You are on page 1of 5

«‘Ἴλιον’: τὸ ἐφήβαιον.» (Photius Lexicogr., Scr. Eccl. et Theol.

: Lexicon (Ε—Ω) : Alphabetic letter iota, Page 107, line 1)

«ἴ λ ι ο ν · τὸ τῆς γυναικὸς ἐφήβαιον δηλοῖ. καὶ κόσμον γυναικεῖον παρὰ Κῴοις» (Hesychius Lexicogr. : Lexicon (Α—Ο) : Alphabetic letter iota, entry 563,
line 2)

Hesychius Lexicogr. : Lexicon (Α—Ο) : Alphabetic letter iota, entry 541, line 1

ἰ λ ι κ ρ ι ν ε ῖ ς · καθαροί
ἰ λ έ ω σ ι ν · ἴσχωσιν
Ἰ λ ή ϊ ο ν · τὸ Ἰλιακόν s, ἀπὸ Ἴλου· τὸ τῆς Ἰλίου πεδίον (Φ 558)
ἵ λ η θ ι · χαῖρε, ἵλεως ἴσθι (γ 380)
ἱ λ ή κ ο ι ς · ἵλεως εἴης r. p
ἱ λ ή κ ο ι · ἐν εὐμενείᾳ ἔστω
[ἴ λ ι λ ο ν · ἀθρόον. ἀθρόως]
ἴ λ η ν · ὄχλου συναναστροφὴν ἐν τάξει ἱππικῇ
ἴ λ ι α · δῶρα γυναικεῖα
Ἰ λ ι ά δ η ς · ὁ Ἰλέως παῖς (Ν 203 v. l.)
Ἰ λ ι ά ς · τὸ Ὁμήρου σωμάτιον. καὶ ὄρνις, ἡ κίχλη· Ἀριστοτέλης
(h. an. 9 p. 617a 22)
[ἰ λ ί γ γ η · συστροφή. καὶ τὰ ὅμοια]
ἰ λ ι γ γ ι ᾶ ν · τὸ ἐσκοτῶσθαι. καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ
συστρέφεσθαι
*ἰ λ ι γ γ ι ᾶ ν · συστροφοῦσθαι g. bp. σκοτοῦσθαι g. v
ἴ λ ι γ γ ο ς καὶ ἶ λ ι γ ξ · ὁ τῆς κεφαλῆς σκοτισμός r. g. ὁ γὰρ
τῶν ἐντέρων θόρυβος ἰ λ ε ό ς λέγεται r, ὁ σπαραγμός. λέγουσι
δὲ οὕτω καὶ τὴν τῶν πραγμάτων ταραχήν
*> ι λ ι γ ύ φ θ ο γ γ ο ι · ἡδύφωνοι (Β 50 ..) Agp
Ἰ λ ί ε ι α · ἑορτὴ ἐν [Ἀθήναις. ἐν] Ἰλίῳ Ἀθηνᾶς Ἰλιάδος καὶ
πομπὴ καὶ ἀγών
ἰ λ ι κ ρ ι ν έ ς · ἄμικτον
*ἶ λ ι γ ξ · συστροφὴ ὑδάτων r. An
*Ἰ λ ι ό θ ι <π ρ ό >· πρὸ τῆς Ἰλίου n πόλεως (Θ 561)
ἴ λ η ο ι · θηρία διὰ φρυγάνων, ἢ σκώληκες ἐν ταῖς δρυσίν, οἷς
χρῶνται εἰς δέλεαρ. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν τῷ περὶ
ζῴων τὸν καλούμενον μῦν ἐλειόν
*Ἴ λ ι ο ν ε ἴ σ ω · εἰς Ἴλιον εἴσω (Α 71) n
ἴ λ ι ο ν · τὸ τῆς γυναικὸς ἐφήβαιον δηλοῖ. καὶ κόσμον γυναικεῖον
παρὰ Κῴοις
ἴ λ ι ο ς · μῦς τις [ἰλίς]
ἰ λ ι κ ρ ι ν ῶ ς · ψιλῶς. οὐ καλυψάμενος
[ἰ λ ί σ σ α ι · κατωχῆσαι]
ἰ λ ι σ π ῶ ν τ ε ς · συνειλοῦντες
ἰ λ ι τ ε ν ή ς · κισσὸς ἄκαρπος
ἰ λ ι μ έ ν ο ι · διωκόμενοι
ἴ λ κ α · γλοιός. ῥύπος
ἰ λ λ ά δ α ς γ ο ν ά ς · ἀγελαίας. καὶ τὰς συντρόφους. Εὐριπίδης
Φρίξῳ (fr. 837) καὶ Σοφοκλῆς Ἀκρισίῳ (fr. 67)
ἰ λ λ ά δ α ς · σειρὰς ἐξ ἱμάντων ἢ σχοίνων. παρὰ τὴν ε ἴ λ η σ ι ν
(Ν 572)
ἴ λ λ α ι · τάξεις. συστροφαί. δεσμοί. ἀγέλαι
ἰ λ λ ά ζ ε ι · δεσμεύει. συστρέφει. ἀγελάζει
[ἰ λ λ α ο ι δ ό ς · ἐπιμυλίδιος ᾠδός]
ἴ λ λ ι κ ο ν · τὸν τραγίσκον. ἐθνικῶς
ἰ λ λ ί ς · στρεβλή, διεστραμμένη
*ἰ λ λ ό ς · στρεβλός, στραβός (Avgn), διεστραμμένος
ἰ λ ύ ε ι · στρέφει. κρύπτει
Ἰ λ λ υ ρ ὶ ς γ ο ν ή · ἀντὶ τοῦ Ἰλλυρὶς γενεά. γράφεται δὲ καὶ
γ υ ν ή . ὁ δὲ Καλλίστρατος γύη, ἀντὶ τοῦ γῆ· χρῶνται γὰρ
οὕτως. Σοφοκλῆς Τριπτολέμῳ (fr. 544)
ἰ λ λ ώ π τ ε ι ν · στραβίζειν, ἀπὸ τῶν ἴ λ λ ω ν τῶν ὀφθαλμῶν.
ἐμβλέπειν. τὸ καταμύειν (Com. ad. fr. 1019)
[ἰ λ ό ς ] ἰ λ ύ ς · βόρβορος. γλοιός r
ἰ λ ο ύ μ ε ν ο ς · περιστρεφόμενος
Ἴ λ ο υ σ ῆ μ α · Ἴλου μνῆμα (Λ 166)
ἰ λ ύ α τ α ι · περιειλημένοι <εἰσίν> (υ 352)
ἰ λ ι γ γ ι ζ ό μ ε ν ο ν · συστρεφόμενον
ἰ λ ύ α ι · ἔνθα τὰ θηρία αὐλίζεται, φωλεοί
ἰ λ ύ ε ι · [κοιμᾶται.] κρύπτει. συστρέφει. [διατρίβει]
ἰ λ ύ θ μ α τ α · πέταλα
ἰ λ ύ μ ε ν ο ν · ἐρχόμενον, προβαίνοντα
*<ἰ λ υ ό ε σ σ ι ν ·> ἰλυώδεσι βορβορώδεσιν (Greg. Naz. c. 2,1,
1,36) g
ἰ λ ύ ω μ α ι · ἐῤῥύπωμαι
*ἰ λ ύ ς · πηλός Avg. ὑποστάθμη
ἰ λ ύ ο ς · πηλώδους ὑποστάθμης ποταμοῦ (Φ 318) (n)
ἰ λ ύ σ α ι · κρύψαι, καλύψαι
ἰ λ υ σ π ᾶ σ θ α ι · τὸ παραπλησίως τοῖς ὄφεσιν ἢ σκώληξιν ἰέναι,
κυλίεσθαι r, εἰλεῖσθαι
ἰ λ ύ σ ω · ἰλύϊ περικαλύψω, κρύψω (Φ 319)
ἴ λ υ τ α ι · κέκρυπται, καλύπτεται (Μ 286 v. l.)

