You are on page 1of 8

ΛΟΓΟΣ ΛΖʹ.

Εἰς τὰ νήπια τὰ ἐν Βηθλεὲμ ὑπὸ Ἡρώδου ἀναι-


ρεθέντα.

αʹ. Πάλιν ὁ γέρων ἐγὼ πρὸς τὸ τῶν λόγων ἄγο- @1 (50)


(389) μαι στάδιον· πάλιν ὁποῖα μήτηρ ἐπὶ παιδοτροφίαις
τεταλαιπωρηκυῖα πολλαῖς, τὸν ἀσθενῆ καὶ πτω-
χὸν τῆς ἐμῆς ταπεινώσεως μαζὸν ἐκπιέζειν βίᾳ
ἀναγκάζομαι πρὸς τὴν τοιούτου δήμου διατροφήν.
Καὶ τίς ὁ ταῦτα καταναγκάζων; Ὁ ποταμὸς οὗτος (5)
ὁ μέγας Εὐφράτης, διὰ τοῦτο καὶ πείθομαι. Δύναται
γὰρ ἐκ τῆς αὐτοῦ πλημμύρας περιοχετεῦσαί τινα
περιουσίαν λόγων ἡμῖν, καὶ τοσαύτην ὅσην τὸ τῆς
ψυχῆς ἐμῆς κῦτος ἰσχύει χωρεῖν. Πλήρη μὲν γὰρ
ἀδελφοὶ τὰ τῶν Γραφῶν κηρία τοῦ μέλιτος, καὶ (10)
τὴν γλυκεῖαν δρόσον οἱ σίμβλοι διακόρως ὑποβλύ-
ζουσιν· ὥστε τοῖς ἐπιμελέσιν ἐξεῖναι τούτους ἀπόνως
ἐκθλίψασι, τὴν τῶν ἀρετῶν μέθην εἰσοικίσαι ταῖς
οἰκείαις ψυχαῖς· μέθην σωφροσύνης μητέρα, μέθην
ἀγνοίας διδάσκαλον, μέθην ἄγρυπνον τηροῦσαν (15)
τὸ βλέμμα τοῦ νοῦ· μέθην ἀληθείας φῶς ἐναποτιθε-
μένην ταῖς ἀεὶ πληρουμέναις ψυχαῖς· μέθην οὐ πα-
ραφόρους ἐργαζομένην, οὐδὲ ἀσθενεῖς ἐκ τοῦ κόρου
ἐκπίπτοντας, ἀλλὰ μᾶλλον τὰ μέλη κρατύνουσαν, καὶ
τοῖς τῆς δικαιοσύνης ὅπλοις κατὰ τῆς ἁμαρτίας (20)
ὁπλίζουσαν· μέθην ἧς ὁ τῶν ἀποστόλων ἐνεπλήσθη
χορὸς, ἡνίκα τὴν ἐκ τῶν οὐρανῶν ῥυεῖσαν δρόσον τοῦ
Πνεύματος, ἐπὶ τῆς ἑαυτοῦ γλώττης δεξάμενος ἕκα-
στος, ταῖς τῶν συνειλεγμένων ἐθνῶν ἀκοαῖς τὴν τοῦ
στόματος ἐνέργειαν ἐπεμέριζε τὴν μίαν ἑκάστου φω- (25)
νὴν πρὸς τὰς ἁπάντων ἐθνῶν αἰσθήσεις μεταρυθμι-
ζούσης τῆς χάριτος· ὥστε τὸ νᾶμα τοῦ λόγου τῶν χει-
λέων προχεόμενον, οἰκεῖον γίνεσθαι πάσαις ταῖς ἀκοαῖς, μεταποιουμένης ὑπὸ τοῦ Πνεύματος τῆς βοῆς
πρὸς τὸ συγγενὲς τῆς ἑκάστου τῶν ἀκουόντων φωνῆς.

