Professional Documents
Culture Documents
Σιμωνοπετρίτου
Ψαλλομένη τῇ 30η Ἰουνίου
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλοηγήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καί τό Μακάριος
ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν
Στιχηρά Προσόμοια τῶν ἁγίων ΙΒ΄ Ἀποστόλων γ΄ καὶ τῆς Ἁγίας
γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Συγγενῆ, ὦ Μαρία, σε, τοῦ Βαρνάβα ὑπάρχουσαν, καὶ
μητέρα Μάρκου τοῦ θεοκήρυκος, τοῦ Εὐαγγέλιον γράψαντος,
τιμῶμεν φιλάγιοι, καὶ αἰτοῦμέν σε θερμῶς, ἱκετεύειν τὸν Κύριον, Ὧ
ἐπίστευσας, παρασχεῖν ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, ἐν τοῦ βίου
τρικυμίαις, καὶ σωτηρίαν αἰώνιον.
Μαθητῶν θεῖον σύλλογον, σὺν Κυρίῳ ἐξένισας, ἐν τῷ
Ὑπερώῳ τῆς κατοικίας σου, ἔνθα, Μαρία, τετέλεσται, μυστήριον
ὕψιστον, κοινωνίας τῆς φρικτῆς, καὶ ἡμῖν παραδέδοται,
τοῖςπιστεύουσιν· οὗ ἀξίως ἀείποτε μετέχειν, καταξίωσον τοὺς
πίστει, ἐπιτελοῦντας τὴν μνήμην σου.
Θείου Πνεύματος πέπλησαι, ὦ Μαρία, συμμένουσα,
θείοις Ἀποστόλοις ἐν Ὑπερώῳ σου· ὅθεν ψυχὴν αὐγασθεῖσά σου,
διάκονος γέγονας, Ἐκκλησίας τῆς Σιών, ἧς τὰς χρείας ἑκάστοτε,
ἐξεπλήρωσας, τὴν ἐνοῦσάν σοι Χάριν φανεροῦσα, ἥτις ἔδειξέ σε
κόσμῳ, τοῦ Ἰησοῦ Ἰσαπόστολον.
Δόξα. Ἦχος πλ. β΄.
Τοῖς μωσαϊκοῖς διδάγμασιν ἀνατραφεῖσα, καὶ ἐν τῷ
προσώπῳ τοῦ Κυρίου τὸν Μεσσίαν εὑροῦσα, εὐθέως τούτῳ διὰ
Βαρνάβα προσεκολλήθης, Μαρία σεμνή, τοῦ θείου Μάρκου
γεννήτρια. Ὅθεν τὸ λέντιον τῆς διακονίας διαζωσαμένη, τῆς ἐν
Ἱερουσαλὴμ Ἐκκλησίας, στῦλος θεοδώρητος ἐδείχθης. Καὶ νῦν
παρισταμένη τῷ θρόνῳ τοῦ Θεοῦ, ὑπὲρ ἡμῶν ἱκέτευε,
Ἰσαπόστολε, τῶν ἐπιτελούντων τὴν χαροπάροχον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε…
[2]
Eἰς τήν Λιτήν, Ἰδιόμελα.
Ἦχος α΄.
Τῆς Θεοτόκου τὴν συνώνυμον, καὶ μητέρα τοῦ θείου
Μάρκου, τὴν ἐπιποθήτριαν τῆς ἐπιγείου Σιών, καὶ κληρονόμον τῆς
ἀσαλεύτου Βασιλείας, Μαρίαν τὴν πνευματοφόρον εὐφημήσωμεν,
ὅτι ἀποστολικῆς ἀξίας γέγονε μέτοχος, καὶ τοῦ Χριστοῦ
εὐαγγελίστρια.
Ἦχος β΄.
