You are on page 1of 16

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ & ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ

ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Συντεθεὶς ἐν ῾Αγίῳ ῎Ορει τοῦ ῎Αθωνος

* 2002 *
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΝ & ΔΕΣΠΟΙΝΑΝ ΗΜΩΝ ΘΕΟΤΟΚΟΝ,
ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

***
Μετὰ τὸ Εὐλογητός, ἀναγινώσκομεν τὸν ψαλμὸν ΡΚΒ΄ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν


μου ἐν τῇ ἀληθείᾳ σου.
Εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, καὶ μὴ εἰσέλθῃς εἰς
κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν.
῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου.
᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις
σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον.
᾿Ακουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ
ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα
τὴν ψυχήν μου.
᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν
τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

2
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ


ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Εὐθὺς δέ, Θεὸς Κύριος...καὶ τὸ τροπάριον

῏Ηχος δ΄. ῾Ο ὑψωθείς.

Τὸν πάντων ῎Ανακτα ῾Αγνὴ τετοκυῖα,


συμβασιλεύεις νῦν Αὐτῷ καὶ ἀνάσσεις,
πρεσβεύουσα ἀείποτε ὑπὲρ Χριστιανῶν·
ὅθεν σοι προσπίπτομεν, ἐκ ψυχῆς καὶ καρδίας,
πόθῳ ἐξαιτούμενοι, ἱλασμὸν τῶν πταισμάτων,
καὶ βασιλείαν δοῦναι Οὐρανῶν,
ταῖς σαῖς πρεσβείαις,
ἡμῖν, ὦ Παντάνασσα.

Δόξα, ὅμοιον.

῏Ω Παναμώμητε Παντάνασσα Μῆτερ,


τὴν σὴν Μονὴν σκέπε καὶ φρούρει εὐχαῖς σου,
ἐκ πάσης περιστάσεως καὶ βλάβης τοῦ ἐχθροῦ,
ὅπως πορευόμεναι ἐν ὁδῷ τοῦ Κυρίου,
πᾶσαι ἐπιτύχωμεν ποθητῆς σωτηρίας,
καὶ σὸν Υἱὸν κατίδωμεν τρανῶς,
δι᾿ Οὗ ἀγάπην, τοῦ κόσμου ἐξήλθομεν.

Καὶ νῦν, ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε,


τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνωνϗ
τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ,
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

3
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἶτα ὁ Ν΄ ψαλμός·

᾿Ελέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ


πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.
῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως
ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου.
᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας σου ἐδήλωσάς μοι.
῾Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσσονται
ὀστέα τεταπεινωμένα.
᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ Πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου
τὸ ῞Αγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ Πνεύματι
ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ
ἐπιστρέψουσι.
῾Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν σου.
῞Οτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ τείχη ῾Ιερουσαλήμ.
4
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ


ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς:


“Παντάνασσα Κόρη, δέχου ἡμῶν αἰτήσεις. ᾿Α(θανάσιος)".

ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.

Παντάνασσα Μῆτερ τοῦ Λυτρωτοῦ,


τὰς χεῖράς σου αἶρε,
καὶ κατάγαγε ἐφ᾿ ἡμᾶς,
χαρίσματα Πνεύματος ῾Αγίου,
ὅπως ὑμνῶμεν τὴν δόξαν σου πάντοτε.

᾿Ανοίγει τὰς πύλας σοι ὁ Χριστός,


καὶ προῖκα δωρεῖται, Βασιλείαν τὴν ἑαυτοῦ,
τοῖς ὅσοι αἰτοῦσί σε ἐκ πόθου,
καὶ εὐλαβείας, Παντάνασσα Δέσποινα.

Νικᾷ σου ἀγάπη ἡ μητρική,


Παντάνασσα Κόρη, τοῦ Δικαίου Κριτοῦ ὁργήν,
καὶ τρίβους ποιεῖται μετανοίας,
ἁμαρτωλοῖς εὐθυπόρους πρεσβείαις σου.

