You are on page 1of 12

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΜΕΤΕΩΡΙΤΙΣΣΗΣ, Ἱερομ.

Ἀθ. Σιμωνοπετρίτου

Ψαλλομένη τῇ 1η Ὀκτωβρίου

ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ


Ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῷ τοῦ Χριστοῦ θείῳ βέλει, βληθέντες Δέσποινα, καιρίως ἐν
καρδίᾳ, μοναζόντων τὸν βίον, ἠρξάμεθα προθύμως καὶ τὸν
Σταυρόν, ἐπὶ τῶν ὤμων εἰλήφαμεν, ἐν ταῖς Μοναῖς Μετώρων, ὑπὸ
τὴν Σήν, μητρικὴν στοργὴν σκεπόμενοι.
Ὡς Μωϋσῆς ἐκ τῆς πέτρας, ὕδωρ ἐξήγαγεν, ἐν τῇ ἐρήμῳ
πάλαι, τοὺς διψῶντας κορέσας, οἱ Κτίτορες οἱ θεῖοι τοὺς μοναστάς,
τοὺς ἐνταῦθα ἀσκήσαντας, Μετεωρίτισα Μῆτερ, βίοις σεπτοῖς,
θείου ὕδατος ἐνέπλησαν.
Ἐκ τοῦ Ἁγίου σου Ὄρους, ἐνταῦθα ἤνεγκας, Πατέρα
Μετεώρου, Ἀθανάσιον θεῖον, ὃς πρῶτος χρηματίσας Κτίτωρ
Μονῆς, ταύτην Σοὶ προσανέθετο, Μετεωρίτισσα Κόρη, ἣν
μητρικῶς, μὴ ἐλλείπῃς σκέπειν πάντοτε.
Ὑπὸ τὴν θείαν Σου σκέπην, Μετεωρίτισσα, φύλαττε
Μετεώρων, τὴν λιθούπολιν σῷαν, συντρίβουσα τὴν μῆνιν τοῦ
πονηροῦ, καὶ παρέχουσα πάντοτε, τὸν γλυκασμὸν Σῆς ἀγάπης,
τοῖς μονασταῖς, τοῖς ἐνταῦθα ἀσκουμένοις Ἁγνή.
Ὥσπερ ἡ ὄρνις νοσία, ὑπὸ τὰς πτέρυγας, σκέπει
περιφρουροῦσα, οὕτως ἄχραντε Μῆτερ, τῇ θείᾳ Σου ἀγάπῃ σκέπε
ἡμᾶς, τοὺς ἐνταῦθα μονάζοντας, καὶ ποταμοὺς κατανύξεως δὸς
ἡμῖν, ὦ ἁγνὴ Μετεωρίτισσα.
Σὺν τῇ δυάδι Κτιτόρων, Μετεωρίτισσα, κλεινῷ Ἀθανασίῳ, καὶ
σεπτῷ Ἰωάσαφ, καὶ πάσῃ τῇ χορείᾳ τῶν ἀσκητῶν, τῶν Ὁσίων τὸν
στέφανον, ἐν Μετώροις λαβόντων, ὑπὲρ ἡμῶν, τῷ Δεσπότῃ
ἱκετεύσατε.
Δόξα. Καὶ νῦν. Ἦχος β΄.
Ἐνθα τὸ Πνεῦμα ἐνεργεῖ, τὰ ὑπέρ φύσιν διαπράττονται· ὅθεν
τῷ γλυκερῷ βέλει τοῦ ψυχεραστοῦ Ἰησοῦ καιρίως βληθέντες, οἱ
Ὅσιοι Πατέρες, τῶν μοναζόντων τὸν σταυρόν, ἐπ’ ὤμοις
προθύμως λαβόντες, ἐν τοῖς ἀνίκμοις Μετεώροις, ὡς ἀετοὶ
πνευματικοὶ πετάσαντες κατῴκησαν, τῇ μητρικῇ ἀγάπῃ τῆς
Μετεωριτίσσης Θεοτόκου σκεπόμενοι, κατὰ τὴν πατρικὴν διαθήκην
τοῦ ἀθλητάρχου Πατρὸς Ἀθανασίου, καὶ νοερῶς τὰ ἀσκητικὰ
παλαίσματα τελέσαντες, ἡμῖν κατέλιπον τύπον ἀσφαλοῦς
[1]
διαγωγῆς. Διὸ εὐγνώμονα φωνὴν ἀνακράζομεν· φύλαττε Δέσποτα
Χριστέ, τὴν Λιθούπολίν Σου ταύτην, ταῖς ἱκεσίαις τῆς Παναχράντου
Σου Μητρός, καὶ τῆς χορείας τῶν Μετεωριτῶν Ὁσίων Σου. 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας,


Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ΄ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη
εἰς Χαῤῥάν καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος.
Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς
αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ
κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν
οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’
αὐτὴν· ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς. Καὶ εἶπεν· ἐγὼ ὁ Θεὸς
Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς
σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ
ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ
Θάλασσαν καὶ Λίβα καὶ Βοῤῥᾶν καὶ ἐπὶ Ἀνατολάς· καὶ
ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ τῷ σπέρματί
σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ
ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μὴ σε
ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ
ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν
τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς
φοβερὸς ὁ τόπος οὗτος! Οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ καὶ
αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 27, μδ΄ 1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν
οἱ Ἱερεῖς ἐπὶ τό θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ
σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ
ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας,
τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε
Κύριος πρός με· ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ
ἀνοιχθήσεται,καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς
Ἰσραήλ εἰσελεύσεται δι’ αὐτῆς καὶ ἔσται κεκλεισμένη. Διότι ὁ
ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν
ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ
ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς
Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ, πλήρης δόξης ὁ
οἶκος Κυρίου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1-11).
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους
ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν

