You are on page 1of 26

ΑΒΙΜΕΛΕΧ - ΑΒΙΑΘΑΡ

[Αβιμέλεχ ονομάζεται στην μετάφραση των εβδομήκοντα, αλλά ορισμένοι λίγοι


κώδικες τον έχουν και ως «Ἐλιμέλεχ» (Ρουθ 1:2) ή «Ἀχιμέλεχ» (Ψαλμός 52:1)] – Το Απόκρυφο
βιβλίο 4Βαρούχ, στο εδάφιο 3:12, αναφέρεται σε «Ἀβιμέλεχ τῷ Αἰθίοπι»

LXXRH 1 Sam. 26:6 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελφὸν Ιωαβ λέγων
Τίς εἰσελεύσεται μετ᾽ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Αβεσσα Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.
LXXRH 1 Sam. 30:7 καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ Προσάγαγε τὸ εφουδ.
LXXRH 2 Sam. 8:17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς,
LXXRH 1 Chr. 18:16 καὶ Σαδωκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς καὶ Σουσα γραμματεὺς
LXXRH 1 Chr. 24:3 καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν
αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.
LXXRH 1 Chr. 24:6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ
καὶ εἷς εἷς τῷ Ιθαμαρ.
LXXRH 1 Chr. 24:31 καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ααρων ἐναντίον τοῦ βασιλέως καὶ Σαδωκ καὶ Αχιμελεχ
καὶ ἀρχόντων πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι αρααβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

Α Βασ. 30,7        καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀχιμέλεχ· προσάγαγε τὸ ἐφούδ.
Α Βασ. 30,7              Είπε τότε ο Δαυίδ προς τον αρχιερέα Αβιάθαρ, τον υιόν του Αχιμέλεχ· “φέρε εδώ και φόρεσε το εφούδ”.

Β Βασ. 8,17        καὶ Σαδοὺκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,
Β Βασ. 8,17               Ο Σαδούκ υιός του Αχιτώβ, και ο Αχιμέλεχ υιός του Αβιάθαρ, ήσαν ιερείς. Ο δε Ασά ήτο ο γραμματεύς.

Α Παραλ. 18,16   καὶ Σαδὼκ υἱὸς Ἀχιτὼβ καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ ἱερεῖς καὶ Σουσὰ γραμματεὺς
Α Παραλ. 18,16       Ο Σαδώκ, ο υιός του Αχιτώβ, και ο Αχιμέλεχ ο υιός του Αβιάθαρ, ήσαν αρχιερείς, ο δε Σουσά γραμματεύς.

Α Παραλ. 24,3    καὶ διεῖλεν αὐτοὺς Δαυὶδ καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεάζαρ καὶ Ἀχιμέλεχ ἐκ τῶν υἱῶν Ἰθάμαρ κατὰ τὴν ἐπίσκεψιν
αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾿ οἴκους πατριῶν αὐτῶν.
Α Παραλ. 24,3         Ετσι δε ο Δαυίδ βοηθούμενος και από τον Σαδώκ, εκ των απογόνων του Ελεάζαρ, και από τον Αχιμέλεχ, εκ των
απογόνων του Ιθάμαρ, διήρεσεν αυτούς εις τάξεις αναλόγως της υπηρεσίας των και των οικογενειών, εις τας
οποίας αυτοί ανήκον.
Α Παραλ. 24,6    καὶ ἔγραψεν αὐτοὺς Σαμαΐας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων
καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Ἀχιμέλεχ υἱὸς Ἀβιάθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου
πατριᾶς εἷς εἷς τῷ Ἐλεάζαρ καὶ εἷς εἷς τῷ Ἰθάμαρ.
Α Παραλ. 24,6        Κατέγραψε δε αυτούς ο Σαμαΐας, υιός του Ναθαναήλ ο γραμματεύς από τους απογόνους του Λευι, ενώπιον του
βασιλέως και ενώπιον των άλλων αρχόντων, ενώπιον του Σαδώκ του αρχιερέως και του Αχιμέλεχ του υιού του
Αβιάθαρ, ενώπιον των αρχηγών των ιερατικών οικογενειών και των Λευιτικών επίσης οικογενειών. Κατά την
κλήρωσιν ελαμβάνετο μία οικογένεια εκ του Ελεάζαρ και μία οικογένεια εκ του Ιθάμαρ και ούτω καθεξής.

Α Παραλ. 24,31   καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχιμέλεχ
καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, πατριάρχαι ἀραὰβ καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ
νεώτεροι.
Α Παραλ. 24,31       Και αυτοί, όπως και οι ανήκοντες εις την ιδίαν με αυτούς φυλήν ιερείς οι απόγονοι του Ααρών, επήραν κλήρους
ενώπιον του βασιλέως, ενώπιον του Σαδώκ και του Αχιμέλεχ, ενώπιον των αρχηγών των οικογενειών, των
ιερέων και των Λευϊτών, αι αρχαιότεραι οικογενειαι, όπως και αι νεώτεροι, με τα ίδια δικαιώματα.

Ἰθάμαρ
LXXRH Exod. 6:23 ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε
Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.
LXXRH Exod. 28:1 Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ
ἱερατεύειν μοι, Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ υἱοὺς Ααρων.
LXXRH Exod. 37:19 Καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωυσῇ τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν
διὰ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως.
LXXRH Lev. 10:6 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους Τὴν κεφαλὴν ὑμῶν
οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός· οἱ ἀδελφοὶ ὑμῶν
πᾶς ὁ οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου.
LXXRH Lev. 10:12 Καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειφθέντας Λάβετε τὴν
θυσίαν τὴν καταλειφθεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ φάγεσθε ἄζυμα παρὰ τὸ θυσιαστήριον· ἅγια ἁγίων ἐστίν.
LXXRH Lev. 10:16 Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς, καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐθυμώθη Μωυσῆς ἐπὶ
Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
LXXRH Num. 3:2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ααρων· πρωτότοκος Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ·
LXXRH Num. 3:4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτῶν πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ
Σινα, καὶ παιδία οὐκ ἦν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ᾽ Ααρων τοῦ πατρὸς αὐτῶν.
LXXRH Num. 4:28 αὕτη ἡ λειτουργία τῶν υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἡ φυλακὴ αὐτῶν ἐν χειρὶ Ιθαμαρ τοῦ υἱοῦ
Ααρων τοῦ ἱερέως.
LXXRH Num. 4:33 αὕτη ἡ λειτουργία δήμου υἱῶν Μεραρι ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱοῦ
Ααρων τοῦ ἱερέως.
LXXRH Num. 7:8 καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ
Ααρων τοῦ ἱερέως.
LXXRH Num. 26:60 καὶ ἐγεννήθησαν τῷ Ααρων ὅ τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.

