You are on page 1of 20

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΕΚ


ΜΥΣΤΕΓΝΩΝ

Οὗ ἡ Μνήμη τῆ ιη’ Αὐγούστου.

Ποιηθεῖσα
ὑπὸ τοῦ ταπεινοῦ Ἐπισκόπου Κυρίλλου, τοὐπίκλην Κογεράκη,
Μητροπολίτου τῆς ἁγιωτάτης Μητροπόλεως Ῥόδου.

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ


Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.

Ἦχος πλ. β’. Τριήμερος ἀνέστης.


Μαρτύρων τοῦ Χριστοῦ μιμητής, γενόμενος Δημήτριε θεομάκαρ,
συναγάλλῃ νῦν αὐτοῖς, ἐν πόλει πρωτοτόκων, ὑπὲρ ἡμῶν πρεσβεύων,
τῶν εὐφημούντων σου τὴν ἄθλησιν.
Ὀρθρίσας πρὸς Χριστὸν τὸν Θεόν, τῷ θείῳ σου Δημήτριε μαρτυρίῳ,
ἐξανέτειλας φωστήρ, μέγιστος εὐσεβείας, φωτίζων ὑπὲρ λόγον, τῶν
Ὀρθοδόξων τὰ συστήματα.
Εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, σὺ σύμμορφος Δημήτριε ἀνεδείχθης,
μαρτυρίου τὸν καλόν, ἀγῶνα ἐκτελέσας· διὸ αὐτῷ μὴ παύσῃ, ὑπὲρ
ἡμῶν πρεσβεύων Ἅγιε.
Ἱκέτευε ἀπαύστως Χριστόν, Δημήτριε πανεύφημε Ἀθλοφόρε, τοῦ
σωθῆναι τὰς ψυχάς, τῶν πόθῳ σοι βοώντων· Χαῖρε Μαρτύρων κλέος,
καὶ Μυστεγνῶν τὸ ἐγκαλλώπισμα.

Δόξα. Ἦχος α’.

1
Δημήτριε Χριστοῦ Νεομάρτυς, σὺ τὴν καλὴν ὁμολογίαν φυλάξας,
μαρτυρικῶν δωρεῶν κατηξίωσαι, καὶ Χριστῷ παρέστης, ἐν οὐρανοῖς
εὐφραινόμενος. Διὸ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐν ὕμνοις τελούντων, τὴν
παναγίαν μνήμην σου.
Καὶ νῦν. τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἔπρεπε τοῖς αὐτόπταις τοῦ Λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα
Μητρὸς αὐτοῦ, την Κοίμησιν ἐποπτεῦσαι, τελευταῖον οὖσαν ἐπ' αὐτὴ
μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται,
ἀλλὰ καὶ τῆς Τεκούσης αὐτὸν τῆ μεταθέσει μαρτυρήσωσι. Διόπερ
πάντοθεν, θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς
οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβίμ, ἣν καὶ
ἡμεῖς, σὺν αὐτοῖς προσκυνοῦμεν, ὡς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.


Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, Χριστοῦ τὸν Ἀθλοφόρον, τιμήσωμεν βοῶντας·
Δημήτριε παμμάκαρ, εὐχαῖς σου ἡμᾶς στήριζε.
΢Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ἤθλησας ἀνδρικῶς, ὑπὲρ τῆς εὐσεβείας, Δημήτριε παμμάκαρ, καὶ
ἔθραυσας εἰς τέλος, τυράννων θράσος βλάσφημον.
΢Στίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πρέσβευε τῷ Χριστῷ, ὡς ἔχων παῤῥησίαν, ὑπὲρ τῶν ἱκετῶν σου,
Δημήτριε παμμάκαρ, τῶν Μυστεγνῶν ἀγλάϊσμα.

Δόξα. Ἦχος πλ. α’.


Πανηγυρίζει σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τὴν παναγίαν μνήμην
σου, Δημήτριε Νεομάρτυς σεβάσμιε· Χριστὸν γὰρ ἀγαπήσας, εὐσέβειαν
ἐξήσκησας, καὶ ὑπὲρ ταύτης τὸ αἷμά σου ἐξέχεας. Ὅθεν ἐν ὑψίστοις
δοξασθείς, ὑπὲρ ἡμῶν μὴ παύσῃ πρεσβεύων, ἵνα λάβωμεν διὰ σοῦ,
ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

2
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἄισατε λαοί, τῆ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν
ὁλόφωτον ψυχὴν αὐτ΢ς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς
σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως,
δωρηθῆναι τῆ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου


Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

ΕΙΣ΢ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ

Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ.


Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. στ’ καὶ ψάλλομεν τὰ κάτωθι
Στιχηρὰ Προσόμοια.

Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.