βʹ. Ἐμὲ δὲ αἱ τῶν νηπίων ἔτι περιηχοῦσι βοαὶ, (30)


καὶ βλέπειν ταῦτα νενόμικα, κεκραγότα μὲν ἄσημα
μετ’ ἐκπλήξεως, καὶ πρὸς τὰς τῶν ξιφῶν αὐγὰς
ἐπιβλέποντα, καὶ μετὰ δέους ἀποκλινόμενα πρὸς τὰς
τῶν μητέρων ἀγκάλας, ὡς ἀσφαλεῖς, εἶτα εἰς αὐ-
τοὺς τοὺς κόλπους καταδυόμενα. Δοκῶ δὲ καὶ αὐτὰς (35)
τὰς μητέρας ὁρᾷν, ἄλλην ἀλλαχῆ τῆς πόλεως δια-
τρέχουσαν μετὰ τῶν ἐλεεινῶν ἐκείνων καὶ γλυκέων
φορτίων, καὶ ζητοῦσαν τόπον ἀποφυγῆς· καὶ τὴν
μὲν οὐδὲ καλύπτραν εὐσχήμονα λαβοῦσαν ἐν ἀκμῇ
τῶν δεινῶν· τὴν δὲ ἣν εἶχεν ἀποβαλοῦσαν ἐν τοῖς (40)
ἀλλοκότοις δρόμοις, καὶ ῥίψασαν· ἄλλην δὲ εἰκῆ κε-
χυμένας τὰς κόμας ἐπιβάλλουσαν τῷ παιδὶ, καὶ τῇ
τοιαύτῃ σκέπῃ τὸ βρέφος ἀποκλέπτειν τῶν κινδύνων
ἐλπίζουσαν· ἄλλην ἐγκαταλαμβανομένην ὑπὸ τῶν
διωκόντων σφοδρῶς, εἶτα ἀφισταμένην τοῦ δρόμου, (45)
καὶ πεπληγυῖαν ὑπὸ τοῦ δέους, καὶ δακρύουσαν τοῖς
ὀφθαλμοῖς, πρὸς τὴν τῆς μαχαίρας ἀποβλέπουσαν
ἀστραπὴν, τὸ βλέμμα ἐπιμερίζουσαν τῇ τε ὁρμῇ τοῦ
ξίφους, καὶ τῷ παιδίῳ τῷ πλήττεσθαι μέλλοντι, καὶ
προτιθεῖσαν ἑαυτὴν τῇ φορᾷ τοῦ σιδήρου μετὰ (50)
σπουδῆς. Καὶ πάλιν ἄλλην οὐδὲ κινηθῆναί που δυ- @1
(392) ναμένην οὐδὲ ἀποπνεῦσαι μικρὸν, δησάσης τοὺς πό-
δας αὐτῆς τῆς ἐκπλήξεως, ἀλλὰ προαπολωλυῖαν ἀπὸ
τοῦ φόβου τῆς οἰκείας γονῆς, καὶ τὸν πλήττοντα μετ’
οἰμωγῆς ἀμυδρᾶς ἀναμένουσαν· καί που καὶ ταῖς
χερσὶ παρειμέναις ἤδη, καὶ τρεμούσαις σφοδρῶς, τὸ (5)
βρέφος βαστάζουσαν, καὶ ἀγνοήσασαν, διολισθῆσαν
τῆς ἀγκάλης τὸ βρέφος φθάσαι τῷ θανάτῳ τοῦ πτώ-
ματος τὴν ἀπὸ τοῦ ξίφους ἀπώλειαν. Ἀκούειν
καὶ κρίνειν δοκῶ, καὶ τῶν συμβουλευόντων, ἐπινεύειν
σεμνὰ, οἵτινες τὸ τῶν ἀώρων ἀσταχύων ἐμελέτησαν (10)
