You are on page 1of 7

Ἱλαρίωνος Μοναχοῦ

Κανὼν παρακλητικός,
ἀναγινωσκόμενος ἐν Ναῷ τῆς
Κυρίας Θεοτόκου τῶν
Εἰσοδίων
Ἦχος πλ.δ΄

Άγιον Όρος

2018
Ἱλαρίωνος Μοναχοῦ

Ἕτερος παρακλητικός, ἀναγινωσκόμενος ἐν Ναῷ τῆς Κυρίας


Θεοτόκου τῶν Εἰσοδίων, οὗ ἡ ἀκροστιχίς, «Εἰσόδῳ σου Κόρη
ἐπάκουσόν μου», ἐν δὲ τοῖς τελευταίοις Τροπαρίοις ἑκάστης ᾠδῆς,
«Ἱλαρίων Μ.» Ἦχος πλ.δ΄

ᾨδὴ Α΄ Ἁρματηλάτην Φαραώ.


Εἰσερχομένην τὴν Παρθένον ἅπαντες, φιλοπαρθένων χοροί, ἐν
Ναῷ Κυρίου, δεῦτε νῦν προσπέσωμεν, καὶ κλαύσωμεν αἰτούμενοι,
ἐνεστώσης ἀνάγκης, ἡμᾶς ἐξάρας καὶ θλίψεως, ἡ τῶν θλιβομένων
παράκλησις.

Ἱερωτέρα τῶν Ἀγγέλων Δέσποινα, καὶ τῶν κτισμάτων ὁμοῦ,


πάντων ὑπερτέρα, ὡς Θεοῦ λοχεύτρια, τῶν δούλων σου παράκλησιν,
εὐμενῶς νῦν προσδέχου, τοὺς ἐν ναῷ τῷ ἁγίῳ σου, μέλποντας τὴν
θείαν σου Εἴσοδον.

Σιὼν ἡ πόλις τοῦ μεγάλου Ἄχραντε, Παμβασιλέως τρανῶς,


ἀνεδείχθης σχοῦσα, τοῦτον ἐν τῇ μήτρᾳ σου, παρακαλούντων δέησιν,
μὴ παρίδης ἐν ὥρᾳ, τῶν πειρασμῶν ἀλλ’ εἰσάγαγε, τρίβον πρὸς
εὐθείαν τοὺς δούλους σου.

Ἱερωτάτης ἐκ καρδίας Πάνσεμνε, δέχου τὰ σὰ ἐκ τῶν σῶν, ὡς


λεπτὰ τῆς χήρας, λόγων τὰ ἐφύμνια, καὶ τῷ ναῷ σου πάντοτε
προσεδρεύειν παράσχου, καὶ ἀναμέλπειν τὴν θείαν σου, καὶ
κοσμοχαρμόσυνον Εἴσοδον.

ᾨδὴ Γ΄ Ὁ στερεώσας κατ’ ἀρχάς.


Οἱ κραταιὰν καταφυγήν, καὶ φοβερὰν Προστασίαν, ἐγνωκότες τῷ
ναῷ σου Παρθένε, προσδραμόντες καὶ τὴν σήν, βοήθειαν αἰτούμεθα,
πρὸς σὲ ἐλπίδα πᾶσαν, οἱ προσανέχοντες δοῦλοί σου.

1
Κανὼν παρακλητικός τῶν Εἰσοδίων τῆς Κυρίας Θεοτόκου, Ἦχος πλ.δ΄

Διακενῆς ἐκμελετῶν, ὁ σκολιόφρων παγίδας, καθ’ ἡμῶν τῶν ἐπὶ


σοὶ τὰς ἐλπίδας, κεκτημένων οὐδαμῶς, προσβλάψαι δυνήσεται, σῇ
προστασίᾳ Κόρη, τοῦτον ἀεὶ ἐκτρεπόμεθα.