υἱοὶ Αμβραμ· Ααρων καὶ


LXXRH 1 Chr. 5:29 καὶ

Μωυσῆς καὶ Μαριαμ. καὶ υἱοὶ Ααρων·


Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ.
LXXRH 1 Chr. 24:1 Καὶ τοῖς υἱοῖς Ααρων διαιρέσεις· υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ, Ελεαζαρ καὶ Ιθαμαρ·
LXXRH 1 Chr. 24:2 καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ελεαζαρ καὶ
Ιθαμαρ υἱοὶ Ααρων.
LXXRH 1 Chr. 24:3 καὶ διεῖλεν αὐτοὺς Δαυιδ καὶ Σαδωκ ἐκ τῶν υἱῶν Ελεαζαρ καὶ Αχιμελεχ ἐκ τῶν υἱῶν Ιθαμαρ κατὰ τὴν ἐπίσκεψιν
αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν.
LXXRH 1 Chr. 24:4 καὶ εὑρέθησαν υἱοὶ Ελεαζαρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ιθαμαρ, καὶ διεῖλεν αὐτούς, τοῖς
υἱοῖς Ελεαζαρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα καὶ τοῖς υἱοῖς Ιθαμαρ κατ᾽ οἴκους πατριῶν ὀκτὼ.
LXXRH 1 Chr. 24:5 καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες κυρίου ἐν τοῖς
υἱοῖς Ελεαζαρ καὶ ἐν τοῖς υἱοῖς Ιθαμαρ·
LXXRH 1 Chr. 24:6 καὶ ἔγραψεν αὐτοὺς Σαμαιας υἱὸς Ναθαναηλ ὁ γραμματεὺς ἐκ τοῦ Λευι κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων
καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, οἴκου πατριᾶς εἷς εἷς τῷ Ελεαζαρ
καὶ εἷς εἷς τῷ Ιθαμαρ.
LXXRH 1 Chr. 24:28 τῷ Μοολι Ελεαζαρ καὶ Ιθαμαρ· καὶ ἀπέθανεν Ελεαζαρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοί.
LXXRH Ezr. 8:2 ἀπὸ υἱῶν Φινεες Γηρσωμ· ἀπὸ υἱῶν Ιθαμαρ Δανιηλ· ἀπὸ υἱῶν Δαυιδ Ατους·

Η τήρηση του Σαββάτου 


(Μτ 12,1-8. Λκ 6,1-5)
Μαρκ. 2,23         Καὶ ἐγένετο παραπορεύεσθαι αὐτὸν ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν
τίλλοντες τοὺς στάχυας.
Μαρκ. 2,23              Καποτε, εις ημέραν Σαββάτου, ωδοιπορούσε ο Κυριος ανάμεσα εις σπαρμένα χωράφια και οι μαθηταί του,
καθώς ήρχισαν μαζή του να βαδίζουν, εμαδούσαν τα στάχυα και έτρωγαν τους κόκκους.
Μαρκ. 2,24         καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι.
Μαρκ. 2,24              Και οι Φαρισαίοι έλεγαν εις αυτόν· “κύτταξε, τι κάνουν οι μαθηταί σου εις ημέραν Σαββάτου! Δηλαδή κάνουν
εργασίαν, με την οποίαν βεβηλώνεται η σαββατική αργία”.

οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυΐδ ὅτε


Μαρκ. 2,25         καὶ αὐτὸς ἔλεγεν αὐτοῖς·

χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ;


Μαρκ. 2,25              Αλλά και αυτός τους είπε· “δεν εδιαβάσατε ποτέ τι έκαμε ο Δαυΐδ, όταν ευρέθη εις ανάγκην, δηλαδή όταν
επείνασε αυτός και εκείνοι που ήσαν μαζή του;

Μαρκ. 2,26          πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ
ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν,
οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε
καὶ τοῖς σὺν αὐτῷ οὖσι;
Μαρκ. 2,26              Πως δηλαδή εισήλθε στον ναόν του Θεού, όταν αρχιερεύς ήτο ο Αβιάθαρ, και έφαγε τους άρτους που ήσαν
βαλμένοι ως προσφορά προς τον Θεόν εις την τράπεζαν της προθέσεως; Και τούτο, ενώ είναι γνωστόν, ότι
κανείς εκτός των ιερέων δεν επιτρέπεται να φάγη αυτούς; Ο δε Δαυίδ και έφαγε και έδωκε από τους άρτους
αυτούς και εις εκείνους, που ήταν μαζή του. Και όμως ο Θεός δεν απεδοκίμασε την πράξιν του”.
Μαρκ. 2,27         καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
Μαρκ. 2,27              Εν συνεχεία δε έλεγεν εις αυτούς· “το Σαββατον έχει καθιερωθή, δια να εξυπηρετή και καθοδηγή τον άνθρωπον
εις την πνευματικήν του ζωήν και δεν έγινε ο άνθρωπος, δια να είναι δούλος εις ένα ξηρόν και τυπικόν
Σαββατον.
Μαρκ. 2,28         ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Μαρκ. 2,28              Ωστε ο Υιός του ανθρώπου, που ήλθε δια να χειραγωγήση τον άνθρωπον εις ανωτέραν πνευματικήν ζωήν, είναι
κύριος και του Σαββάτου και έχει εξουσίαν να τροποποιήση αυτό επί το πνευματικώτερον”.
 

Δαβίδ και Αβιμέλεχ


Α Βασ. 21,1        Καὶ ἀνέστη Δαυὶδ καὶ ἀπῆλθε, καὶ Ἰωνάθαν εἰσῆλθεν εἰς τὴν πόλιν.
Α Βασ. 21,1               Επειτα από αυτά, ο Δαυίδ εσηκώθη και ανεχώρησεν, ο δε Ιωνάθαν επανήλθεν εις την πόλιν.

Α Βασ. 21,2        καὶ ἔρχεται Δαυὶδ εἰς Νομβὰ πρὸς Ἀβιμέλεχ τὸν ἱερέα. καὶ ἐξέστη
Ἀβιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
Α Βασ. 21,2               Ο Δαυίδ ήλθεν εις πόλιν Νομβά προς τον αρχιερέα τον Αβιμέλεχ. Ο Αβιμέλεχ εξεπλάγη πολύ, όταν είδε τον
Δαυίδ και του είπε· “διατί είσαι μόνος σου και διατί κανείς άλλος δεν υπάρχει μαζή σου;”
Α Βασ. 21,3        καὶ εἶπε Δαυὶδ τῷ ἱερεῖ· ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ
ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐγὼ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ

Θεοῦ πίστις, Φελλανὶ Ἀλεμωνί· καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι , δὸς εἰς
χεῖρά μου τὸ εὑρεθέν.
Α Βασ. 21,3               Απήντησεν ο Δαυίδ στον Αρχιερέα· “ο βασιλεύς μου ανέθεσε σήμερον κάποιον έργον και μου είπε· Πρόσεξε,
κανείς να μη μάθη την αποστολήν, δια την οποίαν εγώ σε στέλνω και δια την οποίαν σου έχω δώσει εντολάς.
Δια τούτο εγώ εντόνως συνέστησα στους νεαρούς που με ακολουθούν να με περιμείνουν στον τόπον που
λέγεται “Θεού πίστις”, Φελλανί Αλεμωνί. Και τώρα σε παρακαλώ, εάν σου ευρίσκωνται πέντε άρτοι να μου τους
δώσης, η όσοι σου ευρίσκονται”.