θέρος. Ἐπειδὴ δὲ ἀνηλεεῖ δόγματι τὸ μισάνθρωπον
ἐκεῖνο ἐκράτυνε βούλημα, καὶ στυγνὴν ἐν ὅπλοις
εἶναι τὴν στρατείαν ἤδη πᾶσαν ἐκέλευσε, καὶ πε-
ριεφράχθη σιδήρῳ πολλῷ, καὶ λοχαγοῖς αὐτὴν
κατεμέριζε, καὶ στρατηγοὺς ἐχειροτόνει, δεινοὺς μὲν (15)
συνιδεῖν ὅτι χρὴ ποιεῖν ἐν καιρῷ, δεινοὺς δὲ χρήσασθαι
δόρατι. Καί που τοιαῦτα ἔλεγε πρὸς αὐτοὺς, οὐδὲν
ἐφ’ οἷς ἔλεγεν αἰσχυνόμενος· Πολλοὺς μὲν, ὦ στρατιῶ-
ται, πολεμήσαντες ἠριστεύσατε, καὶ * τρεπτοῖς
τῆς ἀρχῆς ἐμῆς ὅροις περιεβάλλετε τεῖχος. Καὶ (20)
νῦν δὲ εἴπερ ποτὲ προσήκει σπεύδειν ἐπὶ τὴν νίκην
ὑμᾶς μὴ ὀκνεῖτε. Ὁ γὰρ ἀγὼν πολὺς, καὶ μέγας ὁ
κίνδυνος. Οἴκοθέν μοι περιφύεται τὸ κακόν. Λε-
ληθότως τὸ τῆς ἐμῆς βασιλείας διορύττεται κράτος.
Οὐδεὶς φανερὸς ἔπεισί μοι πόλεμος. Ἀγνοούμενον ἔτι (25)
παιδίον συλᾷ με τῶν σκήπτρων. Ἴστε τὴν Βηθλεέμ;
Ἐν ταύτῃ γεγενῆσθαι παῖδα μεμάθηκα βασιλέως
ἐκ Θεοῦ ψῆφον ἐπισυρόμενον. Οὔπω δύο χρόνους ἐτῶν
ἐπὶ τῆς αὐτοῦ γονῆς ἐξελίττεται. Καὶ παρασκευὴ
μὲν οὐδεμία ταράττει με, τὰς δὲ τῶν προφητῶν ἐπ’ (30)
αὐτῷ φοβοῦμαι φωνάς. Καὶ γὰρ οἱ μάγοι (μέμνησθε
δὲ ὅτε πρώην ἡμῖν ἐπεδήμησαν) ὑπό τινος ἀστέρος
φανέντος αὐτοῖς μεμαθηκέναι τὸν τοῦ παιδίου
τόκον, ἀπήγγελλον, καὶ τὴν Βηθλεὲμ ἀνεζήτησαν,
ὥστε καὶ τὸ παιδίον ἰδεῖν καὶ βασιλεῖ πρέπουσαν τῷ (35)
τεχθέντι ἀναθεῖναι τιμήν. Ἐγὼ δὲ ἐβουλόμην παρ’
ἐκείνων μαθεῖν, τίς οὗτός ἐστιν, ἵν’ εὐχερὴς γένοιτό
μοι καὶ πόνων ἐλευθέρα μακρῶν ἡ τῆς τυραννίδος
κατάλυσις. Ἐπειδὴ δὲ ἐκεῖνοι τὰς ὁμολογίας τὰς
πρός με παγείσας, οὐκ οἶδ’ ἀνθ’ ὅτου, ψευσάμενοι (40)
πρὸς τὴν οἰκείαν χώραν ἀπέδραμον, τετάραγμαι, δέ- @1
(393) δοικα, παρεῖναι νομίζω τὸν κίνδυνον. Εἰς ὑμᾶς βλέπω