[2]
ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς
ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ
κρατῆρα, λέγουσα· ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς
ἐνδεέσι φρενῶν εἶπεν· ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε
οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ
ζητήσατε φρόνησιν, ἵνα βιώσητε καὶ κατορθώσητε σύνεσιν ἐν
γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ
τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες
αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν καὶ
ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν καὶ σοφώτερος ἔσται· γνώριζε
δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας φόβος Κυρίου·
καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν
ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ
προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τήν Λιτήν, Ἰδιόμελα.


Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ θεοσκέπαστος Θηβαῒς τῶν
Μετεώρων, ὅτι πλουτεῖς ὑπέρμαχον προστάτιδα καὶ ἀκαταίσχυντον
μεσίτριαν, τὴν Μετεωρίτισσαν Δέσποιναν καὶ Θεοτόκον. Ταύτῃ γὰρ
ἀνέθετο τὴν ᾧδε κληρουχίαν, ὁ ὁσιώτατος Πατὴρ ἡμῶν καὶ κτίτωρ
Ἀθανάσιος. Ὅθεν τῇ μητρικῇ σκέπῃ Αὐτῆς ἐνισχυόμενοι, οἱ
ἐρασταὶ τῆς μονοτρόπου πολιτείας, ἐνταῦθα τῷ Κυρίῳ ἀσκητικῶς
εὐηρέστησαν, καὶ πρεσβεύουσιν σὺν Αὐτῇ ἀδιαλείπτως, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Σὲ ὄρος ἀλατόμητον Δέσποινα, ὁ Προφήτης Δανιὴλ
προεώρακεν, ἐξ οὗ ἐτμήθη ἀχειροποιήτως ὡς λίθος ὁ θεάνθρωπος
Κύριος Ἰησοῦς. Τούτου τῷ γλυκερῷ βέλει τρωθέντες οἱ Ὅσιοι
Πατέρες, τὸν Λίθον τοῦτον τοῦ Μετέωρου, ὡς ἀσκητικὸν στάδιον
ἐπελέξαντο, ἔχοντες ἀπροσμάχητον τὴν Σὴν προστασίαν τῆς
Μετεωριτίσσης Θεοτόκου, Ἧς ταῖς ἀκοιμήτοις πρεσβείαις,
σωθείημεν καὶ ἡμεῖς οἱ τὴν εἰκόνα ταύτης ἀσπαζόμενοι καὶ ὕμνοις
σε εὐχαριστίας δοξάζοντες.
Ἦχος γ΄.
Τὸν ὑπέρκαλλον Υἱόν Σου, Παναμώμητε Δέσποινα, ἐξ ὅλης
τῆς ψυχῆς ἀγαπήσαντες, ὡς ἔλαφοι θεοδίψαστοι, ἔδραμον εἰς τὸν
βράχον τοῦτον τὸν ἄνικμον, τὰ πλήθη τῶν πρὸ ἡμῶν μοναζόντων,
χοράρχην θεόψυχον ἔχοντες τὸν ὁσιώτατον Πατέρα Ἀθανάσιον, ὃς
τὴν μάνδραν ταύτην Σῇ ἀνέθετο, τῇ ἐπικληθείσῃ Μετεωρίτισσα·
ὅθεν Σε Μητέρα φιλόστοργον γινώσκοντες, δεόμεθα φυλάττειν
ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ πονηροῦ καὶ τηρεῖν τὰς ἐντολάς, τοῦ
θείου Τόκου Σου.

[3]
Ἦχος δ΄.
Τῆς ἀμωμήτου παρθενίας Σου ζηλώσαντες τὴν χάριν, τὸν τῆς
ἀσκήσεως ζυγὸν ἐλάβομεν ἐπ’ ὤμοις, Μετεωρίτισσα Πανάχραντε.
Ὅθεν τοῦ ἀοράτου πολέμου καθ’ ἡμέραν δεχόμενοι τὰ βέλη, μόνον
ἐπὶ Σοὶ τὰς ἐλπίδας τῆς νίκης ἀνατιθέμεθα, τῆς ὑπὲρ πάσας τὰς
ἀρετὰς τὴν παρθενίαν ἀγαπώσης. Διὸ πρέσβευε τῷ ἐκ Σοῦ
ἀσπόρως τεχθέντι Νυμφίῳ Χριστῷ, ὅπως δωρήσηται ἡμῖν, τῆς
παρθενίας τὸν στέφανον.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.