Ὡς Μαρτύρων ὁμότροπον, Νεομάρτυς Δημήτριε, συνελθόντες σήμερον
εὐφημοῦμέν σε· σὺ γὰρ Χριστοῦ ἐν καρδίᾳ σου, τὸν πόθον δεξάμενος,
ὁμολογήσας αὐτόν, τῶν τυράννων ἐνώπιον, καὶ διήνυσας, μαρτυρίου τὸν
δρόμον τῶν μελλόντων, ἀντιδόσεων τὴν χάριν, ἀποσκοπῶν ὡς
θεόσοφος.
Εὐσεβείας τὴν ἔλλαμψιν, ἐν καρδίᾳ δεξάμενος, τῶν τυράννων ἔλυσας
τὴν σκοτόμαιναν, ἀνατολῆ τ΢ς ἀθλήσεως, παμμάκαρ Δημήτριε, καὶ
φωτὸς ἐν τῆ σκηνῆ, τοῦ ἀδύτου ἐσκήνωσας, ταῖς τ΢ς χάριτος, ἀγλαἸαις
ἐκεῖθεν ἐξαστράπτων, καὶ ψυχὰς καταφωτίζων, τῶν ἐκτελούντων τὴν
μνήμην σου.
Τῶν Μαρτύρων τῆς πίστεως, Νεομάρτυς Δημήτριε, εὐσεβῶς τὴν
ἔνστασιν μιμησάμενος, ἐν παῤῥησίᾳ ἐκήρυξας, Σωτῆρος τὸ ὄνομα, καὶ
ἐνήθλησας καλῶς, τῆς ζωῆς μὴ φεισάμενος· ὅθεν ἔδραμες, εἰς νυμφῶνα
χαρᾶς τῆς ἀκηράτου, μνημονεύων τῶν ὑμνούντων, τὴν σεβασμίαν σου
ἄθλησιν.

3
Ἕτερα. Ἦχος πλ. δ´. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυς τοῦ Χριστοῦ Δημήτριε, πρὸς τὸν Δεσπότην Χριστόν, ἔχων
πᾶσαν τὴν ἔφεσιν, καὶ αὐτοῦ τῆ χάριτι, μυστικῶς δυναμούμενος, τοῦ
μαρτυρίου τὸν δρόμον ἤνυσας, καὶ ἐν Ἁγίων σκηναῖς κατέπαυσας· ἔνθα
θεούμενος, παῤῥησίᾳ πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων σου,
μνήμην τὴν πάντιμον.
Μάρτυς τοῦ Χριστοῦ Δημήτριε, τῆς πατρικῆς εὐσεβῶς, ἀντεχόμενος
πίστεως, τὸν Χριστὸν ἐκήρυξας, τῶν τυράννων ἐνώπιον, καὶ ὑπὲρ
ταύτης ὁπλίτης ἄριστος, ἐν μαρτυρίου εὑρέθης σκάμματι. Ὅθεν
τιμῶμέν σε, σήμερον ἐν ᾄσμασιν οἱ εὐσεβεῖς, τὴν πλουσίαν χάριν σου,
ἀπεκδεχόμενοι.
Μάρτυς τοῦ Χριστοῦ Δημήτριε, ἐν Μυστεγνοῖς τὸ καλόν, διαθλήσας
ἀγώνισμα, ἐν ὑψίστοις ἔλαβες, ἐπαξίως τὰ ἔπαθλα, χοροῖς Μαρτύρων
συναυλιζόμενος, καὶ τοῦ ἀκτίστου φωτὸς πληρούμενος. Ὅθεν δεόμεθα,
μὴ ἐλλίπῃς Ἅγιε πᾶσιν ἡμῖν, τὸν Σωτῆρα Κύριον, ἐξιλεούμενος.

Δόξα. Ἦχος πλ. α’.


Δεῦτε φιλομάρτυρες σήμερον, ὕμνον ἑόρτιον ᾄσωμεν, τῷ Νεομάρτυρι
τοῦ ἐν Τριάδι Θεοῦ, Δημητρίῳ τῷ μακαριωτάτῳ· ἐν χρόνοις γὰρ τοῖς
ζοφεροῖς, Ἀγαρηνῶν τῆς δουλείας, ὑπὲρ πίστεως ὡς ἄμωμος ἀμνός, τὴν
σφαγὴν ὑποδεξάμενος, τῆς ἀθανάτου ζωῆς, τὴν χάριν ἐθησαύρισε, καὶ
Μαρτύρων κοινωνός, ἐν πόλει πρωτοτόκων ἐγένετο, πρεσβεύων σὺν
αὐτοῖς ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Θεοφάνους.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα· δεῦτε
καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, τῆ καταπαύσει τῆς Κιβωτοῦ
τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν
τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς
ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι
χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς
ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες

4
προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ
Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ


Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.


(Κεφ. μγ’, 9-14)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Σίς ἀναγγελεῖ ταῦτα; ἥ τὰ ἐξ
ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συν΢τε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ
ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι
πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι
ἀπ᾿ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω,
καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος
ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

΢Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.


(Κεφ. γ’, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ
ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ.
Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρ΢ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ
ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ

5
πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ
ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. ε’, 15-στ’, 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῆ δεξιᾷ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται
πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα,
κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ
δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος
ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς
ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει
πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ
περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία
παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα.