Α Βασ. 21,4        καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυίδ, καὶ εἶπεν· οὐκ εἰσὶν ἄρτοι
βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾿ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ
πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ φάγεται.
Α Βασ. 21,4               Ο αρχιερεύς απήντησεν στον Δαυίδ και του είπε· “δεν έχω εις την διάθεσίν μου άρτους κοινούς και συνήθεις,
αλλά μόνον υπάρχουν οι άγιοι άρτοι της προθέσεως, οι προωρισμένοι δια τους ιερείς. Εάν οι νεαροί ακόλουθοί
σου έχουν φυλαχθή από γυναίκα, ημπορούν να τους φάγουν”.
Α Βασ. 21,5        καὶ ἀπεκρίθη Δαυὶδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ· ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ
ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδία ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασθήσεται σήμερον
διὰ τὰ σκεύη μου.
Α Βασ. 21,5               Ο Δαυίδ απήντησεν στον αρχιερέα και του είπεν· “από γυναίκα έχομεν φυλαχθή εδώ και τρεις ημέρες. Οταν δε
ανεχωρήσαμεν από την πόλιν, οι μεν νεαροί ακόλουθοί μου εκαθαρίσθησαν από κάθε νομικήν ακαθαρσίαν. Ο
δρόμος όμως και ο σκοπός, δια τον οποίον πορευόμεθα δεν είναι άγιος, αλλά κοσμικός. Τα σακκίδιά μας όμως
θα είναι καθαρά, ώστε να δεχθούν τους καθιερωμένους άρτους, τους οποίους σήμερον θα πάρωμεν”.

Α Βασ. 21,6        καὶ ἔδωκεν αὐτῷ Ἀβιμέλεχ ὁ ἱερεὺς τοὺς


ἄρτους τῆς προθέσεως , ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος, ἀλλ᾿ ἢ ἄρτοι τοῦ προσώπου οἱ
ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
Α Βασ. 21,6               Ο αρχιερεύς, ο Αβιμέλεχ, έπειτα από την διαβεβαίωσιν αυτήν του Δαυίδ, έδωκεν εις αυτόν τους άρτους της
προθέσεως, διότι δεν υπήρχον εκεί άλλοι άρτοι, ειμή μόνον οι άρτοι οι οποίοι είχον τεθή προ του Κυρίου· οι
άρτοι, οι οποίοι θα αφηρούντο από έμπροσθεν του Κυρίου, δια να αντικατασταθούν από άλλους θερμούς και
προσφάτους άρτους, όπως γίνεται κάθε εβδομάδα.
Α Βασ. 21,7        καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαρὰν ἐνώπιον Κυρίου, καὶ ὄνομα
αὐτῷ Δωὴκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαούλ.
Α Βασ. 21,7               Εκεί, ενώπιον του Κυρίου, ευρίσκετο και ένας δούλος του Σαούλ κατά την ημέραν εκείνην έγκλειστος στον
ναόν του Κυρίου. Ο δούλος αυτός ωνομάζετο Δωήκ ο Συρος. Εβοσκε δε τας ημιόνους του Σαούλ.
Α Βασ. 21,8        καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιμέλεχ· ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ
τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
Α Βασ. 21,8               Ο Δαυίδ ηρώτησε τον Αβιμέλεχ, μήπως είναι εδώ μαζή σου κανένα δόρυ η καμμία ρομφαία, διότι την ιδικήν
μου ρομφαίαν και τα άλλα όπλα μου δεν τα επήρα μαζή μου, επειδή ήτο βιαστική και δεν επεδέχετο αναβολήν η
εντολή του βασιλέως”.
Α Βασ. 21,9        καὶ εἶπεν ὁ ἱερεύς· ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλά, καὶ αὐτὴν ἐνειλημμένη
ἦν ἐν ἱματίῳ· εἰ ταύτην λήψῃ, σεαυτῷ λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπε Δαυίδ· ἰδοὺ
οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν.
Α Βασ. 21,9               Ο αρχιερεύς είπεν στον Δαυίδ· “ιδού, η ρομφαία του Γολιάθ του αλλοφύλου, τον οποίον συ εκτύπησες εις την
κοιλάδα Ηλά, υπάρχει εδώ και είναι τυλιγμένη στο ιμάτιον. Εάν θέλης να πάρης αυτήν, πάρε την δια τον εαυτόν
σου. Αλλη εκτός αυτής δεν υπάρχει”. Και είπεν ο Δαυίδ· “και αν υπήρχε καμμία άλλη, δεν θα ήτο περισσότερον
κατάλληλος από αυτήν δι' εμέ. Δος μου την.
Α Βασ. 21,10      καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυὶδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαούλ. Καὶ ἦλθε Δαυὶδ
πρὸς Ἀγχοῦς βασιλέα Γέθ.
Α Βασ. 21,10             Ο αρχιερεύς του την έδωκεν. Ο Δαυίδ εσηκώθη και έφυγε κατά την ημέραν εκείνην μακράν από τον Σαούλ.
Ηλθε δε προς τον Αγχούς βασιλέα της Γέθ.

