You are on page 1of 32

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΗΝ
EGGYHTRIAN UEOTOKON
Τίτλος βιβλίου: «Κανὼν Παρακλητικὸς εἰς τὴν
Ἐγγυήτριαν Θεοτόκον»
Ποίημα Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη, Ἱεροκήρυκος
© Ἐκδόσεις Νεκτάριος Δ. Παναγόπουλος καὶ
Ἀρχιμ. Νικόδημος Γ. Ἀεράκης
Α΄ ἔκδοσις: Ἀθήνα, Ὀκτώβριος 2018
ISBN: 978-960-8034-75-4
Εἰκὼν ἐξωφύλλου: Ἡ Ἐγγυήτρια Θεοτόκος.
Εἰκὼν ὀπισθοφύλλου: Τὸ σπήλαιον τοῦ ὁσίου Ἀθανασίου
τοῦ Ἀθωνίτου.
Ἐκδόσεις Νεκτάριος Δ. Παναγόπουλος,
Χαβρίου 3, 105 62 Ἀθήνα, τηλ.-fax: 210-3224819
www.npanagopoulos.gr
email: hi@npanagopoulos.gr
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ
EGGYHTRIAN UEOTOKON
Ἧς ἡ μνήμη τελεῖται τὸ ἑσπέρας
τοῦ Ἀκαθίστου Ὕμνου

Ποίημα Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη


Ἱεροκήρυκος

ΕΚΔΟΣΕΙΣ
ΝΕΚΤΑΡΙΟΣ Δ. ΠΑΝΑΓΟΠΟΥΛΟΣ
Ἀντίγραφον τῆς ἱ. Εἰκόνος
τῆς Ἐγγυητρίας Θεοτόκου. Ἐνυπάρχων
εἰς τὸν Ἱ. Ν. ἁγίου Νικολάου Κορίνθου.
Πρόλογος

Ὁ παρὼν Ἱερὸς Παρακλητικὸς Κανὼν ἐποιήθη τῇ


παρακλήσει ἀνωνύμου πιστοῦ, ὅστις εὐλαβεῖται
τὴν Ἱερὰν Εἰκόνα τῆς Ἐγγυητρίας, καὶ τῆς ὁποίας
ἀντίγραφον ἐδωρήσατο εἰς τὸν Ἱ. Ν. Ἁγ. Νικολάου
Κορίνθου.
Ἡ θαυματουργὸς αὕτη Εἰκὼν εὑρίσκετο εἰς τὸν
Ἱερὸν Ναὸν τῆς Ἀναστάσεως ἐν Ἱεροσολύμοις περὶ
τὸν ἕκτον αἰῶνα.
Ὠνομάσθη Ἐγγυήτρια, διότι εἰς τὴν εἰκονιζο-
μένην ἐν αὐτῇ Θεοτόκον προσηυχήθη ἡ Ἁγία Μαρία
ἡ Αἰγυπτία καὶ ἔβαλεν ἐγγυήτριαν τὴν Παρθένον
πρὸς τὸν Υἱόν της, ὥστε νὰ δυνηθῇ νὰ εἰσέλθῃ εἰς
τὸν Ναόν, νὰ προσκυνήσῃ τὸν Τίμιον Σταυρὸν καὶ ἐν
συνεχείᾳ νὰ πορευθῇ ἐν θαυμαστῇ μετανοίᾳ εἰς τὴν
ἔρημον πέραν τοῦ Ἰορδάνου.
Κατὰ τρόπον θαυμαστόν, περὶ τὸν δέκατον αἰῶ-
να, ἡ Εἰκὼν αὕτη εὑρέθη εἰς τὸ σπήλαιον τῆς Βίγλας,
πλη­σίον τῆς Ἱερᾶς Μονῆς τῆς Μεγίστης Λαύρας
τοῦ Ἁγίου Ὄρους ὑπὸ τοῦ Ἁγίου Ἀθανασίου τοῦ