λοιπόν. Λύσατέ μοι τὸ δέος. Ἐπὶ τὴν Βηθλεὲμ μετὰ
τῶν ὅπλων ἐπείχθητε, περιστήσατε πᾶσι τοῖς ὁρίοις
αὐτῆς πυκνὰ τοῦ φόνου τὰ δίκτυα· ἀνδρῶν γεγηρα-
κότων ἀπεχέσθω τὸ ξίφος· τοῖς ἡβῶσιν ἤδη μηδ- (5)
ένα ἐπαγάγητε κίνδυνον. Ἐπὶ τοὺς μικροὺς
ἔτι παῖδας ὁπλίζεσθε μόνους. Πᾶσαν κείρατε τὴν
πρώτην ἡλικίαν ἀνηλεῶς. Μηδὲν μητρὸς ἐλεήσατε δά-
κρυον· τὸν ἐμὸν ἐχθρὸν ἐν τοῖς ἑκάστης ἀνιχνεύσατε
κόλποις. Κατὰ τῶν προσπεφευγότων ἔτι τοῖς τῶν (10)
μητέρων μαζοῖς ὠθεῖτε τὸν σίδηρον· καὶ κεραννύ-
σθω τὸ τῆς σφαγῆς αἷμα τῷ γάλακτι. Κἂν τὰς μη-
τέρας αὐτὰς διοιγμένας τοῖς βρέφεσι διαπείρητε,
τῇ τῆς πληγῆς βίᾳ τοῦ σιδήρου ἀπὸ τῶν ἁπαλῶν σω-
μάτων ἐπ’ ἐκείνας διολισθήσαντος, οὐδεὶς ὑμῖν ἐπι- (15)
στήσεται τοῦ τοιούτου φόνου κατήγορος. Σπεύσατε
μόνον, ἐπισπεύσατε δίκην λεόντων τῇ πόλει. Μὴ
γενέσθω τοῦ φόνου κόρος ὑμῖν, ἕως ἂν ἐπιλαμβανό-
μενον ἔτι φαίνηται τὸ παιδίον. Ἐὰν μηδενὶ συγχω-
ρήσητε ζῇν, κἀκεῖνος ἐν τοῖς πᾶσι φανήσεται κείμε- (20)
νος· καὶ ὁ μὲν οὐ καλῶς οὐδ’ ἀσφαλῶς τῆς τῶν μά-
γων ἀπολαύσει τιμῆς· ἐμοὶ δὲ χαίροντα δώσετε βίον
καὶ φροντίδος ἐλεύθερον.

γʹ. Ταῦτα ἀκούσαντες ἐκεῖνοι, καὶ τὸ συμπαθὲς (26)


ἅπαν ἐκτεμόντες τῶν οἰκείων ψυχῶν, καὶ βουλευσά-
μενοι νικᾷν ταῖς ἀτοπίαις ἀλλήλους, δρόμῳ πρὸς τὴν
πόλιν ἐφέροντο τὰς δεξιὰς ἀνατείναντες ὡπλισμένας,
καὶ ταῖς τῆς Βηθλεὲμ ἐμπεσόντες ἀγέλαις, τοὺς ἁπα- (30)
λοὺς ἄρνας διεσπαράσσοντο· καὶ πανταχόθεν αἱμά-
των ἀναβλύζουσαι πηγαὶ δαψιλῶς τὸ τῆς γῆς ἔχραι-
νον πρόσωπον. Καὶ οὐδὲν ἐφαίνετο πρὸς σωτηρίαν
τοῖς ἀπολλυμένοις ἀρκοῦν, οὐκ οἶκος κατακρύψαι τὴν
ὑπεισελθοῦσαν δυνάμενος, οὐχ ἱερὸν, φόβον τινὰ τοῖς (35)
φονευταῖς ἐμποιοῦν, οὐ λεληθυῖα σπηλαίου κατάδυσις.
