You are on page 1of 21

Leveled reading NZ + SZ

OBSAH

Obtížnost Strana
1 1 Jan 1, úplně snadný, Croy 8 1
1 1 Jan 2, úplně snadný, Croy 8 1
1 Marek 1, úplně snadný, Croy 11 2
3 Marek 1, snadný, Croy 26 4
3 Marek 2, snadný, NZ nad 50 6
3 Marek 3, snadný, NZ nad 50 7
2 Galatským 1, snadný, Croy 14 8
1 Zjevení 1, úplně snadný, Croy 8 9
1 Jan 17, úplně snadný, Croy 8 10
2 Genesis 12, snadný, NZ nad 85 11
2 1. Korintským 15, snadný, Croy 14 11
1 Jonáš, úplně snadný, Croy 8 13
2 Jonáš, snadný, Croy 14 15
3 Jonáš, snadný, NZ nad 50 17
ἡ τοῦ Lhomond τῶν ἁγίων
3 19
πραγμάτων ἐπιτομὴ Ἀττικιστί

* Croy X = gramatika a kapitola knihy Clayton Croy; A Primer of New Testament Greek

177
1 Jan 1, úplně snadný, Croy 8
1 ἡμεἰς ἀκούομεν τὸν λόγον. οὗτός ἐστιν ὁ πρῶτος λόγος. ἡμεῖς ἐσμεν οἱ μαθηταὶ τοῦ Ἰησοῦ
καὶ ἡμεῖς βλέπομεν τὸν Ἰησοῦν. Ἰησοῦς ἐστιν ὁ λόγος τῆς ζωῆς. 2 καὶ ἡ ζωὴ ἐστιν ἐν τῷ
κόσμῳ. ἡμεῖς βλέπομεν τὴν ζωήν. καὶ ἡμεῖς γράφομεν ὑμῖν περὶ τῆς ζωῆς. ἡ ζωή ἐστιν ἐκ
τοῦ Θεοῦ καὶ ἡ ζωὴ ἐστιν μεθ’ ἡμῶν. 3 ἡμεῖς βλέπομεν τὸν Ἰησοῦν καὶ ἡμεῖς ἀκούομεν τοὺς
λόγους τοῦ Ίησοῦ καὶ ἡμεῖς λέγομεν ὑμῖν περὶ τοῦ Ἰησοῦ. καὶ ὑμεῖς ἔχετε εἰρήνην μεθ᾽
ἡμῶν. καὶ ἡ εἰρήνη ἡμῶν ἐστιν μετὰ τοῦ Θεοῦ καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. 4 καὶ
ἡμεῖς γράφομεν ταῦτα ὑμῖν. καὶ ἡμεῖς θέλομεν ὑμᾶς ἔχειν εἰρήνην.

5 καὶ ἡμεῖς ἀκούομεν τούτον τὸν λόγον ἀπ᾽ Ἰησοῦ καὶ λέγομεν τὸν λόγον ὑμῖν, ὅτι Θεός
ἐστιν ἅγιος καὶ οὐκ ἔστιν θάνατος ἐν αὐτῷ. 6 εἰ ἡμεῖς λέγομεν ὅτι ἡμεῖς γινώσκομεν τὸν
Ἰησοῦν ἀλλὰ ἡμεῖς μένομεν ἐν ἁμαρτίᾳ, ἡμεῖς οὐ λέγομεν τὴν ἀλήθειαν.

7 εἰ δὲ ἡμεῖς μένομεν ἐν τῇ ἀληθείᾳ, ἔχομεν εἰρήνην καὶ ὁ θάνατος τοῦ Ἰησοῦ τοῦ υἱοῦ
αὐτοῦ σῴζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας. 8 εἰ λέγομεν ὅτι οὐκ ἔχομεν ἁμαρτίαν, ἡ ἀλήθεια οὐκ
ἔστιν ἐν ἡμῖν. 9 εἰ ἡμεῖς λέγομεν ὅτι „ἐσμεν ἄνθρωποι τῆς ἁμαρτίας,“ Θεός ἐστιν πιστὸς καὶ
δίκαιος, καὶ σῴζει ἡμᾶς ἀπὸ τῆς ἁμαρτίας. 10 εἰ δὲ ἡμεῖς λέγομεν ὅτι „οὐκ ἐσμεν ἄνθρωποι
τῆς ἁμαρτίας,“ ἡμεῖς λέγομεν ὅτι Θεὸς οὐ λέγει τὴν ἀλήθειαν καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν
ἡμῖν.

1 Jan 2, úplně snadný, Croy 8


1 τέκνα μου, ἐγὼ γράφω ὑμῖν ταῦτα ὅτι οὐ θέλω ὑμᾶς μένειν ἐν ἁμαρτίᾳ. ἀλλὰ εἰ ἡ ἁμαρτία
εὐρίσκει ἡμᾶς, ἡμεῖς ἔχομεν εἰρήνην πρὸς τὸν Θεὸν ὅτι Ἰησοῦς Χριστὸς σῴζει ἡμᾶς ἀπὸ τῆς
ἁμαρτίας. καὶ Ἰησοῦς Χριστός ἐστιν δίκαιος. 2 καὶ αὐτὸς σῴζει ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν
καὶ Ἰησοῦς σῴζει τὸν κόσμον ἀπὸ τῶν ἁμαρτιῶν. 3 καὶ ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἡμεῖς
γινώσκομεν αὐτόν, εἰ ἡμεῖς μένομεν ἐν τοῖς λόγοις αύτοῦ. 4 εἰ σὺ λέγεις ὅτι „γινώσκω
αὐτὸν“καὶ σὺ οὐ μένεις ἐν τοῖς λόγοις αὐτοῦ, ἡ ἀλήθεια οὐκ ἔστιν ἐν σοι.

5 ἀλλὰ εἰ σὺ μένεις ἐν τοῖς λόγοις τοῦ Χριστοῦ, ἡ ἀγάπη τοῦ Θεοῦ ἐστιν ἐν σοι. ἐν τούτῳ
ἡμεῖς γινώσκομεν ὅτι ἐσμεν ἐν αὐτῷ 6 ὁ γὰρ Ἰησοῦς ἐστιν δίκαιος. θέλω οὖν ἡμᾶς εἶναι
δίκαίους. 7 ἀδελφοί, ἐγὼ οὐ γράφω ὑμῖν ἄλλον λόγον, ἀλλὰ ὲγὼ γράφω ὑμῖν τὸν πρῶτον
λόγον. καὶ ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον.8 ἀλλὰ ἄλλον λόγον γράφω ὑμῖν καὶ οὗτος ὁ
λόγος ἐστιν ἡ ἀλἠθεια. καὶ οὗτος ὁ λόγος ἐστιν ἐν τῷ Ἰησοῦ καὶ ἐν ὑμῖν. οὗτός ἐστιν ὁ λόγος,
ὅτι Ἰησοῦς λύει τὸν θάνατον. 9 εἰ σὺ λέγεις ὅτι „ὲγὼ γινώσκω τὸν Θεὸν“ ἀλλὰ σὺ οὐκ ἔχεις
εἰρήνην μετὰ τοῦ ἀδελφοῦ σου, σὺ ἔχεις θάνατον ἐν σοι.

10 εἰ δὲ σὺ ἔχεις ἀγάπην ἐν σοι, σὺ μένεις ἐν τῷ Θεῷ καὶ ὁ θάνατος οὐκ ἔστιν ἐν σοι. 11 εἰ σὺ
οὐκ ἔχεις τὴν ἀγάπην τῶν ἀδελφῶν, σὺ μένεις ἐν θανάτῳ καὶ ὁ θάνατος λαμβάνει σε. διὰ
τοῦτο, σὺ οὐ γινώσκεις τὴν ὁδὸν. σὺ γὰρ οὐ βλέπεις διὰ τὸν θάνατον ἐν σοι. 12 ἐγὼ γράφω
ὑμῖν, τέκνα, ὅτι Ἰησοῦς σῴζει ὑμᾶς ἀπὸ τῆς ἁμαρτίας ὑμῶν.

13 ἐγὼ γράφω ὑμῖν, ἀδελφοἰ, ὅτι ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον. ἐγὼ γράφω ὑμῖν,
ἀδελφαί, ὅτι ὑμεῖς λύετε τὸν πονηρόν. ἐγὼ γράφω ὑμῖν, υἱοί, ὅτι ὑμεῖς γινώκσετε τὸν Θεόν.
14 ἐγὼ γράφω ὑμῖν, ἄνθρωποι, ὅτι ὑμεῖς γινώσκετε τὸν πρῶτον λόγον. ἐγὼ γράφω ὑμῖν,
Leveled reading NZ + SZ, strana 1
178
υἱοί, ὅτι ὑμεῖς ἐστε ἀγαθοὶ καὶ ὁ λόγος τοῦ θεοῦ μένει ἐν ὑμῖν καὶ λύετε τὸν πονηρόν. 15 οὐ
θέλω σε θέλειν τὸν κόσμον οὐδὲ τὰ ἐν τῷ κόσμῳ. εἰ σὺ ἔχεις τὴν ἀγάπην τοῦ κόσμου, ἡ
ἀγάπη τοῦ Θεοῦ οὐκ ἔστιν ἐν σοι. 16 ὅτι τὰ ἐν τῷ κόσμῳ, ἡ ἀγάπη τῆς δόξης καὶ ἡ ἀγάγη τῆς
ζωῆς καὶ ἡ ἁμαρτία, οὐκ ἔστιν ἐκ τοῦ Θεοὺ ἀλλ᾽ ἐστιν ἐκ τοῦ κόσμου.

17 καὶ ὁ κόσμος ἔχει θάνατον καὶ ἡ ἀγάπη τοῦ κόσμου πέμπει θάνατον τοῖς ἄνθρώποις, ὁ δὲ
ἄνθρωπος τοῦ θεοῦ μένει καὶ ἔχει ζωήν. 18 τέκνα μου, αὕτη ἐστιν ἡ ἐσχάτη ὥρα. καὶ ὑμεῖς
γινώσκετε ὅτι ὁ Ἀντίχριστος διδάσκει ἐν τᾦ κόσμῳ. ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἐστιν ἡ
ἐσχάτη ὥρα. 19 οἱ ἀντίχριστοί εἰσιν ἀφ’ ἡμῶν, ἀλλ᾽ οὐκ εἰσιν ἐξ ἡμῶν. οὗτοι γὰρ οὐ μένουσιν
μεθ᾽ ἡμῶν, ἐν τούτῳ ἡμεῖς γινώσκομεν ὅτι ἄλλοι ἄνθρωποι διδάσκουσιν ἄλλας ὁδούς. 20
ἀλλὰ ὁ ἅγιος Θεὸς διδάσκει ὑμᾶς καὶ ὑμεῖς γινώσκετε ταῦτα.

21 ἐγὼ οὐ γράφω ὑμῖν ὅτι ὑμεῖς οὐκ γινώσκετε τὴν ἀλήθειαν ἀλλ᾽ ὅτι ὑμεῖς γινώσκετε αὐτὴν
καὶ ὑμεῖς γινώσκετε ὅτι ὁ Ἀντίχριστος οὐκ ἔστιν ἐκ τῆς ἀληθείας. 22 ὁ Ἀντίχριστος λέγει ὅτι
Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός. οὗτός ἐστιν ὁ Ἀντίχριστος. ὁ Ἀντίχριστος λέγει πονηροὺς λόγους
εἰς τὸν Θεὸν καὶ εἰς τὸν υἱόν. 23 εἰ σὺ οὐ πιστεύεις εἰς τὸν υἱόν, σὺ οὐκ ἔχεις τὸν Θεόν. εἰ δὲ
σὺ λἐγεις ὅτι „Ἰησοῦς ἐστιν ὁ Χριστός,“ σὺ ἔχεις τὸν Θεὸν ἐν σοι.

24 ὑμεῖς γινώκσετε τὸν πρῶτον λόγον καὶ θέλω ὑμᾶς μένειν ἐν τούτῳ. εἰ ὑμεῖς μένετε ἐν τῷ
πρώτῳ λόγῳ, ὑμεῖς μένετε ἐν τῷ υἱῷ καὶ ἐν τῷ Θεῳ. 25 καὶ οὗτός ἐστιν ὁ λόγος. Ἰησοῦς
αὐτὸς διδάσκει ἡμᾶς τούτον τὸν λόγον. Καὶ οὗτός έστιν ὁ λόγος τῆς ζωῆς. 26 ἐγὼ γράφω
ταῦτα ὑμῖν ὅτι πονηροὶ ἄνθρωποι διδάσκουσι ἄλλην ὁδόν. 27 ἀλλὰ ὑμεῖς ἔχετε τὴν ἀλήθειαν
ἀπ᾽ Ἰησοῦ, καὶ αὕτη ἡ ἀλήθεια μένει ἐν ὑμῖν καὶ ἐγὼ οὐ θέλω διδάσκειν ὑμᾶς περὶ τούτων.
ἀλλ᾽ Ἰησοῦς αὐτὸς διδάσκει ὑμᾶς περὶ τούτων καὶ Ἰησοῦς ἐστιν ἅγιος καὶ ἡ ἀλήθειά έστιν ἐν
αὐτῷ. θέλω οὖν ὑμᾶς μένειν ἐν αὐτῷ. 28 ἀδελφοί, εἰ μένομεν ἐν τῷ Ἰησοῦ, ἔχομεν ἐξουσίαν
λαμβάνειν δόξαν ἀπ’ αὐτοῦ. Ἰησοῦς γὰρ ἐστιν ἐν τῷ κόσμῳ. 29 ὑμεῖς γινώσκετε ὅτι Ἰησοῦς
έστιν δίκαιος καἰ ἡ ἀλήθειά ἐστιν ἀπ’ αὐτοῦ.

Marek 1, úplně snadný, CROY 11

1 τὸ βιβλίον τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ θεοῦ. 2 ὁ προφήτης γράφει « ἰδού. ἐγὼ ἀποστέλλω
τὸν ἄγγελόν μου πρός σε. καὶ ὁ ἄγγελός μου διδάσκει σε τὴν ὁδόν τῆς ἀληθείας. 3 καὶ ὁ
ἄγγελός μοῦ ἔστιν ἡ φωνὴ ἐν τῇ ἐρήμῳ· καὶ ἡ φωνὴ λέγει «αὑτή ἐστιν ἡ καλὴ ὁδὸς τοῦ
κυρίου.»

4 καὶ Ἰωάννης βαπτίζει ἐν τῇ ἐρήμῳ καὶ λέγει περὶ τῶν ἁμαρτιῶν. 5 καὶ οἱ ἄνθρωποι ἀπὸ
Ἰουδαίας καὶ Ἰερουσαλὴμ πορεύονται πρὸς τὸν Ἰωάννην. καὶ οὗτοι οἱ ἄνθρωποι βαπτίζονται
ὑπὸ τοῦ Ἰωάννου ἐν τῷ Ἰορδάνῃ. καὶ οἱ ἄνθρωποι λέγουσι «ἡμεῖς ἐσμεν ἁμαρτωλοί.» 6 (καὶ
ὁ Ἰωάννης ἔχει ἱμάτιον ἐκ θεοῦ καὶ αὐτὸς ἐσθίει ἄρτον ἐκ θεοῦ.) 7 καὶ Ἰωάννης λέγει· «ὁ
ἄνθρωπος τοῦ θεοῦ ἔρχεται μετὰ με. οὐ δύναμαι λῦσαι τὸν ἱμάτιον αὐτοῦ. 8 ἐγὼ μὲν βαπτίζει
ὑμᾶς ἐν τῷ Ἰορδάνῃ, ἀλλὰ δὲ αὐτὸς βαπτίζει ὑμᾶς ἐν τῇ δόξῃ τοῦ θεοῦ.»