LXXRH Gen. 20:2 εἶπεν δὲ Αβρααμ περὶ Σαρρας τῆς γυναικὸς αὐτοῦ ὅτι Ἀδελφή μού ἐστιν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι Γυνή μού ἐστιν,
μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾽ αὐτήν. ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν.
LXXRH Gen. 20:3 καὶ εἰσῆλθεν ὁ θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν Ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες,
αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί.
LXXRH Gen. 20:4 Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπεν Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
LXXRH Gen. 20:8 καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ
ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
LXXRH Gen. 20:9 καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾽
ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
LXXRH Gen. 20:10 εἶπεν δὲ Αβιμελεχ τῷ Αβρααμ Τί ἐνιδὼν ἐποίησας τοῦτο;
LXXRH Gen. 20:14 ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκεν τῷ Αβρααμ καὶ
ἀπέδωκεν αὐτῷ Σαρραν τὴν γυναῖκα αὐτοῦ.
LXXRH Gen. 20:15 καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
LXXRH Gen. 20:17 προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν, καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας
αὐτοῦ, καὶ ἔτεκον·
LXXRH Gen. 20:18 ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Αβιμελεχ ἕνεκεν Σαρρας τῆς γυναικὸς
Αβρααμ.
LXXRH Gen. 21:22 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς
δυνάμεως αὐτοῦ πρὸς Αβρααμ λέγων Ὁ θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·
LXXRH Gen. 21:25 καὶ ἤλεγξεν Αβρααμ τὸν Αβιμελεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλαντο οἱ παῖδες τοῦ Αβιμελεχ.
LXXRH Gen. 21:26 καὶ εἶπεν αὐτῷ Αβιμελεχ Οὐκ ἔγνων, τίς ἐποίησεν τὸ πρᾶγμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα
ἀλλ᾽ ἢ σήμερον.
LXXRH Gen. 21:27 καὶ ἔλαβεν Αβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τῷ Αβιμελεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.
LXXRH Gen. 21:29 καὶ εἶπεν Αβιμελεχ τῷ Αβρααμ Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
LXXRH Gen. 21:32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ
ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιιμ.
LXXRH Gen. 26:1 Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ· ἐπορεύθη δὲ
Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα.
LXXRH Gen. 26:8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ
παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ.
LXXRH Gen. 26:9 ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ Ἄρα γε γυνή σού ἐστιν· τί ὅτι εἶπας Ἀδελφή μού ἐστιν; εἶπεν δὲ αὐτῷ
Ισαακ Εἶπα γάρ Μήποτε ἀποθάνω δι᾽ αὐτήν.
LXXRH Gen. 26:10 εἶπεν δὲ αὐτῷ Αβιμελεχ Τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ
ἐπήγαγες ἐφ᾽ ἡμᾶς ἄγνοιαν.
LXXRH Gen. 26:11 συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ
θανάτου ἔνοχος ἔσται.
LXXRH Gen. 26:16 εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ Ἄπελθε ἀφ᾽ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
LXXRH Gen. 26:26 καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς
δυνάμεως αὐτοῦ.
LXXRH Jda. 8:31 καὶ ἡ παλλακὴ αὐτοῦ ἡ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἐπέθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
LXXRH Jda. 9:1 Καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Σικιμα πρὸς τοὺς ἀδελφοὺς τῆς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ
πρὸς πᾶσαν τὴν συγγένειαν τοῦ οἴκου τῆς μητρὸς αὐτοῦ λέγων
LXXRH Jda. 9:3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Σικιμων πάντας τοὺς λόγους
τούτους, καὶ ἔκλινεν καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν.
LXXRH Jda. 9:4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐκ τοῦ οἴκου Βααλ διαθήκης, καὶ ἐμισθώσατο ἐν αὐτοῖς Αβιμελεχ ἄνδρας
κενοὺς καὶ θαμβουμένους, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
LXXRH Jda. 9:6 Καὶ συνήχθησαν πάντες οἱ ἄνδρες Σικιμων καὶ πᾶς ὁ οἶκος Μααλλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ
εἰς βασιλέα πρὸς τῇ βαλάνῳ τῆς στάσεως ἐν Σικιμοις.
LXXRH Jda. 9:16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ ἐν τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ καλῶς ἐποιήσατε μετὰ
Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ κατὰ τὸ ἀνταπόδομα τῆς χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
LXXRH Jda. 9:18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας
ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν τῆς παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν,
LXXRH Jda. 9:19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ τοῦ οἴκου αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ, εὐλογηθείητε ὑμεῖς καὶ
εὐφρανθείητε ἐν Αβιμελεχ, καὶ εὐφρανθείη καὶ αὐτὸς ἐν ὑμῖν.
LXXRH Jda. 9:20 καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐξ Αβιμελεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Μααλλων, καὶ εἰ μή, ἐξέλθοι πῦρ
ἀπὸ ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Μααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ.
LXXRH Jda. 9:21 καὶ ἀπέδρα Ιωαθαμ καὶ ἐπορεύθη ἐν ὁδῷ καὶ ἔφυγεν εἰς Ραρα καὶ κατῴκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ τοῦ
ἀδελφοῦ αὐτοῦ.
LXXRH Jda. 9:22 Καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη.
LXXRH Jda. 9:23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων, καὶ ἠθέτησαν οἱ
ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ,
LXXRH Jda. 9:24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὸ αἷμα αὐτῶν ἐπιθεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν
αὐτῶν τὸν ἀποκτείναντα αὐτοὺς καὶ ἐπὶ τοὺς ἄνδρας Σικιμων τοὺς κατισχύσαντας τὰς χεῖρας αὐτοῦ ὥστε ἀποκτεῖναι τοὺς ἀδελφοὺς
αὐτοῦ.
LXXRH Jda. 9:25 καὶ ἔθεντο αὐτῷ οἱ ἄνδρες Σικιμων ἔνεδρα ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ ἀνήρπαζον πάντας τοὺς
διαπορευομένους ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
LXXRH Jda. 9:27 καὶ ἦλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ κατεπάτουν καὶ ἐποίησαν χοροὺς καὶ εἰσῆλθον εἰς
οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηρῶντο τὸν Αβιμελεχ.
LXXRH Jda. 9:28 καὶ εἶπεν Γααλ υἱὸς Αβεδ Τί ἐστιν Αβιμελεχ, καὶ τίς ἐστιν ὁ υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ οὗτος υἱὸς
Ιεροβααλ, καὶ Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
LXXRH Jda. 9:29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ τῷ Αβιμελεχ Πλήθυνον τὴν δύναμίν
σου καὶ ἔξελθε.
LXXRH Jda. 9:31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ μετὰ δώρων λέγων Ἰδοὺ Γααλ υἱὸς Αβεδ καὶ οἱ ἀδελφοὶ αὐτοῦ
παραγεγόνασιν εἰς Σικιμα, καὶ οἵδε πολιορκοῦσιν τὴν πόλιν ἐπὶ σέ·
LXXRH Jda. 9:34 καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Σικιμα τέσσαρας ἀρχάς.
LXXRH Jda. 9:35 καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν Γααλ υἱὸς Αβεδ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ
ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐκ τῶν ἐνέδρων.
LXXRH Jda. 9:38 καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Ποῦ ἐστιν νῦν τὸ στόμα σου τὸ λέγον Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ; οὐκ
ἰδοὺ οὗτός ἐστιν ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε νῦν καὶ πολέμει πρὸς αὐτόν.
LXXRH Jda. 9:39 καὶ ἐξῆλθεν Γααλ ἀπὸ προσώπου τῶν ἀνδρῶν Σικιμων καὶ ἐπολέμησεν ἐν Αβιμελεχ.
LXXRH Jda. 9:40 καὶ κατεδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσον τραυματίαι πολλοὶ ἕως θυρῶν τῆς
πόλεως.
LXXRH Jda. 9:41 καὶ ἐκάθισεν Αβιμελεχ ἐν Αριμα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦ μὴ οἰκεῖν ἐν Σικιμοις.
LXXRH Jda. 9:42 καὶ ἐγενήθη τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸ πεδίον, καὶ ἀπηγγέλη τῷ Αβιμελεχ.
LXXRH Jda. 9:44 καὶ Αβιμελεχ καὶ αἱ ἀρχαὶ αἱ μετ᾽ αὐτοῦ ἐξετάθησαν καὶ ἔστησαν παρὰ τὴν πύλην τῆς πόλεως, καὶ αἱ δύο ἀρχαὶ
ἐξεχύθησαν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ, καὶ ἐπάταξεν αὐτούς.
