Professional Documents
Culture Documents
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ.
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στ. δ΄, καὶ ψάλλομεν τὰ
ἑπόμενα στιχηρὰ Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Κροτήσωμεν σήμερον φαιδρῶς, Ἑορτὴν ὑπέρλαμπρον, τὴν Θεοτόκον
δοξάζοντες, τὴν ἀναβλύζουσαν, δωρεῶν ἀΰλων, κρουνηδὸν τὰς χάριτας,
τοῖς πίστει ἀῤῥαγεῖ ἀνακράζουσι· Γοργοϋπήκοε, σὺ εἶ σκέπη καὶ
ἀσφάλεια, τῶν τιμώντων, τὴν θείαν Εἰκόνα Σου.
Πηγὴ ἰαμάτων δαψιλής, πέτρα θεολάξευτος, ὡς ἀληθῶς ἀναδέδεικται, ἡ
ἡλιόμορφος, Ἄχραντε Εἰκών Σου, ὡς νέκταρ ἀθάνατον, ὡς μάννα
ψυχοτρόφον παρέχουσα, Γοργοϋπήκοε, τῆς ἀφάτου εὐσπλαγχνίας Σου,
τοῖς αἰτοῦσι, τὴν θείαν ἐνέργειαν.
Λυχνία φωτὸς τοῦ πατρικοῦ, ὡς νεφέλην πάμφωτον, ζωοδωρήτως
ἐφήπλωσας, τὰς τῆς Εἰκόνος Σου, ἀΰλους ἀκτῖνας, δι᾿ ὧν κἀμοῦ φώτισον,
τὰ ὄμματα θερμῶς ἀνεβόα Σοι, Γοργοϋπήκοε, ὁ παιδεύσει Σου γενόμενος,
τῆς σῆς δόξης, κῆρυξ διαπρύσιος.
Ὡς πρύτανιν Κόρη καὶ φρουρόν, ὡς λιμένα ἄκλυστον, Δοχειαρίου σὲ
εὕρατο, Μονὴ ἡ ἔνδοξος· ὅθεν εὐχαρίστως, μέλπει τῶν θαυμάτων Σου, τὴν
χάριν Θεοτόκε τὴν ἄφθονον, καὶ πόθῳ κράζει Σοι· Εὐμενὲς οὖς τεῖνε
πάντοτε, τοῖς σοῖς δούλοις, ὡς Γοργοϋπήκοος.
Δόξα. Καὶ νῦν. Ἦχος α´.
Τῆς ἀῤῥήτου οὐσίας τὸ τέμενος, τὴν Θεοχώρητον παστάδα, ἐξ ἧς ὁ Λόγος
ὡμοιώθη βροτοῖς, τὴν Θεοτόκον Μαρίαν, χαρμονικῶς ὑμνήσωμεν αὕτη
γὰρ κατ ἐξαίρετον τρόπον, ἀρωγὸς ἡμῶν καὶ κηδεμών, ὡς ἀψευδῶς
ἐπηγγείλατο ἀναδέδεικται· ὅθεν καὶ τὸν ὁλοφαῆ αὐτῆς χαρακτῆρα,
κεκαθαρμέναις ἐννοίαις προσκυνοῦντες, σὺν τῷ Δαβὶδ βοήσωμεν·
Δεδοξασμένα ἐλαλήθη πανταχοῦ, περὶ τῆς θείας Εἰκόνος Σου,
Γοργοϋπήκοε Δέσποινα· ἰαμάτων γὰρ βλυστάνει ποταμούς, καὶ λυτροῦται
πάσης θλίψεως, τοὺς ὀρθοδόξως προσιόντας Σοι.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος Β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάρις ζωαρχική, ὡς δρόσος προϊοῦσα, ἐκ τῆς Μορφῆς Σου Κόρη, ἀρδεύει
καὶ εὐφραίνει, τὰς αὔλακας τῆς Ποίμνης Σου.
Στιχ.: Ἄκουσον Θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ
λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ
κάλλους Σου·
Ὤ βάθους Σου Ἁγνή, προνοίας ἀνεκφράστου! Σὺ γὰρ γοργῶς ἀκούειν,
ἐνθέως ἀπεφήνω, τῶν ἐπιβοωμένων Σε.
Στιχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στέφανον χρυσαυγές, Μονὴ Δοχειαρίου, τὴν Σὴν λαμπρὰν Εἰκόνα,
Παρθένε κεκτημένη, ἀγάλλεται τῇ δόξῃ Σου.
Δόξα.
Λόγος ὁ τοῦ Πατρός, ἐν σοὶ κατασκηνώσας, Πνεύματος ἐπελεύσει, ἑστιάν
Σε δεικνύει, ζωῆς Γοργοϋπήκοε.
Καὶ νῦν.