9 καὶ ἐν ἐκείναις ταῖς ἡμέραις Ἰησοῦς ἔρχεται ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ βαπτίζεται εἰς
τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ ὁ Ἰησοῦς βλέπει είς τοὺς οὐρανοὺς. καὶ οἱ οὐρανοὶ
ἀνοίγουσι καὶ ὁ θεὸς πέμπει τὴν δόξαν αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν. 11 καὶ φωνὴ ἔρχεται ἐκ τῶν
οὐρανῶν. καὶ ἡ φωνὴ λέγει «σὺ εἶ ὁ υἱός μου ὁ ἀγαθός. ἐν σοὶ ἔχω δόξαν.»
Leveled reading NZ + SZ, strana 2
179
12 καὶ ὁ θεὸς βάλλει τὸν Ἰησοῦν εἰς τὴν ἔρημον. 13 καὶ ἐν τῇ ἐρήμῳ ὁ Σατανᾶς λέγει τῷ
Ἰησοῦ πονηροὺς λόγους. καὶ ἄνθρωποι μὲν οὐκ ἦσαν μετὰ τοῦ Ἰησοῦ, οἱ δὲ ἄγγελοι ἦσαν
δοῦλοι αὐτῷ.

14 καὶ πονηροὶ ἄνθρωποι λαμβάνουσι τὸν Ἰωάννην τὸν βαπτιστήν καὶ βάλλουσιν αὐτὸν ἐν
πονηρῷ τόπῳ. καὶ ὁ Ἰησοῦς ἔρχεται εἰς τὴν Γαλιλαίαν καὶ διδάσκει τὸν λόγον τοῦ θεοῦ. 15
καὶ Ἰησοῦς λέγει ὅτι «αὑτή ἐστιν ἡ ὥρα τῆς βασιλείας τοῦ θεοῦ. ὑμεῖς ἐστε ἁμαρτωλοὶ. θέλω
ὑμᾶς πιστεύειν ἐν μοι καὶ ἐν τοῖς λόγοις μου.» 16 καὶ ὁ Ἰησοῦς ἔρχεται παρὰ τὴν θάλασσαν
τῆς Γαλιλαίας καὶ βλέπει τὸν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος. (καὶ οὗτοι ἦσαν ἐν
πλοίῳ· τὸ ἔργον αύτῶν γὰρ ἦν τῆς θαλλάσης.) 17 καὶ ὁ Ἰησοῦς λέγει αὐτοῖς «θέλω ὑμᾶς
συνάγειν μοι μαθητάς.» 18 καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξέρχονται ἐκ τοῦ πλοίου καὶ ἔρχονται
μετὰ τοῦ Ἰησοῦ.

19 καὶ ὁ Ἰησοῦς ἔρχεται παρὰ τὴν ὁδὸν καὶ βλέπει Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ
Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ. καὶ αὐτοί εἰσιν ἐν τῷ πλοίῳ. 20 καὶ ὁ Ἰσηοῦς λέγει αὐτοῖς
«θέλω διδάσκειν ὑμᾶς.» καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξέρχονται ἐκ τοῦ πλοίου καὶ ἀπἐρχονται
μετὰ τοῦ Ἰησοῦ.

21 καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ, Ἱησοῦς είσέρχεται εἰς τὴν συναγωγὴν καὶ διδάσκει. 22 καὶ οἱ ἄνθρωποι οἱ ἐν τῇ
συναγωγῇ δέχονται τοὺς λόγους τοῦ Ἰησοῦ μετὰ ἀγαθῆς καρδίας. (ἐδίδασκεν γὰρ αὐτοὺς
μετὰ ἐξουσίας. ἀλλὰ οἱ μαθηταὶ τοῦ νόμοῦ ἐδίδασκον μετὰ πονηρῆς καρδίας.)

23 καὶ ἐν τῇ συναγωγῇ αὐτῶν ἐστιν ἄνθρωπος σὺν δαιμονίῳ. καὶ τὸ δαιμόνιον λέγει τῷ
Ἰησοῦ 24 «οὐ θέλω σε μένειν μεθ’ ἡμῶν, Ἰησοῦ Ναζαρηνέ. θέλεις ἀποκτείνειν ἡμᾶς;
γινώσκω σε. σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.» 25 καὶ Ἰησοῦς λέγει πονηροὺς λόγοις τῷ δαιμονίῳ καὶ
λέγει αὐτῷ «οὐ θέλω σε λέγειν. θέλω σε ἐξέρχεσθαι ἐξ τούτου τοῦ ἀνθρώπου.» 26 καὶ τὸ
δαιμόνιον βάλλει τὸν ἄνθρωπον εἰς τὴν γῆν. καὶ τὸ δαιμόνιον λέγει ἐν φωνῇ οὐ μικρᾷ καὶ
ἐξέρχεται ἐξ τοῦ ἀνθρώπου. 27 καὶ οἱ ἄνθρωποι ἐν τῇ συναγωγῇ πιστεύουσιν ἐν Ἰησοῦ καὶ
λέγουσιν «ὁ Ἰησοῦς διδάκσκει μετὰ ἐξουσίας. λέγει γὰρ τοῖς δαιμονίοις καὶ ἀκούουσιν
αὐτῶν.» 28 καὶ ἡ δόξα τοῦ Ἰησοῦ ἐξἐρεται εἰς τὴν γῆν τῆς Γαλιλαίας

29 καὶ ὁ Ἰησοῦς καὶ ὁ Ἰάκωβος καὶ Ἰωάννης ἐξέρχονται ἐκ τῆς συναγωγῆς καὶ εἰσέρχονται
εἰς τὸν οἶκον τοῦ Σίμωνος καὶ Ἀνδρέου. 30 καὶ ἡ ἀδελφὴ τοῦ Σίμωνος ἔχει πονηρὸν
δαιμόνιον καὶ οἱ μαθηταὶ λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31 καὶ Ἰησοῦς ἔρχεται πρὸς τὴν
ἀδελφὴν τοῦ Σίμωνος καὶ ἐγείρει αὐτὴν. καὶ ὁ Ἰησοῦς θεραπεύει αὐτήν. καὶ ὁ Ἰησοῦς καὶ οἱ
μαθηταὶ λαμβάνουσι ἄρτον παρὰ τῆς ἀδελφῆς τοῦ Σίμωνος.

32 καὶ μετὰ ταῦτα, οἱ ὄχλοι ἄγουσι πρὸς τὸν Ἰησοῦν τοὺς ἀνθρώπους τοὺς σὺν δαιμονίοις. 33
καὶ οἱ ὄχλοι τῆς Γαλιλαίας συνάγονται πρὸς τὸν οἶκον. 34 καὶ ὁ Ἰησοῦς θεραπεύει τοὺς
ἄνθρώπους καὶ βάλλει τὰ δαιμόνια ἐκ τῶν ἀνθρώπων. καὶ ὁ Ἰησοῦς οὐ θέλει τὰ δαιμόνια
λέγειν περὶ αὐτοῦ ὅτι γιγώσκουσι αὐτόν.

35 καὶ ἐν τῇ πρώτῃ ὧρᾳ τῆς ἡμέρας, ὁ Ἰησοῦς ἀπέρχεται εἰς ἔρημον τόπον καὶ λέγει ἁγίους
λόγους πρὸς τὸν θεόν. 36 καὶ Σίμων καὶ οἱ μετ᾽αὐτοῦ θέλουσι βλέπειν τὸν Ἰησοῦν. 37 καὶ
εὐρίσκουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ ὅτι «ἡμεῖς θέλομεν βλέπειν σε.» 38 καὶ ὁ Ἰησοῦς λέγει

Leveled reading NZ + SZ, strana 3


180
αὐτοῖς «θέλω πορεύεσθαι εἰς ἀλλην γῆν καὶ θέλω διδάσκειν ἄλλους ἀνθρώπους. οὐ γὰρ
θέλω μένειν ἐν τῷ οἴκῳ τοῦ Σίμωνος.» 39 καὶ ὁ Ἰησοῦς ἀπέρχεται καὶ διδάσκει εἰς τὰς
συναγωγὰς αὐτῶν εἰς τὴν Γαλιλαίαν. καὶ βάλλει τὰ δαιμόνια ἐκ τῶν ἀνθρώπων.

40 καὶ ἄνθρωπος ἐν δαιμονίῳ ἔρχεται πρὸς τὸν Ἰησοῦν καὶ λέγει « σὺ θέλεις θεραπεύειν με?
πιστεύω ὅτι σὺ δύνασαι θεραπεύειν με» 41 καὶ ὁ Ἱησοῦς ἀγαπᾷ τὸν ἄνθρωπον καὶ λέγει αύτῷ
«θέλω θεραπεύειν σε. δύναμαι θεραπεύειν σε. ἰδού. ἐγὼ θεραπεύω σε.» 42 καὶ τὸ δαιμόνιον
ἀπέρχεται ἐκ τοῦ ἀνθρώπου καὶ ὁ ἄνθρωπος θεραπεύεται. 43 καὶ ὁ Ἰησοῦς λέγει κακοὺς
λόγους τῷ ἀνθρώπῳ καὶ βάλλει αὐτὸν ἐκ τοῦτο τοῦ τόπου. 44 καὶ ὁ Ἰησοῦς λέγει τῷ
ἀνθρώπῳ «οὐ θέλω σε λέγειν περὶ τούτων. θέλω σε πορεύεσθαι τοῖς μαθηταῖς τοῦ νόμου.
θέλω σε δέξεσθαι τὸν νόμον τοῦ Μωϋσοῦ. θέλω τοὺς μαθηταῖς τοῦ νόμου τοῦ Μωϋσοῦ
βλέπειν ὅτι θεραπεύῃ ὑπὸ μου.» 45 καὶ ὁ Ἰησοῦς ἐξἐρχεται ἐκ τούτου τοῦ τόπου καὶ ἄρχεται
διδάσκειν τὸν λόγον τοῦ θεοῦ. ἀλλὰ αὐτὸς οὐ δύναται διδάσκειν ἐν είρήνῃ. διὰ τοῦτο, ὁ
Ἰησοῦς ἀπέρχεται πρὸς ἔρημον τόπον. ἀλλα πάλιν οἱ ὄχλοι ἔρχονται πρὸς τὸν Ἰησοῦν ἐκ τῶν
ἄλλων τόπων.

Marek 1, snadný, CROY 26

1. τὸ εὐαγγέλιον τοῦ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ θεοῦ. 2 ὡς γέγραπται ἐν τοῖς προφήταις. «ἰδοὺ
ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου. οὗτος ποιήσει τὴν ὁδόν σου.»3 οὗτός
ἐστιν ἡ φωνὴ τοῦ ἀνθρώπου βοῶντος ἐν τῇ ἐρήμῳ. ὁ δὲ ἄνθρωπος λέγει «ποιήσατε τὴν ὁδὸν
κυρίου. ποιεῖτε τὴν ὁδὸν αὐτοῦ ἀγαθὴν.»

4 καὶ Ἰωάννης ἐβάπτιζεν ἐν τῇ ἐρήμῳ καὶ ἐκήρύσσε περὶ τῶν ἁμαρτιῶν. 5 καὶ ἐξεπορεύετο
πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία γῆ καὶ πάντες οἱ Ἱεροσολυμῖται καὶ ἐβαπτίζοντο ὑπὸ τοῦ
Ἰωάννου ἐν τῷ Ἰορδάνῃ. οἱ δὲ ἔλεγον ὅτι «ἁμαρτωλοί ἐσμεν.» 6 (καὶ ὁ Ἰωάννης εἶχε ἱμάτιον
ἐκ θεοῦ καὶ ἦν ἐσθίων ἄρτον ἐκ θεοῦ.) 7 καὶ ἐκήρυσσεν λέγων· ὁ ἅγιος ἅνθρωπος ἔρχεται
μετά με. οὐ δύναμαι λῦσαι τὸν ἱμάτιον αὐτοῦ. 8 ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ
βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.

9 καὶ ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς
τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10 καὶ ἀναβαίνων ἐκ τοῦ ὕδατος εἶδεν τοὺς οὐρανοὺς
ἀνοίγοντας καὶ τὸ πνεῦμα καταβαῖνον εἰς αὐτόν·11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν «σὺ εἶ
ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ χαίρω.»

12 καὶ τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13 καὶ ἦν ἐν τῇ ἐρήμῳ διωκόμενος ὑπὸ τοῦ
Σατανᾶ. καὶ ἄνθρωποι μὲν οὐκ ἦσαν μετὰ τοῦ Ἰησοῦ, οἱ δὲ ἄγγελοι ἦσαν δοῦλοι αὐτῷ.

14 μετὰ δὲ τὸ βληθῆνα εἰς φυλακῇ τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν
κηρύσσων τὸ εὐαγγέλιον τοῦ θεοῦ15 καὶ λέγων ὅτι νῦν ἡ ὥρα πεπλήρωται καὶ ἡ βασιλεία
τοῦ θεοῦ ἐγγίζει. ἀγαπᾶτε Θεὸν καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. 16 καὶ ἐλθὼν παρὰ τὴν
θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἐργαζαμένους ἐν
τῇ θαλάσσῃ· τοὺτο γὰρ ἦν τὸ ἔργον αὺτῶν. 17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀκολουθήσατέ μοι,
καὶ ὑμεῖς λήμψεσθε τοὺς ἀνθρώπους. 18 καὶ ὁ Σίμων καὶ ὁ Ἀνδρέας ἐξῆλθον ἐκ τοῦ πλοίου
καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.

Leveled reading NZ + SZ, strana 4


181
19 καὶ ἐλθὼν παρὰ τὴν ὁδὸν, ὁ Ἰησοῦς εἶδεν Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην
τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ ἐργαζομένους. 20 καὶ ἐκάλεσεν αὐτούς. καὶ ὁ Ἰάκωβος καὶ
Ἰωάννης, κελεύοντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον μένειν ἐν τῷ πλοίῳ μετὰ τῶν ἄλλων
ἀνθρώπων, ἀπῆλθον μετὰ τοῦ Ἰησοῦ.

21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ τοῖς σαββάτοις ὁ Ἰησοῦς εἰσελθὼν εἰς τὴν
συναγωγὴν ἐδίδασκεν. 22 καὶ ἐθαύμασαν ἐπὶ τοῖς λόγοις αὐτοῦ· (ἦν γὰρ διδάσκων αὐτοὺς ὡς
ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.)

23 καὶ ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι πονηρῷ καὶ ἔκραξεν24 λέγων· μὴ


μένε μεθ’ ἡμῶν, Ἰησοῦ Ναζαρηνέ. ἦλθες ἀποκτείνειν ἡμᾶς; γινώσκω σε, σὺ εἶ ὁ ἅγιος τοῦ
θεοῦ. 25 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μὴ λέγε καὶ ἔξελθε ἐξ αὐτοῦ. 26 καὶ τὸ πνεῦμα τὸ πονηρὸν
ἔβαλλεν τὸν ἄνθρωπον εἰς τὴν γῆν καὶ ἔκραξεν ἐν φωνῇ οὐ μικρᾷ καὶ ἐξῆλθεν ἐξ αὐτοῦ. 27
καὶ πάντες οἱ ἄνθρωποι ἐθάμαυσαν καὶ εἶπον πρὸς ἑαυτοὺς λέγοντας· «ὁ Ἰησοῦς διδάσκει
κατ᾽ ἐξουσίαν· κελεύει καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις, καὶ ἀκούουσιν αὐτοῦ». 28 καὶ
ἐξῆλθεν ἡ δόξα τοῦ Ἰησοῦ εἰς ὅλην τὴν γῆν τῆς Γαλιλαίας.

