You are on page 1of 13

+

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ ΚΑΙ ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ
ΘΕΟΤΟΚΟΝ,
ΤΗΝ ΕΠΙΚΕΚΛΗΜΕΝΗΝ
“ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Ἐποιήθη
ἐν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος

* ιβιϛ΄ * 2016 *
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ
ΤΗΝ ΕΠΙΚΕΚΛΗΜΕΝΗΝ «ΓΛΥΚΟΦΙΛΟΥΣΑ»
***
Μετὰ τό, Εὐλογητός, ὁ ψαλμὸς 142

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου


ἐν τῇ ἀληθείᾳ σου.
Εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν
μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·καὶ ἠκηδίασεν ἐπ᾽
ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου,
ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν
ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον.
Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

2
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.


Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

τό, Θεὸς Κύριος καὶ τὰ Τροπάρια

῏Ηχος δ΄. ῾Ο ὑψωθείς.

Τοῦ γλυκυτάτου Ἰησοῦ οὖσα μήτηρ,


Γλυκοφιλοῦσα ὠνομάσθης Παρθένε,
Αὐτὸν ἐν ταῖς ἀγκάλαις σου κρατοῦσα στοργικῶς,
καὶ τὰς παρειὰς θερμῶς,
ὥσπερ βρέφους φιλοῦσα,
Ὃν ἀεὶ ἱκέτευε,
ὑπὲρ πάντων τῶν ὅσοι,
τὴν ἱερὰν εἰκόνα σου Σεμνή,
καταφιλοῦσι, καὶ χάριν αἰτοῦσί σου.

Δόξα. Καὶ νῦν, ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,


τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,
εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνωνϗ
τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρουςϗ
οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ,
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ ψαλμός·

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.

3
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν
μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με
ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα
τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας
τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ
Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ Πνεύματι
ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην
καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω
τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

4
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς:


«Γλυκὺν Χριστὸν ἱκέτευε, Γλυκοφιλοῦσα. Ἀ(θανάσιος)».

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.

Γλυκύτατον Λόγον θεοπρεπῶς, βαστάσασα Μῆτερ, σαρκωθέντα


ὑπέρ ἡμῶν, μὴ παύσῃ πρεσβεύειν ὑπὲρ πάντων, τῶν
χριστωνύμων πιστῶς προσπιπτόντων σοι.

Λαμπρότατος οἶκος τοῦ Ἰησοῦ, ἐδείχθης Παρθένε, ὅθεν δεῖξον


οἴκους λαμπρούς, ἡμᾶς τοὺς τὴν θείαν σου εἰκόνα,
Γλυκοφιλοῦσα τιμῶντας ἑκάστοτε.

Ὑπὲρ τῶν ἀγγέλων τὰς στρατιάς, ὑψώθης Παρθένε, ὡς


γεννήσασα τὸν Χριστόν, διὸ ἀγαθὴ Γλυκοφιλοῦσα, ὑπὲρ ἡμῶν
αἴτει Τοῦτον δεόμεθα.

Κρουνοὺς ἀενάους ἡ σὴ εἰκών, προχέει τοῖς ὅσοι, μετὰ πίστεως


εὐλαβοῦς, προσέρχονται ὦ Γλυκοφιλοῦσα, καὶ αἰτημάτων τὴν
λύσιν λαμβάνουσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὑψουμένας τὰς χεῖρας, ὑπὲρ ἡμῶν κράτησον, ὦ Γλυκοφιλοῦσα


Δεσπότην, καθικετεύουσα, ὅπως συγχώρησιν, ἁμαρτημάτων
παράσχῃ, ἅπερ πάντες πράττομεν, ὡς δοῦλοι ἄχρηστοι.

Νικητὰς δεῖξον Μῆτερ, κατὰ παθῶν ἅπαντας, τοὺς τὴν σὴν


εἰκόνα τιμῶντας, καὶ ἀποκάθαρον, ἡμᾶς σῇ χάριτι, ἐκ μολυσμοῦ
ἁμαρτίας, τοῦ ἐχθροῦ συντρίβουσα, τὰ μηχανήματα.

Χαριτώνυμε Κόρη, τῷ σῷ Υἱῷ πρέσβευε, ὅπως χαριτώσῃ


πλουσίως, τοὺς σὲ γεραίροντας, καὶ σκεύη εὔχρηστα, Αὐτοῦ ἡμᾶς
ἀναδείξῃ, πάντοτε δοξάζοντας, τὸ θεῖον Ὄνομα.

5
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

‘Ρῶσιν δίδου ταχέως, τοῖς νοσερῶς πάσχουσιν, ὦ Γλυκοφιλοῦσα


Παρθένε, καὶ σὲ δοξάζουσιν, ὑγίειαν ἄσειστον, εἰς τὸ ἑξῆς
παρασχοῦσα, τῆς ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις σου.