Πλήρου διαπαντός, Θεογεννῆτορ Κόρη, τὴν Σὴν ἐπαγγελίαν, καὶ φύλαξ
ἡμῶν ἔσο, καὶ βοηθὸς ἐν θλίψεσι.
Καί Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀγαθῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ ἀκένωτον πέλαγος,
νεφέλη ἡ ζωηφόρος, ἡ γλυκασμὸν ἀληθῆ, τοῖς κεκακωμένοις
ἐπομβρίζουσα· τυφλῶν ἡ ἀνάβλεψις, παραλύτων ἀνόρθωσις,
χειμαζόμενων, ἀσφαλὴς χειραγώγησις, λιμὴν ἄκλυστος, τῶν ἐν ζάλῃ καὶ
θλίψεσι. Κόρη Γοργοϋπήκοε, νοσούντων τὸ ἴαμα, τοῦ Σιλωὰμ
Κολυμβή6ρα, τῆς ἀτεκνίας ἡ λύτρωσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ
παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχ: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ
λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ
κάλλους Σου.
Χαίρει, Δοχειαρίου Μονή, οἷάπερ στέφος τιμαλφὲς χρυσοκόλλητον, τὸν
ἔνσωμον Χαρακτῆρα τῆς σῆς ἀχράντου Μορφῆς, ἀναδησαμένη
Παντευλόγητε· ἐντεῦθεν τῆς δόξης Σου, καρπουμένη τὴν ἔλλαμψιν, τὰς
πρωτοδότους, διαδόσεις Σου δέχεται, ὡς ἀθάνατον, μετουσίαν
κραυγάζουσα· Σκέπη μου καὶ ὑπέρμαχος, τροφεύς τε καὶ ἔφορος, ὡς
συμπαθῶς ἐπηγγείλω, ἔσο Παρθένε Πανάμωμε, ἀεὶ δωρουμένη, ἱλασμὸν
καὶ σωτηρίαν, καὶ μέγα ἔλεος,
Στίχ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ὅλη, πανευμενὴς καὶ λαμπρά, θεουργικαῖς μαρμαρυγαῖς
ἐξαστράπτουσα, ἐφίστασαι ἀοράτως, τοῖς ἐν κινδύνους Ἁγνή,
ἐπιβοωμένοις τὸ σὸν ὄνομα, καὶ πάσιν ἐπίσκεψις, καὶ ταχεῖα ἀνάῤῥωσις,
ἀεὶ εὑρίσκῃ, τοῖς ἐκ πόθου βοῶσί Σοι, τὰ τοῦ ᾌσματος, ἁγιόφθογγα
ῥήματα· δεῖξον ἡμῖν τὴν ὄψιν Σου, καιρῷ τῷ τῶν θλίψεων, ὡς θυμηδίας
ἡμέραν, καὶ τὴν φωνήν Σου ἀκούτισον, ὡς ἔνθεον λύτρον, καὶ
παράκλησιν γλυκεῖαν, Γοργοϋπήκοε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ´.
Δεῦτε ἅπαντες πιστοί, τὰ παμφαῆ μεγαλεῖα, τῆς Θεοτόκου δοξάσωμεν ὡς
γὰρ πύλη τοῦ ἀΰλου φωτός, πρὸς ἀποῤῥήτων ἀναβάσεων μύησιν, ἀνάγει
καὶ εἰσάγει, τοὺς ἐντρυφῶντας ἐν τοῖς θαύμασιν Αὐτῆς. Ἐλλαμφθῶμεν
οὖν ταῖς φρεσίν, οἱ τῷ φωτὶ Αὐτῆς πορευόμενοι· ἰδοὺ γὰρ παραγίνεται, ἑνὶ
ἑκάστῳ χορηγοῦσα, ἀγαθοποιοὺς δωρεάς. Ὁ ἔμψυχος οὐρανός, ἡ
χρυσοφαὴς λυχνία, ὁ ἐπηρμένος τοῦ Δεσπότου Θρόνος, ἡ περίβλεπτος καὶ
περιώνυμος πόλις, ἐν ᾖ τὸ ἀκατάληπτον μυστήριον, τῆς τοῦ Λόγου
κενώσεως τετέλεσται, εἰς ἀνάπλασιν ἡμῶν , καὶ ζωὴν αἰώνιον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Ὡς θεόβρυτον κρήνην τῶν ἀΰλων χαρίτων Σου, τὴν θαυματουργόν Σου
Εἰκόνα Θεοτόκε πλουτίσαντες, ἐκ ταύτης τῶν θαυμάτων τὰς ῥοάς,
ἀντλοῦμεν δαψιλῶς ὡς ἐξ Ἐδέμ· σὺ γὰρ Γοργοϋπήκοος βοηθός, πέλεις τῶν
ἐκβοώντων Σοι· Δόξα τοῖς σοῖς χαρίσμασιν Ἁγνή· δόξα τῇ παρθενίᾳ Σου·
δόξα τῇ πρὸς ἡμᾶς Σοῦ ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.
