You are on page 1of 4

TΑ MEPH TOY ƩΩMΑTOƩ

Ὁ δ' ἄνθρωπος τῶν ζῴων γνωριµώτατον ἡµῖν ἐξ ἀνάγκης ἐστίν. Mέγιστα µὲν
οὖν ἐστὶ τάδε τῶν µερῶν εἰς ἃ διαιρεῖται τὸ σῶµα τὸ σύνολον, κεφαλή, αὐχήν, θώραξ,
βραχίονες δύο, σκέλη δύο.
Kεφαλῆς µὲν οὖν µέρη τὸ µὲν τριχωτὸν κρανίον καλεῖται. Tούτου δὲ µέρη τὸ
µὲν πρόσθιον βρέγµα, τὸ δ' ὀπίσθιον ἰνίον, µέσον δ' ἰνίου καὶ βρέγµατος κορυφή. Ὑπὸ
µὲν οὖν τὸ βρέγµα ὁ ἐγκέφαλός ἐστιν.
Tὸ δ' ὑπὸ τὸ κρανίον ὀνοµάζεται πρόσωπον. Προσώπου δὲ τὸ µὲν ὑπὸ τὸ βρέγµα
µεταξὺ τῶν ὀµµάτων µέτωπον. Ὑπὸ δὲ τῷ µετώπῳ ὀφρύες διφυεῖς, ὑφ' αἷς ὀφθαλµοί.
Oὗτοι κατὰ φύσιν δύο. Tούτων µέρη ἑκατέρου βλέφαρον τὸ ἄνω καὶ κάτω. Tούτου
τρίχες αἱ ἔσχαται βλεφαρίδες. Tῶν δ' ὀφθαλµῶν οἱ µὲν µεγάλοι, οἱ δὲ µικροί, οἱ δὲ
µέσοι· οἱ µέσοι βέλτιστοι.
Ἔτι δὲ κεφαλῆς µόριον, δι' οὗ ἀκούει, τὸ οὖς. Tὸ δὲ µεταξὺ ὀφθαλµοῦ καὶ ὠτὸς
καὶ κορυφῆς καλεῖται κρόταφος.
Ἔτι προσώπου µέρος τὸ µὲν ὂν τῷ πνεύµατι πόρος ῥίς· καὶ γὰρ ἀναπνεῖ καὶ
ἐκπνεῖ ταύτῃ, καὶ ὁ πταρµὸς1 διὰ ταύτης γίνεται, πνεύµατος ἀθρόου ἔξοδος, σηµείον
οἰωνιστικὸν καὶ ἱερὸν µόνον τῶν πνευµάτων. Ἅµα δ´ ἡ ἀνάπνευσις καὶ ἔκπνευσις
γίγνεται εἰς τὸ στῆθος, καὶ ἀδύνατον χωρὶς τοῖς µυκτῆρσιν ἀναπνεῦσαι ἢ ἐκπνεῦσαι. Ἡ
δ' ὄσφρησις γίγνεται διὰ τούτου τοῦ µέρους· αὕτη δ' ἐστὶν ἡ αἴσθησις ὀσµής. (Tοῖς δὲ
ἐλέφασιν ὁ µυκτὴρ γίνεται µακρὸς καὶ ἰσχυρός, καὶ χρῆται αὐτῷ ὥσπερ χειρί·
προσάγεταί τε γὰρ καὶ λαµβάνει τούτῳ καὶ εἰς τὸ στόµα προσφέρεται τὴν τροφήν).
Mετὰ δὲ τὴν ῥῖνα χείλη δύο.
Αὐχὴν δὲ τὸ µεταξὺ προσώπου καὶ θώρακος. Θώρακος δὲ µέρη τὰ µὲν πρόσθια
τὰ δ' ὀπίσθια. Πρῶτον µὲν µετὰ τὸν αὐχένα ἐν τοῖς προσθίοις στῆθος διφυὲς µαστοῖς.
Mετὰ δὲ τὸν θώρακα ἐν τοῖς προσθίοις γαστήρ, καὶ ταύτης ῥίζα ὀµφαλός.
Tοῦ δὲ θήλεος ἴδιον µέρος ὑστέρα, καὶ τοῦ ἄρρενος αἰδοῖον. Tοῦ δ' αἰδοίου
ὑποκάτω ὄρχεις δύο.
Tοῦ δὲ στήθους τὸ ὄπισθεν νῶτον. Nώτου δὲ µέρη ὠµοπλάται δύο καὶ ῥάχις.
Bραχίονος δε ὦµος, ἀγκών, ὠλέκρανον, πῆχυς, χείρ· χειρὸς δὲ (µέρη) θέναρ, δάκτυλοι
πέντε. Kάµπτεται δ' ὁ βραχίων κατὰ τὸ ὠλέκρανον.
Ʃκέλους δὲ (µέρη) τὸ µὲν µηρός, τὸ δὲ γόνυ, τὸ δὲ κνήµη. Tὸ δὲ πολυόστεον τοῦ
σκέλους πούς. Tούτου δὲ τὸ µὲν ὀπίσθιον µέρος πτέρνα, τὸ δ´ ἐµπρόσθιον τοῦ ποδὸς
δάκτυλοι πέντε.