LXXRH Jda. 9:45 καὶ Αβιμελεχ ἐπολέμει ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην, καὶ κατελάβοντο τὴν πόλιν, καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ
ἀνεῖλεν καὶ τὴν πόλιν καθεῖλεν καὶ ἔσπειρεν αὐτὴν ἅλας.
LXXRH Jda. 9:47 καὶ ἀπηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες τοῦ πύργου Σικιμων.
LXXRH Jda. 9:48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Σελμων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ ἀξίνην ἐν τῇ χειρὶ
αὐτοῦ καὶ ἔκοψεν φορτίον ξύλων καὶ ἔλαβεν αὐτὸ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ὤμους αὐτοῦ καὶ εἶπεν πρὸς τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ Τί εἴδετέ
με ποιοῦντα, ταχέως ποιήσατε ὡς καὶ ἐγώ.
LXXRH Jda. 9:49 καὶ ἔκοψαν καὶ αὐτοὶ ἕκαστος φορτίον καὶ ἦραν καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὸ ὀχύρωμα καὶ
ἐνέπρησαν ἐπ᾽ αὐτοὺς τὸ ὀχύρωμα ἐν πυρί, καὶ ἀπέθανον πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡσεὶ χίλιοι ἄνδρες καὶ γυναῖκες.
LXXRH Jda. 9:50 Καὶ ἐπορεύθη Αβιμελεχ εἰς Θεβες καὶ περιεκάθισεν ἐπ᾽ αὐτὴν καὶ προκατελάβετο αὐτήν.
LXXRH Jda. 9:52 καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ ἐξεπολέμησαν αὐτόν· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου
ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
LXXRH Jda. 9:53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν Αβιμελεχ καὶ συνέθλασεν τὸ κρανίον αὐτοῦ.
LXXRH Jda. 9:54 καὶ ἐβόησεν τὸ τάχος πρὸς τὸ παιδάριον τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ Σπάσαι τὴν μάχαιράν σου καὶ
θανάτωσόν με, μήποτε εἴπωσιν Γυνὴ ἀπέκτεινεν αὐτόν. καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν Αβιμελεχ.
LXXRH Jda. 9:55 καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἀπῆλθον ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
LXXRH Jda. 9:56 καὶ ἀπέστρεψεν ὁ θεὸς τὴν κακίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς
αὐτοῦ.
LXXRH Jda. 10:1 Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς
κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ.
LXXRH Jdg. 8:31 καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχεμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
LXXRH Jdg. 9:1 Καὶ ἐπορεύθη Αβιμελεχ υἱὸς Ιεροβααλ εἰς Συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς
πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων
LXXRH Jdg. 9:3 καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν Συχεμ πάντας τοὺς λόγους
τούτους, καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω Αβιμελεχ, ὅτι εἶπαν Ἀδελφὸς ἡμῶν ἐστιν.
LXXRH Jdg. 9:4 καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου Βααλβεριθ, καὶ ἐμισθώσατο ἑαυτῷ Αβιμελεχ ἄνδρας κενοὺς καὶ
δειλούς, καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ.
LXXRH Jdg. 9:6 Καὶ συνήχθησαν πάντες ἄνδρες Σικιμων καὶ πᾶς οἶκος Βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν Αβιμελεχ
πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν Σικιμοις.
LXXRH Jdg. 9:16 καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ, καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ
Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ,
LXXRH Jdg. 9:18 καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας
ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν Αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας Σικιμων, ὅτι ἀδελφὸς ὑμῶν ἐστιν,
LXXRH Jdg. 9:19 καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ Ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, εὐφρανθείητε ἐν
Αβιμελεχ, καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ᾽ ὑμῖν.
LXXRH Jdg. 9:20 εἰ δὲ οὐ, ἐξέλθοι πῦρ ἀπὸ Αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας Σικιμων καὶ τὸν οἶκον Βηθμααλλων, καὶ ἐξέλθοι πῦρ ἀπὸ
ἀνδρῶν Σικιμων καὶ ἐκ τοῦ οἴκου Βηθμααλλων καὶ καταφάγοι τὸν Αβιμελεχ.
LXXRH Jdg. 9:21 καὶ ἔφυγεν Ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως Βαιηρ καὶ ᾤκησεν ἐκεῖ ἀπὸ προσώπου Αβιμελεχ ἀδελφοῦ αὐτοῦ.
LXXRH Jdg. 9:22 Καὶ ἦρξεν Αβιμελεχ ἐπὶ Ισραηλ τρία ἔτη.
LXXRH Jdg. 9:23 καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν Σικιμων, καὶ ἠθέτησαν
ἄνδρες Σικιμων ἐν τῷ οἴκῳ Αβιμελεχ,
LXXRH Jdg. 9:24 τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν Ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ Αβιμελεχ τὸν ἀδελφὸν
αὐτῶν, ὃς ἀπέκτεινεν αὐτούς, καὶ ἐπὶ ἄνδρας Σικιμων, ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ.
LXXRH Jdg. 9:25 καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες Σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα, ὃς
παρεπορεύετο ἐπ᾽ αὐτοὺς ἐν τῇ ὁδῷ· καὶ ἀπηγγέλη τῷ βασιλεῖ Αβιμελεχ.
LXXRH Jdg. 9:27 καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς
οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν Αβιμελεχ.
LXXRH Jdg. 9:28 καὶ εἶπεν Γααλ υἱὸς Ιωβηλ Τίς ἐστιν Αβιμελεχ καὶ τίς ἐστιν υἱὸς Συχεμ, ὅτι δουλεύσομεν αὐτῷ; οὐχ υἱὸς Ιεροβααλ, καὶ
Ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν Εμμωρ πατρὸς Συχεμ; καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς;
LXXRH Jdg. 9:29 καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου; καὶ μεταστήσω τὸν Αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν Πλήθυνον τὴν δύναμίν
σου καὶ ἔξελθε.
LXXRH Jdg. 9:31 καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Αβιμελεχ ἐν κρυφῇ λέγων Ἰδοὺ Γααλ υἱὸς Ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς
Συχεμ, καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ·
LXXRH Jdg. 9:34 καὶ ἀνέστη Αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ᾽ αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ Συχεμ τέτρασιν ἀρχαῖς.
LXXRH Jdg. 9:35 καὶ ἐξῆλθεν Γααλ υἱὸς Ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως, καὶ ἀνέστη Αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ᾽
αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου.
LXXRH Jdg. 9:38 καὶ εἶπεν πρὸς αὐτὸν Ζεβουλ Καὶ ποῦ ἐστιν τὸ στόμα σου, ὡς ἐλάλησας Τίς ἐστιν Αβιμελεχ, ὅτι δουλεύσομεν αὐτῷ;
μὴ οὐχὶ οὗτος ὁ λαός, ὃν ἐξουδένωσας; ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ.
LXXRH Jdg. 9:39 καὶ ἐξῆλθεν Γααλ ἐνώπιον ἀνδρῶν Συχεμ καὶ παρετάξατο πρὸς Αβιμελεχ.
LXXRH Jdg. 9:40 καὶ ἐδίωξεν αὐτὸν Αβιμελεχ, καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ· καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς
πύλης.
LXXRH Jdg. 9:41 καὶ εἰσῆλθεν Αβιμελεχ ἐν Αρημα· καὶ ἐξέβαλεν Ζεβουλ τὸν Γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν Συχεμ.
LXXRH Jdg. 9:42 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν, καὶ ἀνήγγειλεν τῷ Αβιμελεχ.
LXXRH Jdg. 9:44 καὶ Αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ᾽ αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως, καὶ αἱ δύο
ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς.
LXXRH Jdg. 9:45 καὶ Αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ
ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας.
LXXRH Jdg. 9:47 καὶ ἀνηγγέλη τῷ Αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων Συχεμ.
LXXRH Jdg. 9:48 καὶ ἀνέβη Αβιμελεχ εἰς ὄρος Ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ ἔλαβεν Αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ
καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ᾽ ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ Ὃ εἴδετέ με ποιοῦντα, ταχέως ποιήσατε
ὡς ἐγώ.
LXXRH Jdg. 9:49 καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω Αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ
ἐνεπύρισαν ἐπ᾽ αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί, καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου Σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες.
LXXRH Jdg. 9:50 Καὶ ἐπορεύθη Αβιμελεχ ἐκ Βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν Θηβης καὶ κατέλαβεν αὐτήν.
LXXRH Jdg. 9:52 καὶ ἦλθεν Αβιμελεχ ἕως τοῦ πύργου, καὶ παρετάξαντο αὐτῷ· καὶ ἤγγισεν Αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ
ἐμπρῆσαι αὐτὸν ἐν πυρί.