ΟΙ ΑΝΑΒΑΘΜΟΙ.
Τὸ Α΄ ἀντίφωνον τοῦ Δ´ Ἤχου
Προκείμενον: Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σοῦ καὶ
ἐπιλάθου τοῦ λαοῦ Σου, καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ
Βασιλεὺς τοῦ κάλλους Σου.
Στίχ.: Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Κανὼν πρῶτος. ᾨδὴ στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ἀγεωργήτως βλαστήσασα, τὸν τρέφοντα τὰ πάντα χρηστότητι, ὡς βότρυν
πέπειρον, θεοπρεπῶς ἐγεώργησας, ἡμῖν τὴν Σὴν Εἰκόνα, Γοργοϋπήκοε.
Ῥήσεις τῶν θείων χειλέων Σου, ἡμῖν ἅς ἀπεφήνω Πανάμωμε,
διακατέχοντες, ὥσπερ πυρσὸν ἀσφαλέστατον, τὰ κύματα τοῦ βίου,
εὐπλόως τρέχομεν.
Ἰδοὺ Ἁγνὴ κεχαρίτωται, τὸ εἶδος τῆς Μορφῆς Σου ὡς Λίβανος, καὶ ὡς
περίοπτον, τοῦ Ἀερμὼν ὄρος δείκνυται, σταλάζον τοῖς ἐν κόσμῳ, δρόσον
οὐράνιον.
Νέκταρ ζωῆς ὑπερκόσμιον, ὡς πόμα εὐφροσύνης ἀείζωον, νέμεις
ἑκάστοτε, τοῖς ὡς πηγὴ τῇ Εἰκόνι Σου, χαρίτων προσιοῦσι, Γοργοϋπήκοε.
Ἀρτοποιοῦσα τὴν χάριν Σου, πυρὶ τῷ δροσοβόλῳ τοῦ Πνεύματος,
Γοργοϋπήκοε, καθάπερ Μήτηρ φιλόστοργος, ἐκτρέφεις καὶ εὐφραίνεις,
τὴν δὲ τὴν Μάνδραν Σου.
Κανὼν Δεύτερος.
Μύρον Παρθένε τὸ ζῶν, ὑπερφυῶς σωματώσασα, ἀλάβαστρον νοητόν,
τὴν θείαν Εἰκόνα Σου, τῇ Ποίμνῃ Σου ἔδειξας, δωρεῶν ποικίλων, τὴν
ὀσμὴν ἀρωματίζουσαν.
Ὡραία Σου ἡ Μορφή, ἡ ὄψις Σου γαληνόμορφος, τὸ ὄμμα Σου ἱλαρόν, τὸ
στόμα μελίῤῥυτον, ὅλη εὐπροσήγορος, ὅλη φωτοφόρος, ἡ Εἰκών Σου ὤφθη
Ἄχραντε .
Ναμάτων ζωοποιῶν, τὸν ποταμὸν ἀναβλύζουσα, ξηραίνεις διὰ παντός,
νοσημάτων βόρβορον, καὶ ἀγόνων στείρωσιν, λύεις καὶ κινδύνων,
διασῴζεις τοὺς καλοῦντάς Σε.
Συμπάθειαν μητρικήν, Γοργοϋπήκοε ἔχουσα, ἐπέστης αὐτοφανῶς, καὶ τὸν
παῖδα ἔσωσας, ὢ τῆς προμηθείας Σου! τῆς αἰχμαλωσίας, προφανῶς
τοῦτον φωνήσασα.
Καταβασία: Τὴν θείαν ταύτην.
Συναξάριον.
Μὴν Ὀκτώβριος, ἔχων ἡμέρας ΛΑ´. Ἡ ἠμέρα ἔχει ὥρας ΙΑ´, καὶ ἡ νῦξ
ὥρας ΙΓ´. Τῇ α΄ τοῦ αὐτοῦ μηνός, ἀνάμνησις ποιούμεθα τῆς
θαυματουργοῦ εἰκόνος τῆς Παναγίας τῆς Γοργοϋπηκόου, τῆς
εὑρισκομένης ἐν τῇ ἱερᾷ Μονῇ Δοχειαρίου τοῦ Ἁγίου Ὄρους.
Στίχοι:
Γοργῶς τῆς φωνῆς εἰσακούειν Παρθένε,
ἡμῶν μὴ ἐλλείπῃς τῶν σοὶ ἀφορώντων.
Στίχοι:
Τῇ μητρὶ καὶ νῦν τοῦ Θεοῦ ψάλλεις ἄνω,
Σὺν τοῖς ἀΰλοις, ὦ Ἰωάννη μάκαρ.
Στίχοι:
Στέφος τηλαυγὲς χαρίτων πολυπλόκων,
Τῇ Λαύρᾳ ὤφθη Παρθένε ἡ Εἰκών Σου.