29 καὶ ἐκ τῆς συναγωγῆς ἐξελθόντες ἦλθον εἰς τὸν οἶκον τοῦ Σίμωνος καὶ Ἀνδρέου μετὰ
Ἰακώβου καὶ Ἰωάννου. 30 ἡ δὲ μήτηρ τῆς γυναικὸς τοὺ Σίμωνος ἀσθενής ἦν. καὶ λέγουσιν
αὐτῷ περὶ αὐτῆς. 31 καὶ προσελθὼν Ἰησοῦς ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός αὐτῆς. καὶ ὁ
Ἰησοῦς ἐθεράπευσεν αὐτὴν καὶ αὑτὴ ἡτοίμασεν αὐτοῖς ἄρτον.

32 ἦν δὲ νύξ. καὶ ἔφερον πρὸς αὐτὸν πάντας τοὺς ἀσθενεῖς καὶ τοὺς ἔχοντας δαιμόνια33 καὶ
ὅλη ἡ πόλις ἦν συνηγμένη πρὸς τὴν θύραν. 34 καὶ ἐθεράπευσεν τοὺς ἀσθενεῖς καὶ τὰ
δαιμόνια ἐξέβαλεν καὶ οὐκ ἠθέλησε τὰ δαιμόνια λαλεῖν, ὅτι ἐγίνωσκον αὐτόν.

35 καὶ ἐν τῇ πρώτῃ ὧρᾳ τῆς ἡμέρας, ὁ Ἰησοῦς ἀπῆλθεν εἰς ἔρημον τόπον καὶ προσηύχετο
ἐκεῖ. 36 καὶ ἐδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ, 37 καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ
ὅτι πάντες ζητοῦσίν σε. 38 καὶ λέγει αὐτοῖς· ἔλθωμεν εἰς τὰς ἄλλας κώμας ἵνα καὶ ἐκεῖ
κηρύξω· εἰς τοῦτο γὰρ ἐξῆλθον. 39 Καὶ ἦλθεν κηρύσσων εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην
τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.

40 Καὶ ἔρχεται πρὸς αὐτὸν ἄνθρωπος ἐν δαιμονίῳ παρακαλῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν
θέλῃς δύνασαι θεραπεύειν με. 41 καὶ ἀγαπῶν αὐτὸν, ὁ Ἰησοῦς ἐκράτησεν τῆς χειρὸς αὐτοῦ
καὶ λέγει αὐτῷ «θέλω, θεραπεύθητι.» 42 καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ τὸ δαιμόνιον, καὶ
ἐθεραπεύθη. 43 καὶ κελεύων αὐτῷ ἐξέβαλεν αὐτὸν. 44 καὶ λέγει αὐτῷ· μὴ λέγει περὶ τουτῶν
μηδενὶ μηδὲν, ἀλλὰ ἐλθὲ καὶ γνώριζε σεαυτὸν τῷ ἱερεῖ καὶ προσφέρε τὸ δῶρον τὸ
κελευόμενον ὑπὸ τοῦ Μωϋσου, εἰς σημεῖον αὐτοῖς. 45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν τὸν
λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι ἐν είρήνῃ εἰσελθεῖν εἰς πόλιν, ἀλλ᾽ ἐπ᾽ ἐρήμοις τόποις
ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ἐκ τῶν πάντων ἄλλων τόπων.

Leveled reading NZ + SZ, strana 5


182
Marek 2, snadný, NZ nad 50

2:1 καὶ Ἰησοῦς πάλιν εἰσέρχεται εἰς Καφαρναοὺμ. καὶ οἱ ἄνθρωποι ἀκούουσιν ὅτι Ἰησοῦς
ἐστιν ἐν τῷ οἴκῳ. 2 καὶ πολλοὶ συνάγονται. ἀλλὰ οἱ ἄνθρωποι οὐ δύνανται εἰσέρχεσθαι εἰς
τὴν οἰκιάν διὰ τὸν ὄχλον. καὶ Ἰησοῦς λαλεῖ αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.

3 καὶ τέσσαρες ἄνθρωποι φέρουσι παραλυτικόν πρὸς τὸν Ἰησοῦν. {ὁ "παραλυτικός" ἐστιν
ἄνθρωπος μὴ δυνάμενος περιπατεῖν.} 4 ἀλλὰ οἱ ἄνθρωποι οὐ δύνανται ἄγειν τὸν
παραλυτικὸν πρὸς τὸν Ἰησοῦν διὰ τὸν ὄχλον. αἴρουσιν οὖν τὴν στέγην ἀπὸ τῆς οἰκίας. {ἡ
"στέγη" ἐστιν ὁ τόπος ὑπὲρ τὴν οἰκίαν.} 5 καὶ Ἰησοῦς, βλέπων τὴν πίστιν αὐτῶν, λέγει τῷ
παραλυτικῷ "τέκνον, ἐγὼ ἀφίημι τὰς ἁμαρτίας σου." 6 καί τινες τῶν γραμματέων λέγουσιν
ἐν ταῖς καρδίαις αὐτῶν 7 "διὰ τί οὗτος ὁ ἄνθρωπος λαλεῖ οὕτως; οὗτος βλασφημεῖ."
{"βλασφημῶ" ἐστιν "λέγω πονηροὺς λόγους περὶ τοῦ Θεοῦ."} τίς δύναται ἀφιέναι ἁμαρτίας
εἰ μὴ ὁ Θεὸς μόνος;" 8 καὶ εὐθὺς Ἰησοῦς γινώσκει ἐν τῷ πνεύματι αὐτοῦ ὅτι οἱ γραμματεῖς
λέγουσιν οὕτως ἐν ταῖς καρδίαις αὐτῶν. καὶ Ἰησοῦς λέγει αὐτοῖς "διὰ τί ὑμεὶς λέγετε ταῦτα
ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν μεῖζον, λέγειν τῷ παραλυτικῷ "ἰδοὺ, ἐγὼ ἀφίημι τὰς
ἁμαρτίας σου" ἢ λέγειν "ἔγειρε καὶ περιπάτει;"

10 θέλω δὲ ὑμᾶς γινώσκειν ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἔχει ἐξουσίαν ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς
γῆς. λέγω οὖν σοι, ὦ παραλυτικέ 11 "ἔγειρε καὶ ὕπαγε εἰς τὸν οἶκόν σου." 12 καὶ εὐθὺς ὁ
παραλυτικὸς ἐγείρεται καὶ ἐξέρχεται ἔμπροσθεν πάντων. καὶ πάντες θαυμάζουσι καὶ
δοξάζουσι τὸν Θεὸν καὶ λέγουσιν ὅτι "ἡμεῖς οὐδέποτε εἴδομεν οὕτως." 13 καὶ Ἱησοῦς
ἐξέρχεται πάλιν παρὰ τὴν θάλασσαν. καὶ πᾶς ὁ ὄχλος ἔρχεται πρὸς αὐτόν, καὶ Ἰησοῦς
διδάσκει αὐτούς.

14 καὶ Ἱησοῦς προσέρχεται καὶ βλέπει Λευὶν τὸν υἱὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ
τελώνιον. {τὸ "τελώνιον" ἐστιν ὁ τόπος ὅπου οἱ Ἰουδαῖοι διδόασι τὸ τέλος τῷ Καίσαρι.} καὶ
Ἱησοῦς λέγει τῷ Λευίν "ἀκολούθει μοι." καὶ Λευὶν άνέστη κὰι ἀκολουθεῖ αὐτῷ. 15 καὶ
Ἰησοῦς εἰσέρχεται εἰς τὴν οἰκίαν τοῦ Λευίν. καὶ πολλοὶ ἁμαρτωλοὶ ἐσθίουσι μετὰ τοῦ Ἰησοῦ
καὶ τῶν μαθητῶν αὐτοῦ. 16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι βλέπουσι ὅτι Ἰησοῦς ἐσθίει
μετὰ τῶν ἁμαρτωλῶν. καὶ οὗτοι λέγουσι τοῖς μαθηταῖς αὐτοῦ "διὰ τί Ἰησοῦς ἐσθίει μετὰ τῶν
ἁμαρτωλῶν;" 17 καὶ Ἰησοῦς λέγει αὐτοῖς "οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς
ἁμαρτωλούς." 18 καὶ οἱ μαθηταὶ τοῦ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύουσι. { "νηστεύω"
ἐστιν "οὐκ ἐσθίω τὸν ἄρτον καὶ οὐ πίνω τὸν οἶνον."} καὶ ἄνθρωποι λέγουσιν τῷ Ἰησοῦ "διὰ
τί οἱ μαθηταὶ τοῦ Ἰωάννου νηστεύουσι καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, ἀλλὰ οἱ
μαθηταί σου οὐ νηστεύουσιν;" 19 καὶ Ἰησοῦς λέγει αὐτοῖς "οἱ μαθηταί μου οὐ δύνανται
νηστεύειν ἐν τῷ χρόνῳ ἐν ᾧ ἐγώ εἰμι μετ᾽ αὐτῶν.

20 ἐλεύσονται δὲ ἡμέραι ὅτε πονηροὶ ἄνθρωποι ἀροῦσί με ἀπ᾽ αὐτῶν. καὶ τότε οἱ μαθηταί
μου νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ." 21 ὁ δὲ Ἰησοῦς λέγει "οὐδεὶς τίθησι παλαιὰν θύραν
ἐπὶ καινὴν οἰκίαν. {"παλαιός" ἐστιν "οὐ καινός."} 22 καὶ οὐδεὶς βάλλει καινὸν οἶνον εἰς
παλαιοὺς ἀσκούς. {"ὁ ἀσκός" ἐστιν ὁ τόπος ὅπου ἄνθρωποι βάλλουσι τὸ ὕδωρ καὶ τὸν οἶνον.}
ἀλλὰ ἄνθρωποι βάλλουσι καινὸν οἶνον εἰς καινοὺς ἀσκούς." 23 καὶ ἐν τῇ ἡμέρᾳ τοῦ
σαββάτου Ἰησοῦς καὶ οἱ μαθηταί αὐτοῦ πορεύονται διὰ τῶν ἀγρῶν. καὶ λαμβάνουσι τοὺς

Leveled reading NZ + SZ, strana 6


183
καρποὺς ἐκ τῶν ἀγρῶν. 24 καὶ οἱ Φαρισαῖοι λέγουσι τῷ Ἰησοῦ "διὰ τί οἱ μαθηταί σου
ποιοῦσιν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ὃ ὁ νόμος λέγει μὴ ποιεῖν;" 25 καὶ Ἰησοῦς λέγει αὐτοῖς
"οὐ γινώσκετε τί Δαυὶδ ἐποίησεν ὅτε ἔσχεν χρείαν τοῦ ἄρτου καὶ ἐθέλησεν ἐσθίειν ἄρτον;

26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ὅτε Ἀβιαθὰρ ἦν ἀρχιερεὺς καὶ πῶς ἔφαγεν τοὺς
ἄρτους τοῦ θεοῦ, οὓς ὁ νόμος λέγει μὴ φαγεῖν εἰ μὴ τοὺς ἱερεῖς; καὶ πῶς ἔδωκεν τὸν ἄρτον
τοῖς φίλοις αὐτοῦ;" 27 καὶ Ἰησοῦς λέγει αὐτοῖς "τὸ μὲν σάββατον ἐγένετο διὰ τὸν ἄνθρωπον,
ὁ δὲ ἄνθρωπος οὐκ ἐγένετο διὰ τὸ σάββατον. 28 διὰ τοῦτο, ὁ υἱὸς τοῦ ἀνθρώπου έστιν κύριος
τοῦ σαββάτου."

Marek 3, snadný, NZ nad 50

3:1 καὶ Ἰησοῦς εἰσέρχεται πάλιν εἰς τὴν συναγωγήν. καὶ ἔστιν ἐκεῖ ἄνθρωπος ἔχων πονηρὰν
χεῖρα. 2 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι βλέπουσιν Ἰησοῦν εἰ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου
θεραπεύσει τὸν ἄνθρωπον, ἵνα κρατῶσιν τοῦ Ἰησοῦ. 3 καὶ Ἰησοῦς λέγει τῷ ἀνθρώπῳ τῷ
ἔχοντι τὴν πονηρὰν χεῖρα "στῆθι ἐκεῖ." 4 καὶ Ἰησοῦς λέγει τοῖς Φαρισαίοις καὶ γραμματεῦσι
"τί ὁ νὀμος λέγει; δεῖ ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ποιῆσαι ἀγαθὸν ἢ ποιῆσαι κακόν, σῶσαι
ψυχὴν ἢ ἀποκτεῖναι;" οἱ δὲ λέγουσιν οὐδέν.

5 καὶ Ἰησοῦς βλέπει τὴν πονηρὰν καρδίαν αὐτῶν καὶ λέγει τῷ ἀνθρώπῳ "ἐλθὲ πρός με". καὶ
ὁ ἄνθρωπος ἔρχεται πρὸς τὸν Ἰησοῦν καὶ ὁ Ἰησοῦς θεραπεύει αὐτόν. 6 καὶ νῦν οἱ Φαρισαῖοι
καὶ οἱ Ἡρῳδιανοὶ θέλουσιν ἀποκτείνειν τὸν Ἰησοῦν. 7 καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ
ἐρχονται πρὸς τὴν θάλασσαν. καὶ πολλοὶ ὄχλοι ἔρχονται πρὸς τὸν Ἰησοῦν ἀπὸ τῆς
Γαλιλαίας, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ ἀπὸ
τῆς Τύρου καὶ Σιδῶνος. (οἱ γὰρ ὄχλοι ἀκούουσιν ὅσα Ἰησοῦς ποιεῖ.) 9 καὶ Ἰησοῦς λέγει τοῖς
μαθηταῖς "ἑτοιμάζετέ μοι πλοῖον. φοβοῦμαι γὰρ τὸν ὄχλον."

10 (Ἰησοῦς γὰρ θεραπεύει πολλοὺς ἀνθρώπους και οἱ ἄνθρωποι πίπτουσιν ἐπ' αὐτόν.) 11 καὶ
τὰ πνεύματα τὰ πονηρὰ, ὅτε βλέπουσι τὸν Ἰησοῦν, πίπτουσιν ἐπ΄ αὐτόν. καὶ λέγουσιν ὅτι "σὺ
εἶ ὁ υἱὸς τοῦ θεοῦ." 12 καὶ Ἰησοῦς κελεύει τὰ πνεύματα μὴ λέγειν περὶ αύτοῦ. 13 καὶ Ἰησοῦς
ἀναβαίνει εἰς τὸ ὄρος καὶ καλεῖ τοὺς μαθητὰς αὐτοῦ καὶ ἀπέρχονται πρὸς αὐτόν. 14 καὶ
Ἰησοῦς ποιεῖ δώδεκα ἀποστόλους. καὶ οἱ ἀπόστολοί εἰσιν μετὰ τοῦ Ἰησοῦ. καὶ Ἰησοῦς
ἀποστέλλουσιν αὐτοὺς κηρύσσειν τὸν λόγον τοῦ Θεοῦ. 15 καὶ Ἰησοῦς δίδωσι τοῖς ἀποστόλοις
ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια· 16 καὶ Ἰησοῦς δίδωσι τῷ Σίμωνι τὸ ὄνομα "Πέτρον."