·5·
Ἀθωνίτου μετὰ ἀπὸ θεῖον ὅραμα. Ὁ Ἅγιος μετέφε-
ρε ταύτην εἰς τὴν Ἱερὰν Μονήν, ἀλλὰ τὴν ἑπομένην
ἡμέραν ἡ Εἰκὼν μόνη ἐπέστρεψεν εἰς τὸ σπήλαιον
τῆς Βίγλας. Καὶ πάλιν ὁ Ἅγιος τὴν ἐπανέφερεν εἰς
τὴν Μονήν, ἀλλ’ ἡ Παναγία ἐπανῆλθε θαυμαστῶς
εἰς τὸ σπήλαιον. Ὁ Ὅσιος Ἀθανάσιος ἐσεβάσθη τὴν
Θεομητορικὴν θέλησιν καὶ ἔκτοτε ἡ Εἰκὼν παραμέ-
νει ἐκεῖ˙ τὸ δὲ σπήλαιον ὀνομάζεται «Σπήλαιον τοῦ
Ὁσίου Ἀθανασίου».
Ἡ ἑορτή της τελεῖται διὰ μεγάλης ἀγρυπνίας τὸ
ἑσπέρας τοῦ Ἀκαθίστου ὕμνου, ἥτις ἄρχεται εἰς τὰς
7.30 μ.μ. καὶ περατοῦται εἰς τὰς 12.30 μ.μ. τῆς ἑπο-
μένης ἡμέρας.
Ἡ Κυρία Θεοτόκος εἶναι Ἐγγυήτρια πρὸς τὸν
Υἱόν της καὶ Θεόν μας, ὅλων τῶν ἐνασκουμένων εἰς
τὸ Ἅγιον Ὄρος καὶ ὅλων τῶν μετὰ πίστεως καὶ εὐλα-
βείας κατασπαζομένων τὴν θαυματουργὸν Αὐτῆς
Εἰκόνα.

Ἔγραφον τῇ 21ῃ Σεπτεμβρίου 2018


ἡμέρα ἀποδόσεως τῆς ἑορτῆς
τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ.
Ἀρχιμ. Νικόδημος Γ. Ἀεράκης
Ἱεροκήρυξ

·6·
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ
ΕΓΓΥΗΤΡΙΑΝ ΘΕΟΤΟΚΟΝ
Ποίημα Ἀρχιμ. Νικοδήμου Γ. Ἀεράκη,
Ἱεροκήρυκος

῾Ο ἱερεύς· Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάν­


τοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας, τῶν
αἰώ­νων.
῾Ο ἀναγνώστης· ᾿Αμήν.
Ψαλμὸς ρμβ´ (142)

Κ ύριε, εἰσάκουσον τῆς προσευχῆς μου,


ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου

·7·
Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς
ζῶν. ῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν
μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
᾿Εκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶ-
νος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου,
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ᾿Εμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς
ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς
μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά
μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’
ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
εἰς λάκκον. ᾿Ακουστὸν ποίησόν μοι τὸ πρωῒ
τὸ ἔλεός σου ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν
μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς
Σὲ ᾖρα τὴν ψυχήν μου. ᾿Εξελοῦ με ἐκ τῶν
ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς Σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ
εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδη-
γήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός
Σου, Κύριε ζήσεις με. ᾿Εν τῇ δικαιοσύνῃ Σου

·8·
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς
μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν
ψυχήν μου· ὅτι ἐγὼ δοῦλός Σου εἰμι.
Καὶ εὐθὺς τό· Θεὸς Κύριος καὶ ἐπέφανεν
ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι
Κυρίου.
Τὸ ἐπαναλαμβάνομεν ἀνὰ στίχον.
Στίχος α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ
ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχος β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχος γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ
ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὰ Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τ ὴν Ἐγγυήτριαν ἐν ὕμνοις τιμῶμεν, καὶ


τὴν Εἰκόνα εὐσεβῶς προσκυνοῦμεν, τὴν

·9·
θαυμαστῶς προχέουσαν τὴν χάριν πιστοῖς˙
σκέπει γὰρ ἀεὶ εὐφραίνουσα, τῶν πιστῶν τὰ
συστήματα, ἐκτενῶς πρεσβεύουσα τῷ Κυρίῳ
ὡς Μήτηρ˙ ὅθεν ἀξίως πάντες τὴν Ἁγνήν,
ἀεὶ ὑμνοῦμεν, ὡς κόσμου τὴν Σώτειραν.

Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.

Τ ῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπει-


λούμενοι ἐχθροῦ ταῖς ἐνέδραις˙ τῇ μητρι-
κῇ σου σκέπασον ἀγάπη ἡμᾶς˙ δίωξον Θεο-
χαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον
τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν˙ σὺ
γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ
σκέπη, καὶ θεία ἀντίληψις.

῾Ο Ἀναγνώστης.
Ψαλμὸς ν´ (50)

᾿Ε λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός


Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρ­
μῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

· 10 ·
᾿Ε­πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν
Σου ἐ­ποί­ησα· ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λό-
γοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσ­­σησέ με ἡ μήτηρ μου. ᾿Ιδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια
τῆς σοφίας Σου ἐδήλωσάς μοι. ῾Ραντιεῖς με
ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι. ᾿Ακουτιεῖς μοι
ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλ­λιάσονται
ὀστέα τεταπεινωμένα. ᾿Απόστρεψον τὸ πρό-
σωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πά-
σας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ
ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ
Πνεῦ­μά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.

· 11 ·
᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
Σου, καὶ πνεύ­ματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς Σου καὶ ἀσεβεῖς
ἐπὶ Σὲ ἐπι­στρέψουσι. ῾Ρῦσαί με ἐξ αἱμάτων
ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιά-
σεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στό­μα
μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. ῞Οτι, εἰ ἠθέ­
λησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συν­τε­
τριμμένον, καρδίαν συν­τε­τριμμένην καὶ τε­­­
τα­πεινωμέ­νην ὁ Θεὸς οὐκ ἐξου­δε­νώσει. ᾿Αγά­­
θυνον, Κύ­ριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰ­κο­­δο­μηθήτω τὰ τείχη ῾Ιερουσαλήμ. Τό­­τε
εὐ­δο­­κήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν
καὶ ὁλο­καυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυ­σιαστήριόν Σου μόσχους.

· 12 ·
Καὶ ἀρχόμεθα τοῦ Κανόνος,
οὗ ἡ ἀκροστιχίς·
«ΤΗΝ ΕΓΓΥΗΤΡΙΑΝ ΑΓΝΗΝ ΤΑΠΕΙΝΩΣ
ΓΕΡΑΙΡΩ. (ΝΙΚΟΔΗΜΟΥ)».

Ὠδὴ
˛ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.
Ὑγρὰν διοδεύσας.

Τ αῖς σαῖς ἱκεσίαις πρὸς σὸν Υἱόν, σεμνὴ Θε-


οτόκε, νῦν καταύγασόν μου τὸν νοῦν, ἵνα
ἀνυμνήσω σε ἀξίως, ὡς Ἐγγυήτριαν πάν­των
πρὸς Κύριον.

Ἡ μᾶς Ἐγγυήτρια πρὸς Χριστόν, τοὺς σὲ


εὐφημοῦντας, διαφύλαττε ἐκ παθῶν,
καὶ πάσης παγίδος τοῦ Βελίαρ, ἁμαρτιῶν τε
δεινῶν περιστάσεων.

Ν οός μου διάνοιξον ὀφθαλμούς, ὡς τῆς


Αἰγυπτίας, τῆς Μαρίας τῆς θαυμαστῆς,
ἡ ἐγγυηθεῖσα ὑπὲρ ταύτης, τῷ σῷ Υἱῷ καὶ
Θεῷ ἡμῶν Ἄχραντε.

· 13 ·
Ἐ τέχθης Μαρία πανθαυμαστῶς, καὶ τέτο-
κας Κόρη Θεὸν Λόγον ὑπερφυῶς˙ γε-
νοῦ ἐγγυήτρια σῷ Τόκῳ, ὑπὲρ ἡμῶν τῶν
ποθούν­των τὴν λύτρωσιν.

Ὠδὴ
˛ γ´. ῾Ο Εἱρμός. Οὐρανίας ἁψῖδος.

Γ εγονυῖα ἀφράστως, Μήτηρ Θεοῦ ἄφθο-


ρε, καὶ τῶν Ὀρθοδόξων προστάτις, καὶ
ἐγγυήτρια˙ σῶσον κἀμὲ ὦ Ἁγνή, ἐκ πειρα-
σμῶν καὶ κινδύνων, καὶ ἀστάτου βίου τοῦ
κόσμου Θεόνυμφε.