Στίχοι:
Σκέπη σου Ἁγνή, πιστοὺς ἅπαντας σκέπεις,
Σκέπη πέλεις γάρ, καὶ κόσμου σωτηρία.
Στίχοι:
Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας,
Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις.
Εἰς τὰ μέρη τῆς Ἀνατολῆς ἦτον ἡγεμὼν ἄνθρωπος τύραννος σκληρὸς
ὀνόματι Λουκιανός, ὅστις εἶχε πολλὴν ὀργὴν κατὰ τῶν χριστιανῶν, διὰ νὰ
φανῇ πρὸς τὰ προστάγματα τῶν βασιλέων τὰ παράνομα καὶ ἀσεβῆ
εὐσεβὴς καὶ ὑπήκοος. Ὅσοι λοιπὸν ὡμολόγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστὸν Θεὸν ἀληθῆ, τοὺς ἐτιμώρει δι’ ἀσπλάγχνων ὑπηρετῶν μὲ
διάφορα κολαστήρια. Οἱ ὁποῖοι ὑπηρέται ἐτιμώρουν ἄλλους μὲν εἰς τὸ πῦρ
καταφλέγοντες, καὶ εἰς τοὺς ποταμοὺς καὶ θαλάσσας βυθίζοντες· ἄλλους
δὲ βορὰν τῶν θηρίων προδίδοντες· καὶ ἄλλους ποικιλοτρόπως καὶ
ἀπανθρώπως βασανίζοντες. Κατ’ ἐκεῖνον τὸν καιρὸν εὑρίσκετο καὶ οὗτος
ὁ Ἅγιος Ἀνανίας ὁ Ἀπόστολος ἐκ πόλεως Δαμασκοῦ, καὶ εἶπε πρὸς αὐτὸν
ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ Κύριε. Ὁ δὲ Κύριος
πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν,
καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι Ταρσέα. Ἰδοὺ γὰρ
προσεύχεται, καὶ εἶδεν ἐν ὁράματι ἄνδρα ὀνόματι Ἀνανίαν εἰσελθόντα
καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ ὁ Ἀνανίας· Κύριε,
ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς
Ἁγίοις Σου ἐν Ἱερουσαλήμ. Καὶ ᾦδε ἔχει ἐξουσίαν παρὰ τοῦ Ἀρχιερέως
δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά Σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ
Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ
ὄνομά Μου ἐνώπιον ἐθνῶν, καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ
ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ταῦτα μὲν
εἶπε πρὸς τὸν Ἀνανίαν ὁ Κύριος.
Ὁ δὲ Σαῦλος, ἡμέρας ὀλίγας πρότερον εἶχε μῖσος πολὺ πρὸς τοὺς
Μαθητὰς τοῦ Κυρίου, προσελθὼν δὲ τῷ Ἀρχιερεῖ, ᾐττήσατο παρ’ αὐτοῦ
ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως, ἐὰν τινὰς εὕρῃ καθ’
ὁδὸν ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἱερουσαλήμ. Ἐν ῷ δὲ
ἐπορεύετο, καὶ προσήγγιζε τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν
φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσε φωνὴν λέγουσαν
αὐτῷ· Σαούλ, Σαούλ, τί με διώκεις; Εἶπε δέ· Τίς εἶ, Κύριε; Ὁ δὲ Κύριος εἶπε·
Ἐγὼ εἰμὶ Ἰησοῦς, ὅν σὺ διώκεις, σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Τρέμων τε καὶ θαμβῶν εἶπε· Κύριε, τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε
πρὸς αὐτόν· Ἀνάστηθι, καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, τί
σε δεῖ ποιεῖν. Οἱ δὲ ἄδρες, οἱ συνοδεύοντες αὐτῶ, ἵσταντο ἔκθαμβοι,
ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ ὁ Σαῦλος
ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.
Χειραγωγοῦντες δὲ αὐτόν, εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἧν ἡμέρας τρεῖς
μὴ βλέπων, καὶ οὐκ ἔφαγεν, οὐδὲ ἔπιεν.
Τότε, ἔφθασεν ὁ Ἀνανίας, καὶ ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖράς του λέγων·
Σαούλ, ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς
Πνεύματος Ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ
λεπίδες, ἀνέβλεψε τε παραχρήμα, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν
τροφὴν ἐνδυναμώθη.