Διάσωσον, Γλυκοφιλοῦσα τοὺς σὲ ἀνυμνοῦντας, καὶ τὴν ἁγίαν


εἰκόνα τιμῶντάς σου, ἀπὸ παντοίων πειρασμῶν, καὶ ἐπηρείας
ἐχθροῦ μισοψύχου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν


χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ
ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Τῶν πόθῳ πολλῷ, τιμώντων σε Πανάμωμε, καὶ πίστει θερμῇ,


εἰκόνα προσκυνούντων σου, αἰτημάτων πλήρωσιν, σαῖς δεήσεσιν
τάχιστα πάρεχε, Γλυκοφιλοῦσα θαυμαστή, τῶν χριστωνύμων
ὑπέρμαχε καὶ ἀντίληψις.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Ἰησοῦν τὸν γλυκύτατον, τόκον σου μὴ παύσῃ ἀεὶ πρεσβεύουσα,


τῶν αἰτήσεων τὴν πλήρωσιν, ὦ Γλυκοφιλοῦσα δοῦναι τῶν
τιμώντων σε.

Σὺ ὡς μήτηρ ὑπάρξασα, ὦ Γλυκοφιλοῦσα Υἱοῦ γλυκέος σου,


πλανωμένων τέκνων πρόσδεξαι, τῶν μητέρων πόνον καὶ τὴν
δέησιν.

Τοὺς ἐν κλίνῃ κακώσεως, ὦ Γλυκοφιλοῦσα ταχὺ ἀνόρθωσον,


ὅπως πόθῳ μεγαλύνωσι, τὴν ἀκαταμάχητόν σου δύναμιν.

Ὁ ἀσώματος εἴληφεν, ὦ Γλυκοφιλοῦσα σάρκα ἐν μήτρᾳ σου, Ὃν


παθόντα ἐκδυσώπησον, ὑπὲρ τῶν κακῶς πασχόντων δούλων
σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

6
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Νέους εὐσεβεῖς, τὴν ἁγνότητα φυλάττοντας, Γλυκοφιλοῦσα


ἐνδυνάμωσον ἁγνή, καὶ μισοάγνου, τὰς παγίδας πάσας
σύντριψον.
Ἵλεων ἡμῖν, τὸν γλυκὺν Υἱόν σου ποίησον, Γλυκοφιλοῦσα
ἱκεσίαις μητρικαῖς, Ὅν περ λυποῦμεν, καθ’ ἑκάστην
ἁμαρτήμασι.

Κλῖνόν σου τὸ οὖς, καὶ αἰτήματα ἐπάκουσον, Γλυκοφιλοῦσα


δεομένων σου πιστῶς, καὶ πρὸς συμφέρον, τῶν ψυχῶν ταῦτα
ἐκπλήρωσον.

Ἐν εἰρηνικῇ, καταστάσει οἴκους τήρησον, Γλυκοφιλοῦσα τῶν


πιστῶν χριστιανῶν, γεννησαμένη, Εἰρηνάρχην, ἐξ αἱμάτων σου.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.

Τοξεύματα, ἁμαρτίας πάμπικρα, καταγλύκανον σεπταῖς σου


πρεσβείαις, καὶ τὴν ἰσχύν, τοῖς τιμῶσί σε Μῆτερ, Γλυκοφιλοῦσα
τοῦ Πνεύματος δώρησαι, ὅπως ἐχθροῦ τὰ πονηρά, καταργῶμεν
βουλεύματα πάντοτε.

Εὑρόντες σε, ἐκ Θεοῦ προσφύγιον, ἀκατάβλητον ἁγνὴ Θεοτόκε,


ἐν πειρασμοῖς, τοῖς φρικτοῖς τῶν δαιμόνων, ἐπικαλούμενοι
κλῆσιν ἁγίαν σου, λυτρούμεθα οἱ ταπεινοί, καὶ μητρῴαν σου
χάριν δοξάζομεν.

Ὑπέφερες, τὸν Υἱόν σου βλέπουσα, τὸν γλυκὺν ἐν τῷ σταυρῷ


κρεμασθέντα· ὅθεν Ἁγνή, τῶν μητέρων τὸν πόνον, ὑπὲρ τῶν
τέκνων πασχόντων συμπάθησον, καὶ δίδου ταύταις τὴν χαράν,
καὶ φιλόστοργα πλήρου αἰτήματα.

Ἐλέησον, τοὺς Υἱόν σου Δέσποινα, ἀρνουμένους καὶ δεινῶς


βλασφημοῦντας, καὶ δὸς αὐτοῖς, ἀληθείας τὴν γνῶσιν, καὶ ἐκ
καρδίας γνησίαν μετάνοιαν, καὶ ἀθεΐας ζοφερᾶς, μητρικῇ σου
ἀγάπῃ ἐξάρπασον.

