You are on page 1of 12

Sappho

ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν

ἂψ ἀπυκρύπτοισι φάεννον εἶδος

ὄπποτα πλήθοισα μάλιστα λάμπῃ γᾶν

fr. 34

οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὔσδῳ,

ἄκρον ἐπ’ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδρόπηες·

οὐ μὰν ἐκλελάθοντ’, ἀλλ’ οὐκ ἐδύναντ’ ἐπίκεσθαι.

fr. 105a

οἴαν τὰν ὐάκινθον ἐν ὤρεσι ποίμενες ἄνδρες

πόσσι καταστείβοισι, χάμαι δέ τε πόρφυρον ἄνθος

fr.105b

δέδυκε μὲν ἀ σελάννα

καὶ Πληΐαδες· μέσαι δὲ

νύκτες, παρὰ δ’ ἔρχετ’ ὤρα,

ἔγω δὲ μόνα κατεύδω.

fr. 168b
Anacreon

σφαίρῃ δηὖτέ με πορφυρῇ

βάλλων χρυσοκόμης ῎Ερως

νήνι ποικιλοσαμβάλῳ

συμπαίζειν προκαλεῖται·

ἡ δ’, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου

Λέσβου, τὴν μὲν ἐμὴν κόμην,

λευκὴ γάρ, καταμέμφεται,

πρὸς δ’ ἄλλην τινὰ χάσκει.

fr. 358

Κλεοβούλου μὲν ἔγωγ’ ἐρέω,

Κλεοβούλῳ δ’ ἐπιμαίνομαι,

Κλεόβουλον δὲ διοσκέω.

fr. 359
ὦ παῖ παρθένιον βλέπων

δίζημαί σε, σὺ δ’ οὐ κοεῖς,

οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς

ψυχῆς ἡνιοχεύεις.

fr. 360

ἀρθεὶς δηὖτ’ ἀπὸ Λευκάδος

πέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.

fr. 376

Theognis

ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον

ἄνδρα φέρω, καί μοι τοῦτ ̓ ἀνιηρότατον.

πολλάκι δὴ ̓μέλλησα διαρρήξασα χαλινὸν

φεύγειν ὠσαμένη τὸν κακὸν ἡνίοχον.

(257-260)

Simonides

ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε

κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.

fr. 22b
Anoniem

ἄνθρωπ', ὃς στείχεις καθ' ὁδὸν φρασὶν ἄλλα μενοινῶν,

στῆθι καὶ οἴκτιρον σῆμα Θράσωνος ἰδών.

C.E.G. 28

ANTHOLOGIA GRAECA

Asclepiades

νεῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,

πάντα τὰ πορφύροντ’ ἐν χθονὶ σεῖε νέφη·

ἢν γάρ με κτείνῃς, τότε παύσομαι, ἢν δέ μ’ ἀφῇς ζῆν

καὶ διαθῇς τούτων χείρονα, κωμάσομαι·

ἕλκει γάρ μ’ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,

Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.

A.P. 5.64

νύξ, σὲ γὰρ, οὐκ ἄλλην, μαρτύρομαι, οἷά μ ̓ ὑβρίζει

Πυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτης.

κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα· ταὐτὰ παθοῦσα

σοὶ μέμψαιτ ̓ ἔτ ̓ ἐμοῖς στᾶσα παρὰ προθύροις.

A.P. 5.164
ἡδὺ θέρους διψῶντι χιὼν ποτόν, ἡδὺ δὲ ναύταις

ἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν Στέφανον·

ἥδιον δ’ ὁπόταν κρύψῃ μία τοὺς φιλέοντας

χλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπ’ ἀμφοτέρων.

A.P. 5.169

αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον εἶδον Ἔρωτες,

Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,

ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδου

γλυπτήν, παρθενίων βριθομένην χαρίτων·

καὶ πολλοὺς τότε χερσὶν ἐπ ̓ ἠιθέοισιν ὀιστοὺς

τόξου πορφυρέης ἧκαν ἀφ ̓ ἁρπεδόνης.

A.P. 5.194

τὠφθαλμῷ Διδύμη με συνήρπασεν, ὤμοι, ἐγὼ δὲ

τήκομαι ὡς κηρὸς πὰρ πυρί κάλλος ὁρῶν.

εἰ δὲ μέλαινα, τί τοῦτο; καὶ ἄνθρακες· ἀλλ ̓ ὅτε κείνους

θάλψωμεν, λάμπουσ ̓ ὡς ῥόδεαι κάλυκες.

AP. 5.210
Leonidas

τὸν ποίμνην καὶ ἔπαυλα βοῶν καὶ βώτορας ἄνδρας

σινόμενον, κλαγγάν τ ̓ οὐχὶ τρέσαντα κυνῶν,

Εὐάλκης ὁ Κρὴς ἐπινύκτια μῆλα νομεύων

πέφνε, καὶ ἐκ ταύτης ἐκρέμασεν πίτυος.