Τὴν τοῦ Κυρίου φωνὴν ἐνωτισθέντες, τὴν λέγουσαν «Δεῦτε
ὀπίσω μου καὶ ἀναπαύσω ὑμᾶς», τὴν χάριν εἰλήφαμεν τοῦ ἁγίου
Σχήματος, ἐν τῷ κλεινῷ Μετεώρῳ, Μῆτερ Πανάμωμε Μτεωρίτισσα.
Ὅθεν Σε ὡς προστάτιν καὶ ὁδηγὸν καὶ φύλακα πλουτοῦντες, τὴν
τῶν Ὁσίων Πατέρων τὴν τρίβον εὐελπίστως πορευόμεθα, δεόμενοι
ὅπως ἀξιωθῶμεν τῆς θεωτικῆς καθάρσεως, καὶ τῆς κληρονομίας
τῆς ποθητῆς Βασιλείας τοῦ γλυκυτάτου Σου Υἱοῦ καὶ Σωτῆρος
Χριστοῦ.

Εἰς τόν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.


Χαίροις, Παρθενομῆτορ Ἁγνή, ἡ θεία βάσις καὶ ταχεῖα
ἀντίληψις, τῆς Μάνδρας τοῦ Μετεώρου, ἥνπερ ὁ κτίτωρ αὐτῆς, καὶ
κλεινὸς δομήτωρ Ἀθανάσιος, ἐγείρας ἀνέθετο, τῇ μητρῴᾳ ἀγάπῃ
Σου, τοὺς δὲ ἐν ταύτῃ, ἀσκουμένους ἑκάστοτε, παραδέδωκε, τῆς
Σῆς σκέπης ταῖς πτέρυξιν· ὅθεν εὐχαριστοῦντές Σε, τελοῦμεν τὴν
σύναξιν, τῆς παναγίας μορφῆς Σου, ἣν πεπλουτήκαμεν λέγοντες·
μὴ παύσῃ Σὰ τέκνα, περιέπειν φιλοστόργως, Μετεωρίτισσα.

Στ. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ


γενεᾷ.
Πίστει, τὴν ἱεράν Σου μορφήν, κατασπαζόμεθα ὡς ζῶσαν
Πανάμωμε, καὶ γὰρ ἡ τιμὴ ὡς λέγει, ὁ Καισαρείας φωστήρ, ἐπὶ τὸ
πρωτότυπον ἀνάγεται· διὸ πᾶσαν μέριμναν, καὶ φροντίδα
ἐπείγουσαν, ἀνενδοιάστως, Σοὶ Ἁγνὴ ἀναφέρομεν, βεβαιότητι τῆς
ἀρίστης ἐκβάσεως. Φύλαττε οὖν τὴν Μάνδραν Σου, ἀλώβητον
πάντοτε, ἐκ πειρασμῶν διαβόλου, Μετεωρίτισσα Ἄχραντε, ἐν
πάσῃ εἰρήνῃ, καὶ πορείᾳ ἀκλονήτῳ, ταῖς ἱκεσίαις Σου.

Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.


Χαίροις, τῶν μοναζόντων εἰκών, πρὸς ἣν ὁρῶντες τὰς ψυχὰς
κατευθύνομεν, πρὸς πρόσωπον τοῦ Κυρίου, τοῦ ἀρχετύπου ἡμῶν,
Ὅνπερ ἐν ἀγκάλαις Σοῦ ἐβάστασας, Ὃν Μῆτερ ἱκέτευε, ὅπως
Τούτου γενώμεθα, ἔκτυπα θεῖα, καὶ ναοὶ καὶ σκηνώματα,
ἐργαζόμενοι τοῦ νοὸς καθαρότητα, ἵνα Μετεωρίτισσα, σκοπὸν

[4]
ἐκπληρώσωμεν, δι’ ὃν τὸν κόσμον καὶ κόσμου, τὰς ἡδονὰς
κατελίπομεν, καὶ ᾧδε ἐλθόντες, ἐν τῷ λίθῳ Μετεώρῳ Σχῆμα
εἰλήφαμεν.

Δόξα. Καὶ νῦν. Ὁ αὐτός.


Τοῦ Μετεώρου ὑπάρχουσα ἀντιλήπτρια Θεόνυμφε, μὴ
παύσῃ χεῖράς Σου ἁγίας ἐκτείνειν πρὸς Κύριον, ὥστε τοῦτο
ἀείποτε ἄλλο Θαβὼρ διατηρεῖν, ἔνθα οἱ ἐν αὐτῷ μονάζοντες, τὴν
δόξαν Αὐτοῦ μυστικῶς θεῶνται, καὶ ἐντεῦθεν ἐν μέρει ἀπολαύωσιν
τῆς μελλούσης δόξης τοῦ Παραδείσου. Ταῦτα ὡς Μητρὶ
φιλοστόργῳ δεόμεθα, σεμνὴ Μετεωρίτισσα, τὴν ἀκαταίσχυντον
μεσιτείαν Σου εἰδότες, εἰς ἣν βασίμως ἐλπίζομεν, καὶ τὴν πρὸς
ἡμᾶς ἀδιάλειπτον ἀγάπην Σου δοξάζομεν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου


πολίτης.
Τὴν Μονὴν Μετεώρου Σοὶ Παρθένε ἀνέθετο, ὁ θεοφιλέστατος
Κτίτωρ, καὶ κλεινὸς Ἀθανάσιος. Διὸ οἱ ἐνταῦθα μονασταί, ἀγάπην
εἰδότες Σου πολλήν, ἐξαιτούμεθα φυλάττειν ἀεὶ ἡμᾶς, ἐκ
πειρασμῶν καὶ θλίψεων, ὅπως ὁδὸν ἀσκητικήν, πάντες καλῶς
τελέσαντες, συναντηθῶμεν τῷ Χριστῷ, σεμνὴ Μετεωρίτισσα.
Ἕτερον. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Μετεωρίτισσα, Μῆτερ ἀνύμφευτε, οἱ ἐνασκούμενοι,