Γ εγονὸς ὑπὲρ φύσιν, σῆς Εἰκόνος ἡ εὕρε-


σις, καὶ ἡ μετακίνησις ταύτης, ὦ Ἐγγυ-
ήτρια, ἐν τῷ σπηλαίῳ ἐν ᾧ, τῇ σῇ βουλῇ
ἀνευρέθη, χορηγοῦσα ἅπασι θείαν βοήθειαν.

Ὑ πὲρ λόγον Μαρία, ὑπερφυῶς ἔτεκες, Λό-


γον τοῦ Πατρὸς ἐν ἀνθρώποις, ὦ Ἐγγυ-
ήτρια, ἵνα ζωώσῃ βροτούς, διὰ Σταυροῦ ἑκου-
σίου, καὶ θεώσῃ ἅπαντας, τῇ μεσιτείᾳ σου.

· 14 ·
Ἠ ξιώθης Παρθένε, Χριστὸν τεκεῖν Ἄχραν­
τε, πρέσβευε Αὐτῷ Θεοῦ Μῆτερ, ὑπὲρ
τῶν δούλων σου, ὅπως ῥυσθῶμεν Ἁγνή, ἐκ
τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες
Δέσποινα, τὰ μεγαλεῖά σου.

Ἐ νίσχυσον ὦ Ἐγγυήτρια πάντας τοὺς σὲ


τιμῶντας, ὅτι πέλεις πρὸς τὸν Χριστόν,
μεσίτρια ἄμαχος, ὡς ἔφορος κόσμου καὶ
θεία σκέπη.

Σ τερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε


Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ
βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρ­
ρησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.


῏Ηχος β´. Τὰ ἄνω ζητῶν.

Π αρθένε Σεμνή, Εἰκόνα τὴν Ἁγίαν σου,


τιμῶμεν πιστῶς, κηρύττοντες τοῖς πέ­
ρασι, τὰ ἐξαίσια θαύματα, καὶ σημεῖα ὦ Ἐγ-

· 15 ·
γυήτρια, ἃ τοῖς πιστοῖς παρέχεις δαψιλῶς,
τοῖς πόθῳ αἰτοῦσι, τὴν σὴν χάριν Ἁγνή.

Ὠδὴ
˛ δ´. ῾Ο Εἱρμός. Εἰσακήκοα Κύριε.

Τ οῦ νοός μου τὴν σκότωσιν, ἡ τὸν Ζωο-


δότην ἡμῖν δωρήσασα, καὶ καρδίας τὴν
ἐμπάθειαν, τῇ σῇ ἀντιλήψει νῦν φυγάδευσον.

Ῥ αντιστήριον χάριτος, τοῦ σπηλαίου Βί-


γλας πέλεις καὶ στήριγμα, Ἐγγυή­τρια
Θεό­νυμφε, καὶ τῶν ἀσθενούντων ἡ ἀντίλη-
ψις.

Ἱ κετήρια πρόσδεξαι, ἐξ εὐγνωμονούσης καρ­


δίας Δέσποινα, καὶ χαρίτωσον τὸν δοῦ­λόν
σου, τῇ σῇ μεσιτείᾳ Ἐγγυήτρια.

Ἀ πειράριθμα θαύματα, οἱ κατασπαζόμε-


νοι τὴν εἰκόνα σου, Ἐγγυήτρια λαμβά-
νουσι, καὶ τὸν σὲ δοξάσαντα δοξάζουσιν.

· 16 ·
Ὠδὴ
˛ ε´. ῾Ο Εἱρμός. Φώτισον ἡμᾶς.

Ν έωσον ψυχάς, ἡ τὸν Κύριον γεννήσα-


σα, τῶν κατασπαζομένων πανευλαβῶς,
τὴν σὴν εἰκόνα, τὴν θείαν καὶ χαριτόβρυτον.

Ἄ νασσα τὸν νοῦν, τῶν τιμώντων σε κα-


τεύθυνον, πρὸς τὸν Υἱόν σου Κύριον Ἰη-
σοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα Αὐτοῦ προστάγ-
ματα.

