You are on page 1of 4

HESÍODO Y LA ÉPICA DIDÁCTICA

Hesíodo, Teogonía. La creación de Pandora (H e s . T h. , vv. 5 8 5 - 5 9 3 )

αὐ τὰρ ἐ π ε ὶ δ ὴ τε ῦξ ε καλ ὸν κακ ὸν ἀν τ' ἀγ αθ ο ῖ ο, 585

ἐ ξ άγ αγ ' ἔ ν θ ά πε ρ ἄλ λ οι ἔ σ αν θε ο ὶ ἠ δ ' ἄνθ ρ ω π οι ,

κ όσ μῳ ἀγ αλ λ ομ έ ν η ν γ λ αυ κ ώ π ι δος ᾿ Οβ ρ ι μοπ άτρ η ς·

θ αῦ μα δ ' ἔ χ' ἀθ αν άτου ς τε θ ε οὺ ς θ ν η το ύ ς τ' ἀν θ ρ ώ π ου ς,

ὡ ς ε ἶ δ ον δ όλ ον α ἰ π ύ ν, ἀμή χαν ον ἀν θ ρ ώ π οι σ ι ν.

ἐ κ τ ῆ ς γ ὰρ γ έ ν ος ἐ σ τὶ γ υ ν αι κ ῶ ν θ η λ υ τε ρ άω ν , 590

[τ ῆ ς γ ὰρ ὀλ οί ι όν ἐ σ τι γ έ ν ος κα ὶ φ ῦ λ α γ υ ν αι κ ῶ ν, ]

π ῆ μα μέ γ α θ ν η το ῖ σ ι , σ ὺ ν ἀν δ ρ άσ ι ν αι ε τ άου σ αι ,

οὐ λ ομέ ν η ς Πε ν ί η ς ο ὐ σ ύ μφ ορ οι , ἀλ λ ὰ Κ όρ οι ο.
Hesíodo, Trabajos y días. La creación de Pandora (H e s. E r g a . , vv. 4 2 - 6 8 )

Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν.

ῥηιδίως γάρ κεν καὶ ἐπ' ἤματι ἐργάσσαιο,

ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·

αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, 45

ἔργα βοῶν δ' ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.

ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ᾗσιν,

ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·

τοὔνεκ' ἄρ' ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,

κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις ᾿Ιαπετοῖο 50

ἔκλεψ' ἀνθρώποισι Διὸς παρὰ μητιόεντος

ἐν κοίλῳ νάρθηκι, λαθὼν Δία τερπικέραυνον.

τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·


“᾿Ιαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, 55

σοί τ' αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.

τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες

τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.”

῝Ως ἔφατ', ἐκ δ' ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε·

῞Ηφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα 60

γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν

καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν

παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ ᾿Αθήνην

ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·

καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην ᾿Αφροδίτην 65

καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·


ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος

῾Ερμείην ἤνωγε, διάκτορον ᾿Αργεϊφόντην.

You might also like