Ὡς τριετίζουσα Ἁγνή, προσήχθης δάμαλις ἔνδον, τοῦ Ναοῦ τοῦ


νομικοῦ καὶ τῷ κτίστῃ, τῶν ἁπάντων ἱερόν, ἁγίων εἰς τὰ ἅγια, τοὺς σὲ
ἐν τῷ ναῷ σου παρακαλοῦντας ἐλέησον.

Λύμης ἡμᾶς τῶν ὁρατῶν, καὶ ἀοράτων Παρθένε, πανεχθίστων


δυσμενῶν περιφρούρει, σὲ γὰρ ἔχοντες ἀεί, ἀντίληψιν οἱ δοῦλοί σου,
τῶν καταιγίδων ζάλην, κούφως Ἁγνὴ ἐκφευξόμεθα.

ᾨδὴ Δ΄ Σύ μου ἰσχύς.


Σὲ προσφυγήν, ἐν τοῖς κινδύνοις κεκτήμεθα, Παναγία, ἐν
ἀνάγκαις πρόμαχον, καὶ ἐν ταῖς νόσοις ἀπαλλαγήν, καὶ πρὸς τὸν
Δεσπότην, προσαγωγὴν ἀκαταίσχυντον, τὴν ἐν ναῷ Κυρίου, ὡς
πανάμωμον νύμφην, ἐνεχθεῖσαν σαρκὶ τριετίζουσαν.

Οἱ ἐν πολλοῖς, τοῖς παραπτώμασι Πάναγνε, τῆς κακίας, ἀεὶ


ἐταζόμενοι, πρὸς σὲ προσπίπτομεν ἐκτενῶς, Λόγου τὴν Μητέρα, τὴν
λύσιν τούτων κομίσασθαι, καὶ ἐν τῇ τῆς ἐξόδου, εὐσπλαγχνίᾳ σου ὥρα,
τοῦ ἐλέους τυχεῖν Παναμώμητε.

Ὑπὸ τὴν σήν, σκέπην νυνὶ καταφεύγομεν, ἀλγηδόνων, καὶ πάσης


κακώσεως, κατ’ ἄμφω λύσιν ἐπιτυχεῖν, ὡς Ναὸν τοῦ πλάστου, τοῦ ἐν
γαστρί σου οἰκήσαντος, Παρθένε Παναγία, τῶν δυναμένων ὄντως, ὁ
Θεὸς μεγαλεῖα ἐποίησε.

Ἄννης καρπός, Ἰωακείμ τε τοῦ σώφρονος, καὶ Ἰούδα, ἐκ φυλῆς


ἐξήνθησας, εἰς σωτηρίαν τῶν γηγενῶν, τὸν Θεὸν γὰρ Κόρη, δι’
ἀσπασμοῦ ἐν τῇ μήτρᾳ σου, συνέλαβες Ἀγγέλου, ἀπειράνδρως
Παρθένε, καὶ Θεάνθρωπον τοῦτον ἐκύησας.

2
Ἱλαρίωνος Μοναχοῦ

ᾨδὴ Ε΄ Ἵνα τί μὲ ἀπώσω.


Καθελεῖν ἡμᾶς Κόρη, καὶ ὑποσκελίσαι ὁ δράκων ἐπείγεται, τούτου
τὰς ἐνέδρας, πανσθενεῖ σου δυνάμει ἀφάνισον, καὶ μετ’ εὐφροσύνης
ἡμᾶς ἀξίωσόν σοι ψάλλειν, ἐν ναῷ σου Μαρία θεόνυμφε.

Ὁ Προφήτης Παρθένε, ἔνδον εἰς τὰ ἅγια χαίρων εἰσδέχεται, θεῖος


Ζαχαρίας, καὶ ἀδύτοις τοῖς εἴσω καθίστησι, ὡς ἱερωτέραν τῶν Σεραφὶμ
καὶ Ἀρχαγγέλων, ὑπερτέραν τε πάσης τῆς κτίσεως.