Ταπείνωσον, Μῆτερ, ὀφρὺν ἐχθροῦ,


καὶ λῦσον παγίδας, ὡσεὶ παίγνια παιδικά,
εἰρήνην διδοῦσα τοῖς σοῖς δούλοις,
τὴν τοῦ Υἱοῦ σου, Παντάνασσα ἄχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἄκραν Κρήτης οἰκοῦσαι,


τὸν Οὐρανὸν θέλομεν,
ὅθεν καὶ τοῦ κόσμου, ὡς βλέπεις,
πάντες ἐξήλθομεν, ἵνα, Παντάνασσα,
ἐν τῷ σταυρῷ τοῦ Κυρίου,

5
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ἑαυτὰς σταυρώσωμεν,
καὶ Τούτῳ ζήσωμεν.

Νικησάτω δικαίαν,
ὀργὴν Θεοῦ, ῎Ανασσα,
ἡ ἱκετική σου πρεσβεία, καὶ τὸ φιλάνθρωπον·
εἰ γὰρ μὴ ἔσχομεν,
τὴν μητρικήν σου ἀγάπην,
πῶς ἂν ἠδυνάμεθα,
σωθῆναι τάλανες;

᾿Ακατάβλητον τεῖχος,
καὶ ὀχυρὸν ἔχομεν, σκέπην τῶν ἁγίων εὐχῶν σου,
Μῆτερ Παντάνασσα,
ἐφ᾿ αἷς ἐλπίζομεν,
καὶ τὸν ἀσκήσεως δρόμον,
εὐχερῶς ὁδεύομεν,
πτωχὰ τεκνία σου.

Συμπαθῶς βλέπε πάντων,


συμβατικὰ πτώματα,
καὶ τὰς παναγίους σου χεῖρας, δίδου, Παντάνασσα,
ὅπως ὁδεύωμεν,
ἐν ἀσφαλείᾳ τὰς τρίβους,
τοῦ Θεοῦ καὶ εὕρωμεν,
τὸ μέγα ἔλεος.

Διάσωσον,
τὰ σὰ τεκνία, Παντάνασσα Μῆτερ,
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ,
καὶ χάρισαι, τῶν ψυχῶν σωτηρίαν.

᾿Επίβλεψον,
ἐν εὐμενείᾳ, Παντάνασσα Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς
μου τὸ ἄλγος.

6
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Κάθισμα. ῏Ηχος β΄. Πρεσβεία θερμή.

῾Ως ὄρνις ἡμᾶς,


συνήγαγες, Παντάνασσα,
καὶ θάλπεις θερμῶς,
ὑπὸ τὰς θείας πτέρυγας,
σῶν εὐχῶν πρὸς γλυκύτατον Κύριον,
῝Ον ἐκδυσώπει ἐκτενῶς,
τῆς σωτηρίας πάντας τεύξασθαι.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Σκιωδῶς ἅπερ βλέπομεν,


δίδου ἐν τῷ μέλλοντι ἐκτυπώτερον,
κατιδεῖν, Μῆτερ Παντάνασσα,
καὶ κληρονομῆσαι τὸν Παράδεισον.

᾿Αποκάλυψον, Δέσποινα,
τῆς ψυχῆς τὰ ὄμματα ὅπως βλέπωμεν,
τοῦ Κυρίου τὰ θελήματα,
καὶ αὐτὰ πληρῶμεν οἱ ἀνάξιοι.

Κληρουχία σου ἅπαντες,


εἰ καὶ ἁμαρτάνομεν ἐσμέν, ῎Ανασσα,
διὸ χάρισαι μετάνοιαν,
καὶ πλημμελημάτων τὴν συγχώρησιν.

Οὐρανὸν κατασκεύασον,
τὰς ἡμῶν καρδίας, θεία Παντάνασσα,
ἐν αἷς μόνος καθεσθήσεται,
ὁ παντὸς τοῦ κόσμου ῎Αναξ Κύριος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

῾Ρῦσαι πειρασμῶν,
τὴν Μονήν σου, ὦ Παντάνασσα,
καὶ καταξίωσον αὐτὴν εἰρηνικῶς,

7
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

βιοῦν ἐν πᾶσι,
καὶ δοξάζειν τὴν ἀγάπην σου.

῎Ηρεσεν Θεῷ,
ἡ ταπείνωσις, Παντάνασσα,
ἣν ἠμφιάσθης ὡς ἱμάτιον λαμπρόν,
δι᾿ ἧς σοὺς δούλους,
ὡς φιλότεκνος περίζωσαι.