Μεταμορφώσεως, ἐν τῇ Μονῇ ἀπὸ ψυχῆς, βοῶμέν Σοι
εὐγνωμόνως· ταύτην διαφύλαττε, ἐν Κυρίῳ ἀκμάζουσαν, καὶ
ἀδιαλώβητον, ἐξ ἐχθροῦ ἐπιθέσεων, ἡμῖν παρεχομένη τὴν χάριν,
τοῖς μεγαλύνουσι τὴν δόξαν Σου.

Ἀπόλυσις.

[5]
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α ΄. Τὸν Τάφον
Σου, Σωτήρ.
Τὴν Πέτραν τῆς ζωῆς, ἀγαπήσαντες σφόδρα, τὸ Σχῆμα
μοναχῶν, Μετεώρου ἐν πέτρᾳ, εἰλήφαμεν Δέσποινα, τὰς ἐλπίδας
τιθέμενοι, ταῖς πρεσβείαις Σου, πρὸς τῶν ψυχῶν τὸν Νυμφίον, Ὃν
ἱκέτευε, ὅπως τελέσωμεν δρόμον, καλῶς τῆς ἀσκήσεως.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.


Θείᾳ σκέπῃ Σου, τοῦ Μετεώρου, Μάνδραν σκέπασον, ἁγνὴ
Παρθένε, ἣν Ἀθανάσιος ἐν πόνοις ἀνίδρυσε, καὶ μητρικῶς τὴν
χάριν δίδου τοῦ Πνεύματος, τοῖς μονασταῖς οὕσπερ ἐνταῦθα
συνήγαγες, ὅπως πάντοτε, ὑμνῶμεν τὴν δόξαν Σου, Μετεωρίτισσα
ἡμῶν ἡ ἀσφάλεια.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.


Ὄρος ἄλλο τοῦ Θαβώρ, δεῖξον Μετέωρον Ἁγνή, ἔνθα φῶς
τοῦ Σοῦ Υἱοῦ, ἀεὶ φωτίζει μοναστάς, τοὺς πανταχόθεν ἐνταῦθα
ἐληλυθότας, καὶ ἔχοντας τὴν Σήν, ἐπικουρίαν ἀσφαλῆ, ἐν βίου
πειρασμοῖς, Μετεωρίτισσα, ὅπως φανῶμεν τῆς κλήσεως πάντες,
ἄξιοι Δέσποινα καὶ βοῶμέν Σοι· χαῖρε Παρθένε, καὶ πάλιν χαῖρε,
ἡμῶν ἡ σκέπη καὶ βοήθεια.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ Ἀναβαθμοί· τὸ α΄Ἀντίφωνον τοῦ δ΄ ἤχου.


Προκείμενον. Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ
γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ
ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου καὶ
ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ
σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν
οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς
ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ
βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ
Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ
ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν
μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς
ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ
βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα

[6]
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε
Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ
πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν
ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί
με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ
ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ
ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Μετεωριτίσσης…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τῆς μητρικῆς Σου προστασίας ἀπολαύοντες τὴν ἀγάπην,
πανευγνωμόνως εὐχαριστοῦμέν Σε, Μετεωρίτισσα Πανάχραντε.
Διὸ ὥσπερ ἐνταῦθα προνοεῖς ὑπὲρ ἡμῶν φιλοτέκνως, οὕτω καὶ τῆς
τοῦ Παραδείσου κατοικίας ἀξίωσον τὰ τέκνα Σου, πρεσβεύουσα
διηνεκῶς, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Σέ, ὦ


Μετεωρίτισσα Δέσποινα, ἀνυμνήσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σταυρὸν τῆς ἀσκήσεως, ἐπὶ τῶν ὤμων ἀράμενοι, ἐνταῦθα
συνήλθομεν, Μετεωρίτισσα, τὸ πανήδιστον, πρόσωπον τοῦ Υἱοῦ
Σου, ποθοῦντες θεάσασθαι, ἐκκαθαιρόμενοι.
Ἐξ ὄρους τοῦ Ἄθωνος, ὁ ἱερὸς Ἀθανάσιος, ἐλθὼν χάριν
ἤνεγκε, Μετεωρίτισσα, εἰς Μετέωρα, διὸ ταύτην τὴν Μάνδραν, τὴν
ᾧδε ἀνέθετο, τῇ προστασίᾳ Σου.
Ὡς ἔλαφος ἔδραμεν, ὁ Ἰωάσαφ Πανάμωμε, εἰς Πέτραν
μετέωρον, ἀπαρνησάμενος, τὴν βασίλειον, δόξαν τὴν φθειρομένην,
ποθῶν τὸ θαβώρειον, φῶς τὸ χριστότερπνον.
Μαβρῆ δρῦς ἐγένετο, ἀζύγων πλήθη ξενίσασα, Ἁγνὴ τὸ
Μετέωρον, Μετεωρίτισσα, καὶ ἀνέδειξε, Χριστοῦ τῆς Βασιλείας,
μετόχους δοξάσαντας, σχῆμα τὸ ἅγιον.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.