17 καὶ Ἰησοῦς δίδωσι τῷ Ἰακώβῳ τῷ υἱῷ τοῦ Ζεβεδαίου καὶ τῷ Ἰωάννῃ τῷ ἀδελφῷ τοῦ
Ἰακώβου τὰ ὀνόματα "Βοανηργές." ("Βοανηργές" έστιν "υἱοὶ βροντῆς.") {ἡ "βροντή" ἐστιν
φωνὴ ἐκ τῶν οὐρανῶν.} 18 καὶ οἱ ἀλλοι ἀπόστολοί εἰσιν Ἀνδρέας καὶ Φίλιππος καὶ
Βαρθολομαῖος καὶ Μαθθαῖος καὶ Θωμᾶς καὶ Ἰάκωβος ὁ υἱὸς τοῦ Ἁλφαίου καὶ Θαδδαῖος καὶ
Σίμων ὁ Καναναῖος 19 καὶ Ἰούδας Ἰσκαριώθ, ὃς παρέδωκεν τὸν Ἰησοῦν. 20 καὶ Ἰησοῦς
ἔρχεται εἰς οἶκον· καὶ πάλιν ὁ ὄχλος ἔρχεται πρὸς τὸν Ἰησοῦν. καὶ Ἰησοῦς καὶ οἱ μαθηταὶ
αὐτοῦ οὐ δύνανται φαγεῖν ἄρτον διὰ τὸν ὄχλον. 21 καὶ οἱ ἀδελφοὶ τοῦ Ἰησοῦ ἐξέρχονται
κρατῆσαι αὐτοῦ. λέγουσι γὰρ ὅτι "Ἰησοῦς ἔχει δαιμόνιον. oὐ γινώσκει ὅ ποιεῖ!" 22 καὶ οἱ
γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων λέγουσιν ὅτι "Ἰησοῦς ἐκβάλλει τὰ δαιμόνια διὰ τοῦ
ἄρχοντος τῶν δαιμονίων. Βεελζεβοὺλ, ὁ ἄρχων τῶν δαιμονίων, ἐστιν ἐν τῷ Ἰησοῦ."
Leveled reading NZ + SZ, strana 7
184
23 καὶ Ἰησοῦς λέγει αὐτοῖς ἐν παραβολῇ. "πῶς Σατανᾶς δύναται ἐκβάλλειν τὸν Σατανᾶν; 24
καὶ ἐὰν βασιλεία ἀνέστη ἐφ᾽ ἑαυτὴν, ἡ βασιλεία οὐ δύναται σταθῆναι. 25 καὶ ἐὰν οἰκία
ἀνέστη ἐφ᾽ ἑαυτὴν, ἡ οἰκία οὐ δύναται σταθῆναι.26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν, οὐ
δύναται στῆναι ἀλλὰ ἀποθνῃσκει." 27 καὶ Ἰησοῦς λέγει "οὐδεὶς ἄνθρωπος οὐ δύναται
εἰσέρχεσθαι εἰς τὴν οἰκίαν τοῦ βασιλέως καὶ λαμβάνειν τὸν ἄρτον αὐτοῦ, ἐὰν μὴ πρῶτον
δήσῃ τὸν βασιλἐα. καὶ τότε ὁ ἄνθρωπος λήμψεται τὸν ἄρτον τοῦ βασιλέως." 28 ἀμὴν λέγω
ὑμῖν ὅτι Θεὸς ἀφίησι πάσας ἁμαρτίας καὶ πάσας βλασφημίας. {ἡ "βλασφημία" ἐστιν λέγειν
πονηροὺς λόγους περὶ τοῦ Θεοῦ.} 29 ἀλλὰ εἰ σὺ λέγεις βλασφημίαν εἰς τὸ πνεῦμα τὸ ἅγιον,
Θεὸς οὐκ ἀφήσει σε εἰς τὸν αἰῶνα 30 (ὅτι οἱ Φαρισαῖοι ἔλεγον "Ἰησοῦς ἔχει δαιμόνιον.")

31 καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται πρὸς τὸν Ἰησοῦν. καὶ μένουσιν ἔξω
τῆς οίκίας. καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἀποστέλλουσιν ἄνθρώπους εἰς τὴν
οἰκίαν. καὶ οὗτοι οἱ ἄνθρωποι καλοῦσι τὸν Ἰησοῦν. 32 καὶ ἔστιν ὄχλος περὶ τὸν Ἰησοῦν καὶ
λέγουσιν αὐτῷ "ἰδού. ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε." 33 καὶ Ἰησοῦς λέγει
αὐτοῖς. "τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου;" 34 καὶ Ἰησοῦς βλέπει εἰς τὸν ὄχλον περὶ
αὐτὸν καὶ λέγει "ἴδε. ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ
θεοῦ, οὗτός ἐστιν ὁ ἀδελφός μου καὶ ἡ ἀδελφή μου καὶ ἡ μήτηρ μου."

Galatským 1, snadný, Croy 14


1:1 ἐγώ εἰμι Παῦλος. καὶ ἐγώ εἰμι ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ
Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ. καὶ Θεὸς ἐγείρει τοὺς ἀνθρώπους ἐκ νεκρῶν. 2 καὶ ἡμεῖς γράφομεν,
ἐγὼ καὶ οἱ ἀδελφοί, ὑμῖν, ταῖς ἐκκλησίαις τῆς Γαλατίας.

3 ἐγὼ πέμπω εἰρήνην ὑμῖν ἀπὸ θεοῦ καὶ ἡμῶν κυρίου Ἰησοῦ Χριστοῦ. 4 ὁ γὰρ θάνατος τοῦ
Ἰησοῦ λύει τὴν ἁμαρτίαν καὶ τὸν θάνατον. ὁ δὲ θάνατος τοῦ Ἰησοῦ λύει τὸν Σατανᾶν. Θεὸς
γὰρ θέλει ἡμᾶς ἔχειν ζωήν. 5 Θεὸς οὖν ἔχει τὴν δόξαν. ἀμήν.

6 ἐγὼ θαυμάζω ὅτι ὑμεῖς οὐ πιστεύετε εὶς τὸν λόγον τοῦ Χριστοῦ. ἀλλὰ ὑμεῖς πιστεύετε εἰς
ἄλλον λόγον. 7 ἀλλὰ οὐκ ἔστιν ἄλλος λόγος. ἀλλὰ πονηροὶ ἄνθρωποι θέλουσιν ὑμᾶς
πιστεύειν εἰς τὸν λόγον τοῦ Σατανᾶς. 8 ἀλλὰ καὶ εἰ ἄγγελος ἐξ οὐρανοῦ κηρύσσει ὑμῖν ἄλλον
λόγον, οὗτος ὁ ἄγγελος οὐ λέγει τὴν ἀλήθειαν. 9 πάλιν λέγω ὑμῖν, εἰ ἄνθρωπος κηρύσσει
ὑμῖν ἄλλον λόγον, οὗτος ἀνθρωπος ἔχει θάνατον. 10 θέλω γὰρ πείθειν τὸν θεὸν καὶ οὐκ
ἀνθρώπους. εἰ ἔτι θέλω πείθειν ἀνθρώπους, οὐκ εἰμι δοῦλος Χριστοῦ.

11 θέλω γὰρ ὑμᾶς γινώσκειν, ἀδελφοί, ὅτι ὁ λόγος μου οὐκ ἐστιν κατὰ ἄνθρωπον. 12 οὐδὲ
γὰρ ἐγὼ ἔλαβον τὸν λόγον παρὰ ἀνθρώπου οὐδὲ ἄνθρωποι ἐδίδαξάν με. ἀλλὰ ἔλαβον τούτον
τὸν λόγον παρὰ Ἰησοῦ Χριστοῦ.

13 ηκούσατε γὰρ περὶ τῆς ζωῆς μου ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ
καὶ ἠθέλησε λύειν αὐτήν. 14 ἐγὼ γὰρ ἐπίστευσα εἰς τὸν νόμον καὶ ἐγὼ ἠθέλησα εἶναι δίκαιος
ἐν τῷ νόμῳ.

15 ἀλλὰ Θεὸς ἠθέλησε λέγειν πρός με. 16 καὶ Θεὸς ἠθέλησεν ἀνθρώπους γινώσκειν τὸν υἱὸν
αὐτοῦ ἐν ἐμοί. Θεὸς οὖν ἐδἰδαξέν με περὶ τοῦ Ἰησοῦ. καὶ Θεὸς ἔπεμψέ με κηρύσσειν περὶ τοῦ
Ἰησοῦ. ἀλλὰ ἐγὼ οὐκ εἶπον σὺν ἀνθρώποις περὶ τοῦτο. 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα

Leveled reading NZ + SZ, strana 8


185
πρὸς τοὺς ἀποστόλους. ἀλλὰ ἐγὼ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ἐγὼ ὑπέστρεψα εἰς
Δαμασκόν.

18 μετὰ δὲ ταῦτα, ἀνῆλθον εἰς Ἱεροσόλυμα βλέπειν τὸν Κηφᾶν. καὶ ἐγὼ ἔμενον πρὸς αὐτὸν
μικρὸν χρόνον ἡμερῶν. 19 ἀλλὰ ἐγὼ οὐκ εἶδον τοὺς ἀποστόλους εἰ μὴ Ἰάκωβον τὸν
ἀδελφὸν τοῦ κυρίου.20 ἐγὼ γράφω ὑμῖν τὴν ἀλήθειαν!

21 μετὰ δὲ ταῦτα, ἦλθον εἰς τὴν γῆν τῆς Συρίας καὶ τῆς Κιλικίας. 22 καὶ αἱ ἐκκλησίαι τῆς
Ἰουδαίας οὐκ εἶδον τὸ πρόσωπόν μου. 23 αλλὰ ἤκουσαν ὅτι πότε μὲν ἐγω ἐδίωκον τὴν
ἐκκλησίαν, νῦν δὲ ἐγὼ κηρύσσω τὸν λόγον τοῦ Ἰησοῦ. 24 καὶ αἱ ἐκκλησίαι τῆς Ἰουδαίας
δοξάζουσι τὸν θεὸν ἐν ἐμοί.

Zjevení 1, úplně snadný, Croy 8


1:1 οὗτοί εἰσιν οἱ λόγοι τοῦ Ἰησοῦ Χριστοῦ. Θεὸς διδάσκει τοὺς δούλους περὶ τῆς ἐσχάτης
ὥρας. καὶ Θεὸς ἀποστέλλει τούτους τοὺς λόγους διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ
Ἰωάννῃ. 2 ἐγὼ, Ἰωάννης, βλέπω τὰ ἔργα τοῦ Ἰησοῦ καὶ ἐγὼ γράφει ὑμῖν. 3 ἐγὼ θέλω ὑμᾶς
ἀκούειν τούτους τοὺς λόγους καὶ μένειν ἐν αὐτοῖς. αὕτη γάρ ἐστιν ἡ ὥρα τοῦ θανάτου τοῦ
κόσμου.

4 ἐγὼ, Ἰωάννης, γράφω ταῦτα ὑμῖν, ταῖς ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. ἐγὼ πέμπω ὑμῖν
εἰρήνην ἀπὸ τοῦ Θεοῦ καὶ απὸ τῶν ἀγγέλων αὐτοῦ 5 καὶ ἀπὸ τοῦ Ἰησοῦ Χριστοῦ. ὁ γὰρ
Ἰησοῦς ἐστιν ὁ πιστός. καὶ Ἰησοῦς ἐγείρει τοὺς νεκρούς. καὶ Ἰησοῦς ἐστιν ὁ κύριος τῶν
βασιλειῶν τῆς γῆς. ὁ δὲ Ἰησοῦς πέμπει ἡμῖν τὴν ἀγάπην. καὶ Ἰησοῦς λύει ἡμᾶς ἐκ τῶν
ἁμαρτιῶν ἡμῶν ἐν τῷ θανάτῳ αὐτοῦ. 6 καὶ Θεὸς πέμπει ἡμῖν ἁγίαν βασιλείαν. καὶ Θεὸς ἔχει
δόξην. ἀμήν.

7 Θεὸς ἀποστέλλω τὸν Ἰησοῦν. Θεὸς γὰρ θέλει ἀνθρώπους βλέπειν τὸν Ἰησοῦν. πονηροὶ
ἄνθρωποι βλέπουσι τὸν θάνατον τοῦ Ἰησοῦ καὶ ὁ Ἰησοῦς πἐμπει θάνατον τούτοις τοῖς
πονηροῖς ἀνθρώποις. 8 Θεὸς λέγει «ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ μέγα. ἐγώ εἰμι ὁ κύριος τῆς
γῆς.»

9 ἐγώ εἰμι Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν. ἐγὼ πιστεύω εἰς τὸν Ἰησοῦν. ἐγώ εἰμι ἐν τῇ γῇ τοῦ
Πάτμου. πονηροί ἄνθρωποι πέμπουσι πονηρὸν εἰς με ὅτι πιστεύω εἰς τὸν Ἰησοῦν. 10 ἐν τῇ
πρώτῃ ἡμέρᾳ, ἀκούω φωνὴν. ἡ φωνή λέγει μοι « ἐγὼ θέλω σε βλέπειν τὴν ἐσχάτην ὥραν.
θέλω δέ σε βλέπειν τὸν θάνατον τοῦ κόσμου. θέλω δέ σε γράφειν τοὺς λόγους καὶ θέλω σε
πέμπειν τοὺς λόγους ταῖς ἐκκλησίαις, εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς
Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.

12 καὶ ἐγὼ βλέπω τὴν φωνὴν. καὶ ἡ φωνὴ λέγει μετ᾽ ἐμοῦ. καὶ ἐγὼ βλέπω τοὺς δούλους τοῦ
Θεοῦ. 13 καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐστιν μετὰ τῶν δούλων τοῦ Θεοῦ. 14 καὶ τὸ πρόσωπον τοῦ
υἱοῦ τοῦ ἀνθρώπου ἔχει δόξην. 15 καὶ οἱ λόγοι τοῦ υἱοῦ ἀνθρώπου ἐστιν ἡ φωνὴ τῶν
θαλάσσων. 16 καὶ Θεὸς πέμπει τῷ υἱῷ τοῦ ἀνθρώπου καλοὺς λίθους τῆς δόξης.

17 καὶ ἡ δόξα τοῦ προσώπου τοῦ υἱοῦ τοῦ ἀνθρώπου λὐει με. καἰ ὁ θάνατος εὐρίσκει με. ἀλλὰ
ὁ υἱὸς τοῦ ἀνθρώπου λέγει πρός με «ἐγὼ θέλω σε ἔχειν εἰρήνην. ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ
ἔσχατος. 18 καὶ ὁ θάνατός μου ἐγείρει τοὺς ἀνθρώπους εἰς τὴν ζωήν. ἐγὼ γὰρ ἔχω τὴν
Leveled reading NZ + SZ, strana 9
186
ἐξουσίαν τοῦ θανάτου καὶ τοῦ ᾅδου. 19 θέλω σε βλέπειν τὰ ἔργα τοῦ θεοῦ. καὶ θέλω σε
βλέπειν τὴν ἐσχάτην ὥραν. καὶ θέλω σε βλέπειν τὸν θάνατον τοῦ κόσμου. καὶ ἐγὼ θέλω σε
γράφειν ταῦτα. 20 σὺ γὰρ βλέπεις τὴν δόξαν τῶν ἀγγέλων τῶν ἐκκλησιῶν τῶν ἐν τῇ Ἀσίᾳ.»

Jan 17, úplně snadný, Croy 8


17:1 καὶ Ἰησοῦς βλέπει εἰς τὸν οὐρανὸν καὶ λέγει «Θεέ μου, αὑτή έστιν ἡ ὥρα δοξάζειν τὸν
υἱόν σου. ἐγώ, ὁ υἱός σου, θέλω δοξάζειν σε. 2 ἐγὼ ἔχω ἐξουσίαν ἐκ σου. καὶ ἐγὼ θέλω
πέμπειν ζωὴν τοῖς ἀνθρώποις. 3 αὕτη δέ ἐστιν ἡ ζωὴ, εἰ ἄνθρωποι γινώσκουσιν τὸν Θεὸν καὶ
τὸν Ἰησοῦν Χριστόν. 4 τὸ ἔργα μοῦ ἐστιν δοξάζειν σε ἐπὶ τῆς γῆς. 5 καὶ ἐγὼ θέλω σε δοξάζειν
με διὰ τῆς δόξης σου.