Δύνασαι, ῾Αγνή,
ἃ ἡμεῖς οὐκ ἐξισχύομεν,
ὅθεν ἐνίσχυσον ἀσθένειαν ἡμῶν,
χορηγοῦσα,
τοῦ ῾Αγίου Πνεύματος τὴν δύναμιν.

῞Ελκυσον ἡμῖν,
ὦ Παντάνασσα ἀμόλυντε,
πλουσιοδώρως θείαν χάριν τοῦ Χριστοῦ,
καὶ καρδίας,
τῇ ἀγάπῃ Τούτου μέθυσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Χαρίζεται,
Βασιλεὺς τοῖς πταίουσι,
μητρικῇ σου ἱκεσίᾳ ὑπείκων,
καὶ συμπαθῶς,
ταῖς πληγαῖς ἐπιχέει,
τῆς εὐσπλαγχνίας τὸ ἅγιον ἔλαιον·
῝Ον πάντοτε ὑπὲρ ἡμῶν,
ἐκδυσώπει, ὦ θεία Παντάνασσα.

Οὐκ ἔχομεν,
πλὴν σοῦ ἄλλην, Δέσποινα,
προστασίαν ἐν δεινοῖς τοῖς τοῦ βίου,
σὺ γὰρ σταυρῷ,
κατιδοῦσα Υἱόν σου,

8
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

κατανοεῖς θλιβομένους καὶ πάσχοντας,


καὶ δίδως θεῖον γλυκασμόν,
τοῖς τὸν οἶνον τῶν θλίψεων πίνουσιν.

῾Υφάπλωσον,
τὴν ἁγίαν σκέπην σου,
ὦ Παντάνασσα, ὡς θείαν νεφέλην,
ἐπὶ Μονήν,
τιμωμένην σῇ μνήμῃ,
καὶ ἐπὶ πάντας τοὺς ὅσοι προστρέχουσι,
ἐνταῦθα καὶ τὸν σὸν Υἱόν,
ὡς Θεὸν καὶ Σωτῆρα λατρεύουσι.

῾Η χάρις σου,
ὦ σεμνὴ Παντάνασσα,
συνοδεύοι ταῖς ἡμῶν ἐνεργείαις,
ὥστε καλῶς,
καὶ συμφώνως βιῶμεν,
τοῖς ζωτικοῖς τοῦ Δεσπότου ἐντάλμασι,
δι᾿ ὧν παγίδων πονηροῦ,
διαφύγωμεν πάντα τὰ σκάνδαλα.

Διάσωσον,
τὰ σὰ τεκνία, Παντάνασσα Μῆτερ,
ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ,
καὶ χάρισαι,
τῶν ψυχῶν σωτηρίαν.

῎Αχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. ῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.

῞Ωσπερ βρέφος Δεσπότην ἐβάστασας,


σαῖς ἀγκάλαις, ὦ Μῆτερ Παντάνασσα,

9
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

οὕτως κράτει,
καὶ τὰς ψυχὰς ἡμῶν τῶν ταπεινῶν,
καὶ δός, ἄφθορον τροφήν,
τὴν θείαν μνήμην ᾿Ιησοῦ,
ὅπως ζῶμεν ἐν Πνεύματι·
σὺ γὰρ πιστῶν ὑπάρχεις,
σκέπη καὶ προστασία,
καὶ πρὸς Φιλάνθρωπον Θεόν,
ἡ πρεσβεύουσα ἀείποτε.

Προκείμενον· Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ


καὶ γενεᾷ.

Στίχος· ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου καὶ
ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ
βασιλεὺς τοῦ κάλλους σου.

EYAΓΓEΛION
᾿Εκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τὴν


᾿Ορεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον
Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ
᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας ἐσκίρτησε τὸ βρέφος ἐν τῇ
κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ καὶ
ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ
εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα
ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδού γὰρ ὡς ἐγένετο ἡ φωνὴ
τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ
τῷ Θεῷ τῷ σωτῆρί μου. ῞Οτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς
δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
῞Οτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ῎Ονομα αὐτοῦ.
῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς
τὸν οἶκον αὑτῆς.
10
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Δόξα.

