You are on page 1of 16

+

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ & ΔΕΣΠΟΙΝΑΝ
ΗΜΩΝ

ΘΕΟΤΟΚΟΝ,

ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

Συντεθεὶς ἐν ῾Αγίῳ ῎Ορει τοῦ ῎Αθωνος

* 2003 *
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ & ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,
ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

***
Μετὰ τὸ Εὐλογητός, ἀναγινώσκομεν τὸν ψαλμὸν ΡΚΒ΄ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν


μου ἐν τῇ ἀληθείᾳ σου.
Εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετα τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν.
῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου.
᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
᾿Ακουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ
ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα
τὴν ψυχήν μου.
᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν
τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.
2
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ


ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Εὐθὺς δέ, Θεὸς Κύριος...

καὶ τὸ τροπάριον. ῏Ηχος δ΄. ῾Ο ὑψωθείς.

᾿Εθνοφρουροῦσα Θεοτόκε Παρθένε,


τὴν νῆσον Κύπρον σκέπε θείαις εὐχαῖς σου,
καὶ τὴν εἰρήνην πάρεχε Φρουρᾷ τῇ ᾿Εθνικῇ,
ὅπως μεγαλύνωμεν,
τὸν ἐκ σοῦ γεννηθέντα,
τῆς Εἰρήνης ῎Αρχοντα,
᾿Ιησοῦν τὸν Δεσπότην,
Οὗ ἐντολὰς τηροῦντες τὴν ζωήν,
εὕρωμεν πάντες,
ἐν ὥρᾳ τῆς Κρίσεως.

Δόξα, Καὶ νῦν. ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,


τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων,
τίς δὲ διεφύλαξεν,
ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ,
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ ψαλμός·

᾿Ελέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ


πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

3
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.
῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου.
᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι.
῾Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσσονται
ὀστέα τεταπεινωμένα.
᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ Πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου
τὸ ῞Αγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ Πνεύματι
ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι.
῾Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
῞Οτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

4
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς:


“᾿Εθνοφρουροῦσα, νῆσον Κύπρου ἀεὶ σκέπε. ᾿Α(θανάσιος)".

᾿ῼδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.

᾿Επάκουσον τέκνων σου εὐμενῶς,


῾Αγνὴ Θεοτόκε,
αἰτουμένων εἰρηνικήν,
τοῦ ῎Εθνους πορείαν τὴν ἐν βίῳ,
καὶ νῆσον Κύπρου ἀεὶ διαφύλαττε.

Θεὸν τετοκυῖα ἐν σῇ γαστρί,


ὦ ᾿Εθνοφρουροῦσα,
ἀηττήτους πρὸς σὸν Υἱόν,
πρεσβείας πλουτεῖς ῝Ον ἐκδυσώπει,
τηρεῖν τὴν Κύπρον καλῶς εἰρηνεύουσαν.

Ναῷ σου προστρέχοντες ἱερῷ,


ὦ ᾿Εθνοφρουροῦσα,
καὶ τὸ γόνυ ψυχῶν ἡμῶν,
ἐνώπιον θείας σου εἰκόνος,
κλίνομεν πίστει αἰτοῦντες τὴν χάριν σου.

Οὓς μέλη ἐποίησεν ἐκλεκτά,


Χριστὸς ᾿Εκκλησίας,
διατήρει σὺ μητρικῶς,
ἐκ πάσης ὀργῆς, ᾿Εθνοφρουροῦσα,
εἰ καὶ Αὐτοῦ ἐντολὰς παραβαίνομεν.

᾿ῼδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Φιλοπόλεμον ὄφιν,
ταῖς σαῖς εὐχαῖς σύντριψον,
ὦ ᾿Εθνοφρουροῦσα Κυρία,
καὶ ἐγκατάστησον,
εἰρήνην ἄσειστον,

5
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

παντὶ τῷ ῎Εθνει ῾Ελλήνων,


ἵνα σου δοξάζωμεν,
τὴν χάριν χαίροντες.

῾Ροῦν κρατεῖ ῾Ιστορίας,


ὁ τοῦ παντὸς Κύριος,
῞Ον, ὦ ᾿Εθναρχοῦσα, δυσώπει,
πρὸς τὰ συμφέροντα,
ἡνία πάντοτε,
καθοδηγεῖν νήσου Κύπρου,
δοξαζούσης ὄνομα,
σοῦ τὸ γλυκύτατον.