Εἰκὼν τῆς ἀμώμου παρθενίας, ὑπάρχεις ἀγέλαις μοναστῶν,
καὶ θεία ὑποτύπωσις, ζωῆς Ἁγίου Πνεύματος, πρὸς ἣν ἀεὶ
προσβλέπομεν, Μετεωρίτισσα Ἄχραντε.
Τῇ θείᾳ σαργάνῃ τῶν εὐχῶν Σου, εἰς ὕψος ἀνάγαγε ἡμᾶς,
τῆς θείας ἐπιλάμψεως, ὡς Μαθητὰς ὁ Κύριος, ἐν τῷ Θαβὼρ
ἀνήγαγε, Μετεωρίτισσα Πάναγνε.

[7]
Ἐν πάσαις τοῦ βίου τρικυμίαις, καὶ ὥραις ποικίλων
πειρασμῶν, Μῆτερ Μετεωρίτισσα, μὴ καταλίπῃς τέκνα Σου, ἃ
πανταχόθεν ἤθροισας, ὑπὸ τὴν ἄχραντον σκέπην Σου.
Ὡς πάλαι Μωσῆς ἐν τῇ ἐρήμῳ, ἐκ πέτρας διψῶντι τῷ λαῷ,
ἐξήγαγε τὰ ὕδατα, οὕτω Μετεωρίτισσα, ἡμῖν τὸ ὕδωρ πάρεχε, τῶν
δωρεῶν θείου Πνεύματος.

Καταβασία. Τοὺς Σοὺς ὑμνολόγους.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.


Ὡς στρουθοὶ Θεοτόκε ἐρημικοί, τὸ Μετέωρον εὕρομεν
καλιάν, ἐν ᾧ ἀνελάβομεν, τὸν σταυρὸν τῆς ἀσκήσεως, Ἀθανάσιον
μέγαν, Πατέρα πλουτήσαντες, καὶ κλεινὸν Ἰωάσαφ, τοὺς θείους
δομήτορας, ὧνπερ θεωροῦντες, τῆς ἀσκήσεως ἆθλα, ὁδὸν τῆς
θεώσεως, εὐελπίστως βαδίζομεν, Σὲ μεσίτριαν ἔχοντες· διὸ ταῖς
μητρικαῖς Σου εὐχαῖς, καταξίωσον ὦ Μετεωρίτισσα, ποθητοῦ
Παραδείσου, γενέσθαι οἰκήτορας.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.


Ῥύπους ἀποκάθαρον τῶν ψυχῶν, καὶ ναοὺς τιμίους τοῦ
Πνεύματος, ἐν οἷς Δεσπότου, ἐνεργεῖται ἡ εὐχή, τὰ τέκνα Σου
ἀνάδειξον, ὦ Μετεωρίτισσα Πάνσεμνε.
Ἴδοιμεν τὸ πρόσωπον τοῦ Χριστοῦ, ὦ Μετεωρίτισσα
Πάναγνε, τὸ φωτοφόρον, ὡς τριὰς τῶν Μαθητῶν, ἐν τῷ Θαβὼρ
τεθέανται, καὶ χαρᾶς ἀπείρου πεπλήρωνται.
Τρῶσον ἔτι πλέον ψυχὰς ἡμῶν, ἔρωτι Υἱοῦ γλυκυτάτου Σου,
δι’ Ὃν τὸν κόσμον, κατελίπομεν Ἁγνή, καὶ ᾧδε πόθῳ ἤλθομεν,
ὑπὸ τὴν σεπτὴν προστασίαν Σου.
Ἴασαι τὰ τραύματα καὶ οὐλάς, τῶν πολλῶν ἡμῶν
παραπτώσεων, ἱλεουμένη, Σαμαρείτην τὸν καλόν, ἡἀνωδίνως
τέξασα, ὦ Μετεωρίτισσα Δέσποινα.

Καταβασία. Τὴν ἀνεξιχνίαστον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.


Σκηνώσασα Δέσποινα, ἐν Σοὶ χάρις τοῦ Πνεύματος, ὡς
καθαρωτάτῃ ὑπὲρ πάντας, Λόγου μητέρα, ἁγνὴν ἀνέδειξεν, Οὗ
ὀπίσω πλήθη μοναστῶν, ὦ Μετεωρίτισσα, Σὲ ὑμνοῦντα
ἀνέδραμον.
Σωτῆρα γεγέννηκας, σεμνὴ Μετωρίτισσα, γένους τῶν
ἀνθρώπων ὥσπερ βρέφος, Ὃν προσκυνοῦντες, Σὲ μεγαλύνομεν,
πάντες καὶ αἰτοῦμεν υἱικῶς, μητρικὰς πρεσβείας Σου, οἱ Μετεώρου
οἰκήτορες.

[8]
Ἀγγέλων συνόμιλοι, ποθήσαντες γενήσεσθαι, ὄντες μετὰ
σώματος ἐνύλου, Σὲ δυσωποῦμεν, Μετεωρίτισσα, νέκρωσον
ἁπάσας ἡδονάς, καὶ ἐχθροῦ διάλυσον, ὥσπερ χοῦν τὰ
βουλεύματα.
Δυνάμωσον Δέσποινα, τὸ φρόνημα τοῦ πνεύματος, ὥστε
παρορᾶν τερπνὰ τοῦ κόσμου, καὶ τὰς καρδίας, τρῶσον τῷ ἔρωτι,
Ἰησοῦ γλυκέος Σου Υἱοῦ, ὅπως πραγματώσωμεν, τὰς συνθήκας
τοῦ Σχήματος.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.