7
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Διάσωσον, Γλυκοφιλοῦσα τοὺς σὲ ἀνυμνοῦντας, καὶ τὴν ἁγίαν


εἰκόνα τιμῶντάς σου, ἀπὸ παντοίων πειρασμῶν, καὶ ἐπηρείας
ἐχθροῦ μισοψύχου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν


ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἁμαρτίαις πολλαῖς συνεχόμενοι, καὶ τὸν νόμον Θεοῦ


παραβαίνοντες, σὲ μεσῖτιν, πρὸς τὸν Υἱόν σου προβαλλόμεθα
Ἁγνή, πολλὴν ἔχουσαν ἰσχύν, καὶ παῤῥησίαν ἐν εὐχαῖς, ὅπως δῷ
τὴν μετάνοιαν, καὶ ἐκ φθορᾶς θανάτου, ῥύσηται ὡς οἰκτίρμων,
καὶ ἐφεξῆς ἐν τῇ ὁδῷ, τῇ εὐθείᾳ πορεύεσθαι.

Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ


καὶ γενεᾶ.

Στίχ. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου
τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ
Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς
τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν
οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς
ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ
βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ
Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη
σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ
πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ
γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου,
ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ
μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις
αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν

8
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου,


ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ
ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι
μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον
αὐτῆς

Δόξα Πατρί.

Ταῖς Γλυκοφιλούσης, πρεσβείαις Ἐλεῆμον,


ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον,


ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Εἶτα ψάλλομεν τὸ προσόμοιον.

Στίχ. Ἐλέησόν με ὁ Θεός...

Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.

Νόμους παραβαίνοντες,
τοῦ Φιλανθρώπου Κυρίου,
ἀδεῶς τὰ ἄτοπα,
καὶ τὰ μὴ προσήκοντα,
Μῆτερ πράττομεν·
Τούτου καταχρώμενοι,
τὴν μακροθυμίαν,
παρὰ φύσιν πορευόμεθα,
καὶ ὥσπερ ἄλογα,
ταῖς ἐπιθυμίαις ἀγόμεθα.
Διό σε ἱκετεύομεν,
οἱ ἀπὸ καρδίας τιμῶντές σε·
πρόφθασον καὶ σπεῦσον,

9
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

σεμνὴ Γλυκοφιλοῦσα, ὡς πολλήν,


τὴν παῤῥησίαν κατέχουσα,
καὶ Αὐτὸν εὐμένισον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Γλυκασμὸν τοῖς πενθοῦσιν, μητρικῇ σου ἀγάπῃ ὡς οἶδας πάρεχε,


ἁγνὴ Γλυκοφιλοῦσα, καὶ νέφη ἀθυμίας, ἐκ ψυχῶν ἀποδίωκε, ἡ
τὴν τοῦ κόσμου παντός, χαρὰν Χριστὸν τεκοῦσα.
Λύμην μάκρυνε Μῆτερ, ἁμαρτίας Σοδόμων καὶ ἐξαφάνισον,
φυλάτουσσα τηροῦντας, σωμάτων τὴν ἁγνείαν, καὶ τὸν γάμον
τὸν τίμιον, ὥσπερ κελεύει πιστοῖς, ὁ νόμος τοῦ Κυρίου.

Ὑπὲρ νέων μητέρων, τὸν Χριστὸν ἐκδυσώπει, ὡς Τοῦτον τέξασα,


σεμνὴ Γλυκοφιλοῦσα, ὅπως τοῦ θείου Νόμου, διδαχαῖς
ἀνατρέφωσι, βρέφη μικρὰ ἑαυτῶν, καὶ προσευχαῖς ἁγίαις.

Κλονουμένους ἐν βίῳ, πειρασμοῖς τοῦ βελίαρ Ἁγνὴ ἀνόρθωσον,


τοὺς σὲ Γλυκοφιλοῦσα, τιμῶντας ἐκ καρδίας, καὶ τὴν χάριν τοῦ
Πνεύματος, πλουσιοδώρως αὐτοῖς, παράσχου ταῖς εὐχαῖς σου.

ᾨδὴ η΄. Τὸν βασιλέα.

Ὃν φιλοτέκνως, γλυκοφιλεῖς ἐκδυσώπει, Θεομῆτορ ὑπὲρ τῶν σὲ


φιλούντων, ὅπως τῶν πταισμάτων, ἡμῶν παράσχῃ λύσιν.

Φύλαττε πάσης, ἐπιβολῆς διαβόλου, τὰς οἰκίας πιστῶν


Γλυκοφιλοῦσα, καὶ χορήγει ταύταις, τὴν τοῦ Χριστοῦ εἰρήνην.
Ἵλεων δεῖξον, ἡμῖν Παρθένε Δεσπότην, ἁμαρτάνουσι πλεῖστα
καθ’ ἡμέραν, καὶ τῆς μετανοίας, τὸ χάρισμα ἐξαίτει.