6 σὺ πέμπεις μοι άνθρώπους ἐκ τοῦ κόσμου. καὶ ἐγὼ διδάσκω τούτους τοὺς ἄνθρώπους περί
σου. οἱ μαθηταὶ σοῦ εἰσιν οἱ μαθηταὶ μοῦ. ὁ δέ λόγος σου μένει ἐν μοι. 7 οἱ μαθηταὶ
γινώσκουσιν ὅτι οἱ λόγοι μοῦ εἰσιν ἐκ σου. 8 ὅτι ἐγὼ διδάσκω τοὺς μαθητὰς τοὺς λόγους σου.
αὐτοὶ λαμβάνουσι τοὺς λόγους σου καὶ αὐτοὶ γινώσκουσι ὅτι ἐγώ εἰμι ἐκ σου. καὶ οἱ μαθηταὶ
πιστεύουσι ὅτι ἐγὼ είμι ἐκ σου.

9 ἐγὼ λέγει σοι περὶ τούτων τῶν ἀνθρώπων. οὐ περὶ τοῦ κόσμου ἐγὼ λέγω ἀλλὰ ἐγὼ λέγω
περὶ τῶν μαθητῶν σου, ὅτι αὐτοί εἰσιν ἐκ σοῦ. 10 καὶ τὰ μοῦ ἐστιν τὰ σοῦ καὶ τὰ σοῦ ἐστιν τὰ
μοῦ καὶ ἐγὼ ἔχω δόξαν ἐν τοῖς μαθηταῖς σου. 11 καὶ οὐκ εἰμὶ ἐν τῷ κόσμῳ, ἀλλὰ αὐτοὶ είσιν
ἐν τῷ κόσμῳ. καὶ ἐγὼ εἰμι μετά σου. ἅγιε θεέ, ἐγὼ θέλω αὐτοὺς μένειν ἐν σοι ὅτι ἐγὼ μένω
ἐν σοι.

12 ἐγὼ διδάκσω τοὺς μαθητὰς τοὺς λόγους σου. αὐτοὶ μένουσιν έν σοι, ἀλλὰ Ἰουδᾶς ού μένει
ἐν σοι ὅτι Ίουδᾶς ἐστιν ὁ υἱὸς τοῦ θανάτου. καὶ ἡ γράφη λέγει περὶ τούτου. 13 ἐγὼ εἰμι μετά
σου, ἀλλὰ θέλω λέγειν ταῦτα τοῖς ἀνθρώποις τοῖς ἐν τῷ κόσμῳ ὅτι ὲγὼ θέλω αὐτοὺς ἔχειν
τὴν εἰρήνην μου. 14 ἐγὼ διδάσκω αὐτοὺς τὸν λόγον σου, ἀλλὰ ὁ κόσμος οὐ λαμβάνουσιν
αὐτούς, ὅτι οὗτοι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου κὰι ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

15 ἐγὼ οὐ θέλω σε λαμβάνειν αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾽ ἐγὼ θέλω σε σῴζειν αὐτοὺς ἐκ τοῦ
Πονηροῦ. 16 αὐτοὶ οὐκ εἰσὶν ἐκ τοῦ κόσμου ὅτι ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ὲγὼ θέλω
αὐτοὺς εἶναι ἁγίους ἐν τῇ ἀληθείᾳ. καὶ ὁ λόγος σου ἐστιν ἀλήθεια. 18 ὲγὼ εἰμι ὁ ἀπόστολός
σου ἐν τῷ κόσμῳ καὶ έγὼ άποστέλλω αὐτοὺς εἰς τὸν κόσμον.

19 καὶ ὑπὲρ αὐτῶν ἐγώ εἰμι ἅγιος. καὶ ἐγὼ θέλω αὐτοὺς εἷναι ἁγίους ἐν τῇ ἀληθείᾳ. 20 ἐγὼ
διδάσκω αὐτοὺς περί σου, καὶ αὐτοὶ διδάσκουσιν ἄλλους ἀνθρώπους, καὶ οἱ ἄνθρωποι
πιστεύουσιν εἰς ἐμὲ διὰ τοῦ λόγου αὐτῶν. 21 ἐγὼ θέλω αὐτοὺς εἶναι ἐν σοι ὅτι ἐγὼ εἰμι ἐν
σοι. καὶ ἐγὼ θέλω τὸν κόσμον πιστεύειν ὅτι ἐγώ εἰμι ἐκ σοῦ. 22 ἐγὼ ἔχω τὴν δόξαν ἐκ σου,
καὶ ἐγὼ πέμπω ταύτην τὴν δόξαν αὐτοῖς. 23 ἐγώ εἰμι ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, καὶ ἐγω θέλω
τὸν κόσμον γινώσκειν ὅτι ἐγὼ εἰμι ὁ ἀπόστολός σου καὶ ὅτι σὺ ἔχει ἀγάπην ὑπέρ μοῦ καὶ ὅτι
ἐγὼ ἔχω ἀγάπην ὑπέρ σοῦ.

24 Θεέ μου, ἐγὼ θέλω αύτοὺς εἶναι μεθ’ ἡμῶν. καὶ ἐγὼ θέλω αὐτοὺς βλέπειν τὴν δόξαν μου.
αὕτη ἡ δόξα ἐστιν ἐκ σου ὅτι σὺ ἔχεις ἀγάπην ὑπέρ μου. 25 δίκαιε Θεέ, ὁ κόσμος οὐ γινώσκει
σε, ἀλλὰ ἐγὼ γινώκσω σε. καὶ οὗτοι γινώσκουσιν ὅτι εἰμι ἐκ σου. 26 καὶ ἐγὼ διδάσκω αὐτοὺς
περί σου ὅτι ἐγὼ θέλω πέπμπειν τὴν ἀγάπην σου εἰς αὐτούς.
Leveled reading NZ + SZ, strana 10
187
Genesis 12, snadný, NZ nad 85
12:1 Καὶ Κύριος εἶπεν τῷ Αβραμ «ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ
εἴσελθε εἰς τὴν γῆν, ἣν ἐγὼ δώσω. 2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ ἐγὼ δώσω σοι δόξαν. 3
καὶ ἐγὼ ἀγαπήσω τοὺς ἀγαπῶντάς σε. καὶ πάντα τὰ ἔθνα τῆς γῆς ἕξει δόξαν ἐν σοι. 4 καὶ
Αβραμ ἐξῆλθε, καθὼς Κύριος ἐλάλησεν αὐτῷ. καὶ Λωτ ἦλθεν μετ᾽ αὐτοῦ. 5 καὶ Αβραμ ἔλαβεν
τὴν Σαρα τὴν γυναῖκα αὐτοῦ καὶ Λωτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντας τοὺς δούλους
αὐτῶν. καὶ αὐτοὶ εἰσῆλθον εἰς τὴν γῆν Χανααν. 6 (οἱ δὲ Χαναναῖοι τότε ἦσαν ἐν τῇ γῇ.) 7 καὶ
Αβραμ εἶδεν τὸν Κύριον καὶ Κύριος εἶπεν τῷ Αβραμ «ἐγὼ δώσω τοῖς υἱοῖς σου ταύτην τὴν
γῆν.» καὶ Αβραμ ἐκεῖ ἔδωκε δῶρα τῷ κυρίῳ.8 καὶ Αβραμ εἰσῆλθεν εἰς τὴν Βαιθηλ καὶ
ἔστησεν ἐκεῖ τὴν οἰκίαν αὐτοῦ. καὶ Αβραμ ἐκεῖ ἐκάλεσεν ἐπὶ τῷ ὀνόματι Κυρίου.9 καὶ Αβραμ
εἰσῆλθεν εἰς τὴν ἔρημον.

10 καὶ οὐκ ἦν ἄρτος ἐν τῇ γῇ Χανααν. καὶ Αβραμ ἦλθεν εἰς τὴν γὴν Αἴγυπτον ἵνα εὐρίσκῃ
ἄρτον ἐκεῖ. 11 καὶ Αβραμ εἶπεν τῇ Σαρα τῇ γυναικὶ αὐτοῦ « ὲγὼ γινώσκω ὅτι σὺ εἶ καλὴ
γυνή. 12 οἱ οὖν Αἰγύπτιοι, ἰδόντες σε, ἐροῦσιν ὅτι «αὕτη έστιν καλὴ γυνή.» καὶ οὖτοι
ἀποκτενοῦσίν με. 13 εἰπὸν οὖν ὅτι «ἐγὼ εἰμι ἡ ἀδελφὴ αὐτοῦ,» ἵνα ἂν εὖ γένηται μοι διὰ σέ,
καὶ ἡ ψυχή μου ζήσεται διὰ σέ.» 14 καὶ Αβραμ καὶ Σαρα εἰσῆλθον εἰς Αἴγυπτον. καὶ οἱ
Αἰγύπτιοι εἶδον τὴν Σαρα, ὅτι αὐτὴ ἦν καλὴ. 15 καὶ οἱ Αἰγύπτιοι εἶπον τῷ Φαραω ὅτι αὐτὴ
καλὴ ἦν. καὶ οἱ Αἰγύπτιοι ἔπεμψαν αὐτὴν εἰς τὸν οἶκον τοῦ Φαραω. 16 καὶ Αβραμ εἶχεν
εἰρήνην διὰ τὴν Σαρα.

17 ἀλλὰ ὁ Θεὸς ἔπεμψε πολλὰ μεγάλα πονηρὰ εἰς τὸν οἶκον τοῦ Φαραω διὰ τὴν Σαρα τὴν
γυναῖκα τοῦ Αβραμ.18 καὶ Φαραω, καλέσας τὸν Αβραμ, εἶπεν αὐτῷ «διὰ τί σὺ ἐποίησας τοῦτο
μοι? διὰ τί σὺ οὐκ εἶπας μοι ὅτι Σαρα ἐστιν ἡ γυνή σου?19 διὰ τί σὺ εἶπας ὅτι «Σαρα έστιν ἡ
ἀδελφή μου?» ἐγὼ γὰρ ἔλαβον αὐτὴν εἰς γυναῖκα. καὶ νῦν ἰδοὺ ἐγὼ δίδωμί σοι τὴν γυναῖκά
σου. λαβὲ αὐτὴν καὶ ἔξελθε. 20 καὶ Αβραμ ἐξῆλθεν ἐκ τῆς γῆς Αἰγύπτου, καὶ μετ᾽ αὐτοῦ
ἐξῆλθον Σαρα, ἡ γυνὴ αύτοῦ, καὶ οἱ δούλοι αὐτοῦ, καὶ Λωτ.

1. Korintským 15, snadný, Croy 14


15:1 ἐγὼ θέλω ὑμᾶς γινώσκειν, ἀδελφοί, τὸν λόγον. ἐγὼ ἐδίδαξα ὑμῖν τοῦτον τὸν λόγον.
ὑμεῖς ἐδέξασθε τοῦτον τὸν λόγον. ὑμεῖς ἐστε ἐν τούτῳ τῷ λόγῳ,2 ὑμεῖς σῴζεσθε διὰ τούτου
τοῦ λόγου, εἰ ὑμεῖς μένετε ἐν τούτῳ τῷ λόγῳ.

3 ἐγὼ γὰρ ἐδεξάμην τοῦτον τὸν λόγον καὶ ἐγὼ διδάσκω ὑμῖν ἐν πρώτοις, ὅτι Χριστὸς
ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς 4 καὶ ὅτι Θεὸς ἤγειρεν τὸν Χριστὸν
κατὰ τὰς γραφὰς 5 καὶ ὅτι Κηφὰς εἶδεν τὸν Χριστόν. καὶ οἱ μαθηταὶ εἶδον τὸν Χριστόν. 6 καὶ
οἱ ἀδελφοὶ εἶδον τὸν Χριστόν. 7 καὶ Ἰάκωβος εἶδε τὸν Χριστὀν. καὶ οἱ ἀπόστολοι εἶδον τὸν
Χριστόν. 8 καὶ ἐγὼ εἶδον τὸν Χρίστον.

9 ἀλλὰ ἐγὼ οὐ θέλω ὑμᾶς λέγειν «Παῦλος ἐστιν ἀπόστολος.» ἐγὼ γὰρ ἐδίωξα τὴν ἐκκλησίαν
τοῦ θεοῦ. 10 ἀλλὰ ἐγὼ ἐγενόμην ἀπόστολος διὰ τῆς ἐξουσίας τοῦ θεοῦ. καὶ τὸ ἔργον μοῦ
ἐστιν ἐκ Θεοῦ. 11 ἡμεῖς μὲν κηρήσσομεν, ὑμεῖς δὲ ἐπιστεύσατε.

Leveled reading NZ + SZ, strana 11


188
12 εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι αὐτὸς ἠγείρατο ἐκ νεκρῶν, οὐ δεῖ ὑμᾶς λέγειν ὅτι «οἰ νεκροὶ
οὐκ ἐγείρονται.» 13 εἰ γὰρ οἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἠγείρατο. 14 εἰ δὲ Χριστὸς
οὐκ ἠγείρατο, ὁ λόγος ἡμῶν οὐκ ἔστιν πιστός. 15 καὶ ἡμεῖς ού λέγομεν τὴν ἀλήθειαν, ὅτι
ἡμεῖς εἴπομεν ὅτι Θεὸς ἤγειρεν τὸν Χριστόν. ἀλλὰ Θεὸς οὐκ ἤγειρεν τὸν Χριστὸν εἰ οἱ νεκροὶ
οὐκ ἐγείρονται.16 εἰ γὰρ οἱ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἠγείρατο. 17 εἰ δὲ Χριστὸς
οὐκ ἠγείρατο, ἡμεῖς οὐ κηρύσσομεν τὴν ἀλήθειαν, καὶ ἡμεῖς ἐστε ἐν ταῖς ἁμαρτίαις ὑμῶν,18
καὶ οἱ νεκροὶ ἐν Χριστῷ οὐκ ἔχουσιν τὴν ζωήν. 19 εἰ ἡ εἰρήνη ἡμῶν ἐστιν ἐν ταύτῃ τῇ ζωῇ
καὶ οὐκ καὶ ἐν ούρανῷ, ἡμεῖς μένομεν ἐν τῷ θανάτῳ.

20 ἀλλὰ Χριστὸς ἠγείρατο ἐκ νεκρῶν. 21 δι᾽ ἀνθρώπου, ὁ θάνατος ἐγένετο τοῖς ἀνθρώποις
καὶ δι᾽ ἀνθρώπου, ἡ ζωὴ ἐγένετο τοῖς νεκροῖς. 22 ἄνθρωποι γὰρ ἀποθνῄσκουσιν ἐν τῷ Ἀδὰμ
ἀλλὰ αὐτοὶ ἔχουσι τὴν ζωὴν ἐν τῷ Χριστῷ. 23 πρῶτος Χριστὸς ἠγείρατο, καἰ μετὰ τοῦτο, οἱ
νεκροὶ ἐν Χριστῷ ἐγείρονται. 24 καὶ μετὰ τοῦτο, ὁ Χριστὸς πέμψει τὴν βασιλείαν τῷ Θεῷ. καὶ
μετὰ τοῦτο, ὁ Χριστὸς λύσει τὴν ἐξουσίαν τούτου τοῦ κόσμου. 25 δεῖ γὰρ τὸν Θεὸν ἄρχειν τοῦ
κόσμοῦ. 26 καὶ ὁ Θεὸς λύσει αὐτὸν τὸν θάνατον. 27 Θεὸς γὰρ ἔχει ἐξουσίαν ὑπὲρ ἀνθρώπων,
ἀλλὰ ἄνθρωποι οὐκ ἐχουσιν ἐξουσίαν ὑπὲρ τοῦ Θεοῦ. 28 Χριστὸς πέμψει τῷ Θεῷ τὴν
βασιλεάιν, καὶ τοτε Θεὸς ἔσται Θεὸς.