Ἀλλὰ πανταχόθεν οἱ παῖδες ὡς δυσμενεῖς ἀνιχνεύοντο,
καὶ οὐδεὶς αὐτῶν τὴν μάχαιραν διελάνθανεν, ἕκαστος,
ὡς αὐτὸς ὢν ὁ Χριστὸς, ἐν τοῖς ἑκάστου ζητούμενος
αἵμασιν. Ὅσαι δὲ ἦσαν τολμηραὶ καὶ θρασεῖαι μη- (40)
τέρες, ἀντερείδουσαι τὰς χεῖρας ταῖς ἀκμαῖς τῶν
ξιφῶν, ἐπλήττοντο μὲν ὑπὲρ τῶν παίδων ἰδίαις πλη-
γαῖς· πλέον δὲ ὠφέλουν οὐδέν· ἀλλὰ μακρότερον
ἐποίουν αὐτοῖς τοῦ κινδύνου τὸν χρόνον. Ἄλλαι δὲ
ἐπιβαλλόμεναι βιαίως, ὡς ἐφελκομένων τῶν τέκνων (45)
ἅπερ ἔτυχον μέλη περισφίγξασαι ταῖς χερσὶ, ταῦτα
ἔχουσαι. μετὰ ταῦτα μόνον ἐφάνησαν, τοῦ σιδήρου
τῇ τομῇ καὶ τοῖς ἕλκουσι τὸ παιδίον μερίζοντος. Καὶ
ἡ μὲν τὴν χεῖρα τυχὸν, ἡ δὲ μέρος ποδὸς, ἡ δὲ ἄλλο
τι μέρος ὡς ὅλον ἀπέχουσα τὸ τέκνον ἀπέτρεχε. Πολ- @1 (50)
(396) λαὶ δὲ τῷ τῆς φυγῆς δρόμῳ τοῖς ἤδη κειμένοις ἐπι-
καταπίπτουσαι σώμασι, καὶ τῷ στερεῷ τῆς γῆς προσ-
αράσσουσαι τὰς ἁπαλὰς αὐτῶν ἐπιγονὰς, οὐδενὸς
ἐδέοντο ξίφους εἰς τὴν τῶν παίδων ἀπώλειαν. Ἤδη
δέ τις τῷ μέλλοντι πλήττειν προϊσχομένη τὸν παῖδα (5)
καὶ πολλὰ κατὰ τῆς ἰδίας ἐξορκοῦσα γονῆς, τοιαῦτα
ἐβόα δακρύουσα· Χάρισαί μοι, στρατιῶτα, τῶν ὑπὸ
σοῦ πραττομένων τὴν ἄγνοιαν, καὶ πρὸ τοῦ παιδὸς
ἐμὲ κειμένην ἐπίδειξον· καὶ μὴ λυπήσῃς οὕτω
πικρῷ θεάματι μητρὸς ὀφθαλμούς. Ἔστι σοι μήτηρ (10)
που πάντως, ἔστι σοι καὶ γυνὴ κεκτημένη παιδίον·
οἶσθα ὅπως ἐπὶ τοῖς τῶν παίδων δεινοῖς τὰ γεννη-
σάντων σπλάγχνα διαπράσσεται. Τῷ δὲ ἐπεκάμ-
πτετο μὲν ἡ ψυχὴ, καὶ δάκρυον ἐχεῖτο κατὰ τῶν
παρειῶν, τῇ δὲ Ἡρώδου λύπῃ δουλεύων, ἔτι (15)
ῥεόντων τῶν λόγων, ἐν ταῖς τῆς γεννησάσης ἀγκάλαις τὸ παιδίον ἀπέσφαττε, καὶ τὴν ἱκεσίαν ὁ τοῦ
φόνου
διέκοπτε θρῆνος.