Οὕτω μὲν οὖν χειραγωγήσας ὁ Ἀνανίας τὸν Μέγαν Παῦλον ἐν ἔτει 36
πρὸς τὴν ἀλήθειαν, καὶ φωτίσας τὰ τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος
ὄμματα, καὶ βαπτίσας αὐτὸν τῶ γ΄ ἔτει μετὰ τὴν Ἀνάληψιν τοῦ Κυρίου,
κατὰ τοὺς ἀκριβεστέρους χρονολόγους, ἀπῆλθεν ἔπειτα εἰς τὴν
Βηθαγαυρῆν τῆς Ἐλευθερουπόλεως, κηρύττων τὸ Ἅγιον Εὐαγγέλιον, καὶ
ὡς ἔμπειρον ἀλιεὺς ἔσυρε διὰ τῶν δικτύων τῆς διδασκαλίας του πολλοὺς
πρὸς τὴν εὐσέβειαν. Τοῦτο μαθόντες οἱ υἱοὶ τοῦ σκότους, ἔδεσαν καὶ
ἀπήγαγον αὐτὸν εἰς Λουκιανὸν τὸν ἡγεμόνα τῆς πόλεως, ὁ ὁποῖος
βλέπων αὐτὸν εἰς τὴν ὄψιν ὡραῖον, εἰς τὴν γλῶσσαν σοφὸν καὶ ῥήτορα,
καὶ εἰς τὰ ἤθη συνετόν, γνωστικὸν καὶ πεπαιδευμένον, ἐθαύμασε, καὶ
κρύπτων τὴν φυσικὴν ἀγριότητα, ὑποκείνεται χρηστότητα, λέγων αὐτῶ
μετὰ πολλῆς ἱλαρότητος· Ποίησον Ἀνανία τὸ πρόσταγμά μου, διότι πρὸς
τὸ συμφέρον σου σὲ συμβουλεύω, καὶ ἀρνήσου τὸν Ἐσταυρωμένον,
προσκύνησον τοὺς ἡμετέρους θεούς, καὶ μὴ θελήσῃς νὰ γένῃ ἡ
ἀξιοθέατός σου ὡραιότης πυρὸς παρανάλωμα. Ὁ δὲ ἀπεκρίνατο· Ἐγὼ
προσκυνῶ τὸν ἀληθινὸν Θεόν, τοῦ ὁποίου ὑπηρέτης καὶ διάκονος
ἐγενόμην, χειραγωγήσας τὸν Μέγαν Παῦλον πρὸς τὴν εὐσέβειαν, ὅστις
καὶ Σαῦλος ὠνομάζετο πρότερον, περιπατῶν εἰς τὸν σάλον τῆς ἀγνωσίας
καὶ κλύδωνα. Ἀλλὰ τώρα ἦλθεν εἰς τὸν λιμένα τῆς τοῦ Χριστοῦ πίστεως,
γινώσκων ὡς πάνσοφος τὴν ἀλήθειαν. Ὁ δὲ ἡγεμὼν λέγει αὐτῷ· Θαῤῥῶ,
ὅτι ἐλπίζω εὶς τὴν δύναμίν σου καὶ μεγαλειότητα, νομίζεις ὅτι δὲν θὰ
φοβηθῇς τὸ δριμὺ τῶν κολάσεων, διὰ τοῦτο ἐτράπη εἰς ἀγνωσίαν ἡ γνῶσίς
σου, καὶ ἡ φρόνησίς σου εἰς κουφότητα. Ταῦτα ἀκοὺσας ὁ τῆς ἀληθείας
διδάσκαλος, ὕψωσε πρὸς οὐρανὸν τὰς χεῖρας καὶ ὄμματα, λέγων · Κύριε
Ἰησοῦ Χριστὲ ὁ Θεὸς τῶν δυνάμεων, μὴ ἀφήσῃς νὰ μὲ βάλῃ ὁ ἐχθρὸς εἰς
τὰ δίκτυά του, ἀλλ’ ἀξίωσόν με νὰ πάθω διὰ τὸ ὄν0ομά σου, νὰ γίνω
κοινωνὸς τοῦ Παύλους εἰς τὴν Οὐράνιον Βασιλείαν Σου, νὰ λάβω καὶ ἐγὼ
μὲ τους λοιποὺς μαθητάς σου τὸν στέφανον τῆς ἀθλήσεως. Ταῦτα
εὐξάμενος ἐγύμνωσαν, καὶ ἔδερον αὐτὸν ἀνηλεῶς λέγοντες· Ὑπάκουσον
εἰς τὰ βασιλικὰ προστάγματα, θυσίασον τοῖς θεοῖς, νὰ λυτρωθῇς τῶν
κολάσεων. Ὁ δὲ Ἅγιος προσηύχετο νοερῶς, ὑπομένων ἀνδρείως τὰ
λυπηρὰ σιωπηλὸς καὶ ἀτάραχος. Καὶ ὅταν ἀπέκαμον οἱ ὑπηρέται