29 οἱ γὰρ ἄνθρωποι βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. εἰ δὲ οἱ νεκροὶ οὐκ ἐγείρονται, οὐ δεῖ
αὐτοὺς βαπτίζεσθαι ὑπὲρ αὐτῶν.30 ἡμεῖς γινώσκομεν τὸν θάνατον ὅτι οἱ νεκροὶ ἐγείρονται.
31 καθ᾽ ἡμέραν ἀποθνῄσκω ὅτι οἱ νεκροὶ ἐγείρονται. 32 εἰ οἱ νεκροὶ οὐκ ἐγείρονται, δεῖ ἡμᾶς
ἐσθίειν καὶ πίνειν καὶ ἀποθνῄσκειν. 33 τοῦτο λέγω ὑμῖν: εἰ ὑμεῖς δέχεσθε πονηροὺς
ἀνθρώπους, ὑμεῖς αὐτοί ἐστε πονρηροί. 34 καὶ οὐ θέλω ὑμᾶς μένειν ἐν ἁμαρτίᾳ.

35 οἱ νεκροὶ ἐγείρονται ἐν δόξᾳ, καὶ νῦν ὑμεῖς θέλετε γινώκσειν περὶ ταύτης τῆς δόξης. 36
Θεὸς φέρει ἄρτον ἐκ τῆς γῆς. ἡ ζωὴ γίνεται ἐκ τοῦ θανάτου.37 Θεὸς βάλλει τὸν θάνατον εἰς
τὴν γῆν, καὶ ἐκ τῆς γῆς ζωὴ ἐγένετο.

38 Θεὸς θέλει τὰ ἔργα αὐτοῦ ἔχειν τὴν δόξαν. 39 ἀλλὰ ἡ γῆ καὶ ἡ θάλασσα οὐκ ἔχουσι τὴν
αὐτὴν δόξαν. ἔστιν ἄλλη δόξα τῆς γῆς, καὶ ἔστιν ἄλλη δόξα τῆς θαλάσσης. 40 ἡ γῆ ἔχει δόξαν
καὶ ὁ ούρανὸς ἔχει δόξαν, ἀλλὰ ταύτα οὐκ ἔχει τὴν αὐτὴν δόξαν. 41 ἔστιν ἄλλη δόξα τῶν
λίθων, καὶ ἄλλη δόξα τῆς έρήμου, καὶ ἄλλη δόξα τῶν ἀνθρώπων.

42 οἱ ἄνθρωποι βάλλονται εἰς τὴν γῆν ἐν θανάτῳ ἀλλὰ αὐτοὶ ἐγείρονται ἐν ζωῇ. 43 οἱ
ἄνθρωποι βάλλονται εἰς τὴν γῆν ἐν ἁμαρτίᾳ. ἀλλὰ αὐτοὶ ἐγείρονται ἐν δόξᾳ. 44 οἱ ἄνθρωποι
τῆς γῆς ἀποθνῄσκουσιν ἐν τῃ γῃ καὶ οἱ ἄνθρωποι τοῦ οὐρανοῦ ἔχουσι ζωὴν ἐν Θεῷ.

45 ἡ γραφὴ λέγει περὶ τοῦ πρώτου ἀνθρώπου καὶ τοῦ ἐσχάτου ἀνθρώπου.46 ὁ πρῶτος
ἄνθρωπος ἦν Αδαμ καὶ ὁ ἔσχατος ἄνθρωπος ἦν Χριστός. 47 ὁ πρῶτος ἄνθρωπος ἦν ἐκ τῆς γῆς
καὶ ὁ ἔσχατος ἄνθρωπος ἦν ἐξ οὐρανοῦ. 48 γῆ ἐστιν γῆ, καὶ οὐρανός έστιν οὐρανός. 49 ἡμεῖς
ἐσμεν ἄνθρωποι τῆς γῆς, ἀλλὰ ἡμεῖς ἔχομεν τὴν δόξαν τοῦ ἄνθρώπου τοῦ οὐρανοῦ.

50 ἐγὼ λέγω τοῦτο ὑμῖν, ἀδελφοί, ὅτι ὁ ἄνθρωπος τῆς γῆς οὐ δύναται δέχεσθαι τὴν
βασιλείαν τοῦ θεοῦ. 51 ἐγὼ θέλω ὑμᾶς ἀκούειν μου. εἰ σὺ ἀποθνῄσκεις, ὁ θεὸς πέμψει σοι
δόξαν. 52 ἐν ταύτῃ τῇ ὤρᾳ, ὁ Θεὸς ἐγείρει τοὺς νεκροὺς καὶ ἡμεῖς ἔχομεν δόξαν. 53 δεῖ γὰρ
τοὺς νεκροὺς ἔχειν ζωήν. 54 ὁ γὰρ Θεὸς λύει τὸν θάνατον. 55 ἡ γὰρ ἐξουσία τοῦ θανάτου

Leveled reading NZ + SZ, strana 12


189
ἐστιν ἡ ἁμαρτία. 56 ἡ δὲ ἐξουσία τῆς ἁμαρτίας ἐστιν ὁ νόμος. 57 ἡμεῖς δὲ ἔχομεν εἰρήνην ἐν
τῷ θεῷ καὶ τῷ κυρίῳ Ἰησοῦ Χριστῷ. 58 θέλω οὖν, ἀδελφοί μου, ὑμᾶς εἶναι πιστοὺς ἐν τῷ
ἔργῳ τοῦ κυρίου. ὑμεῖς γὰρ γινώσκετε ὅτι τὸ ἔργον ὑμῶν ἐστιν ἅγιον καὶ πιστὸν ἐν κυρίῳ.

Jonáš, úplně snadný, Croy 8


1:1 ὁ Κύριος λέγει πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί. 2 « ἐγὼ θέλω σε διδάσκειν τοὺς
ἀνθρώπους ἐν Νινευῇ περί μου. ἐγὼ γὰρ βλέπω ἁμαρτίαν ἐν Νινευῇ.»3 ἀλλὰ Ἰωνᾶς ού θέλει
μένειν ἐν τῷ προσώπῳ τοῦ Κυρίου. Ἰωνᾶς οὖν εὐρίσκει πλοῖον ἐν Ἰόππῃ. καὶ ἄνθρωποι
πέμπουσιν τὸ πλοῖον εἰς Θαρσὶς, ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου.

4 καὶ Κύριος πέμπει τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. Κύριος γὰρ θέλει λύειν τὸ πλοῖον. 5 καὶ
οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην. καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τοὺς θεοὺς αὐτῶν «ἡμεῖς
θέλομεν ὑμᾶς σῴζειν ἡμᾶς.» καὶ οἱ ἄνθρωποι βάλλουσι τὰ ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν.
Ἰωνᾶς δὲ μένει εἰς τὴν καρδίαν τοῦ πλοίου.

6 καὶ ὁ κύριος τοῦ πλοίου λέγει πρὸς Ἰωνᾶν «ἐγὼ οὐ θέλω σε μένειν ἐν τῇ καρδίᾳ τοῦ
πλοίου. ἐγὼ θέλω σε λέγειν πρὸς τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῴζειν ἡμᾶς.»

7 καὶ οἱ ἄνθρωποι λέγουσι «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου.
θέλομεν δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι
εὐρίσκουσι ὅτι τὸ κακὸν ἐστιν δια τὸν Ἰωνᾶν.8 καὶ λέγουσι πρὸς αὐτόν «ἡμεῖς θέλομεν
γινώσκειν τὸ ἔργον σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»

9 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον
θεὸν τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ ἔχουσιν εἰρήνην
καὶ λέγουσι πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι
Ἰωνᾶς οὐ θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς λέγει τοῦτο αὐτοῖς.

11 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς τὸν Ἰωνᾶν «ἡμεῖς θέλομεν τὸν Θεὸν σῴζειν ἡμᾶς ἀπὸ τῆς
θαλάσσης.» 12 καὶ Ἰωνᾶς λέγει πρὸς αὐτούς « Θεὸς θέλει σῴζειν ὑμᾶς ἀπὸ τῆς θαλάσσης, εἰ
ὑμεῖς βάλλετέ με εἰς τὴν θάλασσαν. ἐγὼ γὰρ γινώσκω ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽
ὑμᾶς.» 13 καὶ οἱ ἄνθρωποι θέλουσι σῴζειν τὸν Ἰωνᾶν, ἀλλὰ Θεὸς πέμπει τὴν θάλλασαν κατὰ
τὸ πλοῖον.

14 καὶ οἱ ἄνθρωποι λέγουσι πρὸς Κύριον «Κύριε, ἡμεῖς οὐ θέλομέν σε λύειν ἡμᾶς διὰ τὴν
ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ θέλομέν σε
κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ λαμβάνουσι τὸν Ἰωνᾶν καὶ βάλλουσιν αὐτὸν
εἰς τὴν θάλασσαν. καὶ Θεὸς σῴζει τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι οὐκ
ἔχουσιν εἰρήνην καὶ πιστεύουσι εἰς τὸν Κύριον.

2:1 καὶ Κύριος πέμπει ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ Ἰωνᾶς ἐστιν ἐν τῇ
καρδίᾳ τοῦ ἀγγέλου.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ
ἀγγέλου τῆς θαλάσσης. 3 καὶ Ἰωνᾶς λέγει « ἐγὼ λέγω πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς
ἀκούει μου. ἐκ τῆς καρδίας τοῦ θανάτου, σὺ, Θεὲ, ἀκούεις τῆς φωνῆς μου.

Leveled reading NZ + SZ, strana 13


190
4 σὺ βάλλεις με εἰς τὴν καρδίαν τῆς θαλάσσης. αἱ θάλλασαί σου εἰσιν ἐπ᾽ ἐμέ. 5 καὶ ἐγὼ λέγω
«σὺ βάλλεις με ἐκ τοῦ προσώπου σου. ἐγὼ θέλω βλέπειν τὴν ἁγίαν δόξαν σου.» 6 αἱ
θάλλασαι λύουσι με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. τὸ πρόσωπον μοῦ έστιν ἐν τῇ
καρδίᾳ τῆς γῆς. 7 Θεὸς πέμπει με εἰς τῆν καρδίαν τῆς γῆς. ὲγὼ βλέπω τὸν θάνατον. ἀλλὰ ἐγὼ
θέλω σε σωζειν με, Κύριε, ὁ θεός μου.

8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ὲγὼ πιστεύω εἰς τὸν Κύριον. καὶ θέλω σε, Θεέ μου, ἀκούειν
τοὺς λόγους μου ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ σου. 9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι
τὴν ἀλήθειαν. 10 ἐγὼ δὲ πιστεύω σοι. ἡ ζωή μοῦ έστιν δῶρόν σοι τῷ Κυρίῳ. 11 καὶ Κύριος
λέγει τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ ἄγγελος τῆς θαλάσσης βάλλει τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.

3:1 καὶ Κύριος λέγει ἄλλον λόγον πρὸς Ἰωνᾶν. «θέλω σε διδάσκειν τοὺς ἀνθρώπους ἐν
Νινευῇ περί μου κατὰ τοὺς πρώτους λόγους μου πρός σε.»

3 καὶ Ἰωνᾶς λέγει πρὸς τοὺς ἀνθρώπους ἐν τῇ Νινευῇ, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ
Νινευή έστιν γῆ οὐ μικρά. 4 καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς λέγει «Κύριος λύει τὴν Νινευήν.»

5 καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς πιστεύουσι τῷ θεῷ καὶ λέγουσιν ὅτι «ἡμεῖς οὐ θέλλομεν
ἐσθίειν ἄρτον.»6 καὶ ὁ κύριος τῆς Νινευῆς ἀκούει τοῦτον τὸν λόγον, καὶ βάλλει τὸ καλὸν
ἱμάτιον εἰς τὴν γῆν καὶ μένει ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς λέγει τοῖς δούλοις
αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον.»8 καὶ οἱ ἄνθρωποι μένουσιν ἐπὶ τῆς γῆς, καὶ
λέγουσι πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ μένουσιν ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν.
καὶ λέγουσιν «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»

10 καὶ ὁ Θεὸς βλέπει τὰ ἔργα αὐτῶν, ὅτι οἱ ἄνθρωποι τῆς Νινευῆς οὐ μένουσιν ἐν τῇ πονηρᾷ
ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς ού λύει τὴν Νινευήν.

4:1 καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην.2 καὶ Ἰωνᾶς λέγει πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι
μου πρώτους οἱ ἐν τῇ γῇ μου? διὰ τοῦτο, ἐγὼ οὐ θέλω εἶναι ὁ προφήτης σου, ὅτι ἐγὼ
γινώσκω ὅτι σὺ ἔχεις ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σωζειν αὐτούς. 3 Κύριε, ἐγὼ
θέλει σε λαμβάνειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ. θέλω σε λύσειν με. 4 καὶ Κύριος λέγει πρὸς
Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»

5 καὶ Ἰωνᾶς ού θέλει μένειν ἐν Νινευῇ. θέλει γὰρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. καὶ
Ἰωνᾶς εὐρίσκει οἶκον οὐκ ἐν Νινευῇ καὶ μένει ἐν αὐτῷ. 6 καὶ Κύριος πέμπει ἄγγελον τῷ
Ἰωνᾷ. Καὶ ὁ ἄγγελος πέμπει αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς ἔχει εἰρήνην ἐπὶ τῶν
δώρων.

7 καὶ μετὰ ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι λύουσι τόν οἶκον. 8 καὶ μετὰ
ταῦτα, ὁ Θεὸς πέμπει ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι λύουσι τὸν ἄρτον καὶ τὰ δῶρα.
καὶ Ἰωνᾶς οὐκ ἔχει εἰρήνην καὶ λέγει «θέλω σε, Θεέ, λύειν με.»

9 καὶ ὁ Θεὸς λέγει πρὸς Ἰωνᾶν «σὐ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ Ἰωνᾶς
λέγει «οὐκ ἔχω εἰρήνην. θέλω σε λύειν με.»10 καὶ Κύριος λέγει «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ
οἴκῳ καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τά ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν
ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!»

Leveled reading NZ + SZ, strana 14


191
Jonáš, snadný, Croy 14
1:1 ὁ Κύριος εἶπεν πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθί.2 «δεῖ σε ἔρχεσθαι εἰς Νινευὴν καὶ
κηρῦξαι ἐν αὐτῇ. ὅτι ἡ ἁμαρτία αὐτῆς ἀναβαίνει πρός με.»

3 καὶ Ἰωνᾶς ἀπῆλθεν ἐκ τοῦ προσώπου Κυρίου καὶ ἦλθεν εἰς Ἰόππην καὶ εὗρεν πλοῖον εἰς
Θαρσίς . καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽ αὐτῶν εἰς Θαρσὶς, ἐκ τοῦ προσώπου τοῦ
Κυρίου.

4 καὶ Κύριος ἔπεμψε τὴν θάλασσαν κατὰ τοῦ πλοίοῦ. καὶ τὸ πλοῖον ἔμελλε λυθῆναι.5 καὶ οἱ
ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ ἔκρασαν πρὸς τὸν θεὸν αὐτῶν. καὶ οἱ ἄνθρωποι ἔβαλλον τὰ
ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ καταβαίνει εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν
ἐκεῖ.

6 καὶ ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «οὐ δεῖ σε μένειν ἐκεῖ. δεῖ
σε καλεῖν τὸν θεόν σου. ἐγὼ γὰρ θέλω τὸν Θεόν σου σῷσαι ἡμᾶς. ἡμεὶς οὐ θέλομεν
ἀποθνῃσκειν.»

7 καὶ οἱ ἄνθρωποι εἶπον «τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν διὰ τὴν ἁμαρτίαν ἀνθρώπου. θέλομεν
δὲ γινώσκειν ταύτην τὴν ἁμαρτίαν καὶ τούτον τὸν ἄνθρωπον.» καὶ οἱ ἄνθρωποι εὖρον ὅτι τὸ
κακὸν ἐγένετο δια τὸν Ἰωνᾶν. 8 καὶ εἶπον πρὸς αὐτόν «ἡμεῖς θέλομεν γινώσκειν τὸ ἔργον
σου καὶ τὴν γῆν σου καὶ τὸν λαόν σου.»