Γ νώσεως Θεοῦ, καταξίωσον πρεσβείαις


σου, τοὺς προσκυνοῦντας πόθῳ, τὴν σὴν
μορφήν, καὶ αἰτουμένων, τὴν χάριν σου Ἐγ-
γυήτρια.

Ν οῦν τῶν εὐλαβῶς, προσκυνούντων τὴν


εἰκόνα σου, πρὸς τὴν ζωὴν τὴν θείαν,
τοῦ οὐρανοῦ, Θεογεννῆτορ, κατεύθυνον
ταῖς ἱκεσίαις σου.

Ὠδὴ
˛ ς´. ῾Ο Εἱρμός. Τὴν δέησιν.

Ἡ δέησις τῆς ψυχῆς μου Δέσποινα, σαῖς


πρεσβείαις ἀναβαίνει τῷ Κτίστῃ˙ καὶ ἡ

· 17 ·
ψυχή μου πληροῦται γαλήνης, καὶ εὐφρο-
σύνης ἐνθέου Πανάμωμε˙ σὺ πέλεις ὄντως
Ἀγαθή, τῶν πιστῶν βακτηρία καὶ δύναμις.

Ν ῦν ἄμαχον προστασίαν κέκτημαι, σὲ Παρ­


θέ­νε τῶν βροτῶν σωτηρία, καὶ διὰ σοῦ
πειρασμοῦ ἐπιθέσεις, καὶ τῶν δαιμόνων νι­
κῶν­ται αἱ φάλαγγες˙ διὸ προσπίπτω ἐν χαρᾷ,
τῇ εἰκόνι σου ὦ Θεοτίμητε.

Τ ιμῶμέν σε ὡς Μητέρα ἄφθορον, τοῦ Χρι-


στοῦ ὦ Ἐγγυήτρια Κόρη˙ ὅτι ἐν σοὶ ἀπαρ-
χὴ σωτηρίας, καὶ αἰωνίου ζωῆς ἡ ἀπόλαυ-
σις, καὶ θέωσις ἐν οὐρανῷ, τοῖς βροτοῖς ἐξ
Υἱοῦ σου δεδώρηται.

Ἀ νάστησον, ἐκ φθορᾶς τοὺς δούλους


σου, καὶ πικροῦ τῆς ἁμαρτίας θανάτου,
καὶ τῆς ζωῆς τῆς ἀγήρω καὶ θείας, τῆς τοῦ
Υἱοῦ καὶ Θεοῦ σου Πανάχραντε, ἀξίωσον
πάντας ἡμᾶς, εὐλαβῶς ἀνυμνοῦντας τὸν
Τόκον σου.

· 18 ·
Ἐ νίσχυσον ὦ Ἐγγυήτρια πάντας τοὺς σὲ
τιμῶντας, ὅτι πέλεις πρὸς τὸν Χριστόν,
μεσίτρια ἄμαχος, ὡς ἔφορος κόσμου καὶ
θεία σκέπη.

Σ τερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε


Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ
βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παρ-
ρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.


Ἦχος β´. Προστασία τῶν χριστιανῶν.

Ἐ γγυήτρια τῶν μοναχῶν τὸ κεφάλαιον,


τῶν πιστῶν δὲ ἀσφαλέστατον καταφύ-
γιον, σὺ ὑπάρχεις παναληθῶς γεννήσασα
Χριστόν˙ καταξίωσον, πάντας ἡμᾶς, τοῦ πο-
ρευθῆναι ἀσφαλῶς, τὴν ὁδὸν τῆς λυτρώ-
σεως, λύουσα τὰς ἐνέδρας, Σατὰν ἐχθροῦ
παγκακίστου, ἡ προστασία τῶν πιστῶς, Θεο­
τόκε ἀνυμνούντων σε.

· 19 ·
Εἶτα τὸ Α´ Ἀντίφωνον τῶν Ἀναβαθμῶν
τοῦ δ´ ἤχου.