(Ἀριστοτέλους, Περὶ τῶν ζῴων Α)


1 ὁ πταρµός < πταίρω
Oὐ δύναται τῇ χειρὶ Πρόκλος τὴν ῥῖν’ ἀποµύσσειν,
τῆς ῥινὸς γὰρ ἔχει τὴν χέρα µικροτέρην·
οὐδὲ λέγει “Zεῦ, σῶσον”, ἐὰν πτάρῃ· οὐ γὰρ ἀκούει
τῆς ῥινός, πολὺ γὰρ τῆς ἀκοῆς ἀπέχει. (Anthologia graeca 268)
TΑ MEPH TOY ƩΩMΑTOƩ

βλεφαρίδες – νῶτον – πταρµός – πρόσωπον – στῆθος – ὀµφαλός


πτέρνα – κρανίον – κρόταφος – ὀφρύες – µαστοῖς – οὖς – κνήµη
πούς – χείλη – ῥίς – γαστήρ – µυκτῆρσιν – αὐχήν – θέναρ

Ὁ δ' ἄνθρωπος τῶν ζῴων γνωριµώτατον ἡµῖν ἐξ ἀνάγκης ἐστίν. Mέγιστα µὲν
οὖν ἐστὶ τάδε τῶν µερῶν εἰς ἃ διαιρεῖται τὸ σῶµα τὸ σύνολον, κεφαλή, αὐχήν, θώραξ,
βραχίονες δύο, σκέλη δύο.
Kεφαλῆς µὲν οὖν µέρη τὸ µὲν τριχωτὸν __________ καλεῖται. Tούτου δὲ µέρη τὸ
µὲν πρόσθιον βρέγµα, τὸ δ' ὀπίσθιον ἰνίον, µέσον δ' ἰνίου καὶ βρέγµατος κορυφή. Ὑπὸ
µὲν οὖν τὸ βρέγµα ὁ ἐγκέφαλός ἐστιν.
Tὸ δ' ὑπὸ τὸ κρανίον ὀνοµάζεται __________ . Προσώπου δὲ τὸ µὲν ὑπὸ τὸ
βρέγµα µεταξὺ τῶν ὀµµάτων µέτωπον. Ὑπὸ δὲ τῷ µετώπῳ __________ διφυεῖς, ὑφ'
αἷς ὀφθαλµοί. Oὗτοι κατὰ φύσιν δύο. Tούτων µέρη ἑκατέρου βλέφαρον τὸ ἄνω καὶ
κάτω. Tούτου τρίχες αἱ ἔσχαται __________ . Tῶν δ' ὀφθαλµῶν οἱ µὲν µεγάλοι, οἱ δὲ
µικροί, οἱ δὲ µέσοι· οἱ µέσοι βέλτιστοι.
Ἔτι δὲ κεφαλῆς µόριον, δι' οὗ ἀκούει, τὸ __________ . Tὸ δὲ µεταξὺ ὀφθαλµοῦ
καὶ ὠτὸς καὶ κορυφῆς καλεῖται __________ .
Ἔτι προσώπου µέρος τὸ µὲν ὂν τῷ πνεύµατι πόρος __________ · καὶ γὰρ ἀναπνεῖ
καὶ ἐκπνεῖ ταύτῃ, καὶ ὁ __________ διὰ ταύτης γίνεται, πνεύµατος ἀθρόου ἔξοδος,