Οὐρανὸς ἀνεδείχθης,
τὸν νοητὸν ῞Ηλιον,
τῆς Δικαιοσύνης τεκοῦσα,
μηδέπω δύναντα,
῝Ον καθικέτευε,
᾿Εθνοφρουροῦσα, ἀπαύστως,
ἐν δικαίῳ ἅπαντας,
ἡμᾶς πορεύεσθαι.

῾Υψηλόφρονα γνώμην,
ὁ ταπεινὸς Κύριος,
ὦ ᾿Εθνοφρουροῦσα, καθαίρει,
διὸ τοὺς θέλοντας,
῎Εθνους ἐπαίρεσθαι,
ὑπερηφάνως ταπείνου,
τούτους διαλύουσα,
ὥσπερ πομφόλυγα.

Διάσωσον,
᾿Εθνοφρουροῦσα Παντάνασσα Μῆτερ,
ἀπὸ πάσης ἡμᾶς ἐπιβουλῆς ἐχθροῦ,
καὶ χάρισαι,
τῶν ψυχῶν σωτηρίαν.

6
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

᾿Επίβλεψον,
ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι,
τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. ῏Ηχος β΄. Πρεσβεία θερμή.

᾿Εν Σοὶ τὰς ἡμῶν,


ἐλπίδας ἐθέμεθα,
ὡς ῎Εθνος πιστόν,
᾿Εθνοφρουροῦσα πάνσεμνε·
διὸ δυσωποῦμέν σε,
ἐξ ἀνάγκης φύλαττε τὰ τέκνα σου,
δοξολογοῦντα ἐκ ψυχῆς,
τὴν θείαν καὶ πάντιμον δόξαν σου.

᾿ῼδὴ δ΄. Εἰσακήκοα, Κύριε.

῾Ρεῖθρα ἄνοιξον χάριτος,


ὦ ᾿Εθνοφρουροῦσα, καὶ καταπότισον,
τὰς ψυχὰς τῶν δοξαζόντων σε,
καὶ ἐξαιτουμένων τὰς πρεσβείας σου.

Οὐχὶ ὅπλοις καὶ ἅρμασι,


τὴν ἐλπίδα, Μῆτερ, ἐναποτίθεμεν,
ἀλλὰ σοὶ ἐμπιστευόμεθα, ὦ ᾿Εθνοφρουροῦσα, βίον ἅπαντα.

῞Υμνοις θείοις καὶ ᾄσμασι,


σοῦ, ᾿Εθνοφρουροῦσα, τὴν σκέπην μέλπομεν,
δι' ἧς ῞Ελλησιν ἀπέδειξας,
πολλαχῶς μητρῴαν προστασίαν σου.

Συστελλόμεθα βλέποντες,
ὦ ᾿Εθνοφρουροῦσα, εὐεργεσίας σου,
καὶ πτωχείαν τῶν ψυχῶν ἡμῶν, ὅπως ἐπαξίως σε ὑμνήσωμεν.

7
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

᾿ῼδὴ ε΄. Φώτισον ἡμᾶς.

῝Ας ὁ πονηρός,
μηχανίας μηχανεύεται,
᾿Εθνοφρουροῦσα, διασκέδασον,
καὶ ὡς παιδίων,
τὰ ἀθύρματα διάλυσον.

Νίκη ἀληθής,
τῶν παθῶν ἐστὶν ἡ νέκρωσις,
᾿Εθνοφρουροῦσα, ἥν περ δώρησαι,
τοῖς ἀνυμνοῦσί σου,
τὴν πρὸς ῎Εθνος ἡμῶν μέριμναν.

῞Ηττηνται σαφῶς,
καθ᾿ ἡμῶν ἐχθρῶν βουλεύματα,
᾿Εθνοφρουροῦσα, προστασίᾳ σου,
καὶ ὥσπερ χάρτου,
πύργος ταῦτα καταῥῤίπτονται.

Σκέπασον ἡμῶν,
νῆσον Κύπρον μεγαλύνουσαν,
᾿Εθνοφρουροῦσα, θείαν δόξαν σου,
καὶ διατήρει,
ἐξ ἐχθρῶν ἀδιαλώβητον.