᾿Ε κ νεότητός μου, πολλὰ πολεμεῖ με


πάθη· ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶ-
σον, Σωτήρ μου. (δίς)

Ο ἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ


Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπ­
εξηραμμένοι. (δίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι·

Ἁ γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ


κα­θάρ­σει, ὑψοῦται, λαμπρύνεται, τῇ Τρια-
δικῇ μο­νάδι, ἱε­ρο­κρυ­φίως.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ᾿Αμήν.

Ἁ γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάρι-


τος ῥεῖθρα, ἀρ­δεύοντα, ἅπασαν τὴν κτί-
σιν, πρὸς ζωογονίαν.

· 20 ·
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ
γενεᾷ καὶ γενεᾷ.

Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ


κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ
σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπι-
θυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν (α΄, 39-49, 56).

Ἐ ν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μα-


ριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ
σπουδῆς, εἰς πόλιν Ἰούδα˙ καὶ εἰσῆλθεν εἰς
τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλι-
σάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ
τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ
βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς˙ καὶ ἐπλήσθη
Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνη-
σε φωνῇ μεγάλῃ καὶ εἶπεν˙ Εὐλογημένη σὺ
ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς

· 21 ·
κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ
ἡ μήτηρ τοῦ Κυρίου μου, πρός με; Ἰδοὺ γάρ,
ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ
ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει
ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ
παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει
ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ
πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου˙ ὅτι
ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης
αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με
πᾶσαι αἱ γενεαί˙ ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ
Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε
δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ
ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.

Π άτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι,


ἐξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλη-
μάτων.

· 22 ·
Καὶ νῦν.

Τ ῆς Ἐγγυητρίας πρεσβείαις, Ἐλεῆμον, ἐξά­­


λειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Στίχος˙ Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ
τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

῏Ηχος πλ. β´. ῞Ολην ἀποθέμενοι.

Π άντες προσερχόμενοι τῇ σῇ Εἰκόνι Παρ-


θένε, καὶ κατασπαζόμενοι, τὴν μορφήν
σου Ἄχραντε Ἐγγυήτρια, τῶν παθῶν ἄφεσιν,
πειρασμῶν τὴν λύσιν, νοσημάτων ἀπολύτρω-
σιν, δαιμόνων δίωξιν, καὶ τῶν λυπηρῶν τὴν
διόρθωσιν, αἰτούμεθα οἱ δοῦλοί σου, σαῖς λι-
ταῖς λαβεῖν Παμμακάριστε˙ ἵνα λυτρωθέντες,
κηρύξωμεν τὴν χάριν σου Ἁγνή, καὶ τοῦ Υἱοῦ
σου τὴν δύναμιν, ἐν πᾶσι τοῖς πέρασιν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν Σου...

· 23 ·
Ὠδὴ
˛ ζ´. ῾Ο Εἱρμός. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Π αρθένε Θεοτόκε, τῶν θαυμάτων τὰ ῥεῖ­


θρα, ἐν Ἐκκλησίᾳ Χριστοῦ, προχέεις τοῖς
τιμῶσι, τὸν Τόκον σου τὸν θεῖον, πρὸς Ὃν
ἅπαντες ψάλλουσιν˙ Ὁ τῶν Πατέρων ἡμῶν,
Θεὸς εὐλογητὸς εἶ.

Ἐ κ πάσης ἁμαρτίας, Ἐγγυήτρια Κόρη,


ἐλευθεροῖς τοὺς πιστούς, καὶ πύλην με-
τανοίας, Παρθένε ὑπανοίγεις, τοῖς βοῶσι
πρὸς Κύριον˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς
εὐλογητός εἶ.

Ἱλασμὸν καταπέμπει, τοῖς βροτοῖς Θεο-


τόκε, ὁ σὸς Υἱὸς καὶ Θεός, πρεσβείαις σου
ἀπαύστοις, πρὸς Ὃν πανευγνωμόνως ἐν
ᾠδαῖς πάντες ψάλλομεν˙ Ὁ τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ν υσταγμοῦ τῆς καρδίας, ἐξανάστησον


πάντας, Παρθενομῆτορ Σεπτή, καὶ ῥῦ-
σαι τῶν πταισμάτων, λιταῖς σου πρὸς σὸν

· 24 ·
Τόκον, τοὺς βοῶντας πρὸς Κύριον˙ Ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ
˛ η´. ῾Ο Εἱρμός. Τὸν Βασιλέα.