Ἦχος α’.
Τῆς Λέσβου τὸ καύχημα, τῶν Μυστεγνῶν τὸ ἀγλάϊσμα, καὶ
Ἐκκλησίας ἐγκαλλώπισμα, Δημήτριον τὸν Χριστοῦ Νεομάρτυρα, τοῖς
ἄνθεσι τῶν ᾀσμάτων, δεῦτε πιστοὶ ἅπαντες, σήμερον καταστέψωμεν·
πίστεως γὰρ ὑπεροπλίᾳ, ἐν μαρτυρίου συμπλοκῆ, ἀσεβείας καθελὼν
τὴν παράταξιν, τῶν πρόπαλαι Μαρτύρων, τῆς δόξης ἐκοινώνησε, μεθ᾿
ὧν καὶ πρεσβεύει ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.

6
Ὁ αὐτός.
Νεομάρτυς τοῦ Κυρίου, στεφανίτα Δημήτριε, χαῖρε καὶ εὐφραίνου, ὅτι
ὑπὲρ Χριστοῦ, τὸν θάνατον καταδεξάμενος, τῆς Ἀναστάσεως αὐτοῦ, τὴν
δόξαν ἐκληρονόμησας, καὶ ἐν σκηναῖς τῶν Ἁγίων κατέπαυσας. Διὸ
πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὸ σεπτόν σου
μνημόσυνον.
Ἦχος β’.
Σοῦ Παρακλήτου Πνεύματος, τῆ χάριτι ῥωννύμενος, μαρτυρικὴν
ἐξήνθησας εὔκλειαν, καὶ εὐσεβῶν τὰς καρδίας εὐωδίασας, Νεομάρτυς
ἔνδοξε Δημήτριε. Ὅθεν σήμερον τὴν μνήμην σου, ἐν ἀγαλλίασει
ἑορτάζοντες, πρέσβυν σε τῷ Κυρίῳ προσάγομεν, τῷ παρέχοντι διὰ σοῦ,
τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Δόξα. Ἦχος δ´.


Δεῦτε πιστοί, τὸν θαυμαστὸν Ἀθλοφόρον, Δημήτριον τιμήσωμεν· οὗτος
γὰρ φαιδρὰν ἀλουργίδα, τοῦ ὑπὲρ τῆς πίστεως μαρτυρίου, τὰ αἵματα
ἐνδυσάμενος, ἐν οὐρανοῖς Χριστῷ συμβασιλεύει, Μαρτύρων τοῖς χοροῖς
συναυλιζόμενος, καὶ κατὰ μέθεξιν θεούμενος. Διὸ καὶ πρὸς αὐτὸν
ἐκβοήσωμεν· Νεομάρτυς ἀήττητε, ὡς παῤῥησίαν ἔχων, τῶν τιμώντων
σε ἔσο προϊστάμενος, λυτρούμενος αὐτοὺς ταῖς πρεσβείαις σου, ἐκ
πειρασμῶν καὶ περιστάσεων.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε Ἁγνή, τῶν Ἀγγέλων
τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν,
ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ.
Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ
Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Στιχηρὰ προσόμοια.

Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

7
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, ἔνδοξε Δημήτριε, ὡς στρατιώτης
ἀχείρωτος, τῆς θείας πίστεως, εὐσεβείας νῖκος, τῆ στεῤῥᾷ ἀθλήσει σου,
κατὰ τῆς ἀσεβείας ἐποίησας· διὸ τὴν μνήμην σου, ἐκτελοῦμεν
ἀγαλλόμενοι, καὶ Θεῷ σε μεσίτην προσάγομεν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Πανεύφημε Μάρτυς τοῦ Φριστοῦ, κράτιστε Δημήτριε, νικήσας ὄφιν τὸν
δείλαιον, τῷ μαρτυρίῳ σου, τῆς ἀθανασίας, στέφος ἀμαράντινον, χειρὶ
τῆ ζωηφόρῳ ἀπέλαβες, καὶ κατεσκήνωσας, ἐν Ἁγίων τοῖς σκηνώμασι,
μνημονεύων, τῶν μακαριζόντων σε.
Στίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πανεύφημε Μάρτυς τοῦ Χριστοῦ, πάντιμε Δημήτριε, τὸν ἐπουράνιον
ἔρωτα, ἐνστερνισάμενος, ἀσεβῶν τυράννων, φρύαγμα ἐπάτησας,
Μαρτύρων διαπρέψας ἐν σκάμματι, μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς
ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β’.


Ὁ τῶν πάλαι Μαρτύρων ὁμότροπος, καὶ ἐν ὑψίστοις συνόμιλος,
Δημήτριε Χριστοῦ Νεομάρτυς, τῶν Μυστεγνῶν τὸ καύχημα, καὶ
Λέσβου τὸ ἀγλάϊσμα, ὁ τὴν καλὴν ὁμολογίαν φυλάξας, καὶ τυράννων
αἰσχύνας τὴν αὐθάδειαν, πρέσβευε ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ ἡμῶν τῶν
τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα,
καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι' ὑπερβάλλουσαν καθαρότητα, τῆς
ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν
παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῆ πληροῦται τὰ σύμπαντα
χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.


Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν Μαρτύρων εὐκλείας, ὡς κλεϊζόμενος, ὁ ἐν δουλείας τοῖς χρόνοις, ἐν

8
Μυστεγνοῖς ὑπελθών, μαρτυρίου τὴν ὁδόν, μάκαρ Δημήτριε, πρέσβευε
πάντοτε Χριστῷ, σὺν αὐτοῖς ἀνελλιπῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
ψυχικῆς σωτηρίας, τῶν ἐκτελούντων σου τὴν μνήμην πιστῶς.
Σὸ τῆς Ἑορτῆς καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα.


Ἦχος α’. Τὸν τάφον σου.
Δημήτριον πιστοί, τὸν Χριστοῦ στρατιώτην, καὶ Μάρτυρα στεῤῤόν, τῆς
αὐτοῦ ἀληθείας, τιμήσωμεν ἐν ᾄσμασι, πρὸς αὐτὸν ἀνακράζοντες·
Παναοίδιμε, αἴτει εἰρήνην καὶ χάριν, ταῖς πρεσβείαις σου, τοῖς
εὐσεβάστως τελοῦσι, τὴν μνήμην σου σήμερον.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ
κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς
συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν
σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β’ ΢Στιχολογίαν, Κάθισμα.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῇ ὅπλοις τῆς πίστεως, νῖκος ποιήσας λαμπρόν, τρισμάκαρ Δημήτριε,
κατὰ τῶν πλάνων ἐχθρῶν, ἐν πόλῳ δεδόξασαι· σὺ γὰρ ὁμολογήσας τὴν
χριστώνυμον κλῆσιν, ἤθλησας ὑπὲρ φύσιν, ἐν δουλείας τοῖς χρόνοις. Διὸ
ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας
τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης,
καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον
σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

9
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὥς τραφεὶς τῷ γάλακτι, τῆς εὐσεβείας, ἀσεβείας ἔλυσας, τὴν
ψυχολέτειρα ἀχλύν, τῷ μαρτυρίῳ Δημήτριε· ὅθεν σε πάντες, τοῖς ὕμνοις
γεραίρομεν.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Σῆ ἐνδόξῳ μνήμῃ σου, ἡ οἰκουμένη, τ΢ ἀ΢λῳ Πνεύματι, πεποικιλμένη
νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Φαῖρε Παρθένε, Φριστιανῶν
τὸκαύχημα.

Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ’ ἤχου καὶ


τὸ Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.


΢Στίχ. Σοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, ζήτει τῆ κγ’ Ἀπριλίου.


Ὁ Ν’. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β’.


΢Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Νεομάρτυς Δημήτριε, τὰ παθήματα Χριστοῦ, τῆ ἀθλήσει μορφωθείς,
τῆς Ἀναστάσεως τὴν δόξαν, ἐν οὐρανοῖς ἐκληρονόμησας, καὶ
παρίστασαι αὐτῶ, διαπαντὸς εὐφραινόμενος. Διὸ πρέσβευε ἐκτενῶς,
ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Σ΢ῶσον, ὁ Θεός, τὸν λαόν σου...

10
Εἶτα· οἱ Κανόνες, τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ’, καὶ τοῦ
Μάρτυρος ὁμοίως εἰς στ’. Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχὶς κατ᾿
Ἀλφάβητον· ἐν δὲ τοῖς Θεοτοκίοις· «Κυρίλλου».

Ὠιδὴ α’. Ἦχος πλ. β’. Ὡς ἐν ἠπείρῳ.


Ἀνατολῆ μαρτυρίου ὥσπερ φωστήρ, φωτοβόλος ἔλαμψας, Ἐκκλησίας
τῷ Λαῷ, Ἀθλητὰ Δημήτριε· διό, φῶς μοι αἴτει τῷ νοΐ, ὡς ἂν ὑμνήσω
σε.
Βεβαιωθεὶς εὐσεβείας τῆς πατρικῆς, θεοπνεύστοις ῥήμασι, ὁμολόγησας
Χριστόν, ἐπ᾿ ἐχθρῶν Δημήτριε σοφέ, καὶ Μαρτύρων μιμητής, εὑρέθης
ἄξιος.
Γνώσεως θείας τῷ ὕψει ἀναδραμών, θαυμαστὲ Δημήτριε, εὐσεβείας ὡς
υἱός, ἀσεβῶν ἠδάφισας ὀφρύν, ἐν τοῖς ἄθλοις τῆς καλῆς, ὁμολογίας σου.
Θεοτοκίον.
Καταιγιζόμενον πλήθει τῶν πειρασμῶν, καὶ εἰς ἀπογνώσεως,
ἐξελκόμενον βυθόν, τῆ γαλήνῃ σῶσον με Ἁγνή, μητρικῶν σου
πρεσβειῶν, πρὸς τὸν φιλάνθρωπον.

Ὠιδὴ γ’. Οὐκ ἔστιν ἅγιος.


