You are on page 1of 2

Αόριστος β’ Φύλλο εργασίας- Ενεργητική φωνή

Να εντοπίσεις μέσα στο κείμενο 22 λέξεις αορίστου β’

Λέων ἐπιτυχὼν λαγωῷ καθεύδοντι τοῦτον ἐβούλετο καταφαγεῖν. Μεταξὺ δ’


ἔλαφον παρελθοῦσαν ἰδὼν ἐκεῖνον ἀπέλυσε καὶ τῆ ἐλάφῳ ἐπέδραμεν· ἐνόμιζε γὰρ
πλείονα τροφὴν ἕξειν, ἐὰν τὴν ἔλαφον συλλάβῃ. Ὁ μὲν οὖν λαγωὸς ἀκούσας τῶν
ψόφων ἔφυγεν· ὁ δὲ λέων ἐπιδραμὼν τῆ ἐλάφῳ καὶ ἀποκαμὼν οὐχ οἷός τ’ ἦν
ταύτην καταλαβεῖν. Διὸ ταύτην καταλιπὼν ἐπὶ τὸν λαγωὸν ἐπανῆλθε λογιζόμενος·
«Εὕροιμι τὸν λαγωόν· ἱκανόν μοί ἐστιν ἐν τῷ παρόντι οὗτος». Επεὶ δ’ ὅμως τὸν
λαγωὸν οὐχ ηὗρεν, εἶπε· «Δίκαια ἔπαθον, ὅτι ἔλαθον καὶ τὴν ἐν χερσὶ βορὰν
ἀπολέσας». Ἀλώπηξ δὲ παρατυχοῦσα εἶπεν αὐτῷ· «Μάθε ὡς ἄφρων εἷ· τὸ γὰρ
ὑπάρχον ἀγαθὸν περιιδὼν ἐπὶ ἀβεβαίαν ἐλπίδα ἔδραμες».

Να συμπληρωθεί ο πίνακας άλλες άλλες εγκλίσεις του ενεργητικού αόριστου β’:

Οριστική Υποτακτική Ευκτική Προστακτική


ἔλαθον
εἶπες
ἔλιπε
ἐπάθομεν
ἐπέσετε
ἤγαγον

Να βρεθεί ο αόριστος β’ των παρακάτω ρημάτων

ΡΗΜΑ ΑΟΡΙΣΤΟΣ Β΄ ΡΗΜΑ ΑΟΡΙΣΤΟΣ Β΄

ΑΓΩ ΑΙΡΩ

ΑΙΣΘΑΝΟΜΑ
ΑΜΑΡΤΑΝΩ
Ι

ΑΠΟΘΝΗΣΚΩ ΑΦΙΚΝΟΥΜΑΙ

ΒΑΛΛΩ ΓΙΓΝΟΜΑΙ

ΕΡΧΟΜΑΙ ΕΥΡΙΣΚΩ

ΦΕΡΩ ΦΕΥΓΩ

ΑΟΡΙΣΤΟΣ Β ΜΕΣΗ ΦΩΝΗ


Να εντοπίσετε 21 λέξεις αορίστου β’

Ηρακλῆς ἔφηβος γενόμενος ἐν ἀπορίᾳ ἦν, ποίαν ὁδὸν ἐπὶ τὸν βίον τράποιτο, τὴν δι’
ἀρετῆς ἢ τὴν διὰ κακίας. Ἐγένετο οὖν ἔξω τῆς πόλεως καὶ ἐνταῦθα τῷ Διὶ ηὔχετο
λέγων· «Ζεῦ πάτερ, γενοῦ μοι βοηθός, ἵνα τὴν ἀρίστην τράπωμαι καὶ ὠφέλιμος τοῖς
ἀνθρώποις γένωμαι». Αἴφνης ἐπιφαίνεται γυνὴ τὰ μάλιστα κεκαλλωπισμένη. Αὕτη
προσγενομένη τῷ ῾Ηρακλεῖ λέγει· «Ἐπυθόμην, ὦ ῾Ηράκλεις, ὅτι ἐν ἀπορίᾳ εἶ, ποίαν
ὁδὸν ἐπὶ τὸν βίον τράπῃ. Ἐὰν ἕλῃ ἐμὲ καὶ ἐπίσπῃ μοι, ἔξω σε την ἡδίστην καὶ ῥᾴστην
ὁδόν· πάντα δὲ τἀγαθὰ ἕξεις ἀπονώτατα. Οὐδεὶς δὲ φόβος, μὴ γένηταί ποτε ἀπορία
τούτων· παρέχω γὰρ τοῖς συνοῦσιν ἐμοὶ τὴν ἐξουσίαν εὑρίσκεσθαι τὰ ἀγαθὰ
πανταχόθεν καὶ διὰ κλοπῆς». Εν τούτῳ ἐπιφαίνεται μακρόθεν δευτέρα γυνή. Αὕτη
ἀφικομένη πλησίον τῷ ῾Ηρακλεῖ λέγει· «Ἐγώ, ὦ Ἡράκλεις ἥκω πρός σε οὐκ ἄπειρος
οὖσα τῶν γονέων καὶ γιγνώσκουσα τὴν ἀγαθὴν φύσιν καὶ παιδείαν ἐκ παιδός.
Ἐλπίζω δέ, εἰ τράποιο τὴν πρὸς ἐμὲ ὁδόν, γενέσθαι ἄν σε ἀγαθὸν ἐργάτην τῶν
σεμνῶν καὶ τῶν καλῶν. Ἐπιλαθοῦ τῶν ἡδέων ταύτης λόγων καὶ ἑλοῦ ἐμέ, ἵνα
ἀγαθὸς ἀνὴρ γένῃ». ῾Ηρακλῆς δ ἤρετο, πῶς ταύτας ὀνομάζουσι. Πυθόμενος δ’ ὅτι ἡ
μὲν πρώτη Κακία, ἡ δὲ δευτέρα Ἀρετὴ ὀνομάζονται, εἵλετο τὴν Ἀρετὴν καὶ ἀνὴρ
ἔνδοξος ἐγένετο.

Να συμπληρωθεί ο πίνακας στις άλλες εγκλίσεις του μέσου αόριστου β':

Οριστική Υποτακτική Ευκτική Προστακτική


ἐλιπόμην
ᾔσθου
ἀπώλετο
ἠγαγόμεθα
ἐβάλεσθε
ἐγένοντο

You might also like