ῥαβδίζοντες, τότε κατέβασαν αὐτόν, καὶ ἄρχεται πάλιν νὰ κολακεύῃ
αὐτὸν ὁ ἡγεμὼν λέγων· Λυπήθητι τὴν ζωήν σου, καὶ μὴ θελήσῃς νὰ
ἀπολεσθῇ ἡ ὡραιότης σου, διότι, μὰ τοὺς θεοὺς αὐτούς, πικροτέρας
κολάσεις θέλω δώσει, καὶ χαλεπώτερα παιδευτήρια. Ὁ δὲ Ἅγιος ἔχων εἰς
τὴν καρδίαν του ἔνθεον ἔρωτα, ἀπεκρίθη γενναίως, καὶ λέγει αὐτῷ· Δὲν
ἐντρέπεσαι ἄθλιε, ποτὲ μὲν νὰ μὲ μαστίζῃς, ποτὲ δὲ νὰ μὲ κολακεύῃς,
ὥσπερ νὰ ἦμουν βρέφος μωρὸν καὶ ἄγνωστον; Ἤξευρε βἐβαια, ὅτι οὐ
μόνον ἐγὼ δὲν θὰ θυσιάζω ποτὲ εἰς τοὺς δαίμονας, καὶ ἄν μοῦ δώσῃς ὅλα
τοῦ κόσμου τὰ παιδευτήρια, ἀπαίδευτε, ἀλλὰ καὶ ὅσους δυνηθῶ ἀπὸ ὑμᾶς
θέλω ποιήσει νὰ ἐπιστρέψουν πρὸς τὴν εὐσέβειαν. Ταῦτα ἀκούσας ὁ
ἄδικος δικαστὴς ἐθυμώθη, καὶ προστάσσει νὰ γυμνώσουν αὐτόν, καὶ νὰ
τὸν ἐκσχίζουν ὅλον τὸ σῶμα αὐτοῦ μὲ σιδηρὰ ὀνύχια, καὶ μὲ λαμπάδας
πυρὸς νὰ τὸν κατακαίουν, διὰ νὰ ἀναλυθῶσιν ὀλίγον κατ’ ὀλίγον αἱ
σάρκες αὐτοῦ, νὰ αἰσθανθῇ ἔως τῆς καρδίας τὸν πόνον καὶ βάσανον. Ἀλλ’
ὁ Ἅγιος, τοὺς μὲν ἐκσχισμοὺς τῶν σιδήτωρ εἰς οὐδὲν ἐλογίζετο ἀλλ’ ὡσὰν
νὰ ἔπασχεν ἄλλος οὕτως ἐφαίνετο. Τὸ δὲ πῦρ αὐτὸν μὲν ἐδρόσιζε, τοῦ δὲ
τυράννου τὴν καρδίαν μᾶλλον ἐφλόγιζε, καὶ ὠργίζετο ὁ ἀσύνετος λέγων·
Ἕως πότε δὲν ὑποτάσσεσαι εἰς τὸ βασιλικὸν πρόσταγμα, νὰ τιμήσῃς καὶ
σὺ τοὺς θεοὺς τοὺς ὁποίους σέβομαι; Ὁ δὲ Ἅγιος λέγει εἰς αυτόν· Τί
περιστρέφεις τὰ ἴδια λόγια, καὶ περιτριγυρίζεις, ὡς τὰ παιδία παίζουν εἰς
τὸ χωράφιον; Γίνωσκε βέβαια καὶ ἀλάθητα, ὅτι οὕτε διὰ δωρεῶν, οὔτε δι’
ἀπειλῶν, οὔτε δὲ ἄλλον τινὰς τρόπον, θέλεις δυνηθῆ νὰ μὲ νικήσῃς
τελείως. Μάλιστα, λυποῦμαι καὶ κλαίω πικρῶς καὶ διὰ τὴν ἀπώλειάν σου,
καθόσον δέν σε φθάνει νὰ εὑρίσκεσαι εἰς τὴν πλάνην μόνος ἐσύ, ἀλλὰ καὶ
τοὺς ἄλλους βιάζεις νὰ βυθίσῃς εἰς τὴν ἀσέβειαν. Δὲν ἠξεύρεις ὅτι τὰ
εἴδωλα ἅτινα σέβεσθε εἶναι ξύλα, λίθοι, καὶ μέταλλα, ἀπὸ ἀνθρώπους
γενόμενα; Πόση ἀτοπία εἶναι λοιπὸν καὶ ἀσέβεια νὰ προσκυνῆτε ἀντὶ τοῦ
Δημιουργοῦ τὸ κτίσμα καὶ δημιούργημα; Καὶ τίς ἔχων γνώσιν θέλει
προσκυνήσει τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πώποτε; Ἐθυμώθη εἰς ταῦτα ὁ τῆς
ἀπωλείας ὑπόδουλος, καὶ ἐπειδὴ δὲν εἶχε πλέον ἐλπίδα τινα εἰς ἑαυτόν,
προσέταξε νὰ ἐκβάλωσιν αὐτὸν ὁ τῶν λίθων ἀναισθητότερος. Ὁ δὲ Ἅγιος