Ἐν βίου θλίψεσι γένοιο, ἡμῖν Μετεωρίτισσα στήριγμα, καὶ
ἀγαλλίασις, ἐπὶ τῇ μνήμῃ προσώπου Σου, καὶ μητρικῆς ἀγάπης,
τῆς πρὸς τὰ τέκνα Σου.
Σὺ δῶρον μέγιστον δέδοσαι, ἡμῖν Μετεωρίτισσα Δέσποινα,
παρὰ τοῦ Κτίτορος, Ἀθανασίου οὗ πέφυκας, ὁ γλυκασμὸς καρδίας
καὶ ὁδηγήτρια.
Πρὸς τὸν Δεσπότην μεσίτριαν, σεμνὴ Μετεωρίτισσα ἔχομεν,
Σὲ ἱκετεύουσαν, ὑπὲρ Μονῆς καὶ τῆς ποίμνης Σου, ἣν ἐξ ἐχθροῦ
ἐφόδων, φύλαττε ἄτρωτον.
Ὁδὸν στενὴν τῆς θεώσεως, βαδίζοντες αἰτούμεθα Δέσποινα,
Μετεωρίτισσα, τὴν μητρικὴν ὁδηγίαν Σου, ἵνα εἰς βάθη πλάνης μὴ
καταπέσωμεν.

Καταβασία. Τὴν θείαν ταύτην.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.


Μεταμορφώσεως Μονὴ ἡ ἁγία, ἐν Μετεώροις ἑορτὴν θείαν
ἄγει, ὑμνοῦσα καὶ δοξάζουσα προστάτιν ἑαυτῆς, τὴν
Μετωρίτισσαν, Θεοτόκον Παρθένον, Ἧς πλουτεῖ τὴν πάντιμον, καὶ
ἁγίαν εἰκόνα, καὶ ἀνακράζει ταύτῃ ἐκ ψυχῆς· σκέπε Σὴν Μάνδραν,
εὐχαῖς Σου πρὸς Κύριον.
Ὁ Οἶκος.
Ὡς θησαυρὸν πολυτελῆ Μονὴ τοῦ Μετεώρου, πλουτεῖ εἰκόνα
ἱερὰν τῆς Θεοτόκου Κόρης, ἧς περ σήμερον τὴν σύναξιν χαίροντες
ἑορτάζομεν, τὴν προστασίαν καὶ σκέπην Αὐτῆς εὐγνωμόνως
ὁμολογοῦντες, δι’ ὧν ἀδιαλείπτως διαφυλάττει τοὺς ἐνταῦθα
μονάζοντας. Ὅθεν τὸν ἐπάξιον ὕμνον μὴ ἔχοντες πρὸς
δοξολογίαν, κατασπαζόμεθα τὴν χαριτόβρυτον εἰκόνα Αὐτῆς, καὶ ἐξ
ὅλης ψυχῆς ἀναβοῶμεν· Μετωρίτισσα Πανάχραντε καὶ
πολυΰμνητε, σκέπε Σὴν Μάνδραν, εὐχαῖς Σου πρὸς Κύριον.

Συναξάριον.

[9]
Τῇ Α΄ τοῦ αὐτοῦ μηνὸς, τὴν Σύναξιν ἑορτάζομεν τῆς Κυρίας
καὶ Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Μετεωριτίσσης, εἰς ἧς τὴν
μητρικὴν σκέπην καὶ ἀκαταμάχητον προστασίαν ἀνέθετο τὴν ἱερὰν
ταύτην καὶ βασιλικὴν Μάνδραν τοῦ Μετεώρου, ὁ ἐν Ὁσίοις
θεοφόρος Πατὴρ καὶ Κτίτωρ ἡμῶν Ἀθανάσιος.
Στίχοι.
Δέχου, Μετεωρίτισσα, ἐκ Σῶν τέκνων,
ᾨδὰς προσαγομένας Σοι εὐγνωμόνως.
Μετέωρον Ἁγνὴν ὕμνοις σεπτοῖς σήμερον γεραίρει.
Ταῖς τῆς Σῆς Παναχράντου Μητρὸς τῆς Μετεωριτίσσης καὶ
Πάντων Σου τῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.


