺν τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

-245-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος: Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ α’ χορός:

3048-15-1. Πατέρα Υιόν - Ήχος πλ. δ΄.mp3

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.


Άπό δύο Ίεροίς και Άνω Ψάλωμεν το κάτωθι

3048-15-2. Αγαπήσω Σε.mp3

Α γαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου,
καὶ ῥύστης μου.
Ὁ Διάκονος: Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.
Ὁ Ἀναγνώστης:

Π ιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν
Υἱόν του Θεοῦ τὸν Μονογενῆ, τον ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν
αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τόν δι' ἡμᾶς τούς
ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ
σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ
ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τούς Οὐρανοὺς
καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ
Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ
καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν

-246-
ΟΡΘΡΟΣ
Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἕν
Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωήν τοῦ
μέλλοντος αἰῶνος. Ἀμήν.
Ὁ Διάκονος: Στῶμεν καλῶς, στῶμεν μετὰ φόβου, πρόσχωμεν, τὴν ἁγίαν
ἀναφοράν, ἐν εἰρήνῃ προσφέρειν.

3048-16. Έλεον ειρήνης.mp3

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.


Ὁ Ἱερεύς: Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καί
Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.
Ὁ Ἱερεύς: Ἄνω σχῶμεν τὰς καρδίας.
Ἔχομεν πρὸς τὸν Κύριον.
Ὁ Ἱερεύς: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἄξιον καὶ δίκαιον.
Ὁ Ἱερεύς: Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα·

3048-17. Άγιος Άγιος.mp3

γιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης
A σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ὁ Ἱερεύς: Λάβετε, φάγετε, τοῦτό μού ἐστὶ τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς
ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.

-247-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἱερεύς: Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, το τῆς Καινῆς
Διαθήκης, τὸ ὑπὲρ ἡμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
Ἀμήν.
Ὁ Ἱερεύς: Τὰ Σὰ ἐκ τῶν Σῶν, σοὶ προσφέρομεν κατὰ πάντα, καὶ διὰ πάντα.

3048-18. Σε Υμνούμεν.mp3

Σ ὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ


Θεὸς ἡμῶν.
Ὁ Ἱερεύς: Ἐξαιρέτως τῆς Παναγίας…

3048-19. Άξιον Εστίν.mp3

Α ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ


παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ὁ Ἱερεύς: Ἐν πρώτοις, μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν, ὂν χάρισαι
ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα, καὶ
ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.
Ὁ Διάκονος: Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Καὶ πάντων καὶ πασῶν.
Ὁ Ἱερεύς: Καὶ δὸς ἡμῖν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ
πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἱερεύς: Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ, μετὰ πάντων ὑμῶν.
Καὶ μετά τοῦ πνεύματός σου.

-248-
ΟΡΘΡΟΣ
Ὁ Διάκονος: Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ
Κυρίου δεηθῶμεν.

3048-20. Κύριε Ελέησον - Ήχος Πλ. Δ'.mp3

Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὑπέρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ
Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ
ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας
πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν Χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου
Πνεύματος δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ
χάριτι.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον,
παρὰ τοῦ Κυρίου, αἰτησώμεθα.
Παράσχου, Κύριε.
Ὁ Διάκονος: Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος
αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
Σοὶ Κύριε.
Ὁ Ἱερεύς: Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα…

-249-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἀναγνώστης:

Π άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ


Βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν
ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ἀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί
τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.
Ὁ Ἱερεύς: Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Ὁ Διάκονος: Tάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Ὁ Ἱερεύς: Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ'
οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Διάκονος: Πρόσχωμεν.
Ὁ Ἱερεύς: Tα Ἅγια τοῖς Ἁγίοις.

3048-23. Εις Άγιος, είς Κύριος,.mp3

Ὁ χορός: Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

Ὁ β’ χορός: ψάλλει τό Κοινωνικόν.

-250-
ΟΡΘΡΟΣ

3048-24. Αινείτε τον Κύριον-Κοινων.mp3

Αἰνεῖτε τόν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.

Ὁ Διάκονος: Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

3048-25. Του Δείπνου Σου Του Μυστ.Ήχ.Πλ. Δ΄.mp3

Τ οῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον Υἱέ Θεοῦ κοινωνόν με παράλαβε. Οὐ


μή γάρ τοῖς ἐχθροῖς σου τό μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω καθάπερ ὁ
Ιούδας. Ἀλλ’ ὡς ὁ ληστής ὁμολογῶ σοι, μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

3048-26. Είδομεν Το Φως - Ύμνοι Απολύσεως.mp3

Ε ἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν


ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Ὁ Ἱερεύς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Ὁ Διάκονος: Ὀρθοί, μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων,
ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως
εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Κύριε ἐλέησον.
Ὁ Διάκονος: Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον
αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
Σοί Κύριε.

-251-
ΗΧΟΣ ΠΛ. Α' CD No264
Ὁ Ἱερεύς: Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὁ Ἱερεύς: Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορός: Κύριε ἐλέησον (γ’) . Πάτερ ἃγιε, εὐλόγησον.
Ὁ Ἱερεύς: Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς σε, Κύριε καὶ ἁγιάζων τοὺς ἐπὶ σοὶ
πεποιθότας, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. Τὸ
πλήρωμα τῆς Ἐκκλησίας σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν
τοῦ οἴκου σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς
ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ. Εἰρήνην τῷ κόσμῳ σου δώρησαι, ταῖς Ἐκκλησίαις
σου, τοῖς ἱερεῦσι, τοῖς ἄρχουσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ σου. Ὅτι
πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ σοῦ τοῦ
Πατρός τῶν φώτων, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν
ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

3048-27. Ειη Το Όνομα Κυρίου.mp3

Ε ἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (ἐκ γ’) .
Ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεύς: Εὐλογία Κυρίου καὶ ἔλεος…
Ἀμήν.
Ὁ Ἱερεύς: Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Ὁ χορός: Δόξα καί νῦν. Κύριε ελέησον (γ’) . Πάτερ ἃγιε εὐλόγησον
(εἰς ἀρχιερατικήν λειτουργίαν: Δέσποτα ἃγιε εὐλόγησον).

-252-
ΟΡΘΡΟΣ
Ὁ Ἱερεύς: (σύμφωνα με το χαρακτηριστικό της εορτής) Χριστὸς ὁ ἀληθινὸς Θεὸς
ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός,
δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων
δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ
Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν
ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων, τοῦ ἐν
ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ
Χρυσοστόμου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ
θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ
Ἄννης, (ἡμέρας) καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ
φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

3048-28. Τον Ευλογούντα.mp3

Τόν εὐλογοῦντα καί ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλά ἔτη.
Ή όταν παραστεί Αρχιερεύς.

3048-29. Τον Δεπότην Και Αρχιερέα Ημών.mp3

Τόν Δεσπότην καί Ἀρχιερέα ἡμῶν Κύριε, φύλαττε εἰς πολλά ἔτη.
Ὁ Ἱερεύς: Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς
ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἡ Ἁγία Τριὰς διαφυλάξοι πάντας ὑμᾶς.
Άμήν………
ΨΑΛΜΟΔΙΑ.GR
PSALMODIA.GR
Βασίλης Τηλ.(30) 6937436864.

-253-

You might also like