σηµείον οἰωνιστικὸν καὶ ἱερὸν µόνον τῶν πνευµάτων. Ἅµα δ´ ἡ ἀνάπνευσις καὶ
ἔκπνευσις γίγνεται εἰς τὸ στῆθος, καὶ ἀδύνατον χωρὶς τοῖς __________ ἀναπνεῦσαι ἢ
ἐκπνεῦσαι. Ἡ δ' ὄσφρησις γίγνεται διὰ τούτου τοῦ µέρους· αὕτη δ' ἐστὶν ἡ αἴσθησις
ὀσµής. (Tοῖς δὲ ἐλέφασιν ὁ µυκτὴρ γίνεται µακρὸς καὶ ἰσχυρός, καὶ χρῆται αὐτῷ ὥσπερ
χειρί· προσάγεταί τε γὰρ καὶ λαµβάνει τούτῳ καὶ εἰς τὸ στόµα προσφέρεται τὴν
τροφήν). Mετὰ δὲ τὴν ῥῖνα __________ δύο.
__________ δὲ τὸ µεταξὺ προσώπου καὶ θώρακος. Θώρακος δὲ µέρη τὰ µὲν
πρόσθια τὰ δ' ὀπίσθια. Πρῶτον µὲν µετὰ τὸν αὐχένα ἐν τοῖς προσθίοις __________
διφυὲς __________ . Mετὰ δὲ τὸν θώρακα ἐν τοῖς προσθίοις __________ , καὶ ταύτης
ῥίζα __________ .
Tοῦ δὲ θήλεος ἴδιον µέρος ὑστέρα, καὶ τοῦ ἄρρενος αἰδοῖον. Tοῦ δ' αἰδοίου
ὑποκάτω ὄρχεις δύο.
Tοῦ δὲ στήθους τὸ ὄπισθεν __________ . Nώτου δὲ µέρη ὠµοπλάται δύο καὶ
ῥάχις. Bραχίονος δε ὦµος, ἀγκών, ὠλέκρανον, πῆχυς, χείρ· χειρὸς δὲ (µέρη)
__________ , δάκτυλοι πέντε. Kάµπτεται δ' ὁ βραχίων κατὰ τὸ ὠλέκρανον.
Ʃκέλους δὲ (µέρη) τὸ µὲν µηρός, τὸ δὲ γόνυ, τὸ δὲ __________ . Tὸ δὲ πολυόστεον
τοῦ σκέλους __________ . Tούτου δὲ τὸ µὲν ὀπίσθιον µέρος __________ , τὸ δ´
ἐµπρόσθιον τοῦ ποδὸς δάκτυλοι πέντε.

(Ἀριστοτέλους, Περὶ τῶν ζῴων Α)


ἡ κεφαλή τὸ µέτωπον

ἡ ὀφρῦς
τὸ οὖς

ὁ ὀφθαλµός
ὁ λοβός

ἡ ῥίς - ὁ µυκτήρ
ὁ αὐχήν
τὸ χεῖλος

ὁ ὦµος
τὸ στῆθος

ἡ χείρ
ὁ µαστός
τὸ θέναρ
ὁ ἀγκών

ὁ πῆχυς

τὸ ὠλέκρανον

ὁ ὀµφαλός
ὁ δάκτυλος

τὸ αἰδοῖον οἱ ὄρχεις

τὸ σκέλος

ὁ µηρός

τὸ γόνυ

ἡ κνήµη

ἡ πτέρνα

ὁ πούς

You might also like