Δοχεῖον ἔμψυχον Θεοῦ, χάριτος ὡς ὑπάρχων, τοῖς τυράννοις ἀντέστης,
ὦ Δημήτριε στεῤῥῶς, καὶ μαρτυρίῳ καλῷ, τὴν ἐκείνων, πλάνην
ἐξεφαύλισας.
Ἐνθέῳ στόματι Χριστοῦ, κλῆσιν τὴν μακαρίαν, τοῖς ἀπίστοις κηρύξας,
μετετέθης πρὸς αὐτόν, ἐκλάμπων κάλλει τοῦ σοῦ, μαρτυρίου, κράτιστε
Δημήτριε.
Ζεούσῃ ἔνδοξε ψυχῆ, χρόνοις ἐν δυσχειμέροις, τῷ Κυρίῳ λατρεύων,
προσηνέχθης λογική, θυσία ζῶσα αὐτῷ, μαρτυρίου, σκάμματι
Δημήτριε.
Θεοτοκίον.

11
Ὑμνοῦμεν Δέσποινα Ἁγνή, τὴν φρικτήν σου λοχείαν, δι᾿ ἧς ὤφθη τῷ
κόσμῳ, σαρκοφόρος ὁ Θεός, τοῦ παλαμναίου ἐχθροῦ, τῆς δουλείας,
κόσμον ἐκλυτρούμενος.

Κάθισμα. Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.


Δυναμούμενος σθένει τῷ θεϊκῷ, ὡς τὴν ἔφεσιν ἔχων μόνῳ Χριστῷ,
σαφῶς κατεφρόνησας, τῶν προσκαίρων Δημήτριε, καὶ χαίρων τῶν
Μαρτύρων, τὸν δρόμον διήνυσας, ἐν Μυστεγνοῖς ἀθλήσας, στεῤῥῶς
ὑπὲρ πίστεως· ὅθεν ἀθανάτου, κοινωνήσας εὐκλείας, Ἁγίων εἰσέδραμες,
εἰς τὴν ἄνω λαμπρότητα, ἔνθα νῦν ἀγαλλόμενος, πρέσβευε ἀπαύστως
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν
ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς,
τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ
Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν
ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς
ἡμῶν νάματα, Θεομῆτορ Πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῶ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν
θείαν σου Κοίμησιν.

Ὠιδὴ δ’. Χριστός μου δύναμις.


Ἡλίου ἔλαμψας, τῷ μαρτυρίῳ σου, φαεινότερον Μάρτυς καὶ δυσμενῶν,
ἔλυσας σκοτόμαιναν· διὸ Δημήτριε πιστοί, εὐλαβῶς σε μακαρίζομεν.
Θεοῦ προστάγματα, φυλάττων Ἅγιε, καὶ τερπνῶν ἀλογήσας τῶν
γεηρῶν, θάνατον ὑπέμεινας· διὸ ἐκέρδησας ζωήν, τὴν ἀθάνατον
Δημήτριε.
Ἰχνῶν Δημήτριε, ἐπιλαβόμενος, τῶν ἀρχαίων Μαρτύρων ἐν
Μυστεγνοῖς, τρόπαιον ἀνέστησας, τῆς εὐσεβείας ἐν Χριστῷ, καὶ
ἀσέβειαν κατῄσχυνας.
Θεοτοκίον.

12
Ῥοαῖς Θεόνυμφε, τῶν χαρισμάτων σου, τὴν ψυχήν μου ἀνάψυξον
μυστικῶς, θλίψεων τῷ καύσωνι, καταυχμωθεῖσαν χαλεπῶς, ἵνα πόθῳ
μακαρίζω σε.

Ὠιδὴ ε’. Τῷ συνδέσμῳ τῆς ἀγάπης.


Καταιγίδι οὐκ ἐσείσθης, ἀπειλῆς θανάτου Δημήτριε, καὶ ἐβάδισας
μαρτυρίου, τὴν ὁδὸν λαμπρῷ παραστήματι· διὸ Χριστός σε ζωῆς
εἰσήγαγεν, εἰς τὴν ἐπουράνιον Μάρτυς γαλήνην.
Λαμπρυνόμενος σοφίᾳ, τοῦ Σταυροῦ τελείως διήλεγξας, τὴν μωρίαν
τῆς ἀσεβείας, ἐν μαρτυρικῆ γενναιότητι, καὶ Ὀρθοδόξων πιστῶν τὸ
φρόνημα, ὕψωσας Δημήτριε Μάρτυς Κυρίου.
Μεγαλύνας τὸν Δεσπότην, ὦ Δημήτριε τῆ ἀθλήσει σου, Ἀναστάσεως
τῆς δόξης, ἐν τῷ φωτισμῷ εἰσελήλυθας, ἀεὶ πρεσβεύων σωθῆναι
ἅπαντας, τοὺς ἐπιτελοῦντάς σου Μάρτυς τὴν μνήμην.
Θεοτοκίον
Ἱλαρότητος ὑψόθεν, βλέψον ὄμματι ἱκετεύομεν, ἐφ᾿ ἡμᾶς
Κεχαριτωμένη, τὴν ζωὴν ἡμῶν διασῴζουσα, κινδύνων, νόσων καὶ
περιστάσεων· ἀγαθὴ ὑπάρχεις γὰρ ὡς Θεοῦ Μήτηρ.

Ὠιδὴ στ’. Σοῦ βίου τὴν θάλασσαν.