A.P. 6.262

εὔφημόν τοι σφαῖραν, ἐυκρόταλόν τε Φιλοκλῆς

Ἑρμείῃ ταύτην πυξινέην πλατάγην,

ἀστραγάλας θ ̓ αἷς πόλλ ̓ ἐπεμήνατο, καὶ τὸν ἑλικτὸν

ῥόμβον, κουροσύνης παίγνι ̓ ἀνεκρέμασεν.

A.P. 6.309

Leonidas of Diotimus

αὐτόμαται δείλῃ ποτὶ ταὔλιον αἱ βόες ἦλθον

ἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι·

αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει

ὕπνον· ἐκοιμήθη δ ̓ ἐκ πυρὸς οὐρανίου.

A.P. 7.173
Hedylus

οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκην

αἱ δόλιαι καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,

ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντα

κεῖνται παρθενίων ὑγρὰ λάφυρα πόθων,

σάνδαλα καὶ μαλακαί, μαστῶν ἐκδύματα, μίτραι,

ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.

A.P. 5.199

Nicias

μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηος

ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν

Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μ ̓ ἔθηκεν,

λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.

A.P. 6.127

Plato

ἡ σοβαρὸν γελάσασα καθ ̓ Ἑλλάδος, ἥ ποτ ̓ ἐραστῶν

ἑσμὸν ἐπὶ προθύροις Λαῒς ἔχουσα νέων,

τῇ Παφίῃ τὸ κάτοπτρον· ἐπεὶ τοίη μὲν ὁρᾶσθαι

οὐκ ἐθέλω, οἵη δ ̓ ἦν πάρος οὐ δύναμαι.


A.P. 6.1

ἀστέρας εἰσαθρεῖς, ἀστὴρ ἐμός· εἴθε γενοίμην

οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

A.P. 7.669

Anyte

ἡνία δή τοι παῖδες ἐνί, τράγε, φοινικόεντα

θέντες καὶ λασίῳ φιμὰ περὶ στόματι,

ἵππια παιδεύουσι θεοῦ περὶ ναὸν ἄεθλα,

ὄφρ ̓ αὐτοὺς ἐφορῇ νήπια τερπομένους.

A.P. 6.312

οὐκέτι μ ̓ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων

ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος·

ἦ γάρ σ ̓ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν

ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα.

A.P. 7.202
πολλάκι τῷδ ̓ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλείνα

μάτηρ ὠκύμορον παῖδ ̓ ἐβόασε φίλαν,

ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο

χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμ ̓ Ἀχέροντος ἔβα.

A.P. 7.486

λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα

εἶπ ̓ Ἐρατὼ χλωροῖς δάκρυσι λειβομένα·

"ὦ πάτερ, οὔ τοι ἔτ ̓ εἰμί, μέλας δ ̓ ἐμὸν ὄμμα καλύπτει

ἤδη ἀποφθιμένας κυάνεος θάνατος."

A.P. 7.646

Callimachus
ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρὸν

πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο,

τὸ τρίτον ἡνίκ ̓ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα

τὠνδρὸς ἀπὸ στεφάνων πάντ ̓ ἐγένοντο χαμαί·

ὤπτηται μέγα δή τι, μὰ δαίμονας· οὐκ ἀπὸ ῥυσμοῦ εἰκάζω, φωρὸς δ ̓ ἴχνια φὼρ ἔμαθον.

AP 12.134

εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ

ἤγαγεν· ἐμνήσθην δ ̓ ὁσσάκις ἀμφότεροι

ἠέλιον λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,

ξεῖν ̓ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή,

αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων

ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

A.P 7.80

Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν,

δίζηνται Σαμίων πολλάκι θυγατέρες,

ἡδίστην συνέριθον, ἀείλαλον· ἡ δ ̓ ἀποβρίζει


ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον.

AP 7.459

ὤφελε μηδ ̓ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς

παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν·

νῦν δ ̓ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ ̓

ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα.

AP 7.271

Τίμων (οὐ γὰρ ἔτ' ἐσσί), τί τοι, σκότος ἢ φάος, ἐχθρόν;

- τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀΐδῃ.

AP 7.317

τῇδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον

κοιμᾶται· θνῄσκειν μὴ λέγε τοὺς ἀγαθούς

AP 7.451

δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος

ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην.


AP 7.453

Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν

καὶ Διδύμην· ἀφανὴς οὔτι γάρ ἡ γενεή·

καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι

τοῦθ ̓, ὅτι τὸν κείνων ὧδ ̓ ἐπέχω Κριτίην.

AP 7.521

Τιμονόη, τίς δ ̓ ἐσσί; μὰ δαίμονας, οὒ σ ̓ ἂν ἐπέγνων,

εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα

στήλῃ, καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ

χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.

AP 7.522

You might also like