ἀπερχόμενος νὰ λάβῃ ἐν τῷ διατεταγμένῳ τόπῳ τὸν θάνατον, ἔλεγε
ταῦτα εἰς ἔλεγχον τῶν παρανόμων ἐννόμως εὐχόμενος· Ἄς ἀπολεσθοῦν οἱ
θεοί, οἵτινες δὲν ἔκαμαν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν. Καθ’
ὅν χρόνον ἐλίθαζον αὐτὸν διὰ πλήθους λίθων, εἶχε τὰς χεῖρας ὑψωμένας
πρὸς τὸν οὐρανὸν καὶ τὰ ὄμματα, λέγων· Δέξαι Κύριε μου, ὁ Βασιλεὺς τῶν
βασιλευόντων ὡς εὐπρόσδεκτον θυσίαν μου τὴν διὰ τῶν λίθων τελείωσιν,
καὶ συναρίθμησόν με μετὰ τῶν δούλων σου. Ταῦτα εἰπὦν, ἔλαβε τὸν
μακάριον στέφανον παρὰ Χριστοῦ τοῦ οὐρανίου Βασιλέως, νὰ βασιλεύσῃ
μετ’ αὐτοῦ αἰωνίως. Τὸ δὲ τίμιον αὐτοῦ καὶ μακάριον λείψανον ἐπῆραν
τινὲς φιλομάρτυρες, καὶ ἐνεταφίασαν αὐτὸ ἐν τῇ Δαμασκῷ, εἰς τὸν
πατρικὸν αὐτοῦ κλῆρον λαμπρότατα εἰς δόξαν Πατρός, Υἱοῦ καὶ Ἁγίου
Πνεύματος, τῆς μιᾶς ἐν Τριάδι Θεότητος.
Στίχοι
Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον,
Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις.
Στίχοι
Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα,
Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων.
Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας,
Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους.
Οὗτοι οἱ Ἅγιοι ἦσαν κατὰ τοὺς χρόνους τῆς βασιλείας Κωνσταντίνου καὶ
Εἰρήνης ἐν ἔτει ψπ΄ (780), κατοικοῦντες εἰς μοναστήριον ὀνομαζόμενον
Ζώβη, τὸ ὁποῖον ἦτον παρὰ τὴν Σεβαστούπολιν. Ἐπειδὴ δὲ τότε ὁ Ἀμηρᾶς
τῶν Ἀγαρηνῶν, Ἀλείμ, ἐπολέμει τὴν χώραν ἐκείνην, συνέλαβε καὶ
τούτους τοὺς Ἁγίους Πατέρας, καὶ παρεκίνει αὐτοὺς νὰ ἀρνηθῶσι τὴν
πίστιν τοῦ Χριστοῦ. Ὁ δὲ ὁσιώτατος ἡγούμενος Μιχαήλ, τὸν μὲν ἀσεβῆ
ἐκεῖνον γενναίως ἤλεγξε καὶ κατῄσχυνε, τοὺς δὲ ὑποτασσομένους εἰς τὸν
ἑαυτόν του μοναχοὺς παρεκίνησε καὶ ἐθαῤῥύνε, διὰ νὰ ὑπομείνωσι
ἀνδρείως τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὅθεν τοσαύτην γενναιότητα
ἔδειξαν οἱ ἀοίδιμοι, ὥστε αὐτοὶ πρῶτοι ἔκλιναν τὰς κεφαλάς των ὑποκάτω
τοῦ ξίφους καὶ ἀπεκεφαλίσθησαν. Ἔπειτα ὁ πανόσιος αὐτῶν ἡγούμενος
Μιχαήλ, ξίφει καὶ αὐτὸς ἀπετμήθη τὴν κεφαλήν. Καὶ οὕτω πρὸς ὅν
ἐπόθουν Χριστὸν οἱ μακάριοι ἐξεδήμησαν.
Στίχοι:
Οὐ λαμβάνει νόμισμα νῦν ἐν τοῖς ἄνω,
ὦ Γρηγόριε· ἀλλὰ δόξαν Κυρίου.