Ναμάτων τῆς χάριτος, ἀναβλύζεις δωρεάς, τῷ εὐσεβεῖ πληρώματι,
Ἐκκλησίας Δημήτριε, Ἀθλητά· διό σε, γεραίρομεν εὐσεβῶς,
ἐκτελοῦντες νῦν τὴν μνήμην σου.
Ξενίας ἠξίωσαι, αἰωνίου ἐν Ἐδέμ, μαρτυρικῶς τὸν βίον σου, ἐκτελέσας
Δημήτριε, ὡς Χριστοῦ τῷ πόθῳ, Μαρτύρων καρτερικῶς, διαθλήσας τὸ
ἀγώνισμα.
Ὁράσει Δημήτριε, μυστικῶν θεωριῶν, ἐν οὐρανοῖς λαμπόμενος, τοὺς
τελοῦντας τὴν μνήμην σου, ἐπὶ γῆς ἀξίως, ἐκ ζόφου ἁμαρτιῶν, σαῖς
πρεσβείαις ἐλευθέρωσον.
Θεοτοκίον.

13
Λαόν σου Θεόνυμφε, τὸν δοξάζοντα τὸ σόν, ὑπερφυὲς μυστήριον, δι᾿ οὗ
γένος τὸ βρότειον, τῆς ἀρᾶς ἐῤῥύσθη, προνοίᾳ σου μητρικῆ, πολεμίων
ῥῦσαι μήνιδος.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.


Νικηφόρος πέφηνας, κατὰ δαιμόνων, διαπρέψας ἄριστα, ἐν μαρτυρίου
συμπλοκαῖς, Σταυροῦ δυνάμει Δημήτριε· ὅθεν σε ὕμνοις, πιστοὶ
μακαρίζομεν.

Ὁ Οἶκος.
Ἐν δουλείας τοῖς χρόνοις ἠγώνισαι, μιμητὴς ὡς Μαρτύρων
πανάριστος, καὶ τυράννων κατέβαλες ἔπαρσιν, Ἀθλοφόρε θεόφρον
Δημήτριε, τῶν Μυστεγνῶν τὸ τίμιον βλάστημα, καὶ τῆς Λέσβου
τερπνῶν ἐγκαλλώπισμα· διὸ εὐάρεστος τῆ ἐνστάσει σου, τῷ ἐπὶ πάντων
γενόμενος Θεῷ, παρ᾿ αὐτοῦ σφόδρα ἠγαπήθης, καὶ ἐν ζωῆς τοῖς
σκηνώμασι, στεφανηφόρος μετετέθης, μετὰ τῶν ἀπ᾿ αἰῶνος Ἁγίων,
διαπαντὸς εὐφραινόμενος. Ὅθεν σήμερον εὐσεβῶς, ἐν τῆ μνήμῃ σου
συνελθόντες, καὶ ἀπολαύοντες τῶν δωρεῶν, τῆς δεδομένης σοι χάριτος,
ἑορτίως σε ὕμνοις, πιστοὶ μακαρίζομεν.

Μηνολόγιον.
Τῆ ΙΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίου ἐνδόξου Νεομάρτυρος
Δημητρίου, τοῦ ἐκ Μυστεγνῶν τῆς Λέσβου.
΢Στίχοι.
Φερωνυμήσας τῷ κλεινῷ Δημητρίῳ,
Αὐτὸν ἀθλήσει ἀνδρικῶς ἐμιμήσω.
Δεκάτῃ καὶ ὀγδόῃ Δημήτριος Ὠδαῖς ὑμνείσθω λιγυρῶς.

Συναξάριον.
Περὶ τοῦ Ἁγίου τούτου Νεομάρτυρος Δημητρίου προφορικῶς τοῦτο
μόνον διεσώθη ὅτι ἐκ τῆς κώμης τῶν Μυστεγνῶν τῆς Λέσβου
14
καταγόμενος κατὰ τοὺς χρόνους τῆς τῶν Ἀγαρηνῶν δουλείας
ἐτελειώθη.
Τῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Υλώρου καὶ Λαύρου.
Στίχοι.
Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,
Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ

Τῆ αὐτῆ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα,


πυρὶ ἐτελειώθη.
Στίχοι.
Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.

Τῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἕρμου, ΢εραπίωνος καὶ


Πολυαίνου.
Στίχοι.
Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ,
Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.
Σὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
Καὶ Σεραπίων, ὁ πλέον στεῤῥὸς πέτρας.
Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Τῆ αὐτῆ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ


Στροβίλου· καὶ τοῦ Ἁγίου Μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν
θάλασσαν, πλησίον Μύρων τ΢ς Λυκίας.
΢Στίχοι.
Ἰουλιανὴν ἦραν ἐντεῦθεν νόες,

15
Τῷ΢μαρτυρίου αἵματι κοσμουμένην.
Λέων κατὰ θάλασσαν ἀθλήσας κάτω,
Θάλασσαν εὗρεν ἀγαθῶν ἐν τῷ πόλῳ.