Ὡ ραιωθεῖσα, ἡ Παναγία, ἐν βίῳ, τὸν Χρι-


στὸν σὺν Ἀγγέλοις ἐξύμνει, Ὃν ὑπερ­
υψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σ ὲ εὐφημοῦσι, τῆς σῆς Εἰκόνος Παρθένε,


τῶν θαυμάτων τὰ ἄπειρα πλήθη, καὶ
ὑπερυψοῦσι, τὸν ἄχραντόν σου Τόκον.

Γ ένος ἀνθρώπων, τὴν ἀειπάρθενον Κό­


ρην, ἀνυμνεῖ ὡς Μητέρα τοῦ Λόγου, καὶ
σὺν τοῖς Ἀγγέλοις, δοξάζει εἰς αἰῶνας.

Ε ὐλογημένη, ὦ Ἐγγυήτρια Κόρη, Θεὸν


Λόγον βαστάζεις ἀγκάλαις, Ὃν ὑπερ­
υψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

· 25 ·
Ὠδὴ
˛ θ´. ῾Ο Εἱρμός. Κυρίως Θεοτόκον.

Ῥ ημάτων τοῦ Υἱοῦ σου, τήρησιν ὦ Κόρη,


τοῖς ἀναξίοις ἱκέταις σου δώρησαι νῦν,
ἵνα ἐν ταύτῃ νικῶμεν τὸν πολεμήτορα.

Ἁ γνὴ Παρθενομῆτορ, παρθένων προ-


στάτις, καὶ Ἐκκλησίας ἁπάσης, χαρὰ
καὶ τρυφή, τοῖς σὴν εἰκόνα τιμῶσιν, ἔλεος
δώρησαι.

Ἱ λέωσαι σὸν Τόκον, Μῆτερ τοῦ ἐλέους, τοῦ


οἰκτιρῆσαι καὶ σῶσαι, ἡμᾶς ἐκ παθῶν, καὶ
ἐξ ἐχθρῶν παγκακίστων, καὶ πάσης θλίψεως.

Ῥ ητόρων θεολόγων, ὑπόθεσις πέλεις, τῶν


ὑπὲρ νοῦν ἐγκωμίων, ἐλέους Πηγή, καὶ
Ὀρθοδόξων ἁπάντων, ἡ ἐγγυήτρια.

Ὦ Μῆτερ καὶ Παρθένε, σὲ ἀνευφημοῦμεν,


οἱ προσκυνοῦντες ἐν πίστει, Εἰκόνα
τὴν σήν, καὶ ἐξαιτούμενοι χάριν σου, τὴν
σωτήριον.

· 26 ·
Τὸ Ἄξιόν ἐστιν... καὶ τὰ παρόντα
Μεγαλυνάρια.

Θ ερμὴ ἐγγυήτρια τοῖς πιστοῖς, Εἰκόνα


σου θείαν, τοῖς τιμῶσι πανευλαβῶς,
ναῷ σου τε θείῳ, προστρέχουσιν ἐν πίστει,
παράσχου τὴν σὴν χάριν, καὶ τὴν ἀντίληψιν.

Χ αῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ τῶν


Ὀρθοδόξων, θεία σκέπη καὶ βοηθός,
χαῖρε προστασία, πάντων τῶν θλιβομένων,
καὶ τῶν ἐν περιστάσεσιν, Ἐγγυήτρια.

Ε ἰρήνην ἑπόμβρησον ὦ Ἁγνή, καὶ γαλήνην


Κόρη, ἀναφαίρετον τοῦ Χριστοῦ, τοῖς πό­
θῳ τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, Εἰκόνα
σου τὴν θείαν, καὶ θαυματόβρυτον.

Χ άριν ἀναβλύζει σεπτὴ εἰκών, τῆς Ἐγγυ-


ητρίας, καὶ πηγάζει τοῖς εὐλαβῶς, κα-
τασπαζομένοις θαυμάτων θεῖα ῥεῖθρα, καὶ
ῥῶσιν ἀσθενοῦσιν, χάριν ὡς ἔχουσα.