9 καὶ Ἰωνᾶς εἶπε πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον θεὸν
τοῦ οὐρανοῦ καὶ τῆς θαλάσσης καὶ τῆς γῆς.».10 καὶ οἱ ἄνθρωποι οὐκ εἶχον εἰρήνην καὶ εἶπον
πρὸς αὐτόν «σὺ πέμπεις ἁμαρτίαν ἐφ ἡμῶν.» οἱ γὰρ ἄνθρωποι γινώσκουσιν ὅτι Ἰωνᾶς οὐ
θέλει μένειν ἐν τῷ προσώπῳ τοῦ κυρίου ὅτι Ἰωνᾶς εἶπεν τοῦτο αὐτοῖς.

11 καὶ οἱ ἄνθρωποι εἶπαν πρὸς τὸν Ἰωνᾶν «θέλομεν τὸν θεὸν σωσαι ἡμᾶς ἀπὸ τῆς θαλάσσης.
12 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «δεῖ ὑμᾶς βαλεῖν με εἰς τὴν θάλασσαν, καὶ Θεὸς σῴσει ὑμᾶς
ἀπὸ τῆς θαλάσσης ὅτι γινώσκω ἐγὼ ὅτι δι᾽ ἐμὲ τοῦτο τὸ κακόν ἐστιν ἐφ᾽ ὑμᾶς.»13 καὶ
ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐλθεῖν πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο.

14 καὶ οἱ ἄνθρωποι ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, ἡμεῖς οὐ θέλομέν σε ἀποκτείνειν
ἡμᾶς διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου τούτου. εἰ οὗτος ὁ ἄνθρωπος έστιν δίκαιος, ἡμεῖς οὐ
θέλομέν σε κρίνειν ἡμᾶς. ὅτι σύ, Κύριε, εἶ δίκαιος.»15 καὶ ἔλαβον τὸν Ἰωνᾶν καὶ ἔβαλον
αὐτὸν εἰς τὴν θάλασσαν. καὶ Θεὸς ἔσῳσεν τὸ πλοῖον ἀπὸ τῆς θαλάσσης. 16 καὶ οἱ ἄνθρωποι
οὐκ εἶχον εἰρήνην καὶ ἔπίστευσαν εἰς τὸν Κύριον.

2:1 καὶ Κύριος ἔπεμψε ἄγγελον τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ καρδίᾳ
τοῦ ἀγγέλου. 2 καὶ Ἰωνᾶς εἶπε πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ ἀγγέλου τῆς
θαλάσσης.

3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ αὐτὸς ἤκουσέν μου. ἐκ τῆς καρδίας
τοῦ θανάτου σὺ, Θεὲ, ἤκουσας τῆς φωνῆς μου. 4 σὺ ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης.
αἱ θάλλασαί σου διῆθλον ἐπ᾽ ἐμέ. 5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι
πάλιν τὸ ἱερὸν τὸν ἅγιόν σου?»»

Leveled reading NZ + SZ, strana 15


192
6 αἱ θάλλασαι ἀποκτείνουσί με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλἠ μοῦ έστιν ἐν
τῇ καρδίᾳ τῆς γῆς. 7 καταβαίνω εἰς τῆν γῆν. ὲγῶ εἶδον τὸν τόπον τοῦ θανάτου. ἀλλὰ ἐγὼ
θέλω σε σῴζειν με, Κύριε, ὁ θεός μου. 8 ἡ ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν
Κύριον. καὶ θέλω τοὺς λόγους μου ἔρχεσθαι πρὸς σὲ, εἰς τὸ ἅγιον ἱερόν σου.

9 οἱ πονηροὶ οὐκ ἔχουσιν ἀγάπην καὶ οὐ λέγουσι τὴν ἀλήθειαν. 10 ἐγὼ δὲ πιστεύσω σοι. ἡ
ζωή μου ἔσται δῶρόν σοι τῷ Κυρίῳ. 11 καὶ Κύριος εἶπε τῷ ἀγγέλῳ τῆς θαλάσσης. καὶ ὁ
ἄγγελος τῆς θαλάσσης ἔβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν. 3:1 καὶ ἄλλος λόγος Κυρίου ἐγένετο
πρὸς Ἰωνᾶν. «θέλω σε ἔρχεσθαι εἰς Νινευὴν καὶ κηρῦξαι ἐν αὐτῇ κατὰ τοὺς πρώτους λόγους
μου πρός σε.»

3 καὶ Ἰωνᾶς ἧλθεν εἰς Νινευη, κατὰ τοὺς λόγους τοῦ Κυρίου. ἡ δὲ Νινευὴ ἦν γῆ οὐ μικρά. 4
καὶ τῇ πρώτῃ ἡμέρᾳ, Ἰωνᾶς εἰσῆλθεν εἰς Νινευὴν καὶ ἐκήρυξεν καὶ εἶπεν «ἰδού. Κύριος λύσει
τὴν Νινευήν.»

5 καὶ οἱ ἄνθρωποι τῆς Νινευη ἐπίστευσαν τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ
ἱμάτια ἔσται αὐτοὶς. 6 καὶ ὁ λόγος ἦλθεν πρὸς τὸν κύριον τῆς Νινευη, καὶ ἔβαλεν τὸ καλὸν
ἱμάτιον εἰς τὴν γῆν καὶ ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ὁ κύριος τῆς Νινευῆς εἶπε τοῖς δούλοις
αὐτῶν «ἐγὼ οὐ θέλω ὑμᾶς ἐσθίειν ἄρτον μηδὲ πίνειν οἶνον.»8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ
τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν Θεὸν. καὶ οἱ ἄνθρωποι τῆς Νινευῆς οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ
ὁδῷ αὐτῶν. καὶ εἶπον «ἡμεῖς οὐ γινώσκομεν εἰ Θεὸς θέλει σῴζειν ἡμᾶς»

10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ
ἔλυσε τὴν Νινευήν.

4:1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρἠνην.2 καὶ εἶπεν πρὸς Κύριον «Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου
πρώτους οἱ ἐν τῇ γῇ μου; διὰ τοῦτο, ὲγὼ ἦλθον εἰς Θαρσις, ὅτι ἐγὼ γινώσκω ὅτι σὺ ἔχεις
ἀγάπην ὑπὲρ ἀνθρώπων καὶ σὺ θέλεις σῴζειν αὐτούς. 3 Κύριε, ἐγὼ θέλει σε λαβεῖν τὴν
ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι θέλω ἀποθνῄσκειν.» 4 καὶ Κύριος εἶπεν πρὸς Ἰωνᾶν « σὺ ἔχεις
εἰρήνην?»

5 καὶ Ἰωνᾶς ἐξῆλθεν ἐκ τῆς γῆς τῆς Νινευῆς καὶ ἔμεινεν ἀπὸ τῆς πόλεως. καὶ εὖρεν ἐκεῖ
οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ. θέλει γαρ βλέπειν τὸν θάνατον τῆς Νινευῆς. 6 καὶ Κύριος ὁ θεὸς
ἔπεμψεν ἄγγελον τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔπεμψεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν
εἰρήνην ἐπὶ τῶν δώρων.

7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ Θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οἶκον. 8 καὶ
μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ
δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν.»

9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν
«οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὐ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ
καὶ τῶν δώρων. ἀλλὰ ταῦτα οὐκ ἐστιν τἀ ἔργα σου. 11 ἐγὼ δὲ ἔχω ἀγάπην ὑπὲρ τῶν
ἄνθρώπων τῆς Νινευὴς. οὗτοι γὰρ ἐστιν τὰ ἔργα μοῦ!

Leveled reading NZ + SZ, strana 16


193
Jonáš, snadný, NZ nad 50
1:1 ὁ λόγος Κυρίου ἐγένετο πρὸς Ἰωνᾶν τὸν υἱὸν τοῦ Ἀμαθἰ λέγων2 «άνάστηθι καὶ
πορεύθητι εἰς Νινευὴν τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ ἁμαρτία
αὐτῆς πρός με.»3 καὶ ἀνέστη Ἰωνᾶς τοῦ ἔρχεσθαι εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου καὶ κατέβη
εἰς Ἰόππην καὶ εὗρεν πλοῖον ἐρχόμενον εἰς Θαρσίς. καὶ εἰσῆλθεν εἰς αὐτὸ τοῦ ἔρχεσθαι μετ᾽
αὐτῶν εἰς Θαρσὶς, ἐκ προσώπου Κυρίου.

4 καὶ Κύριος ἔπεμψε μέγα πνεῦμα εἰς τὴν θάλασσαν. καὶ τὸ πλοῖον ἐμελλε λυθῆναι.5 καὶ
ἐφοβήθησαν οἱ ἄνδρες καὶ ἔκρασαν ἕκαστος πρὸς τὸν θεὸν αὐτῶν καὶ ἔβαλλον τὰ ἐν τῷ
πλοίῳ εἰς τὴν θάλασσαν. Ἰωνᾶς δὲ κατέβη εἰς τὴν καρδίαν τοῦ πλοίου καὶ ἔμεινεν ἐκεῖ. 6 καὶ
ὁ κύριος τοῦ πλοίου προσῆλθεν πρὸς Ἰωνᾶν καὶ εἶπεν αὐτῷ «διὰ τί σὺ μένεις ἐκεῖ? ἀνάστα
καὶ κάλει τὸν θεόν σου, ὅπως σῴσῃ ὁ Θεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεθα.»

7 καὶ οἱ ἄνθρωποι εἶπον πρὸς ἀλλήλους «δεῖ ἡμᾶς γινώσκειν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν
ἡμῖν.» καὶ οἱ ἀνθρωποι εὖρον ὅτι τὸ κακὸν ἐγένετο δια τὸν Ιωναν.8 καὶ εἶπον πρὸς αὐτόν
«ἄγγειλον ἡμῖν διὰ τί τὸ κακὸν τοῦτο ἐστὶν ἐν ἡμῖν. τί ἐστιν τὸ ἔργον? καὶ ἐκ τίνος γῆς ἔρχῃ?
καὶ ἐκ τίνος χώρας καὶ ἐκ τίνος λαοῦ εἶ σύ?»

9 καὶ Ἰωνᾶς εἶπεν πρὸς αὐτούς «ἐγώ εἰμι δοῦλος Κυρίου καὶ ἐγὼ πιστεύω εὶς τὸν Κύριον
θεὸν τοῦ οὐρανοῦ, ὃς ἐποίησεν τὴν θάλασσαν καὶ τὴν γῆν.»10 καὶ οἱ ἄνδρες οὐκ εἶχον
εἰρήνην καὶ εἶπαν πρὸς αὐτόν «τί τοῦτο ἐποίησας?» ἔγνωσαν γὰρ οἱ ἄνδρες ὅτι ἐκ προσώπου
κυρίου ἦν ἔρχόμενος, ὅτι ἤγγειλεν αὐτοῖς.

11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν ἵνα σωθῶμεν ἀπὸ τῆς θαλάσσης? ὅτι ἡ θάλασσα
ἐπορεύετο καὶ ἦν μέγα πνεῦμα.12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς ῎Αρατέ με καὶ βάλετέ με εἰς
τὴν θάλασσαν, καὶ σῳθήσεσθε ἀπὸ τῆς θαλάσσης, ὅτι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ τὸ πνεῦμα τὸ
μέγα τοῦτο ἐφ᾽ ὑμᾶς ἐστιν.13 καὶ ἠθέλησαν οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ
ἠδύναντο, ὅτι ἡ θάλασσα ἐπορεύετο καὶ μέγα πνεῦμα ἦν ἐπ᾽ αὐτούς.

14 καὶ ἔκρασαν πρὸς Κύριον καὶ εἶπαν «Κύριε, μὴ ἀπολώμεθα διὰ τὴν ψυχὴν τοῦ ἀνθρώπου
τούτου, καὶ μὴ δῷς ἐφ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, Κύριε, πεποίηκας ὃ ἐβούλου.»15 καὶ
ἔλαβον τὸν Ἰωνᾶν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν θάλασσαν, καὶ ἔστη ἡ θάλασσα ἐκ τοῦ
πνεύματος αὐτῆς.16 καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβῳ μεγάλῳ τὸν κύριον καὶ προσεκύνησαν
τῷ κυρίῳ καὶ προσεὔξαντο τῷ κυρίῳ.

2:1 καὶ Κύριος ἔπεμψε θηρίον μέγαν τῆς θαλάσσης ἐσθίειν τὸν Ἰωνᾶν. καὶ ἦν Ιωνας ἐν τῇ
καρδίᾳ τοῦ θηρίου τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν
θεὸν αὐτοῦ ἐκ τῆς καρδίᾳ τοῦ θηρίου.

3 καὶ Ἰωνᾶς εἶπεν «ἔκρασα πρὸς Κύριον τὸν θεόν μου, καὶ ἤκουσέν μου. ἐκ τῆς καρδίας τοῦ
θανάτου σὺ ἤκουσας τῆς φωνῆς μου. 4 ἔβαλες με εἰς τὴν καρδίαν τῆς θαλάσσης. πάντα τὰ
ὕδατα σου διῆθλεν ἐπ᾽ ἐμέ.

5 καὶ ἐγὼ εἶπα «σὺ βαλεῖς με ἐξ ὀφθαλμῶν σου. ὄψομαι πάλιν τὸν ναὸν τὸν ἅγιόν σου?» 6
ὕδωρ ἀποκτείνει με. ἐγώ εἰμι ἐν τῇ καρδίᾳ τῆς θαλάσσης. ἡ κεφαλὴ μοῦ έστιν ἐν τῇ καρδίᾳ
τῆς γῆς. 7 κατέβην εἰς γῆν. εἶδον τὰς αἰωνίους θύρας. ἀλλὰ σῷσόν με, κύριε ὁ θεός μου. 8 ἡ
Leveled reading NZ + SZ, strana 17
194
ψυχὴ μοῦ έστιν ἔρημος ἀλλὰ ἐπίστευσα εἰς τὸν Κύριον. καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς
ναὸν ἅγιόν σου. 9 οἱ πονηροὶ οὐκ ἀγαπῶσι καὶ οὐ λέγουσι τὴν ἀλήθειαν. 10 ἐγὼ δὲ
προσευχόμενος πιστεύσω σοι. ὅσα εἶπον, δώσω σοι τῷ Κυρίῳ. 11 καὶ Κύριος εἶπε τῷ θηρίῳ
τῆς θαλάσσης. καὶ τὸ θηρίον τῆς θαλάσσης ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν γῆν.

3:1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν ἐκ δευτέρου λέγων2 «Ανάστηθι καὶ πορεύθητι εἰς
Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τοὺς πρωτέρους λόγους, οὓς ἐγὼ
ἐλάλησα πρὸς σέ.»

3 καὶ ἀνέστη Ἰωνᾶς καὶ ἐπορεύθη εἰς Νινευήν, καθὼς ἐλάλησεν κύριος. ἡ δὲ Νινευη ἦν πόλις
μεγάλη. 4 καὶ τῇ πρώτῃ ἡμέρᾳ, ἤρξατο Ιωνας τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καὶ ἐκήρυξεν καὶ
εἶπεν «ἔτι τρεῖς ἡμέραι καὶ Νινευη λυθήσεται.»