Σὲ μακαρίζομεν, Μαρία, οἱ χριστώνυμοι, ὅτι διὰ σοῦ
ἐπλουτήσαμεν θεῖον ἱερογράφον, Μᾶρκον τὸν παμφίλτατον υἱόν
σου, καὶ τῆς Ἐκκλησίας δεύτερον Εὐαγγελιστήν, μεθ ̓ οὗ πρέσβευε
τῷ Κυρίῳ, ἐν ταῖς καρδίαις ἡμῶν γραφῆναι, τὸ θεῖον Αὐτοῦ θέλημα.
Ἦχος γ΄.
Τὸν τοῦ ἔθνους σου Μεσσίαν προσδεχομένη, ὡς
πατροπαραδότως ἐδιδάχθης, Μαρία θεοφιλεστάτη, ἐν τῷ
προσώπῳ τοῦ Ἰησοῦ, διὰ Βαρνάβα εὗρες τὸν τοῦ κόσμου
Λυτρωτήν,Ὅν ἀεὶ ἱκέτευε, σωθῆναι τοὺς τιμῶντάς σε.
Ἦχος δ΄.
Ἐν τῇ καρδίᾳ σου πιστεύσασα τῷ Δεσπότῃ, Τούτῳ τὸ
ὑπερῶον σου παρέσχες, εἰς ξενίαν τοῦ Δείπνου τοῦ Μυστικοῦ·
ἀλλὰ καὶ τοῖς Ἀποστόλοις ἔδωκας τοῦτο καταφύγιον, ἐν ᾧ τὸ
Πνεῦμα κατῆλθε τὸ Ἅγιον, Ὅπερ μετὰ Πατρὸς καὶ Υἱοῦ ἱκέτευε,
Μαρία, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς εἰς θησαυροφυλάκιον ἐν τῇ καρδίᾳ σου, φυλάττουσα
ζηλοτύπως, Μαρία, τοῦ Μωϋσέως τὰς ἐντολάς, σεαυτὴν
προητοίμασας, εἰς ἀποδοχὴν τοῦ ἀληθοῦς Μεσσίου, Ὅν
προθύμως ἐξένισας ἐν τῷ ὑπερώῳ τοῦ οἴκου σου. Τοῦτον μετὰ
Μάρκου καὶ Βαρνάβα ἱκέτευε, ὅπως δείξῃ ἡμᾶς κατοικητήρια, τοῦ
Παναγίου Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε…
[3]
ἡμῖν ὑποδείξαντας, ἀναφορὰν Μυστηρίου ὑπερφυοῦς, δι’ οὗ
κόσμος ἁγιάζεται.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν
Αὐτοῦ, ἀναγγέλει τό στεῥέωμα.
Σὺν τοῖς λοιποῖς Ἀποστόλοις, ἐγένου μέτοχος, Πνεύματος
τοῦ Ἁγίου, ὅτε Τοῦτο κατῆλθεν, ἐξ ὕψους αὐτοβούλως, ἐν τῇ Σιών,
ὁ Παράκλητος Κύριος, Ὅνπερ, Μαρία, ἐξαίτει διηνεκῶς, καὶ ἡμῶν
ψυχαῖς καθέζεσθαι.
Δόξα. Ἦχος δ΄.
Τὴν πλουσιότητα τῶν ἀγαθῶν σου, ἡ πλησμονὴ τῆς θείας
ἀγάπης ὑπερεκάλυψεν, Μαρία θεοφίλητε· ἅπαντα γὰρ τὸν βίον
σου ἐν ἀφελότητι καρδίας, ταῖς χερσὶ τῶν Ἀποστόλων ἀνατιθεῖσα,
τῆς ἐν Σιὼν νεοπαγοῦς Ἐκκλησίας, κοινὴ μήτηρ καὶ τροφὸς
ἀνεδείχθης. Ὅθεν νῦν παρισταμένη ἐν τῇ ἄνω ̔Ἱερουσαλήμ,
πρέσβευε ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἀεισέβαστον μνήμην
σου, δεόμεθα.
Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ἀπόλυσις.
[4]
ΟΡΘΡΟΣ
Μετά τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου,
Σωτήρ.
Χριστὸν τὸν Ἰησοῦν, ἐπιγνοῦσα Μεσσίαν, Ὅν ἀπὸ γενεῶν, οἱ
Προφῆται προεῖδον, Αὐτῷ ἠκολούθησας, ὦ Μαρία πανεύφημε·
ὅθεν οἶκόν σου, ἀναπαυτήριον εὗρεν, ὁ Φιλάνθρωπος, ἐν ᾧ
συνέφαγε Δεῖπνον, σὺν θείοις Ἀποστόλοις Αὑτοῦ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδε, τὸ ὄρος τοῦ Θεοῦ,
τὴν ἁγίαν νεφέλην, σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον
τράπεζαν, τὸ παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον, καὶ
ἀδιόδευτον πύλην, Παρθένε, ὑμνοῦμέν Σε.
[5]
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δε χειρῶν
Αὐτοῦ, ἀναγγέλει το στερέωμα.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (βλ. τῇ Τρίτῃ τῆς γ΄
ἑβδομάδος).
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς Ἰσαποστόλου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός....
Ἐκ ῥίζης μωσεωτραφοῦς, δένδρον εὐσκιόφυλλον ἐδείχθης,
τῇ ἐπελεύσει τοῦ Ἁγίου Πνεύματος, Μαρία σεμνή, τοῦ Ἀποστόλου
Μάρκου μήτηρ. Ὅθεν σήμερον τοὺς τιμῶντας τὴν μνήμην σου,
δωροφόρησον, Ἰσαπόστολε, πλουσίως, τὸν γλυκασμὸν τῆς
Χάριτος.
[6]
Ὡς Μήτηρ τοῦ κτίσαντος τὰ πάντα, καὶ ἔχουσα ἅπασαν
ἰσχύν, ἐν ταῖς πρεσβείαις, Ἄχραντε, Αὐτὸν ἱλέως πρέσβευε, ὅπως
ἡμῶν τὰ πταίσματα, καθάρῃ ὁ παγκάθαρος, τῇ χορηγίᾳ τοῦ
Πνεύματος.
[7]
μαχαίρᾳ θείων Σου εὐχῶν, κόψον τὰ δεσμεύοντα, τὴν ψυχὴν
ἁμαρτήματα.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνὸς, μνήμην ἐπιτελοῦμεν τῆς ἁγίας
Μαρίας, μητρὸς τοῦ ἁγίου Εὐαγγελιστοῦ Μάρκου καὶ συγγενοῦς
τοῦ ἁγίου Ἀποστόλου Βαρνάβα.
Στίχοι.
Ἀνώγεων ἔστρωσας τὴν σὴν καρδίαν,
Θεῷ μολοῦντι εὐτρεπῶς αὐλισθῆναι.
Τριακοστῇ ἐν αἰθέρι νόες ἄειραν Μαρίαν.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
[8]
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Θέλων ἔρχεσθαι, εἰς τὰ Ἱεροσόλυμα, Χριστὸς ὁ Κύριος,
δυάδα τῶν Μαθητῶν, ἀπέστειλεν ἔμπροσθεν, εἰς ὑπερῶον τὸ σόν,
Δεῖπνον μέγιστον, Μαρία, ἑτοιμάσασθαι, ὁδηγίᾳ θείου Μάρκου.
Ἐδωρήσατο, τῇ Ἐκκλησίᾳ Κύριος, Σῶμα τὸ Ἅγιον, καὶ Αἷμα
τὸ Ἑαυτοῦ, τελέσας ἐν οἴκῳ σου, Μαρία πάνσεμνε, τὸ Μυστήριον,
οὗ πάντες οἱ μετέχοντες, καθαρῶς θεοποιοῦνται.