· 27 ·
Δ ός μοι προστασίαν ἐν συμφοραῖς, παῦ-
σον Διαβόλου, ἐπιθέσεις καὶ πειρασμούς,
πράυνον τὰ πάθη, γαλήνευσον καρδίαν, στε­
ρέωσον τὴν πίστιν, ὦ Ἐγγυήτρια.

Δ εῦτε προσκυνήσωμεν οἱ πιστοί, Εἰκόνα


Παρθένου, θαυματόβρυτον καὶ σεπτήν,
τὴν φυλασσομένην, ἐν τῷ σπηλαίῳ Βίγλας,
καὶ πᾶσι χορηγοῦσαν, χάριν ἰάσεων.

Μ έγα σὺ προπύργιον τῶν πιστῶν, ὑπάρ-


χεις Παρθένε, καὶ χαράκωμα ἀσφαλές,
τῶν καταφευγόντων, ἐν συντριβῇ καρδίας,
τῷ θρόνῳ τοῦ Υἱοῦ σου, ὦ Ἐγγυήτρια.

Π ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρό-


δρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσα-
τε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

· 28 ·
Τὸ Τρισάγιον καὶ τὸ ᾿Απολυτίκιον.
῏Ηχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐ γγυητρίας τὴν δόξαν πιστοὶ ὑμνήσω-


μεν, καὶ τῶν θαυμάτων τὸν πλοῦτον ὃν
τοῖς πιστοῖς ὡς πηγή, ἀναβλύζει κρουνηδὸν
Εἰκὼν ἡ ἄχραντος˙ πάθη ἀνίατα σαρκός, καὶ
νοσήματα ψυχῆς, ἰᾶται τῶν προστρεχόντων,
καὶ παρέχει τοῖς ἐν ἀνάγκαις, τὴν προστα-
σίαν καὶ τὴν χάριν αὐτῆς.
᾿Εκτενὴς ὑπὸ τοῦ ἱερέως
καὶ ᾿Απόλυσις.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν τὰ ἀκόλουθα.
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.

Δ εῦτε τὴν ἐν Βίγλᾳ ἀδελφοί, καὶ ἐκ τῆς


Σιὼν προελθοῦσαν, εἰκόνα κόρης Ἁγνῆς,
πόθῳ ἀσπασώμεθα, τὴν Ἐγγυήτριαν, καὶ ἐν
πίστει βοήσωμεν˙ Ἁγνὴ Θεομῆτορ, τὰς αἰτή-
σεις πρόσδεξαι τῶν προσκυνούντων σε˙ ὅπως
τοῦ Υἱοῦ σου ἡ Χάρις, σώσῃ Θεονύμφευτε
πάν­τας, τοὺς ὁμολογοῦντάς σου τὰ θαύματα.

· 29 ·
Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δού­
λων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πά­σης
ἀνάγκης καὶ θλίψεως.

Τ ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι,


Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.

ΤΕΛΟΣ
ΚΑΙ Τῼ ΤΗΣ ΠΑΝΑΓΝΟΥ ΥΙῼ
ΧΡΙΣΤῼ Τῼ ΘΕῼ
ΔΟΞΑ

· 30 ·
Ἀπολυτίκιον
῏Ηχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐ γγυητρίας τὴν δόξαν πιστοὶ ὑμνή-


σωμεν, καὶ τῶν θαυμάτων τὸν
πλοῦ­­τον ὃν τοῖς πιστοῖς ὡς πηγή, ἀνα-
βλύζει κρουνηδὸν Εἰκὼν ἡ ἄχραντος˙
πάθη ἀνίατα σαρκός, καὶ νοσήματα
ψυχῆς, ἰᾶται τῶν προστρεχόντων, καὶ
παρέχει τοῖς ἐν ἀνάγκαις, τὴν προστα­
σίαν καὶ τὴν χάριν αὐτῆς.

Μεγαλυνάριον

Δ εῦτε προσκυνήσωμεν οἱ πιστοί,


Εἰκόνα Παρθένου, θαυματόβρυτον
καὶ σεπτήν, τὴν φυλασσομένην, ἐν τῷ
σπηλαίῳ Βίγλας, καὶ πᾶσι χορηγοῦσαν,
χάριν ἰάσεων.

You might also like