Λύτρωσαι σκότους, καὶ λογισμῶν παραζάλης, τοὺς τιμῶντας τὴν


θείαν σου εἰκόνα, ὦ Γλυκοφιλοῦσα, τοῦ κόσμου Φῶς τεκοῦσα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

10
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

Οὓς Μῆτερ ὁ Υἱός σου, ἐκ φιλανθρωπίας, τῷ βαπτισμῷ μυστικῶς


υἱοθέτησεν, σὺ τῇ ἁγία σου Σκέπῃ, σκέπε καὶ φρούρησον.

Ὑπάρχοντες ἐν μέσῳ, πειρασμῶν ποικίλων, Γλυκοφιλοῦσα σῆς


χάριτος χρῄζομεν, ὅπως ἐχθροῦ τῶν παγίδων, σῷοι διέλθωμεν.

Σοῦ παρ’ ἀξίαν τέκνα, ὦ Γλυκοφιλοῦσα, πρὸ τῆς σεπτῆς σου


εἰκόνος προσπίπτομεν, καὶ μητρικήν σου ἀγάπην, πόθῳ
αἰτούμεθα.

Ἀξίωσον Παρθένε, ὅσοι προσκυνοῦμεν, τὸ ἱερὸν καὶ σεπτόν σου


εἰκόνισμα, τοῦ ποθητοῦ Παραδείσου, θείαις πρεσβείαις σου.

εἶτα ἐπιψάλλομεν τό,

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,


τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ,
καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ,
τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Μεγαλυνάρια

Χαίροις γλυκυτάτη Μήτηρ Χριστοῦ, καὶ πιστῶν ἁπάντων,


προσκυνούντων σου τὴν μορφήν, ἡ γλυκεῖα κλῆσις, καὶ ἄμεσος
προστάτις, ἐν θλίψεσι τοῦ βίου, καὶ περιστάσεσι.

Δέξαι παρακλήσεις σῶν ἱκετῶν, ὦ Γλυκοφιλοῦσα, καὶ ἑκάστῳ


τὴν λύσιν δός, χεῖράς σου ὑψοῦσα, πρὸς τὸν γλυκὺν Υἱόν σου,
Ὃν ἐκ τῶν σῶν αἱμάτων, ἐκυοφόρησας.

Φύλαττε ἐκ πάσης ἐπιβουλῆς, τοὺς ἀσπαζομένους, τὴν εἰκόνα


σου τὴν σεπτήν, ὦ Γλυκοφιλοῦσα, παρέχουσα ὑγίειαν, ψυχῶν τε
καὶ σωμάτων, θεομεγάλυντε.

11
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Τὰς οἰκογενείας τῶν εὐσεβῶν, σκέπε ταῖς εὐχαῖς σου, χορηγοῦσα


ἁγιασμόν, ὦ Γλυκοφιλοῦσα, καὶ πᾶσαν εὐλογίαν, ὅπως τοῦ
Παραδείσου, φανῶσι μέτοχοι.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων


ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε
πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.


καὶ τὰ τροπάρια

Ἐλέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς. Πάσης γὰρ ἀπολογίας


ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ
προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν


σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ’ ἐπίβλεψον καὶ
νῦν ὡς εὔσπλαγχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.
Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη


Θεοτόκε. Ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσαιμεν· ῥυσθείημεν διὰ
σοῦ τῶν περιστάσεων. Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν
Χριστιανῶν.

Εἰς τὴν ἀπόλυσιν ψάλλομεν τὸ παρὸν προσόμοιον.

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.

Χαίροις ἡ θεὸς μετὰ Θεόν, ὥς σε οἱ Πατέρες καλοῦσι,


Γλυκοφιλοῦσα σεμνή, καὶ τῶν προσκυνούντων σε, εὐχῶν

12
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ “ΓΛΥΚΟΦΙΛΟΥΣΑ”

ἐπάκουσον, συζυγίας εὐλόγησον, εἰρήνην διδοῦσα, καὶ ὑγιείαν


ἄσειστον, ψυχῆς καὶ σώματος, πάρεχε σεπταῖς ἱκεσίαις, πρὸς
γλυκὺν Υἱὸν καὶ Θεόν σου, Ὃν μητροπρεπῶς κρατεῖς ἀγκάλαις
σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι


ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,


φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη


Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν


σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν.

Στίχοι

Σὸν γλυκασμὸν παράσχου, Γλυκοφιλοῦσα,


Θλίψεσι πολλαῖς τῶν σὲ πιστῶς τιμώντων.

13

You might also like