LXXRH Jdg. 9:53 καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν Αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ.
LXXRH Jdg. 9:55 καὶ εἶδεν ἀνὴρ Ισραηλ ὅτι ἀπέθανεν Αβιμελεχ, καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ.
LXXRH Jdg. 9:56 καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Αβιμελεχ, ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς
αὐτοῦ.
LXXRH Jdg. 10:1 Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς
ᾤκει ἐν Σαμιρ ἐν ὄρει Εφραιμ.
LXXRH Ruth 1:2 καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ
Χελαιων, Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ.
LXXRH Ruth 1:3 καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν, καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς.
LXXRH Ruth 2:1 Καὶ τῇ Νωεμιν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς· ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύι ἐκ τῆς συγγενείας Αβιμελεχ, καὶ ὄνομα αὐτῷ
Βοος.
LXXRH Ruth 2:3 καὶ ἐπορεύθη καὶ συνέλεξεν ἐν τῷ ἀγρῷ κατόπισθεν τῶν θεριζόντων· καὶ περιέπεσεν περιπτώματι τῇ μερίδι τοῦ
ἀγροῦ Βοος τοῦ ἐκ συγγενείας Αβιμελεχ.
LXXRH Ruth 4:3 καὶ εἶπεν Βοος τῷ ἀγχιστεῖ Τὴν μερίδα τοῦ ἀγροῦ, ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Αβιμελεχ, ἣ δέδοται Νωεμιν τῇ
ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωαβ,
LXXRH Ruth 4:9 καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ Μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ
πάντα, ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων, ἐκ χειρὸς Νωεμιν·
LXXRH 1 Sam. 21:2 Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί
ὅτι σὺ μόνος καὶ οὐθεὶς μετὰ σοῦ;
LXXRH 1 Sam. 21:7 καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ᾽ ἢ ἄρτοι τοῦ
προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου κυρίου παρατεθῆναι ἄρτον θερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς.
LXXRH 1 Sam. 21:9 καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ Ἰδὲ εἰ ἔστιν ἐνταῦθα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομφαία, ὅτι τὴν ῥομφαίαν μου καὶ
τὰ σκεύη οὐκ εἴληφα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν.
LXXRH 1 Sam. 22:9 καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ιεσσαι
παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα,
LXXRH 1 Sam. 22:11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς
τοὺς ἐν Νομβα, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα.
LXXRH 1 Sam. 22:16 καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ Θανάτῳ ἀποθανῇ, Αβιμελεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου.
LXXRH 1 Sam. 22:20 καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυιδ.
LXXRH 1 Sam. 23:6 Καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν
τῇ χειρὶ αὐτοῦ.
LXXRH 2 Sam. 11:21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ
ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν.
LXXRH 2 Sam. 11:22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα,
ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί
προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσθε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ;
οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;
LXXRH Ps. 33:1 Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Αβιμελεχ, καὶ ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν.
LXXRH Ps. 51:2 ἐν τῷ ἐλθεῖν Δωηκ τὸν Ιδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαουλ καὶ εἰπεῖν αὐτῷ Ἦλθεν Δαυιδ εἰς τὸν οἶκον Αβιμελεχ.
OPG
4 Baruch 1:1 Ἐγένετο, ἡνίκα ᾐχμαλωτεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ βασιλέως τῶν
Χαλδαίων, ἐλάλησεν ὁ θεὸς πρὸς Ἰερεμίαν λέγων· Ἰερεμία, ὁ ἐκλεκτός μου, ἀνάστα, καὶ ἔξελθε ἐκ τῆς
πόλεως ταύτης, σὺ καὶ Βαρούχ· ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν
αὐτῇ.
2
αἱ γὰρ προσευχαὶ ὑμῶν ὡς στῦλος ἑδραῖός ἐστιν ἐν μέσῳ αὐτῆς, καὶ ὡς τεῖχος ἀδαμάντινον περικυκλοῦν
αὐτήν.
3
νῦν οὖν ἀναστάντες ἐξέλθατε πρὸ τοῦ ἡ δύναμις τῶν Χαλδαίων κυκλώσει αὐτήν.
4
καὶ ἀπεκρίθη Ἰερεμίας, λέγων· Παρακαλῶ σε, κύριε, ἐπίστρεψέν μοι τῷ δούλῳ σου λαλῆσαι ἐνώπιόν σου.
5
εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας.
6
καὶ ἐλάλησεν Ἰερεμίας, λέγων· Κύριε παντοκράτωρ, παραδίδως τὴν πάλιν τὴν ἐκλεκτὴν εἰς χεῖρας τῶν
Χαλδαίων, ἵνα καυχήσηται ὁ βασιλεὺς μετὰ τοῦ πλήθους τοῦ λαοῦ αὐτοῦ, καὶ εἴπῃ ὅτι, Ἰσχυσα ἐπὶ τὴν ἱερὰν
πόλιν τοῦ θεοῦ;
7
μή, κύριε μου· ἀλλ᾽ εἰ θέλημά σοῦ ἐστιν, ἐκ τῶν χειρῶν σου ἀφανισθήτω.
8
καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἐπειδὴ σὺ ἐκλεκτός μου εἶ, ἀνάστα καὶ ἔξελθε ἐκ τῆς πόλεως ταύτης, σὺ καὶ Βαρούχ·
ἐπειδὴ ἀπολῶ αὐτὴν διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν τῶν κατοικούντων ἐν αὐτῇ.
9
οὔτε γὰρ ὁ βασιλεύς, οὔτε ἡ δύναμις αὐτοῦ, δυνήσεται εἰσελθεῖν εἰς αὐτήν, εἰ μὴ ἐγὼ πρῶτος ἀνοίξω τὰς πύλας
αὐτῆς.
10
ἀνάστηθι οὖν, καὶ ἄπελθε πρὸς Βαρούχ, καὶ ἀπάγγειλον αὐτῷ τὰ ῥήματα ταῦτα.
11
καὶ ἀναστάντες ἕκτην ὥραν τῆς νυκτός, ἔλθετε ἐπὶ τὰ τείχη τῆς πόλεως, καὶ δείξω ὑμῖν ὅτι ἐὰν μή τι ἐγὼ πρῶτος
ἀφανίσω τὴν πόλιν, οὐ δύνανται εἰσελθεῖν εἰς αὐτήν.
12
ταῦτα εἰπὼν ὁ κύριος, ἀπῆλθεν ἀπὸ τοῦ Ἰερεμίου.
OPG
4 Baruch 2:1 Δραμὼν δὲ Ἰερεμίας ἀνήγγειλε ταῦτα τῷ Βαρούχ, καὶ ἐλθόντες εἰς τὸν ναὸν τοῦ θεοῦ διέρρηξεν ὁ
Ἰερεμίας τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθηκεν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ.
2
ἰδὼν δὲ αὐτὸν Βαροὺχ χοῦν πεπασμένον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, ἔκραξε φωνῇ
μεγάλῃ, λέγων· Πάτερ Ἰερεμία, τί ἐστί σοι, ἢ ποῖον ἁμάρτημα ἐποίησεν ὁ λαός;
3
ἐπειδὴ ὅταν ἡμάρτανεν ὁ λαός, χοῦν ἔπασσεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ὁ Ἰερεμίας, καὶ ηὔχετο ὑπὲρ τοῦ λαοῦ, ἕως
ἄν ἀφεθῇ ἡ ἁμαρτία.
4
ἠρώτησε δὲ αὐτὸν ὁ Βαρούχ, λέγων· Πάτερ, τί ἐστι τοῦτο;
5
εἶπεν δὲ αὐτῷ Ἰερεμίας· Φύλαξαι τοῦ σχίσαι τὰ ἱμάτιά σου, ἀλλὰ μᾶλλον σχίσωμεν τὰς καρδίας ἡμῶν· καὶ μὴ
ἀντλήσωμεν ὕδωρ ἐπὶ τὰς ποτίστρας, ἀλλὰ κλαύσωμεν καὶ γεμίσωμεν αὐτὰς δακρύων· ὅτι οὐ μὴ ἐλεήσῃ κύριος τὸν
λαὸν τοῦτον.
6
καὶ εἶπε Βαρούχ· Πάτερ Ἰερεμία, τί γέγονε;
7
καὶ εἶπε Ἰερεμίας ὅτι· Ὁ
θεὸς παραδίδωσι τὴν πόλιν εἰς χεῖρας τοῦ βασιλέως τῶν
Χαλδαίων, τοῦ αἰχμαλωτεύσαι τὸν λαὸν εἰς Βαβυλῶνα.
8
ἀκούσας δὲ ταῦτα Βαρούχ, διέρρηξε καὶ αὐτὸς τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Πάτερ Ἰερεμία, τίς σοι ἐδήλωσε τοῦτο;
9
καὶ εἶπεν αὐτῷ Ἰερεμίας· Ἐκδεξαι μικρὸν μετ᾽ ἐμοῦ ἕως ὥρας ἕκτης τῆς νυκτός, ἵνα γνῷς ὅτι ἀληθές ἐστι τὸ ῥῆμα
τοῦτο.
10
ἔμειναν οὖν ἀμφότεροι ἐν τῷ θυσιαστηρίῳ κλαίοντες, καὶ ἦσαν διερρωγότα τὰ ἱμάτια αὐτῶν.
OPG
4 Baruch 3:1 Ὡς δὲ ἐγένετο ἡ ὥρα τῆς νυκτός, καθὼς εἶπεν ὁ κύριος τῷ Ἰερεμίᾳ, ἦλθεν ὁμοῦ ἐπὶ τὰ τείχη τῆς
πόλεως Ἰερεμίας καὶ Βαρούχ.
2
καὶ ἰδοὺ ἐγένετο φωνὴ σαλπίγγων, καὶ ἐξῆλθον ἄγγελοι ἐκ τοῦ οὐρανοῦ, κατέχοντες λαμπάδας ἐν ταῖς χερσὶν
αὐτῶν, καὶ ἔστησαν ἐπὶ τὰ τείχη τῆς πόλεως.
3
ἰδόντες δὲ αὐτοὺς Ἰερεμίας καὶ Βαρούχ, ἔκλαυσαν, λέγοντες· Νῦν ἐγνώκαμεν ὅτι ἀληθές ἐστι τὸ ῥῆμα.
4
παρακάλεσε δὲ Ἰερεμίας τοὺς ἀγγέλους, λέγων· Παρακαλῶ ὑμᾶς μὴ ἀπολέσθαι τὴν πόλιν ἄρτι, ἕως ἄν λαλήσω
πρὸς κύριον ῥῆμα.
5
ἐλάλησεν δὲ κύριος τοῖς ἀγγέλοις, λέγων· Μὴ ἀπολέσητε τὴν πόλιν ἕως ἄν λαλήσω πρὸς τὸν ἐκλεκτόν μου
Ἰερεμίαν.
6
τότε Ἰερεμίας ἐλάλησεν, λέγων· Δέομαι, κύριε, κέλευσόν με λαλῆσαι ἐνώπιόν σου.
7
καὶ εἶπε κύριος· Λάλει, ὁ ἐκλεκτός μου Ἰερεμίας.
8
καὶ εἶπεν Ἰερεμίας· Ἰδοὺ νῦν, κύριε, ἐγνώκαμεν ὅτι παραδίδως τὴν πόλιν εἰς χεῖρας τῶν ἐχθρῶν αὐτῆς, καὶ
ἀπαροῦσι τὸν λαὸν εἰς Βαβυλῶνα.
9
Τί θέλεις ποιήσω τὰ ἅγια σκεύη τῆς λειτουργίας.
10
καὶ εἶπεν αὐτῷ ὁ κύριος· Ἁρον αὐτά, καὶ παράδος αὐτὰ τῇ γῇ λέγων· Ἀκουε, γῆ, τῆς φωνῆς τοῦ κτίσαντός σε, ὁ
πλάσας σε ἐν τῇ περιουσίᾳ τῶν ὑδάτων, ὁ σφραγίσας σε ἐν ἑπτὰ σφραγῖσιν ἐν ἑπτὰ καιροῖς, καὶ μετὰ ταῦτα λήψῃ
τὴν ὡραιότητά σου·
11
φύλαξον τὰ σκεύη τῆς λειτουργίας ἕως τῆς συνελεύσεως τοῦ ἠγαπημένου.
12
ἐλάλησεν δὲ Ἰερεμίας λέγων· Παρακαλῶ σε, κύριε, δεῖξόν μοι τί ποιήσω
Ἀβιμέλεχ τῷ Αἰθίοπι, ὅτι πολλὰς εὐεργεσίας ἐποίησε τῷ δούλῳ σου Ἰερεμίᾳ.
Ὅτι αὐτὸς ἀνέσπασέ με ἐκ τοῦ λάκκου τοῦ
13