Ταῖς τῆς Παντανάσσης, πρεσβείαις, ᾿Ελεῆμον,


ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, ᾿Ελεῆμον,


ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός...

καὶ τὸ προσόμοιον.

῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.

Κλῖμαξ ἐπουράνιος
πρὸς τὸν Θεὸν ὁδηγοῦσα,
τοὺς πιστούς, Παντάνασσα,
καὶ νεφέλη πέφυκας, ἡ κατάδροσος,
τοὺς κρουνοὺς χάριτος,
ἄρδουσα ἀνθρώποις,
καὶ τὴν φλόγα καταπαύουσα,
πασῶν τῶν θλίψεων,
τῶν βιοτικῶν περιστάσεων·
διό σοι καὶ προστρέχομεν,
ἄνεσιν λαβεῖν ἱκετεύοντες,
ἵνα τὰς Κυρίου,
τηροῦντες σωτηρίους ἐντολάς,
εὕρωμεν θεῖον Παράδεισον,
ταῖς σεπταῖς πρεσβείαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου κλπ.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Μιμητὰς τῶν ῾Αγίων,

11
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

δεῖξον, ὦ Παντάνασσα, ἡμᾶς τὰ τέκνα σου,


ἵνα τοῦ Δεσπότου,
δοξασθῇ τὸ πανάγιον ὄνομα,
καὶ ἀξιωθῶμεν,
τῆς οὐρανίου βασιλείας,
σαῖς σεπταῖς καὶ ἁγίαις δεήσεσι.

῾Ωραιότητος θείας,
ἧς περ σὺ μετέσχηκας, Μῆτερ Παντάνασσα,
δίδου ἡμῖν μοῖραν,
καὶ δυσείδειαν πᾶσαν ἀπόσβεσον,
τὴν ἐξ ἁμαρτίας,
ἡμῖν τεχθεῖσαν ἑκουσίως,
καὶ ψυχαῖς τὴν ἀμαύρωσιν φέρουσαν.

Νοῦν ψυχὴν καὶ καρδίαν,


τῶν σὲ γεραιρόντων κάθαρον, Παντάνασσα,
ὥστε κατοικῆσαι,
τὸν Χριστὸν ἐν ἡμῖν ἀδιάστατον,
καὶ συμμόρφους δείξῃ,
τῆς ἑαυτοῦ σεπτῆς εἰκόνος,
πρὸς ὁμοίωσιν Οὗπερ ἐπλάσθημεν.

᾿Αρεταῖς φιλοθέοις,
κόσμησον τοὺς δούλους σου, θεία Παντάνασσα,
καὶ καρποὺς ἐκφέρειν,
τῷ Θεῷ εὐαρέστους ἀξίωσον,
ἵνα μὴ ὡς ξύλα,
ἐν τῷ πυρὶ ἄκαρπα ῥίψῃ,
ἐν ἡμέρᾳ δευτέρας ἐλεύσεως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

᾿Ισχὺν παράσχου,
ἡμῖν, Παντάνασσα Μῆτερ,
ψυχικῶς ἐν δεινοῖς ἐκλυομένοις,
ὅπως ἀνυμνῶμεν,

12
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

σὴν χάριν εἰς αἰῶνας.

Τέλη τοῦ βίου,


χριστιανὰ δὸς σοῖς δούλοις,
ὦ Παντάνασσα, καὶ κλῆρον Παραδείσου,
ἔνθα ἀνυμνῶμεν,
σὴν χάριν εἰς αἰῶνας.

῾Η ἐκλογάς σου,
τὰς δωρεὰς δεχομένη,
ὦ Παντάνασσα, σῆς μητρικῆς ἀγάπης,
ἐν εὐγνωμοσύνῃ,
ὑμνεῖ σε καθ᾿ ἑκάστην.

Σκέπε σὴν Μάνδραν,


ἐκ προσβολῶν τοῦ βελίαρ,
ὦ Παντάνασσα, καὶ δὸς Χριστοῦ εἰρήνην,
ὅπως σὲ ἐν ὕμνοις,
τιμῶμεν εὐχαρίστοις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

᾿Εκ πάσης ἐπηρείας,


τοῦ ἀντικειμένου,
φύλαττε τέκνα σου, θεία Παντάνασσα,
καὶ θάλπε ταῦτα εὐστόργως,
ὑπὸ τὴν σκέπην σου.