᾿ῼδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Οὐδέποτε,
τῆς ἐλπίδος ἀπετύχομεν,
καὶ εὑρέθημεν γυμνοί, ᾿Εθνοφρουροῦσα,
πᾶσαν ἡμῶν,
τὴν τοῦ βίου πορείαν,
ἀνατιθέντες τῇ θείᾳ ἀγάπῃ σου·
ὡς μήτηρ γὰρ πλήρης στοργῆς,
ἀγκαλίζῃ τὴν Κύπρον τοῖς στέρνοις σου.

8
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

Νοῦν δώρησαι,
σωφροσύνης ἔμπλεων,
καὶ συνέσεως ἡμῶν ἀρχηγέταις,
ὅπως καλῶς,
διιθύνοντες σκάφος,
᾿Εθνοφρουροῦσα, τῆς Νήσου ἑκάστοτε,
πορίζωνται εἰρηνικήν,
τὴν πορείαν αὐτῆς καὶ ἀτάραχον.

Κατάργησον,
τῶν ἐχθρῶν βουλεύματα,
καὶ ἀλλοίωσον αὐτῶν ἐπινοίας,
τὰς καθ᾿ ἡμῶν,
ἐν ὀργῇ κινουμένας,
᾿Εθνοφρουροῦσα, σεπτῇ ἐπεμβάσει σου,
καὶ ῥόδα ἐκ τῶν ἀκανθῶν,
μεσιτείᾳ σεπτῇ σου ἐκβλάστησον.

῾Υπέστημεν,
πλείστας θλίψεις Δέσποινα,
ἀποστάντες σοῦ Υἱοῦ θελημάτων,
ὅμως ἰδούπ
μετανοίᾳ καρδίας,
᾿Εθνοφρουροῦσα, μεσῖτιν προσάγομεν,
σὲ πρὸς τὸν εὔσπλαγχνον Θεόν,
ἐξαιτούμενοι τούτου τὸ ἔλεος.

Διάσωσον,
᾿Εθνοφρουροῦσα Παντάνασσα Μῆτερ,
ἀπὸ πάσης ἡμᾶς ἐπιβουλῆς ἐχθροῦ,
καὶ χάρισαι,
τῶν ψυχῶν σωτηρίαν.

῎Αχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

9
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Κοντάκιον. ῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.

᾿Εν κινδύνοις τοῦ ῎Εθνους προστάτιν σε,


ἰσχυρὰν προβαλλόμεθα, ῎Αχραντε,
ὅτι πάντες,
κληρονομία ἐσμὲν ἐκλεκτή,
Χριστοῦ,
῝Ον δυσώπει ἐκτενῶς,
ὅπως χαρίσηται ἡμῖν,
τὴν εἰρήνην ἀσάλευτον·
ἵνα, ᾿Εθνοφρουροῦσα,
μέλπωμεν εὐγνωμόνως,
σὴν πρὸς τὸ Γένος μητρικήν,
τῶν ῾Ελλήνων ἀγάπησιν.

Προκείμενον· Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ


καὶ γενεᾷ.

Στίχος· ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου καὶ
ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ
βασιλεὺς τοῦ κάλλους σου.

ΕΥΑΓΓΕΛΙΟΝ
᾿Εκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν


᾿Ορεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον
Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ
᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ
κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ
ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σουπ Καὶ πόθεν μοι τοῦτο, ἵνα
ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ
τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ·

10
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ
τῷ Θεῷ τῷ σωτῆρί μου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς
δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονομα αὐτοῦ.
῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὑτῆς.

Δόξα.

Ταῖς ᾿Εθνοφρουρούσης,
πρεσβείαις, ᾿Ελεῆμον,
ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου,


πρεσβείαις, ᾿Ελεῆμον,
ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός...

καὶ τὸ προσόμοιον.

῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.

Κλῖνον οὖς ἀγάπης σου,


᾿Εθνοφρουροῦσα Παρθένε,
καὶ φωνῆς ἐπάκουσον,
τέκνων δεομένων σου ἐν θερμότητι·
νῆσον Κύπρου σκέπασον,
ἀπὸ πάσης θλίψεως,
᾿Εθνικὴν Φρουρὰν δὲ φύλαττε,
κατειρηνεύουσαν ἐκ τῶν προσβολῶν τοῦ ἀλάστορος·
ἵνα ὑμνολογῶμέν σου,

11
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

τὴν πρὸς Γένος θείαν ἀγάπησιν.