Τῆ αὐτῆ ἡμέρᾳ, οἱ ἐν τῆ ἐρήμῳ τέσσαρες Ἀσκηταὶ ἐν εἰρήνῃ


τελειοῦνται.
Στίχοι.
Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν


Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.
΢Στίχοι.
Ὁ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου»,
Ἔφασκε θνῄσκων «ἔρχομαι κληθεὶς ἄνω».
΢Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
΢Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν


Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων μὲν καταγομένου, ἐν δὲ τῆ νήσῳ Πάρῳ
ἀσκήσαντος.
Στίχοι.
Ἁγίων, Ἀρσένιε, τὸν βίον ζήσας,
΢Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ

Σαῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠιδὴ ζ’. Οἱ Παῖδες ἐν Βαβυλῶνι.


16
Πατήσας θεοεχθρίας, τυράννων θράσος μετέωρον, στεφανίτης φαιδρὸς
ἀνεδείχθης, μυστηρίου τῆς πίστεως· διὸ Χριστὸς δοξάζει σε, εἰς αἰῶνας
Δημήτριε.
Ῥοαῖς σου τῶν ἀτμοπνόων, αἱμάτων Μάρτυς Δημήτριε, φοινιχθεὶς τὴν
ψυχὴν ἐν Μαρτύρων, τῆ σκηνῆ εἰσελήλυθας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν
τελούντων τὴν μνήμην σου.
Σαρκός σου καταφρονήσας, Μαρτύρων τέλους ἠξίωσαι, καὶ ἐγένου
πιστῶν τῶν ἐν θλίψει, τῆς δουλείας Δημήτριε, ἀναψυχὴ καὶ ἴαμα, καὶ
ἰσχὺς ἀκαταγώνιστος.
Θεοτοκίον.
Λαμπάδα τῆς μητρικῆς σου, προνοίας Κόρη ἀνάψασα, τοὺς ἐν σκότει
παθῶν πολυμόρφων, ἡμᾶς δεῦρο φωτίζουσα· σὺ γὰρ τὸ φῶς ἐκύησας,
τὸν Χριστὸν Θεομακάριστε.

Ὠιδὴ η’. Ἐκ φλογὸς τοῖς Ὁσίοις.


Τῶν τυράννων πατήσας, θράσος τὸ βλάσφημον, μαρτυρίου τοῖς ἄθλοις,
θεῖε Δημήτριε, δόξῃ καὶ τιμῆ Χριστός, σὲ ἐστεφάνωσε· τοῦτον οὖν
δυσώπει, ὑπὲρ τῶν ὑμνητῶν σου.
Ὑπερήρθης τῶν κάτῳ, τῷ μαρτυρίῳ σου, καὶ ζωῆς ἐν νυμφῶνι, Μάρτυς
κατῴκησας, ἔνθα ἐκλεκτῶν συνών, δήμοις Δημήτριε, πρέσβευε δοθῆναι,
πταισμάτων ἡμῖν λύσιν.
Φαεινόν σε φωστῆρα, μέγαν ἀνέδειξεν, οὐρανοῦ Ἐκκλησίας, ἐν
στερεώματι, Μάρτυς ὁ Χριστὸς φαιδρῶς, χάριτι λάμποντα, καί τῶν
Ὀρθοδόξων, λαμπρύνοντα καρδίας.
Θεοτοκίον.
Ὁλοθύμῳ καρδίᾳ, σὲ μακαρίζομεν· τοῦ Πατρὸς γὰρ τὸν Λόγον, ἐκ τῶν
αἱμάτων σου, ἔτεκες Ἁγνὴ φρικτῶς, κόσμον λυτρούμενον, Ἀδὰμ τοῦ
γενάρχου, κατάρας τῆς ἀρχαίας.

Ὠιδὴ θ’. Σὴν τιμιωτέραν.

17
Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ αὐτῶν τῆς δόξης, ἐν ὑψίστοις
συγκοινωνός· μετ᾿ αὐτῶν οὖν Μάρτυς, Δημήτριε δυσώπει, ἐλεηθῆναι
πάντας, τοὺς εὐφημοῦντάς σε.
Χάλλομεν σοι ὕμνους χαρμονικῶς, ὅτι μαρτυρίου, τῆ εὐκλείᾳ
στεφηφορῶν, ἐν τῶν πρωτοτόκων, σκηναῖς ἐπουρανίοις, ὑπὲρ ἡμῶν
πρεσβεύεις, Χριστῶ Δημήτριε.
Ὤ ἡγιασμένε Μάρτυς Χριστοῦ, Δημήτριε μάκαρ, θεῖον βλάστημα
Μυστεγνῶν, προστάτης καὶ ῥύστης, ἐν βίου ταῖς ἀνάγκαις, τοῖς πόθῳ
σε τιμῶσί σε, εὐχαῖς σου φάνηθι.
Θεοτοκίον.
Ὕψιστον τεκοῦσα Κόρη Θεόν, τῆ χρηστότητί σου, ἀναβάσεις πρὸς
ἀρετῶν, ὕψωσον καρδίας, τῶν σὲ ὁμολογούντων, κυρίως Θεοτόκον, καὶ
ἀνυμνούντων σε.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.