Ἱερόγραφον, εἰκόνα προσκυνοῦμέν Σου, Μετεωρίτισσα, καὶ
μυστικῶς ἐξ αὐτῆς, τὴν χάριν λαμβάνομεν, Ἁγίου Πνεύματος, Ὃ
ἐσκήνωσεν, ἐν Σοὶ ὡς Θεομήτορι, ἐς ἀεὶ ἀδιαστάτως.
Νοῦν ἐκκάθαρον, ἡμῶν Μετεωρίτισσα, ἁπάσης σκέψεως, καὶ
πονηρῶν λογισμῶν, καὶ τούτῳ κατάστησον, μνήμην προσώπου
Σου, ὅπως χαίροντες, ὑμνολογῶμεν χάριν Σου, ἣν παρέχεις τοῖς
Σοῖς τέκνοις.
Ἁγιότητος, ἡμᾶς μετόχους ποίησον, Μετεωρίτισσα, ὡς
Θεομήτωρ ἁγνή, τεκοῦσα τὸν Κύριον, Ὃν μεγαλύνουσιν,
ἐπουράνιοι, χοροὶ οἱ ἁγιότητος, τοὺς στεφάνους εἰληφότες.
Ἀκατάσειστον, συντήρει τὸ Μετέωρον, Μετεωρίτισσα, ἄχρι
τερμάτων καιρῶν, καὶ τοῦτο ἀνάδειξον, τῆς ὁσιότητος,
ἐργαστήριον, καθώσπερ Ἀθανάσιος, ὁ δομήτωρ ἐπεπόθει.

Καταβασία. Οὐκ ἐλάτρευσαν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.


Νίκην κατὰ τῶν δαιμόνων τοῖς Σοῖς τέκνοις, παράσχου σεμνὴ
Μετεωρίτισσα, καὶ ἀεὶ τὸ φρόνημα, τήρει ἀκατάβλητον, ὅπως
εὐθέως βλέποντες, τοῦ Σοῦ Υἱοῦ καὶ Θεοῦ, φωτοβόλον,
πρόσωπον λαμβάνωμεν, ταῖς ψυχαῖς ζωηρὰν ἀγαλλίασιν.
Ὕψωσον τὸν νοῦν ἐκ τῶν προσκαίρων, παρέχουσα τῶν
μελλόντων μνήμην Ἄχραντε, ἅτινα ὑπέσχετο, τοῖς πιστοῖς ὁ
Κύριος, τοῖς ἐντολὰς φυλάττουσι, Μετεωρίτισσα, καὶ ποθοῦσι, τὸν
γλυκὺν Παράδεισον, Οὗ ἡμᾶς κληρονόμους ἀνάδειξον.
Μητρικὰς ὑπάνοιξον ἀγκάλας, καὶ κράτει ὡς βρέφη τοὺς
μονάζοντας, ᾧδε Θεονύμφευτε, τούτους διατρέφουσα, τῶν
μητρικῶν δεήσεων τῷ θείῳ γάλακτι, ὅπως πάντες, αὔξησιν
λαμβάνοντες, ἀρετῶν τῷ Κυρίῳ ἀρέσωμεν.

[10]
Νοῦς ὁρᾷ καὶ βλέπει κτίσιν πᾶσαν, ὡς λόγος καὶ πρᾶξις
βεβαιώνουσιν, ὅθεν τοῦτον κάθαρον, ὦ Μετεωρίτισσα, ἡμῶν καὶ
ἐγκαθήλωσον, Πνεύματος αἴσθησιν, ὅπως σκότος, βλέποντες τὸ
ἔσωθεν, τοῦ Κυρίου τὸ φῶς αἰτησώμεθα.

Καταβασία. Παῖδας εὐαγεῖς.

ᾨδὴ θ΄. Ἅπας γηγενής.


Ἡ φωτολαμπής, εἰκών Σου Πανάμωμε Μετεωρίτισσα, ἕλκει
πρὸς ἀγάπησιν, τοῦ θείου Τόκου, Ὅν περ ἐγέννησας, ἡμᾶς
οὕσπερ ηὐλόγησας καὶ συνεκάλεσας, ἐν τῇ Μάνδρᾳ, ἣν ὁ
Ἀθανάσιος, ὁ Πατὴρ τῷ Υἱῷ Σου ἀνέθετο.
Σῶμα καὶ ψυχήν, ἡμῶν καθαγίασον, Μετεωρίτισσα, ὅπως
θείου Σχήματος, φανῶμεν ἄξιοι καὶ δοξάσωμεν, τὸν ἐν Θαβὼρ
ἐκλάμψαντα, καὶ χορηγήσαντα, χριστωνύμοις, πᾶσι δυνατότητα,
τοῦ θεᾶσθαι τὸ φῶς τὸ ἀΐδιον.
Ὥσπερ νεοσσοί, συνήχθημεν ἅπαντες ὑπὸ τὰς πτέρυγας, ὦ
Μετεωρίτισσα, τὰς Σὰς φυγόντες μῆνιν ἱέρακος, τοῦ νοητοῦ τοῦ
θέλοντος, κατασπαράξαι ἡμᾶς, καὶ στερῆσαι, τὸν γλυκὺν
Παράδεισον, οὗ μετόχους εὐχαῖς Σου ἀνάδειξον.
Ἄνασσα Ἁγνή, Πανάμωμε Δέσποινα, Μετεωρίτισσα, ὅταν
ἔλθῃ Κύριος, κρῖναι τὸν κόσμον, Σὺ ἐξιλέωσαι, Τοῦτον
συμπρέσβεις ἔχουσα, τὸν Ἀθανάσιον, καὶ σὺν τούτῳ Ἰωάσαφ
κτίτορας, καὶ τῆς Μάνδρας ἡμῶν ἀγλαΐσματα.

Καταβασία. Ἅπας γηγενής.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.