5 καὶ ἐπίστευσαν οἱ ἄνδρες τῆς Νινευη τῷ θεῷ καὶ ἐκήρυξαν ὅτι οὐδὲ ἄρτος οὐδε καλὰ ἱμάτια
ἔσται αὐτοὶς, ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν.6 καὶ ἦλθεν ὁ λόγος πρὸς τὸν βασιλέα
τῆς Νινευη, καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἦρεν τὸ καλὸν ἱμάτιον ἀφ᾽ ἑαυτοῦ καὶ
ἔμεινεν ἐπὶ τῆς γῆς. 7 καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ
τῶν ἀρχόντων αὐτοῦ λέγων «οἱ ἄνθρωποι καὶ τὰ πρόβατα μὴ φαγέτωσαν μηδὲ ὕδωρ
πιέτωσαν.8 καὶ οἱ ἄνθρωποι ἔμεινον ἐπὶ τῆς γῆς, καὶ ἔκρασαν πρὸς τὸν θεὸν πολλά· καὶ
ἕκαστος οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν, λέγοντες9 «τίς οἶδεν εἰ ὁ Θεὸς ἀφήσει ἡμᾶς
καὶ οὐ μὴ ἀπολώμεθα?»

10 καὶ εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι οὐκ ἔμεινον ἐν τῇ πονηρᾷ ὁδῷ αὐτῶν. καὶ ὁ Θεὸς οὐκ
ἐποίησεν τὸ πονηρὸν αὐτοὶς, ὃ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς.

4:1 καὶ Ἰωνᾶς οὐκ εἶχον εἰρήνην.2 καὶ προσεύξατο πρὸς Κύριον καὶ εἶπεν «ὧ Κύριε, οὐχ
οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο ἦλθον εἰς Θαρσίς, ὅτι ἔγνων ὅτι σὺ
ἀγαπᾷς ἀνθρώπους καὶ μισεῖς πονηρόν.3 καὶ νῦν, Κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι
καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν με.» 4 καὶ εἶπεν Κύριος πρὸς Ἰωνᾶν « σὺ ἔχεις εἰρήνην?»

5 καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἔμεινεν ἔξω τῆς πόλεως. καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ
οἰκίαν καὶ ἔμεινεν ἐν αὐτῇ ἕως οὗ ἴδῃ τί ἔσται τῇ πόλει.6 καὶ Κύριος ὁ θεὸς ἔπεμψεν ἄγγελον
τῷ Ἰωνᾷ, ὁ ἄγγελος ἔδωκεν αὐτῷ ἄρτον καὶ ἄλλα δῶρα. καὶ Ἰωνᾶς εἶχεν χαρὰν μεγάλην ἐπὶ
τῶν δώρων.

7 καὶ μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οἱ δὲ ἄγγελοι ἔλυσαν τόν οῖκον. 8 καὶ
μετὰ ταῦτα, ἔπεμψεν ὁ θεὸς ἄλλους ἀγγέλους. οὗτοι δὲ οἱ ἄγγελοι ἐλυσαν τὸν ἄρτον καὶ τὰ
δῶρα. καὶ Ἰωνᾶς οὐκ εἶχεν εἰρήνην καὶ εἶπεν «καλόν μοι ἀποθανεῖν με ἢ ζῆν.»

9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἰωνᾶν «σὺ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ καὶ τῶν δώρων?» καὶ εἶπεν
«οὐκ ἔχω εἰρήνην. θέλω ἀποθνήσειν.»10 καὶ εἶπεν Κύριος «σὺ οὐκ ἔχεις εἰρήνην ἐπὶ τῷ οἴκῳ
καὶ τῶν δώρων, ἃ σὒ οὐκ ἐποίησας, ἃ ἐγενήθη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.11 ἐγὼ δὲ
οὐκ ἀγαπήσω τὴν Νινευην τὴν πόλιν τὴν μεγάλην, ἐν ᾗ οἰκοῦσι πολλοὶ ἄνθρωποι, καὶ
πολλὰ τέκνα, καὶ πολλὰ θηρία?»

Leveled reading NZ + SZ, strana 18


195
ἡ τοῦ Lhomond τῶν ἁγίων πραγμάτων ἐπιτομὴ Ἀττικιστί
1. ὁ Θεὸς ἕξ ἡμερῶν τὸν κόσμον ποιεῖ.

ὁ Θεὸς ἐποίησε τὸν οὐρανόν τε καὶ τὴν γῆν ἕξ ἡμερῶν. τῇ μὲν πρώτῃ ἡμέρᾳ τὸ φῶς
ἐποίησεν. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν διάφραγμα ὃ ἐκάλεσε <<τὸν οὐρανόν>>. τῇ δὲ τρίτῃ
ἡμέρᾳ συνήγαγε τὰ μὲν ὕδατα εἰς ἕνα τόπον, τὰ δὲ φυτά τε καὶ τὰ δένδρα ἐκ τῆς γῆς
ἐξήγαγεν. τῇ δὲ τετάρτῃ ἡμέρᾳ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα ἐποίησεν. τῇ δὲ
πέμπτῃ ἡμέρᾳ ὁ Θεὸς ἐποίησε τὰς μὲν ὄρνιθας αἳ δι᾽ οὐρανοῦ πέτονται, τοῦς δὲ ἰχθύας οἳ διὰ
θαλάττης νέουσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ ἐποίησε πάντα μὲν τὰ ζῷα, τέλος δὲ τὸν Ἄνθρωπον. τῇ
δὲ ἑβδόμῃ ἡμέρᾳ ἡσύχαζε.

2. ὁ Θεὸς πλάττει τὸ τοῦ ἀνθρώπου σῶμα ἐκ πηλοῦ.

ὁ Θεὸς ἔπλασε μὲν τὸ τοῦ ἀνθρώπου σῶμα ἐκ πηλοῦ, ἔδωκε δὲ αὐτῷ ψυχὴν ζῶσαν. ἐποίησεν
αὐτὸν κατὰ εἰκόνα ἑαυτοῦ καὶ καθ᾽ ὁμοίωσιν ἑαυτοῦ. ἔκαλεσε δ᾽ αὐτὸν <<Ἄνθρωπον>>.
ἔπειτα δὲ ὁ Θεὸς ἔβαλεν ἐπ᾽ αὐτῷ ὕπνον καὶ ἀφεῖλεν αὐτοῦ μίαν πλευρὰν καθεύδοντος. ἐκ
δὲ ταύτης ἔπλασε τὴν Γυναῖκα, ἣν τῷ Ἀνθρώπῳ ὡς ἑταίραν ἔδωκε, καὶ οὕτως ἔθηκε τὸν
γάμον. τὸ τῆς πρώτης γυναικὸς ὄνομα ἦν <<Ζωή>>.

3. ὁ Θεὸς τίθησι Ἄνθρωπον καὶ Ζωὴν ἐν Παραδείσῳ.

ὁ Θεὸς Ἄνθρωπόν τε καὶ Ζωὴν ἔθηκεν ἐν κήπῳ τερπνοτάτῳ, ὃς ὀνομάζεσθαι εἴωθε


Παράδεισος. καὶ ποταμὸς μέγιστος τὸν κῆπον ἦρδεν. ἦν δὲ ἐκεῖ πάντα δένδρα καλὰ ἰδεῖν καὶ
πάντα καρπὸν ἡδὺν φαγεῖν. ἐν δὲ μέσῳ τούτων ἦν τὸ δένδρον τὸ τοῦ ἀγαθὸν καὶ κακὸν
εἰδέναι. ὁ Θεὸς τῷ Ἀνθρώπῳ εἶπεν, <<χρῶ τοῖς καρποῖς τοῖς πάντων τῶν Παραδείσου
δένδρων, πλὴν καρποῦ τοῦ δένδρου τοῦ ἀγαθὸν καὶ κακὸν εἰδέναι! ἐὰν γὰρ φάγῃς ἐκεῖνον
τὸν καρπὸν, ἀποθανεῖ!>>

4. Ἄνθρωπος καὶ Ζωὴ τῷ Θεῷ οὐ πείθονται.

ὁ μὲν οὖν Ὄφις, πάντων τῶν ζῴων σοφώτατος ὤν, τὴν Γυναῖκα ἐρώτησε, <<διὰ τί οὐκ
ἐσθίεις ἐκεῖνον τὸν καρπόν;>> ἡ δ᾽ ἀπεκρίνατο, <<ὁ Θεὸς τοῦτο ἐκώλυσεν. ἐὰν οὖν ἡμεῖς
ἐκείνου θίγημεν, ἀποθανούμεθα.>> <<οὐδαμῶς!>> ἔφη ὁ Ὄφις, <<οὐ γὰρ ἀποθανεῖτε, ἀλλὰ
γενήσεσθε ὅμοιοι τῷ Θεῷ, εἰδότες τὸ ἀγαθὸν καὶ τὸ κακόν!>> ἡ δὲ Γυνὴ, τοῖς τοῦ Ὄφεως
λόγοις ψευσθεῖσα, τὸν καρπὸν λαβοῦσα ἔφαγεν. ἐπειδὴ δὲ αὐτὴ τῷ Ἀνθρώπῳ τὸν καρπὸν
ἔδωκεν, καὶ οὗτος αὐτὸν ἔφαγεν.

5. Ἀνθρωπος καὶ Ζωὴ, τῷ ἑαυτῶν ἡμαρτήματι αἰσχυνόμενοι, ἀποκρύπτονται.

ὁ μὲν οὖν Ἄνθρωπος, τὸ τοῦ Θεοῦ πρόσωπον φεύγων, ἀπεκρύπτετο. ὁ δὲ Θεὸς τοῦτον
ἐκάλεσεν, <<Ἄνθρωπε! Ἄνθρωπε!>> ὁ δ᾽ ἀποκρινόμενος εἶπεν, <<τὸ πρόσωπόν σου
ἐφοβήθην ἐγώ. διὰ τοῦτο ἀπεκρυπτόμην.>> ὁ δὲ Θεὸς, <<διὰ τί φοβεῖ,>> ἔφη, <<εἰ μὴ τὸν
καρπὸν, ὃν ἐκέλευσα ἐγώ σε μὴ φαγεῖν, ἔφαγες;>> ὁ δ᾽ ἀπεκρίνατο, <<ἡ Γυνὴ -- λέγω ἐκείνην
ἣν σὺ αὐτὸς ἔδωκάς μοι ὡς ἑταίραν -- ἐκείνη τὸν καρπόν μοι ἔδωκε ἵνα φάγοιμι.>> ὁ δ᾽ οὖν
Θεὸς τὴν Γυναῖκα ἤρετο, <<τί τοῦτ᾽ ἐποίησας;>> ἡ δὲ ἀποκρινομένη εἶπεν, <<ἐγὼ ὑπ᾽ ἐκείνου
τοῦ Ὄφεως ἐψεύσθην.>>

Leveled reading NZ + SZ, strana 19


196
6. Θεὸς καταρᾶται Ὄφιν

ὁ μὲν Θεὸς τῷ Ὄφει εἶπε, <<διότι σὺ ψευδῆ εἶπες τῇ Γυναικί, ἔσει μάλιστα μισητὸς καὶ
κατάρατος ἐν πᾶσι τοῖς ζῴοις. καὶ δὴ καὶ μέλλεις ἕρπειν ἐπὶ τῷ στήθει καὶ τὴν γῆν μέλλεις
ἐσθίεις εἰς ἀεί. καὶ μὴν ἐχθροὶ ἔσεσθε σὺ καὶ ἡ Γυνή. αὕτη δέ ποτε τὴν κεφαλήν σου
συντρίψει.>> καὶ τῇ Γυναικὶ εἶπε, <<καταστήσω σοι κακὰ πολλά. σὺ γὰρ τέξεις τέκνα μετὰ
λύπης καὶ ὁ Ἄνθρωπος ἄρξει σου.>>

7. Ἄνθρωπος ἐκ Παραδείσου ἐκβάλλεται

ἔπειτα δὲ ὁ Θεὸς πρὸς τὸν Ἄνθρωπον εἶπε, <<ἐπεὶ δὲ σὺ τῇ Γυναικί σου ἐπείσθης, γῆν ἐχθρὰν
ἕξεις. ἡ γὰρ γῆ δώσει σοι ἀκάνθας καὶ τριβόλους. καὶ ζητήσεις ἐκ τῆς γῆς τὸν σῖτον σοι
σφόδρα πονῶν, ἕως ἂν ἐπανέλθῃς εἰς τὴν γῆν ἐξ ἧς ἐγένου.>> ὁ οὖν Θεὸς ἐξέβαλεν
Ἄνρθωπον καὶ Ζωὴν ἐκ τοῦ κήπου, βουλόμενος ἐκεῖνον γῆν γεωργεῖν. καὶ ἔθηκεν ἄγγελον,
ὃς χειρὶ προέφερε ξίφος πύρινον, ἵνα φυλάττοι τὴν εἰσοδον τὴν τοῦ Παραδείσου.

8. Καῖν καὶ Ἀβὲλ, τὰ Ἀνθρώπου καὶ Ζωῆς τέκνα

ἦσαν τῷ Ἀνθρώπῳ πολλοὶ παῖδες, ἐν οἷς Καῖν καὶ Ἀβὲλ, οὗτος μὲν ποιμὴν, ἐκεῖνος δὲ
γεωργός. ἕκαστος Θεῷ δῶρα ἔδωκε: ὁ μὲν Καιν τοὺς τῆς γῆς καρποὺς, ὁ δὲ Ἀβελ τὰ ἐξαίρετα
πρόβατα. τὰ μὲν οὖν δῶρα τὰ τοῦ Ἀβελ τῷ Θεῷ ἤρεσεν, τὰ δὲ δῶρα τὰ τοῦ Καιν οὔ. καὶ
τοῦτο δὴ ὁ Καιν χαλεπῶς ἔφερεν. ὁ δὲ Κύριος αὐτῷ εἶπε, <<τί τῷ ἀδελφῷ σου φθονεῖς; ἐὰν
μὲν γὰρ ὀρθῶς ποιῇς, καὶ σὺ δέξει μισθὸν. ἐὰν δὲ κακῶς, τῶν ἡμαρτημάτων δίκην δώσεις.>>

9. ὁ Καιν τὸν Ἀβελ ἀποκτείνει

ὁ δὲ Καιν οὐκ ἐπείσθη Θεῷ παραγγέλοντι, ἀλλ᾽ ἀποκρυπτόμενος μηδὲν ἀγανακτεῖν, πρὸς τὸν
ἀδελφὸν εἶπεν, <<ἄγε δή! περιπατῶμεν!>> ἔπειτα δὲ ἀμφότεροι ἅμα ἀπελθόντες, ἐπειδὴ εἰς
τοὺς ἀγροὺς ἀφίκοντο, Καιν ἐμπεσὼν τῷ Ἀβελ, τὸν ἑαυτοῦ ἀδελφὸν ἀπέκτεινεν. ὁ δὲ Θεὸς
τὸν Καιν ἤρετο, <<ποῦ ἐστιν ὁ ἀδελφὸς ὁ σός;>> ὁ δ᾽ ἀπεκρίνατο, <<τί δή; οὐκ οἶδα ἔγωγε;
ἆρα μῶν ἐγώ εἰμι ὁ φύλαξ ὁ τοῦ ἀδελφοῦ μου;>>

10. ὁ Καιν δίκην δίδωσι

Θεὸς πρὸς τὸν Καιν εἶπε, <<τί, ὦ Καιν, ἐποίησας; τὸ γὰρ αἷμα τὸ τοῦ ἀδελφοῦ σοῦ, ὃ ἐξέχεας
τῇ χειρὶ τῇ σῇ, καλεῖ με. ἐχθρὰ οὖν γῆ σοι ἔσται, ἣ ἔπιε αἶμα τὸ τοῦ Ἀβελ. αὗτη δὲ οὐδένα
καρπὸν οἴσει σοι καίπερ πολὺν χρόνον καὶ σφόδρα πονοῦντι. σὺ ἔσει πλάνης ἐπὶ ταύτης τῆς
οἰκουμένης.>> τούτων δὲ λεχθέντων, Καιν ἀπογιγνώσκων συγγνώμης, ἔφυγεν.

Leveled reading NZ + SZ, strana 20


197

You might also like