Εἰ γὰρ ἐν μυρίαις,
λυποῦμεν ἁμαρτίαις σὸν Υἱόν,
ὅμως Αὐτοῦ οὐκ ἀρνούμεθα,
τὴν σφραγῖδα, Δέσποινα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.

᾿ῼδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Πολεμούμενοι Μῆτερ,
καθ᾿ ἑκάστην οἱ δοῦλοί σου ἐξαιτούμεθα,
παράσχου οὐρανόθεν,
τὴν ἀντίληψίν σου,
᾿Εθνοφρουροῦσα, τὴν ἄμαχον,
ὅπως ὑμνῶμεν ἀεί,
τὸν μεγαλύναντά σε.

Ρήτωρ τίς ἐξισχύσει,


ἐξειπεῖν, Παναγία, τὴν θείαν δόξαν σου,
ἣν εἴληφας τεκοῦσα,
τὸν Θεὸν τῶν ὅλων,
῝Ον καθικέτευε πάντοτε,
᾿Εθνοφρουροῦσα, τηρεῖν,
ἡμᾶς ἀδιατρώτους.

Οὐ πτοούμεθα, Κόρη,
τὴν ἀσπίδα πλουτοῦντες τῆς ἱκεσίας σου,
ὑφ᾿ ἣν ὡς τὰ στρουθία,
εὑρίσκομεν γαλήνην,
καὶ παγίδων λυτρούμεθα,
᾿Εθνοφρουροῦσα σεμνή,
δοξάζοντές σε πόθῳ.

῾Υπὲρ γένους ῾Ελλήνων


καὶ τῆς Κύπρου ἰδίως Υἱῷ σου πρέσβευε,

12
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

ἁγνὴ ᾿Εθνοφρουροῦσα,
ὅπως τούτου νόμον,
ἐν ἀγάπῃ φυλάττοντες,
τὴν Βασιλείαν μισθόν,
εὕρωμεν οὐρανίαν.

᾿ῼδὴ η΄. Τὸν Βασιλέα.

᾿Ακαταισχύντους,
ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ,
τὰ σὰ τέκνα, ᾿Εθνοφρουροῦσα, δεῖξον,
τῷ Χριστῷ δεήσεις,
προσάγουσα ἁγίας.

᾿Εθνοφρουροῦσα,
τοὺς στρατιώτας συντήρει,
τὴν θητείαν αὑτῶν ὑπηρετοῦντας,
ἁμαρτίας πάσης,
καὶ πειρασμῶν ἀσύλους.

᾿Ισχὺν εὐχῶν σου,


ὑπὲρ τοῦ ῎Εθνους, Παρθένε,
τῶν ῾Ελλήνων καὶ Κύπρου δεῖξον πᾶσι,
δωροφορουμένη,
τὴν ποθητὴν εἰρήνην.

Σταυροῦ σημαίᾳ,
ὑποταγέντες Υἱοῦ σου,
οὐ πτοούμεθα, ὦ ᾿Εθνοφρουροῦσα,
τῶν ἀντικειμένων,
τὰς ἐχθρικὰς προθέσεις.

᾿ῼδὴ θ΄. Κυρίως Θεοτόκον.

Κυπρίους χριστωνύμους,
καὶ Φρουράν, Παρθένε,
τὴν ᾿Εθνικὴν διαφύλαττε πάντοτε,

13
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ἐν ἀσυλήτῳ γαλήνῃ, καὶ πλούτῳ χάριτος.

᾿Εθνοφρουροῦσα Μῆτερ,
ἄνδρας περιφρούρει,
Φρουρᾶς τῆς Κύπρου ἀεὶ εἰρηνεύοντας,
καὶ βαθμοφόροις χορήγει,
σύνεσιν πνεύματος.

Περίσῳζε τὸ ῎Εθνος,
ὦ ᾿Εθνοφρουροῦσα,
ἐν εὐσεβείᾳ καλῶς πορευόμενον,
καὶ ἐν εἰρήνης τοῖς ἔργοις,
καρπὸν ἐκφέροντα.