βορβόρου· καὶ οὐ θέλω αὐτὸν ἵνα ἴδῃ τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης καὶ τὴν ἐρήμωσιν, ἀλλ᾽ ἵνα
ἐλεήσῃς αὐτὸν καὶ μὴ λυπηθῇ.
14
Καὶ εἶπε κύριος τῷ Ἰερεμίᾳ· Ἀπόστειλον αὐτὸν εἰς τὸν ἀμπελῶνα τοῦ Ἀγρίππα, καὶ ἐν τῇ σκιᾷ τοῦ ὄρους ἐγὼ
σκεπάσω αὐτόν, ἕως οὗ ἐπιστρέψω τὸν λαὸν εἰς τὴν πόλιν.
15
σὺ δὲ Ἰερεμίας, ἄπελθε μετὰ τοῦ λαοῦ σου εἰς Βαβυλῶνα, καὶ μεῖνον μετ᾽ αὐτῶν εὐαγγελιζόμενος αὐτοῖς ἕως οὗ
ἐπιστρέψω αὐτοῖς εἰς τὴν πόλιν.
16
κατάλειψον δὲ τὸν Βαροὺχ ὧδε, ἕως οὗ λαλήσω αὐτῷ.
17
ταῦτα εἰπὼν ὁ κύριος ἀνέβη ἀπὸ Ἰερεμίου εἰς τὸν οὐρανόν.
18
Ἰερεμίας δὲ καὶ Βαροὺχ εἰσῆλθον εἰς τὸ ἁγιαστήριον, καὶ ἐπάραντες τὰ σκεύη τῆς λειτουργίας παρέδωκαν αὐτὰ τῇ
γῇ, καθὼς ἐλάλησεν αὐτοῖς ὁ κύριος.
19
καὶ εὐθέως κατέπιεν αὐτὰ ἡ γῆ.
20
ἐκάθισαν δὲ οἱ δύο, καὶ ἔκλαυσαν.
21
πρωἰας δὲ γενομένης, ἀπέστειλεν Ἰερεμίας τὸν Ἀβιμέλεχ, λέγων· Ἁρον τὸν κόφινον, καὶ ἄπελθε εἰς τὸ χωρίον
τοῦ Ἀγρίππα διὰ τῆς ὁδοῦ τοῦ ὄρους, καὶ ἐνεγκὼν ὀλίγα σύκα, δίδου τοῖς νοσοῦσι τοῦ λαοῦ· ὅτι ἐπὶ σὲ ἡ
εὐφρασία τοῦ κυρίου, καὶ ἐπὶ τὴν κεφαλήν σου ἡ δόξα.
22
καὶ ταῦτα εἰπὼν Ἰερεμίας ἀπέλυσεν αὐτόν· Ἀβιμέλεχ δὲ ἐπορεύθη καθὰ εἶπεν αὐτῷ.