δʹ. Καὶ ταῦτα αὐτοῖς τολμῶσι καὶ πράττουσιν εἰς


πλείονα μανίαν ὁ θυμὸς ὑπεθήγετο, καὶ τοῖς οἴκοις
εἰσεπήδων αὐτοῖς, καὶ πάντα ἀνηρεύνων ἐξεστηκόσι (20)
καὶ φόβου πνέουσιν ὀφθαλμοῖς, καὶ πρὸς τοὺς ὑψη-
λοὺς θαλάμους ἀνέτρεχον· εἶτα ὑπὸ τὴν κλίνην τυχὸν,
ἢ τοιούτῳ τινὶ παιδίον εὑρόντες κρυπτόμενον, μόνῳ
τῷ κλαυθηρισμῷ μηνυθὲν ἀπὸ τῶν οἰκείων ἐ-
σφενδόνουν· ὁποῖα λίθον ἐπὶ τὰς ἀγυιὰς, τῇ τοῦ (25)
βασιλέως ὀργῇ τὸν οὕτως ἀνόσιον χαριζόμενοι θάνα-
τον. Βοὴ δὲ ἐγίνετο συμμιγὴς, καὶ πένθους ἦχος
ἐπεκράτει ποικίλος· τῶν μὲν ἤδη μειζόνων παίδων
ὀδυρομένων τοὺς ἀδελφούς· τῶν πατέρων δὲ ὀλοφυρο-
μένων οὓς ἔτεκον· τῶν μητέρων δὲ οἰμωγαῖς ὀξείαις (30)
κεχρημένων ἐπὶ τοῖς πάθεσι· τῶν γεγηρακότων δὲ
οὔπω τοιοῦτον ἑωρακέναι βοώντων οὐδὲν, οὐδ’ ἐν πο-
λεμίων ἐπιδρομαῖς· πάντων ἐπιμεμφομένων τῷ πικρῷ
τῆς ἡμέρας ἐκείνης φωτί. Τέλος δὲ ἐχούσης τῆς
οὕτω καλῆς ἀριστείας, τῆς στρατηγίας καὶ τοῦ (35)
στρατοπέδου διασκεδασθέντος, ὡς ἐπὶ νίκῃ λαμ-
πρᾷ, πάλιν ἀνεζωπυρεῖτο τῶν μητέρων ὁ θρῆνος,
καὶ τοῦ δακρύειν ἐξουσίαν λαβοῦσαι λοιπὸν ἑκάστη
τὰ τοῦ παιδίου ἄλλα ἀλλαχόθεν μέλη συνέλεγε
μετὰ δακρύων, καὶ τὰ διατμηθέντα βιαίως ὁπωσοῦν (40)
εἰς ἓν συναρμόζουσα, καὶ τὸ λοιπὸν ἐπιζητοῦσα, καὶ
τοῦτο εὑρεθὲν περιπτυσσομένη πολλάκις, καὶ προσ- @1
(397) θεῖσα τοῖς κόλποις τὸ σῶμα πᾶν, ἐβόα σφοδρῶς·
Οἴμοι παιδίον ἐμὸν, οἴμοι, οὐκ ἐπὶ τοιαύταις ἡμῖν
ἐλπίσι γεωργηθέν! Πῶς μὲν ὁποῖα κλάδος ἐβλάστη-
σασ! πόσῳ δὲ κάλλει ἐκόμασασ! πῶς δὲ ἀγαθῆς
ἐλπίδος ἀποδούς μοι σπέρματα, ἀθρόον ἀπέπτης τῶν (5)
ἐμῶν χειρῶν! Διανάστηθι, προσαποτείναξον τὸν
ὕπνον, ὃν ὁ τοῦ βασιλέως φθόνος ἐπήγαγε· μετάδος
μοι τῆς χαριεστάτης φωνῆς· ἐφαπλώθητι ταῖς ἀθλίαις
τῆς γεννησάσης θηλαῖς· ἕλκυσον ὃν ἐφίλεις πάλαι
μαζόν· τοῦ τῆς μητρὸς σεαυτὸν ἐξάρτησον αὐχένος. (10)
Σιγᾷς; ἠρεμεῖς; οἴμοι τῶν κακῶν! Πῶς συνυφανῶ
τὰ μέλη σου πάλιν, ἅπερ ἡ μάχαιρα κατέτεμεν ἀφει-
δῶς; ποία δὲ μήτρα πρὸς τὸ σεσωματωθῆναι