Ῥοῦν ἀνάστειλον Κόρη, τῶν πλημμελημάτων, ἔχεις γὰρ τὸ


δύνασθαι, δούλων σου Παρθένε, καὶ πρὸς τρίβους εὐσπλάγχνως
ὁδήγησον, τὴν τῆς σωτηρίας, σὺ γὰρ ὑπάρχεις Παναγία, τοῦ Ὑψίστου
ναὸς θεοχώρητος.

Ῥόδον εὔοσμον ὤφθης, ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης ἀνθήσασα, καὶ


τῷ τοῦ Κυρίου, προσηνέχθης ναῷ τριετίζουσα, ὡς ἡγιασμένη, καὶ τοῦ
Παντάνακτος Παρθένε, ἐνδιαίτημα ἅγιον ἔσεσθαι.

ᾨδὴ ΣΤ΄ Ἱλάσθητί μοι Σωτήρ.


Ἡ μόνη Χριστιανῶν, καταφυγὴ καὶ ἀντίληψις, δεήσεις σῶν ἱκετῶν,
Παρθένε ἐπάκουσον, τοῖς σοῖς δούλοις λύτρωσιν, πειρασμῶν
παράσχου, καὶ πταισμάτων ἀπολύτρωσιν.

Εἰσερχομένη ναοῦ, ἁγίων Κόρη εἰς ἅγια, ἑτοιμασθῆναι Θεῷ,


λαμπρὸν ὡς παλάτιον, τῶν ὑμνούντων πάντοτε, τὴν σὴν δόξαν δίδου,
εἰρηναίαν ζωὴν Πάναγνε.

Πατέρα Λόγον ὁμοῦ, καὶ Πνεῦμα πάντες τὸ Ἅγιον, ὑμνήσωμεν


εὐσεβῶς, Μονάδα Θεότητος, καὶ Τριάδα σύγχρονον, Παντοκρατορίαν,
ἑνιαίαν καὶ ἀσάλευτον.

3
Κανὼν παρακλητικός τῶν Εἰσοδίων τῆς Κυρίας Θεοτόκου, Ἦχος πλ.δ΄

Ἰωακεὶμ ὁ καρπός, καὶ Ἄννης τὸ θεῖον βλάστημα, ἡ τὸν Υἱὸν τοῦ


Θεοῦ, ἐν μήτρᾳ χωρήσασα, τοῦτον ἐξιλέωσαι, ἡμᾶς τοῦ σωθῆναι,
Μαριὰμ Παντοβασίλισσα.

ᾨδὴ Ζ΄ Θεοῦ συγκατάβασιν.


Ἁγίων εἰς ἅγια, εἰσῆλθες ὥσπερ ἡγιασμένη σκηνή, τῶν παρθένων
χορεῖαι, λαμπαδηφόροι δορυφοροῦσαι Ἁγνή, σὲ προπεμπόμεναι
χαίρουσαι ἔψαλλον, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κατάρας λυτήριον, τῆς Εὔας ὤφθης Ἀγγέλου χαῖρε σεμνή, ὡς


ἀκούσασα ὅθεν, τὴν εὐλογίαν δέδωκας κόσμῳ παντί, τοῖς σὲ πιστῶς
ἀνυμνοῦσι ἐλέους πλήρωσον, εὐλογημένη εἶ σύ, Θεὸν ἡ τέξασα.

Οἱ δοῦλοί σου Ἄχραντε, ἐπικαλούμενοι ἐν ἀνάγκαις πιστῶς, ἐν τῷ


θείῳ ναῷ σου, σὲ τὴν Παντάνασσαν μὴ αἰσχυνθείημεν, ἀλλ’ ἀρωγὸς
ἡμῖν πρόφθασον καὶ ἐκλύτρωσαι, ἐξ ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων
τε.