Ὡς εὐσεβείας γνήσιος, υἱὸς μάκαρ Δημήτριε, ὑπὲρ αὐτῆς ἠγωνίσω, καὶ
ἤθλησας στεῤῥοψύχως· διό σε ἡ αἰώνιος, ἀναψυχὴ ἐδέξατο, ὑπὲρ ἡμῶν
πρεσβεύοντα, τῶν ἐκτελούντων ἐν ὕμνοις, τὴν παναγίαν σου μνήμην.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ μαρτυρίου δόξης, στέφος ἀμάραντον λαβών, καὶ Βασιλεῖ τῶν
αἰώνων, ἐν τοῖς ὑψίστοις παρεστώς, ὑπὲρ ἡμῶν αὐτῷ ποίει, Δημήτριε
ἱκεσίαν.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως
κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ ΢Σωτῆρος, σὺν
μυριάσιν Ἀγγέλων.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ΢

Ἱστῶμεν στίχ. δ’ καὶ ψάλλομεν τὰ κάτωθι ΢τιχηρὰ Προσόμοια.


Ἦχος α’. Σῶν οὐρανίων ταγμάτων.

18
Τὸν τοῦ Χριστοῦ Ἀθλοφόρον, θεῖον Δημήτριον, τιμήσωμεν ἐν ὕμνοις, ὦ
φιλέορτοι πάντες· οὗτος γὰρ Μαρτύρων ἐπὶ τῆς γῆς, ἐκτελέσας τὸν
δίαυλον, ἐν τοῖς ὑψίστοις χορεύει τὸν Λυτρωτήν, ἱκετεύων τοῦ σωθῆναι
ἡμᾶς.
Ὤ τῆς στεῤῤᾶς σου, ἀνδρείας Μάρτυς Δημήτριε, ἐν ᾗ ἐχθρῶν καθεῖλες,
τὸ ὑψαύχενον θράσος· διό σε εὐφημοῦμεν οἱ εὐσεβεῖς, ἐν ψαλμοῖς
ἐκβοῶντές σου· Μὴ διαλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῷ Θεῷ τῷ
Παντοκράτορι.
Ἐκ Μυστεγνῶν ἀνατείλας, τῷ μαρτυρίῳ σου, Χριστοῦ τὴν Ἐκκλησίαν,
μυστικῶς καταυγάζεις, Δημήτριε θεόφρον ὥσπερ φωστήρ,
παμφαέστατος χάριτος· διὸ πιστοὶ εὐφημοῦμέν σε ἐν χαρᾷ, ἐκτελοῦντες
νῦν τὴν μνήμην σου.
Σοὺς ἐν θαλάσσῃ τοῦ βίου, θλίψεων κύμασι, καὶ συμφορῶν τῷ σάλῳ,
κινδυνεύοντας Μάρτυς, ἱστίῳ τῶν εὐχῶν σου πρὸς τοῦ Χριστοῦ, τὴν
γαλήνην ὁδήγησον, ἧς καὶ αὐτὸς μαρτυρίου περιφανοῦς, τῷ ἱστίῳ
κατηξίωσαι.

Δόξα. Ἦχος γ’.


Μαρτυρικῶς ἀνδραγαθήσας, τυραννικὴν μανίαν ἐξεφαύλισας, καὶ τὸν
ἀρχέκακον ἐχθρόν, τοῖς ποσί σου κατεπάτησας, Δημήτριε Ἀθλοφόρε
πανθαύμαστε· διό σε ὁ οὐρανός, στεφανίτην ὑπεδέξατο, καὶ Χριστός σε ὁ
ἀθλοθέτης, τής δεξιᾶς παραστάδος, ὡς νικητὴν κατηξίωσεν. Αὐτῷ οὖν
πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου
ἄθλησιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Γερμανοῦ.
Δεῦτε ἅπαντα τὰ πέρατα τῆς γῆς, τὴν σεπτὴν Μετάστασιν τῆς
Θεομήτορος μακαρίσωμεν· ἐν χερσὶ γὰρ τοῦ Υἱοῦ, τὴν ψυχὴν τὴν
ἄμωμον ἐναπέθετο· ὅθεν τῆ Ἁγίᾳ Κοιμήσει αὐτ΢ς, ὁ κόσμος
ἀνεζωοποιήθη, ψαλμοῖς καὶ ὕμνοις, καὶ Ὠδαῖς πνευματικαῖς μετὰ τῶν
Ἀσωμάτων, καὶ τῶν Ἀποστόλων ἑορτάζων φαιδρῶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


19
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ’ καὶ στ’


Ὠιδή.

Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῆ κγ’ Ἀπριλίου, ἐν τῆ Μνήμῃ τοῦ


Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.

Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις ὦ Δημήτριε θαυμαστέ, Μυστεγνῶν ἡ δόξα, καὶ τῆς Λέσβου
κλέος λαμπρόν· χαίροις τῶν Μαρτύρων, τῶν πάλαι συμπολίτης, καὶ
εὐσεβῶν προστάτης, ἀκαταμάχητος.
Στίχοι.
Δημήτριε Κύριλλος ὁ Ῥόδου ὕμνους,
Καρδίας σοι ἔπλεξεν ἀπλέτῳ πόθῳ

20

You might also like