᾿Ιάτρευσον τὰ πάθη,
σώματος ψυχῆς τε,
ἡ ᾿Ιατρὸν τετοκυῖα, Παντάνασσα,
καὶ τὴν ὑγείαν παράσχου,
τοῖς σὲ δοξάζουσι.

Σῶσον ἡμᾶς, ὦ Μῆτερ,


ἐκ τῆς καταδίκης,
τὸν Δικαστὴν μητρικῶς ἐκμειλίσσουσα,

13
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

καὶ Παραδείσου τὰς πύλας,


εὐχαῖς σου ἄνοιξον.

῾Απάντων τῶν ἀνθρώπων,


γλῶσσαι εὐφημῆσαι,
οὐκ ἐξισχύουσι, Μῆτερ Παντάνασσα,
τὴν ὑπερβάλλουσαν δόξαν,
ἣν περιβέβλησαι.

῎Αξιόν ἐστι... καὶ τὰ

Μεγαλυνάρια

Χαίροις, ὦ Παντάνασσα ἀγαθή,


ὅτι ἐκ γαστρός σου,
ἐγεννήθη ὁ Λυτρωτής,
῝Ον ἀκαταπαύστως,
ἱκέτευε δοθῆναι,
ἡμῖν τὴν σωτηρίαν,
καὶ μέγα ἔλεος.

Σκέπε τὴν σὴν Μάνδραν ἀεὶ ῾Αγνή,


τὴν ἀνατιθεῖσαν,
τὰς ἐλπίδας μόνον εἰς σέ,
καὶ ἐγκαυχωμένην,
ἐπὶ τὴν σὴν ἀγάπην,
καὶ θείαν προστασίαν,
σεμνὴ Παντάνασσα.

῞Ωσπερ Σὺ ἀνάσσεις τῶν εὐσεβῶν,


οὕτω ἀξιώσαις,
ὦ Παντάνασσα σαῖς εὐχαῖς,
ἡμᾶς βασιλεῦσαι,
ἐπὶ τὰ πάθη πάντα,
καὶ ταῦτα ὑποτάξαι,
Χριστοῦ τῇ χάριτι.

14
ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΠΑΝΤΑΝΑΣΣΑΝ

Δέχου ἱκεσίας τῶν εὐλαβῶς,


ἐπικαλουμένων,
τὰς πρεσβείας σου τὰς σεπτάς,
καὶ τῶν αἰτημάτων,
τὴν πλήρωσιν παράσχου,
Χριστὸν ἐκδυσωποῦσα,
῾Αγνὴ Παντάνασσα.

᾿Ορθοδόξων πέλεις καταφυγή,


τῶν ἐν νήσῳ Κρήτης,
παροικούντων θεοφιλῶς,
οὓς ἀεὶ φυλάττοις,
ἐκ πάσης βίου βλάβης,
καὶ σκέποις σῇ ἀγάπῃ,
Μῆτερ Παντάνασσα.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί,


Πρόδρομε Κυρίου,
᾿Αποστόλων ἡ δωδεκάς,
οἱ ῞Αγιοι Πάντες,
μετὰ τῆς Παντανάσσης,
ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον κλπ.

Εἰς τὴν ἀπόλυσιν.


Στιχηρὸν προσόμοιον.

῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.

Πάντων, ὦ Παντάνασσα σεμνή,


τῶν Χριστιανῶν σὺ ὑπάρχεις,
καταφυγὴ ἐν δεινοῖς,
καὶ εἰς σὲ ἐλπίζομεν τῆς σωτηρίας τυχεῖν·
ὅθεν θείαις πρεσβείαις σου, Χριστὸν ἐξιλέου,
ὅπως τὴν συγχώρησιν δοῦναι πταισμάτων πολλῶν,

15
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ,
δείξῃ κοινωνοὺς Βασιλείας,
καὶ μετόχους θείας ὡραιότητος.
Δέσποινα, πρόσδεξαι,
τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι,


Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι᾿ εὐχῶν.
***
Στίχοι

῎Ανασσε, Παντάνασσα, Μονῆς σου ταύτης,


Τὸν Παντάνακτα Χριστὸν ἱλεουμένη.

16

You might also like