Apollonius Dyscolus Gramm. : De constructione : Part 2, volume 2, page 357, line 10


100. Ἔστι καὶ οὕτως φάναι, ὡς ἀληθεύει ὅτι ἐπὶ τοῖς μὴ συνοῦσιν
αἱ εὐχαὶ γίνονται· οὐ συνόντος γὰρ τοῦ φιλολογεῖν φαίημεν ἂν φ ι λ ο -
λ ο γ ο ῖ μ ι , οὐ συνόντος τοῦ πλουτεῖν τὸ π λ ο υ τ ο ῖ μ ι · χρὴ μέντοι νοεῖν
ὡς τὸ ἐξαιτούμενον ἐκ τοῦ εὐκτικοῦ ἢ εἰς παράτασιν τοῦ ἐνεστῶτος
παραλαμβάνεται, ἵνα ἐν αὐτῷ διαγίνηται, ὡς εἴ τις φαίη ζ ώ ο ι μ ι ὦ
θ ε ο ί , ἢ εἰς τελείωσιν τῶν μὴ ὄντων πραγμάτων, ὡς ὁ Ἀγαμέμνων
εὔχεται, ε ἴ θ ε ὦ θ ε ο ὶ π ο ρ θ ή σ α ι μ ι τ ὴ ν Ἴ λ ι ο ν · εὐχὴ γὰρ νῦν γίνεται
εἰς τὸ παρῳχημένον καὶ συντελὲς τοῦ χρόνου. τὴν γὰρ παράτασιν
ἀπευκταίαν ἕξει· πορθοῦντι γὰρ αὐτῷ τὴν Ἴλιον
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται Β 134 seq..
καθότι πάλιν κατὰ τὸ ἐναντίον ἔστιν ἐπινοῆσαι ἐπὶ τοῦ ζ ώ ο ι μ ι . οὐ γὰρ
δή γέ τις παραλήψεται εἰς εὐχὴν τὴν τοῦ ζῆν συντέλειαν ἐν τῷ
ζ ή σ α ι μ ι . ἡ γὰρ τοιαύτη συντέλεια τῆς εὐχῆς δυνάμει περιγράφει τὴν
τοῦ βίου διατριβήν.

Περὶ βίου θεωρητικοῦ ἢ ἱκέτων


(Περι αρετων το τεταρτον)
De vita contemplativa
Φίλων ο Αλεξανδρεύς
αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην "ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή."
17
τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥᾳψωδίας διὰ τούτων τῶν ἐπῶν· "῟μυσῶν τ᾽ ἀγχεμάχων καὶ ἀγαυῶν
Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων," ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας
προαιρέσεως ἕνεκα ἰσότητος, καθ᾽ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις.
18
ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν, ὑπ᾽ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας,
φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον.
19
μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς
ἐκπορίζοντες πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς
20
ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ
ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.
(Contempl. 1:16-20 PHI)

You might also like