πάλιν γενήσεταί μοι ὑπουργός; ποίαις δ’ ἄρα χερσὶ
τὴν ἀναγκαίαν σοι ἐπισωρεύσω γῆν; πῶς δὲ ἐμαυτὴν (15)
τῆς σῆς χωρίσω μορφῆς; Τοιούτων ὀδυρμῶν ἡ πόλις
πεπλήρωτο παραθηγούσης ἑκάστης ἑκάστην εἰς οἰμω-
γὴν, καὶ τὸν ἐπὶ τοῖς τεθνεῶσι παισὶ θρῆνον ἡ τῶν
ζώντων ὄψις ἐφήμερος ἐξέκαιεν. Ὁ βασιλεὺς δὲ ὡς
ἐπὶ τροπαίοις ἐστεφανοῦτο, καὶ νενικηκέναι νί- (20)
κην, οἵαν οὔπω πρότερον, ὑπελάμβανεν. Καὶ τοσού-
τοις ἑαυτὸν ἐπικλείσας μιαιφονίας ἐγκλήμασι, καὶ
τοσαῦτα φυτὰ τῆς οἰκείας ἀρχῆς ἐκτεμὼν, ἐφρόνει
μέγα, καὶ πάσης ἀσφαλείας ἀπολαύειν ἐνόμιζεν· οὐκ
εἰδὼς ὁ πάντα ἀνόητος, ὅπως αὐτὸ τὸ μηχάνημα τὸ (25)
σοφὸν ἐκεῖνο διέπεσεν. Ὃν μὲν γὰρ ἐζήτησεν, οὐκ
ἴσχυσεν ἐναποκλεῖσαι ταῖς πάγαις· οὓς δ’ οὐκ ἂν ἐβού-
λετο νήφων ἔτι διατεθῆναι κακῶς ἀπώλεσεν,
αὐτὸς ἑαυτῷ λυμηνάμενος. Χριστὸς δὲ ὁ τῶν ὅλων
Δεσπότης τῷ μὲν οὕτως ἀνημέρῳ τεχνίτῃ τῶν ἀνο- (30)
σίων παθῶν δίκην ὀξυτάτην ἐπήγαγε· τὰς δὲ τῶν
ἀνευθύνων παίδων ψυχὰς τοῖς τοῦ πατρὸς Ἀβραὰμ
ἐναποθέμενος κόλποις, αὐτὸς μετ’ ἐξουσίας ἐπ’ Αἴγυ-
πτον ἔρχεται, τὴν τῆς ἀσεβείας ἀκρόπολιν ἐκ-
καθᾶραι βουλόμενος, καὶ ταῖς οἰκείαις ἀκτῖσι τὴν ἐν (35)
τοῖς ἀδύτοις κεκρυμμένην τῶν εἰδώλων πλάνην ἀνα-
καλύψαι, καὶ ποιῆσαι τοῖς ἀπατωμένοις πάλαι κατά-
δηλον, καὶ περιστῆσαι τῷ διαβόλῳ πένθος βαρύτατον.
Ὀλίγους γὰρ Ἰουδαίων παῖδας ἀπολωλεκέναι νομί-
σας διὰ Χριστὸν, ἐκείνους μὲν ἠγνόησε τοῖς ἀσύλοις (40)
ἐγκατοικίσας λειμῶσι, καὶ βλάψας οὐδὲν, τῆς δὲ ἰδίας
τυραννίδος ἤδη συνεώρα γυμνούμενος, καὶ τὸν ἀρ-
χαιότατον τῆς αὐτοῦ δυναστείας κλῆρον ἀποσυλούμε-
νος, τῆς Ἡσαΐου πληρουμένης προῤῥήσεως, ἣν αὐτὸς
ὁ Χριστὸς τοῖς τοῦ προφήτου χείλεσιν ἐναπέθετο, (45)
πόῤῥωθεν ἔτι τὴν τοιαύτην ἑαυτοῦ ἐπιδημίαν σαφῶς @1
(400) ἐνδεικνύμενος, καὶ διὰ τῆς ἐκείνου γλώττης βοῶν·
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ
ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ· αὐτῷ ἡ
δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

You might also like