Οὗτος ὁ Ὅσιος Γρηγόριος ἦτο καὶ αὐτὸς τῆς Λαύρας περίφημος ψάλτης, ὁ
ὁποῖος ἡγουμενεύοντος τοῦ κυρίου Ἰακώβου τοῦ Πρικανᾶ, εἰς τὴν αὐτὴν
μεγίστην Λάυραν τοῦ Ἁγίου Ὄρους, ἔψαλλεν ἐν τῇ παραμονῇ τῶν Φώτων,
οὐχὶ τὸ · Ἄξιον ἐστί, ἀλλὰ τὸ Ἐπὶ σοὶ χαίρει, εἰς τὴν Λειτουργίαν. Ἐν τῶ
τέλει δὲ τῆς ἀγρυπνίας ὕπνωσειν ὀλίγον, καὶ ἰδοὺ βλέπει τὴν Δέσποινα
ἡμῶν Θεοτόκον ἱσταμένην ἐπάνωθεν αὐτοῦ, καὶ λέγουσαν· Δέξαι σου τὸ
ψαλτικόν, ὦ Δομέστικε, καὶ εὐχαριστῶ σοι πολλά. Καὶ τοῦτο εἰποῦσα,
ἔδωκεν αὐτῷ ἰδιοχείρως ἕν φλωρίον, τὸ ὁποῖον ἦτον κρεμασμένος εἰς τὴν
Ἁγίαν Εἰκόνα τῆς Θεοτόκου, ἐν τῇ Μεγίστῇ Λαύρᾳ. Καὶ οὕτως ἐτελειώθη
ἐν ειρήνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ ἐν Βησερίᾳ
θαυματουργοῦ Ῥώσσου.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν
Κανών Πρῶτος. ᾨδὴ ζ΄. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
Ἰαμάτων Σε ταμεῖον ἀδαπάνητον Γοργοϋπήκοε, ἐπεγνωκότες πιστοί, ἐκ
πόθου προστρέχομεν, τῇ ἀντιλήψει Σου, καὶ λυτρούμεθα, παθῶν ψυχῆς
καὶ σώματος, κατὰ χρέος Σὲ ὑμνοῦντες.
Νόμου πλήρωμα καὶ Προφητῶν ἐκσφράγισμα, ὤφθης Πανύμνητε,
ἀποτεκοῦσα Χριστόν, τὸν κόσμον ῥυσάμενον, τῆς κατακρίσεως, ὃν
ἱκέτευε, πάσης ἀνάγκης ῥύσασθαι, τοὺς πιστῶς σὲ προσκυνοῦντας.
Ἐξεῤῥύη Σου ὡς ὑετὸς οὐράνιος, ἡ χάρις ἄνωθεν, τῇ ὑλικῇ Σου Μορφῇ,
καὶ ταύτην εἰργάσατο, νεφέλην ἔνθεον, ἐπιῤῥαίνουσαν, διὰ παντὸς τοῖς
πέρασι, τῶν θαυμάτων τὰς ψεκάδας.
Στόμα ἤνοιξας καὶ ἄφεσιν ἐβράβευσας Γοργοϋπήκοε, τῷ ἀπειθήσαντι
πρίν, τῷ σῷ ἐπιτάγματι· ὅθεν γενόμενος, ἔνθους Πάναγνε, Δαβιτικῶς
ἐξήγγειλε, τὰς ἐνθέους Σου αἰνέσεις.
Ὡς ὑπέρλαμπρον λαβίδα καὶ πυρίμορφον Γοργοϋπήκοε, τὸν Χαρακτῆρα
τὸν σόν, πλουτοῦντες τῷ ἄνθρακι, τῆς σῆς ἐλλάμψεως, καθαιρόμεθα, τὸν
νοῦν καὶ τὴν διάνοιαν, καὶ ἁπάσας τὰς αἰσθήσεις.
Κανὼν Δεύτερος. Θεοῦ συγκατάβασιν.
Κωφοῖς ὡς εὐήκοος, παραμυθία Γοργοϋπήκοε, τὸ ἀκούειν παρέχεις, καὶ
τοῖς φωνοῦσι σὲ θαλαττεύουσι, καθοδηγὸς ἀσφαλὴς ἀναδέδειξαι, ὅθεν
ὑμνοῦμεν ἀεί, σὲ τὴν τοῦ Λόγου σκηνήν.
Ἐλαία κατάκαρπος, τῇ γεωργία τῆς προμηθείας Σου, ἡ Εἰκών Σου ἐδείχθη,
Δοχειαρίου ἐν τῇ Μονῇ ἀληθῶς· τοῦ γὰρ ἐλαίου τῆς σῆς ἱλαρότητος,
κατατρυφῶμεν ἀεί, οἱ προσκυνοῦντες αὐτήν.
Πληγὴν τὴν ἀρχέγονον, τοῦ Πρωτοπλάστου Ἀδάμ, ἰάτρευσας, τῇ κυήσει
Σου Κόρη, καὶ νῦν ἀρτίως Γοργοϋπήκοε, πληγῆς ἀκρίδος ἐῤῥύσω, τοὺς
ψάλλοντας· Εὐλογημένη Σὺ εἶ, ὡς σωτηρίας ἀρχή.
Ἠνώρθωσας Δέσποινα , τοὺς συντριβέντας ἡμᾶς τοῖς πάθεσι, τὸν τοὺς
κατεῤῥαγμένους, ζωοποιοῦντα κυοφορήσασα· διὸ καὶ νῦν παραδόξως
συνέσφιγξας, τὸν συσχεθέντα Ἁγνή, παραλυσία δεινή.
Καταβασία: Οὐκ ἐλάτρευσαν τῇ κτίσει...