Ἱερώτατος, σὸς οἶκος ἀναδέδεικται, ὡς δικαιότατα, Μαρία,
ὅτι πολλά, ἐν τούτῳ ἐνήργηται, θεῖα Μυστήρια, ἐν οἷς ἔγνωμεν, καὶ
τοῦ Θωμᾶ ψηλάφησιν, τοῦ Κυρίου ἀναστάντος.
Θεοτοκίον.
Οὐδὲν ἔμεινε, ψυχῆς μέρος, Ἀμόλυντε, ὃ οὐκ ἐμόλυνα, διὸ
καὶ κεῖμαι δεινῶς, μὴ ἔχων τὸν βάλλοντα, ὑγείας φάρμακον· Σοῦ
οὖν δέομαι, Χριστὸν τὸν Ἐλεήμονα, ἐξιλέωσαί μοι σῶσαι.
[9]
Ὕψου ἐκτενῶς, Μαρία, τὰς χεῖράς σου, πρὸς τὸν
Φιλάνθρωπον, ἵνα Κύπρον πάντοτε, διαφυλάττῃ πάσης
κακώσεως, ἥτις μετὰ οἰκείων σου, Βαρνάβα, Μάρκου τε, σὲ
γεραίρει, ὡς ἐκ ταύτης φύσασαν, καὶ ἱκέτιν πλουτεῖ σε πρὸς
Κύριον.
Θεοτοκίον.
Ἄνασσα σεμνή, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ τῶν δούλων
Σου, καὶ γὰρ εἴπερ σφάλλομεν, ὅμως Υἱοῦ Σου οὐ μακρυνόμεθα,
ἐλπίζοντες εἰς ἔλεος, Αὐτοῦ τὸ ἄμετρον, ὡς τὴν χάριν, ἔχοντες
Βαπτίσματος, καὶ ποθοῦντες ζωὴν τὴν αἰώνιον.
[10]
ὑπερῶα ὀφθῶμεν Χάριτος, ἐν Οἶς σκηνώσοι, Τριὰς ὑπέρθεος, καὶ
κλῆρον εὕροιμεν, σὺν Ἁγίοις ἄσειστον ἐν οὐρανοῖς, ἔνθα σὺ
εἱρίσκῃ νῦν, Μαρία ἔνδοξε.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ἀληθινὸν φῶς Χριστοῦ διὰ Βαρνάβα κατιδοῦσα, τὴν
νομικὴν λατρείαν εὐθὺς κατέλιπες, Μαρία Μάρκου μήτηρ σεπτή·
καὶ τὸ Ὑπερῶον τῆς οἰκίας σου τῇ ἀρχεγόνῳ Ἐκκλησίᾳ ἀνατιθεῖσα,
πολλῶν ἐν τούτῳ μυστηρίων θεατὴς καὶ μέτοχος ἐγεγόνεις. Τοῦ δὲ
Εὐαγγελίου ἐξαγγελεὺς ὀφθεῖσα, νῦν ἐπαγάλλῃ ἐν τῇ ἄνω
Ἱερουσαλήμ, ἔνθα ὑπὲρ τῆς ἐνεγκαμένης σε Κύπρου εὔχου, τῇ
ζωοποιῷ Τριάδι, παμμακάριστε.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…
Μεγαλυνάριον.
Χαίροις τοῦ Βαρνάβα ἡ συγγενής, καὶ τοῦ θείου Μάρκου,
κατὰ σάρκα μήτηρ σεπτή· χαίροις, ὦ Μαρία, ἡ ἐν τῷ ‘Υπερώῳ,
Χριστὸν σὺν Ἀποστόλοις, φιλοξενήσασα.
Στίχοι.
Μάρκον σὸν παράλαβε καὶ τὸν Βαρνάβαν,
καὶ συνεύξασθε, Μαρία, ὑπὲρ Κύπρου.
[11]