Ὡς μόνην κεκτήμεθα, Ἔφορον Ἄχραντε οἱ τὸ Ὄρος τὸ σόν,


ἐνοικοῦντες Παρθένε, πρὸς σὲ τὴν πᾶσαν ἐλπίδα ἔχοντες, καὶ
ἀνυμνοῦντες ἀπαύστως ἀεὶ σοὶ κράζομεν, τῇ ἀνυμφεύτῳ Μητρί, χαῖρε
ἀνύμφευτε.

ᾨδὴ Η΄ Ἑπταπλασίως κάμινον.


Ὑψηλοτέρα πέφηνας, οὐρανῶν θεονύμφευτε, καὶ καθαρωτέρα,
λαμπηδόνων πάνσεμνε, ἡλίου καὶ σώτειρα, τοῦ παγκοσμίου
κατακλυσμοῦ, γένους τῶν βροτῶν, τῆς ἁμαρτίας τεκοῦσα, ὃν πᾶσαι
εὐλογοῦσι, Βασιλέα τῆς δόξης, Ἀγγέλων αἱ δυνάμεις, εἰς πάντας τοὺς
αἰῶνας.

Συνερχομένων πρόσδεξαι, ἐν ναῷ τῷ ἁγίῳ σου, τὰς δεήσεις Κόρη,


καὶ δεινῶν ἐξάρπασον, καὶ δίδου ἀντέχεσθαι, πίστιν ἀμώμητον
εὐσθενῶς, ἧνπερ οἱ χοροὶ τῶν θεολέκτων Πατέρων, ἐκ Πνεύματος
4
Ἱλαρίωνος Μοναχοῦ

Ἁγίου, ἐμπνεόμενοι πάλαι, παρέδωκαν τηρεῖσθαι, Χριστοῦ τῇ


Ἐκκλησίᾳ.

Ὁ τῷ Πατρὶ συνάναρχος, καὶ τῷ Πνεύματι σύνθρονος, ὁ Υἱὸς καὶ


Λόγος, ἐπ’ ἐσχάτων Δέσποινα, ἐκ σοῦ ἐνηνθρώπησε, τῆς ἁμαρτίας δίχα
Ἁγνή, σῶσαι βουληθείς, τὸν ἐξ Ἐδὲμ πεπτωκότα, καὶ τοῦτον Βασιλείας,
τῆς αὐτοῦ ἀξιῶσαι, δι’ ἄκραν εὐσπλαγχνίαν, ὡς μόνος ἐλεήμων.

Ναὸς ἐδείχθης Δέσποινα, τοῦ Θεοῦ Παντοκράτορος, τοὺς ἐν τῷ


ναῷ σου τούτῳ σὲ μέλποντας, πλουσίως κατάπεμψον, τῶν ἀκενώτων
σου δωρεῶν, χάριτας σεμνή, καὶ τῷ καιρῷ τῆς ἐξόδου, ἀντίληψιν
Παρθένε, κατ’ ἐχθρῶν ἀοράτων, ἡ Κεχαριτωμένη, εἰς πάντας τοὺς
αἰῶνας.

ᾨδὴ Θ΄ Ἐξέστη ἐπὶ τούτῳ.


Νοῆσαι τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, τοῦ ἀφράστου σου τόκου οὐ
σθένουσι, τὸ φοβερόν, τάξεις τὸ μυστήριον καὶ φρικτόν, πῶς πᾶσι τὸν
ἀχώρητον, ἔσχες ἐν τῇ μήτρᾳ σου χωρητόν, καὶ τέτοκας τῷ κόσμῳ, μιᾷ
τῇ ὑποστάσει, καὶ δύο φύσεσι θεάνθρωπον.

Μαρία προστασία χριστιανῶν, παντευλόγητε Δέσποινα φύλαττε,


τοὺς ἐπὶ σοί, τὴν ἐλπίδα ἔχοντας καὶ κλεινῶν, θεοπατόρων ἄγοντας,
μνήμην τὴν τῆς Ἄννης Ἰωακείμ, θείων σου γεννητόρων, σὺν τούτοις
ἐκδυσώπει, τόκον τὸν σὸν ὑπὲρ τῶν δούλων σου.