Τῇ κλήσει ὑπακούσαντες, τοῦ Κυρίου προθύμως, τῶν
μοναστῶν εἰλήφαμεν, τιμιώτατον Σχῆμα, ἐν τῇ Μονῇ Μετεώρου,
ἔνθα ὑπὸ τὴν σκέπην, τὴν Σὴν Μετεωρίτισσα, καὶ δυάδος
Κτιτόρων, τὴν παλαιοῦ, τοῦ Ἀδὰμ ἀπόθεσιν ἐκζητοῦμεν, καὶ τὴν
τοῦ νέου ἔνδυσιν, κτήσασθαι Σαῖς πρεσβείαις.
Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μετεωρίτισσα Μῆτερ, τὴν ἱεράν Σου εἰκόνα, ὡσπερεὶ ζῶσαν
τιμῶμεν, καὶ ἀσπαζόμεθα πόθῳ, τὴν σωτηρίαν ζητοῦντες, ψυχῶν
ἡμῶν Σαῖς πρεσβείαις.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρὰ


Προσόμοια. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μετεωρίτισσα Πάναγνε, Μονῆς ἡμῶν ἡ κρηπίς, καὶ ἡ βάσις ἡ
ἄσειστος, ἣν ὁ ὁσιώτατος καὶ κλεινὸς Ἀθανάσιος, πολλοῖς ἱδρῶσιν
ἀνεδομήσατο, καὶ Σοὶ ὡς δῶρον, ταύτην ἀνέθετο, τοὺς τὴν εἰκόνα

[11]
Σου, προσκυνοῦντας φύλαττε ἀπὸ παντός, τοῦ ἐχθροῦ
τοξεύματος, τῇ θείᾳ σκέπῃ Σου.
Τῆς μητρικῆς ἀγαπήσεως, τὰς ἐνεργείας Ἁγνή, καθ’ ἑκάστην
λαμβάνοντες, ὦ Μετεωρίτισσα, εὐγνωμόνως δοξάζομεν, Σὲ τὴν ὡς
βρέφος χερσὶ βαστάσασαν, τὴν οἰκουμένην δημιουργήσαντα, καὶ
διασῴζοντα, πάντας τοὺς προστρέχοντας σκέπῃ τῇ Σῇ, καὶ
ὑμνοῦντας πάντοτε, τὰ μεγαλεῖά Σου.
Αἱ γενεαὶ μεγαλύνουσι, Σὲ τὴν Μητέρα Θεοῦ, ὡς Ἁγνὴ
προεφήτευσας, καὶ μακαριοῦσί Σε, ἕως τέλους τῆς κτίσεως· ὅθεν
Παρθένε Μετεωρίτισσα, δέξαι τοὺς ὕμνους καὶ τὴν προσκύνησιν,
ἅπερ προσάγομεν, σήμερον τὰ τέκνα Σου ἐν τῇ Μονῇ, τῆς
Μεταμορφώσεως, ἣν περιέποις ἀεί.
Τύπος ὑπάρχεις Πανάμωμε, τῶν μοναστῶν ἀκριβής,
παρθενίαν διδάσκουσα, καὶ Θεῷ εὐπείθειαν, ἀκτησίαν τε ἄμετρον·
διὸ ποθοῦντες, ἡμεῖς μιμήσασθαι, ἐν ἐλαχίστῳ, Σὴν ἁγιότητα,
σταυρὸν εἰλήφαμεν, ὦ Μετεωρίτισσα, τῶν μοναστῶν, τὴν ἐλπίδα
ἔχοντες, τῆς μεσιτείας Σου.
Δόξα. Καὶ νῦν. Ὁ αὐτός.
Τῆς ἀμωμήτου καὶ ἰσαγγέλου παρθενίας τὸν βίον
ἐπιλεξάμενοι, Σὲ Μετεωρίτισσα Παρθένε, μεσίτριαν ἀδιάλειπτον,
πρὸς τὸν Μεταμορφωθέντα Κύριον ἔχομεν, ὅπως καὶ ἡμᾶς
ἐνδυναμοῖ ἐν τῇ τηρήσει τῶν ἐντολῶν, καταξιώσῃ δὲ ἐν τέλει τῆς
θέας τοῦ φωτοβόλου Προσώπου Αὐτοῦ, ὥσπερ τὴν ἐν Θαβὼρ
τριάδα τῶν θείων Μαθητῶν, μεθ’ ὧν σὺν τῷ Πατρὶ καὶ τῷ
Πνεύματι, δοξάζομεν τὴν θεϊκὴν μεγαλειότητα, πανευγνωμόνως οἱ
ἀνάξιοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις Μετεώρου σεπτὴ Μονή, ἔχουσα προστάτιν καὶ
ὑπέρμαχον κραταιάν, τὴν ἁγνὴν Παρθένον, τὴν ἐπικεκλημένην, ἐκ
Κτίτορος τοῦ θείου, Μετεωρίτισσαν.
Ὦ Μετεωρίτισσα Μαριάμ, σκέπε τὴν Μονήν Σου, ἐκ παντοίας
ἐπιβουλῆς, καὶ τοὺς ἀσκουμένους, ἐν ταύτη κατευλόγει, Σῇ μητρικῇ
ἀγάπῃ, ὅπως ὑμνῶμέν Σε.

Στίχοι.
Δέξαι, Μετεωρίτισσα, τούς δε ὕμνους,
Οὕς περ Σὸς Ἀθανάσιος ἔπλεξά Σοι.

[12]

You might also like