᾿Εν σκέπῃ σου ἁγίᾳ,


σκέπασον τοὺς ὅσοι,
᾿Εθνοφρουροῦσα, πρὸς σὲ καταφεύγομεν,
καὶ τῇ στρατείᾳ ῾Αγίων,
ἡμᾶς κατάταξον.
᾿Αγκάλαις μητρικαῖς σου,
δέξαι τὰς αἰτήσεις,
᾿Εθνοφρουροῦσα, ἡμῶν δεομένων σου,
καὶ τῷ Κυρίῳ ἀνάθες,
ταύτας πρὸς πλήρωσιν.

῎Αξιόν ἐστι... καὶ τὰ

Μεγαλυνάρια

῎Εθνος διαφύλαξον καὶ Στρατόν,


ὦ ᾿Εθνοφρουροῦσα,
τῶν ῾Ελλήνων ἐκ πειρασμῶν,
θείαν χορηγοῦσα,
εἰρήνην σαῖς πρεσβείαις,
καὶ τῶν ἐχθρῶν τὰ θράση,
ἐξαφανίζουσα.

14
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΕΘΝΟΦΡΟΥΡΟΥΣΑΝ

Σὺν χορῷ ῾Αγίων παντοδαπῶν,


τὴν τῆς νήσου Κύπρου,
ἁγιάσαντι γῆν ῾Αγνή,
πρέσβευε ἀπαύστως,
᾿Εθνοφρουροῦσα Μῆτερ,
τῷ ᾿Αρχηγῷ εἰρήνης,
ὑπὲρ τῶν τέκνων σου.

῞Απλωσον τὴν σκέπην σου τὴν σεπτήν,


ἄνωθεν τῆς Κύπρου,
ὡς σκιάδιον κραταιόν,
ὦ ᾿Εθνοφρουροῦσα,
ἀξιωματικούς τε,
καὶ τῆς Φρουρᾶς τοὺς ἄνδρας,
ἀεὶ σκεπάζουσα.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί,


Πρόδρομε Κυρίου,
᾿Αποστόλων ἡ δωδεκάς,
οἱ ῞Αγιοι Πάντες,
μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον κλπ.

᾿Απολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν ῾Ελλήνων τὸ ῎Εθνος καὶ τὴν Κύπρον περίσῳζε,


ὦ ᾿Εθνοφρουροῦσα Παρθένε,
προσκυνοῦντας τὴν δόξαν σου·
τοὺς ἄνδρας δὲ τῆς ᾿Εθνικῆς Φρουρᾶς,
ἐνίσχυσον πρεσβείαις σου σεπταῖς,
καὶ εἰρήνην ἀδιάσειστον δὸς ἡμῖν,
ὅπως ἀεί σοι ψάλωμεν·
Δόξα τῇ θείᾳ σκέπῃ σου, ῾Αγνή,
δόξα τοῖς μεγαλείοις σου,

15
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

οἷς σε ἐδόξασε Χριστός,


ὁ γεννηθεὶς ἐν μήτρᾳ σου.

Εἰς τὴν ἀπόλυσιν.Στιχηρὸν προσόμοιον.

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.

῏Ω ᾿Εθνοφρουροῦσα ἀγαθή,
σκέπασον τῆς Κύπρου τὴν νῆσον,
καὶ διαφύλαττε,
ταύτην εἰρηνεύουσαν ἐν εὐθηνίᾳ καλῶν,
τὸν Στρατὸν δὲ περίσῳζε,
ἐν ὥρᾳ κινδύνου,
πᾶσαν διαλύουσα,
ἐχθρῶν ἐπήρειαν·
ὅπως εὐγνωμόνως τιμῶμεν,
τὴν πρὸς τῶν ῾Ελλήνων τὸ γένος,
δεικνυμένην θείαν προστασίαν σου.

Δέσποινα, πρόσδεξαι,
τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου,


εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι᾿ εὐχῶν.

Στίχοι

Τὴν Κύπρον σκέπασον, ᾿Εθνοφρουροῦσα,


ἐξ ὁρατῶν ἐχθρῶν τε καὶ ἀοράτων.

16

You might also like