Εἰς ὕψος ἐπαφίωμεν τὴν φωνήν, θεολόγοις τε γλώσσαις


ὑμνήσωμεν, τῶν εὐσεβῶν, τάξεις ὀρθοδόξων χριστιανῶν, Πατέρα
παντοκράτορα, Ἄναρχον ἀγέννητον ἐξ αὐτοῦ, Υἱὸν τὸν γεννηθέντα,
καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον.

Μητέρα σε τοῦ πάντων Δημιουργοῦ, ἐπιστάμενοι Κόρη οἱ δοῦλοί


σου, οἱ ἐν τῷ σῷ, Ὄρει μοναζόντων πληθὺς σεπτή, χάριν σὴν

5
Κανὼν παρακλητικός τῶν Εἰσοδίων τῆς Κυρίας Θεοτόκου, Ἦχος πλ.δ΄

ἐξαιτούμεθα, ἀλλοτρίων εἴργεσθαι τὰς φωνάς, καὶ τῆς ἐπουρανίου, καὶ


θείας Βασιλείας, τῆς τοῦ Υἱοῦ σου ἡμᾶς τεύξασθαι.

Προσόμοια
Ὢ τοῦ παραδόξου θαύματος. Ἦχος πλ.δ΄.
Ὢ τοῦ παραδόξου θαύματος, ὦ μυστηρίων Θεοῦ, ἐν ναῷ τῷ ἁγίῳ
σου, Κόρη τριετίζουσα ἀνατίθεται σήμερον, εἰς κατοικίαν
ἑτοιμασθῆναί σου, τοῦ πάντων κτίστου καὶ βασιλεύοντως ταῖς
παρακλήσεσι, ἐλεῆμον Δέσποτα Αὐτῆς ἡμᾶς, πειρασμῶν ἐκλύτρωσαι
καὶ πάσης θλίψεως.

Ὤφθης τοῦ Δεσπότου Ἄχραντε, ἡγιασμένος ναός, καὶ παλάτιον


ἔμψυχον, τοῦτον ἐν τῇ μήτρᾳ σου, δεξαμένη ἀμόλυντε, τῆς ἁμαρτίας
τῆς πάλαι λύοντα, καὶ κατακρίσεως τὸ χειρόγραφον, τῆς βοηθείας σου,
Παναγία Δέσποινα οἱ σὲ πιστῶς, ἀεὶ προσκαλούμενοι, μὴ ἀποτύχοιμεν.

Πάσης περιγείου κτίσεως, καὶ νοουμένης Ἁγνή, ὑπερέβης


δανείσασα, τῷ παμβασιλεύοντι, τὸ ἀνθρώπινον πρόσλημμα,
ἀδιαφθόρως τοῦτον γεννήσασα, ὃν Ἀρχαγγέλων ὑμνοῦσι τάγματα,
τὴν παναμώμητον, καὶ ἁγίαν πίστιν τῶν χριστιανῶν, ταῖς εὐχαῖς σου
στήριξον Παντοβασίλισσα.

Θείων Προφητῶν ὁ σύλλογος, τῶν Ἀποστόλων χοροί, τῶν


Μαρτύρων στρατεύματα, τῶν Ὁσίων τάγματα, καὶ Δικαίων πληθὺς
ἱερά, καὶ σὺν ἀνθρώποις τὰ ὑπερκόσμια, δημιουργίας ἡ κτίσις
σύμπασα, Σὲ ὡς Παντάνασσαν, ἀνυμνοῦσι Δέσποινα, καὶ γὰρ ἐκ σοῦ,
σαρκὶ προσωμίλησεν, ὁ πάντων Κύριος.

You might also like