OPG
Πρωἰας δὲ γενομένης, ἰδοὺ ἡ
4 Baruch 4:1

δύναμις τῶν Χαλδαίων ἐκύκλωσε τὴν


πόλιν.
2
ἐσάλπισεν δὲ ὁ μέγας ἄγγελος, λέγων· Εἰσέλθατε εἰς τὴν πόλιν ἡ δύναμις τῶν Χαλδαίων· ἰδοὺ γὰρ ἠνεῴχθη ὑμῖν ἡ
πύλη.
3
εἰσελθέτω οὖν ὁ βασιλεὺς μετὰ τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν.
4
Ἰερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου,
λέγων· Σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ, καὶ φύλαξον αὐτὰς ἕως ἡμέρας, ἐν ᾗ ἐξετάσει σε
κύριος περὶ αὐτῶν.
5
διότι ἡμεῖς οὐχ εὑρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτάς, ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν.
6
ἔτι κλαίοντος Ἰερεμίου τὸν λαόν, ἐξένεγκαν αὐτὸν μετὰ τοῦ λαοῦ ἕλκοντες εἰς Βαβυλῶνα.
7
ὁ δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐκάθισε, καὶ ἔκλαυσε τὸν θρῆνον τοῦτον, λέγων· Διὰ τί
ἠρημώθη Ἰερουσαλήμ; Διὰ τὰς ἁμαρτίας τοῦ ἠγαπημένου λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν
καὶ τοῦ λαοῦ.
8
ἀλλὰ μὴ καυχάσθωσαν οἱ παράνομοι, καὶ εἴπωσιν
ὅτι, Ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ
δυνάμει ἡμῶν· ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν
παρεδόθη ὑμῖν.
9
ὁ δὲ θεὸς ἡμῶν οἰκτειρήσει ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν· ὑμεῖς δὲ ζωὴν οὐχ ἕξετε.
10
μακάριοι εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ὅτι ἐξῆλθον ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ
εἶδον τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης.
11
ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων ὅτι Λυπούμενος διὰ σέ, Ἰερουσαλήμ, ἐξῆλθον
ἀπὸ σοῦ.
12
καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων πρὸς αὐτόν, καὶ ἐκδιηγουμένων αὐτῷ περὶ πάντων
ὧν ὁ κύριος ἐμήνυεν αὐτῷ δι᾽ αὐτῶν.
OPG
4 Baruch 5:1 Ὁ δὲ Ἀβιμέλεχ ἤνεγκε τὰ σύκα τῷ καύματι, καὶ καταλαβὼν δένδρον, ἐκάθισεν ὑπὸ τὴν σκιὰν αὐτοῦ
τοῦ ἀναπαῆναι ὀλίγον.
2
καὶ κλίνας τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὸν κόφινον τῶν σύκων ὕπνωσεν κοιμώμενος ἔτη
ἑξηκονταέξ· καὶ οὐκ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ.
3
καὶ μετὰ ταῦτα ἐγερθεὶς ἀπὸ τοῦ ὕπνου αὐτοῦ, εἶπεν ὅτι, Ἡδέως ἐκοιμήθην ὀλίγον, ἀλλὰ βεβαρημένη ἐστὶν ἡ
κεφαλή μου, ὅτι οὐκ ἐκορέσθην τοῦ ὕπνου μου.
4
εἶτα ἀνακαλύψας τὸν κόφινον τῶν σύκων, εὗρεν αὐτὰ στάζοντα γάλα.
5
καὶ εἶπεν· Ἠθελον κοιμηθῆναι ἔτι ὀλίγον, ὅτι βεβαρημένη ἐστὶν ἡ κεφαλή μου· ἀλλὰ φοβοῦμαι, μήπως κοιμηθῶ καὶ
βραδυνῶ τοῦ ἐξυπνισθῆναι, καὶ ὀλιγωρήσῃ Ἰερεμίας ὁ πατήρ μου· εἰ μὴ γὰρ ἐσπούδαζεν, οὐκ ἄν ἀπέστειλέ με
ὄρθρου σήμερον.
6
ἀναστὰς οὖν πορεύσομαι τῷ καύματι· οὐ γὰρ καῦμα οὐ κόπος ἐστὶ καθ᾽ ἡμέραν;
7
ἐγερθεὶς οὖν ἦρε τὸν κόφινον τῶν σύκων, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ· καὶ εἰσῆλθεν εἰς Ἰερουσαλήμ, καὶ
οὐκ ἐπέγνω αὐτήν, οὔτε τὴν οἰκίαν οὔτε τὸν τόπον ἑαυτοῦ, οὔτε τὸ γένος ἑαυτοῦ οὔτε τινὰ τῶν γνωρίμων εὗρεν.
8
καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμὲ σήμερον.
9
οὐκ ἔστιν αὕτη ἡ πόλις Ἰερουσαλήμ· πεπλάνημαι τὴν ὁδόν, ὅτι διὰ τῆς ὁδοῦ τοῦ ὄρους ἦλθον, ἐγερθεὶς ἀπὸ τοῦ
ὕπνου μου· καὶ βαρείας οὔσης τῆς κεφαλῆς μου διὰ τὸ μὴ κορεσθῆναί με τοῦ ὕπνου πεπλάνημαι τὴν ὁδόν.
10
θαυμαστὸν εἰπεῖν τοῦτο ἐναντίον Ἰερεμίου, ὅτι πεπλάνημαι τὴν ὁδόν.
11
ἐξῆλθε δὲ ἀπὸ τῆς πόλεως· καὶ κατανοήσας εἶδε τὰ σημεῖα τῆς πόλεως, καὶ εἶπεν· Αὕτη μὲν ἔστιν ἡ πόλις,
πεπλάνημαι δὲ τὴν ὁδόν.
12
καὶ πάλιν ὑπέστρεψεν εἰς τὴν πόλιν, καὶ ἐζήτησε, καὶ οὐδένα εὗρε τῶν ἰδίων, καὶ εἶπεν· Εὐλογητὸς κύριος, ὅτι
μεγάλη ἔκστασις ἐπέπεσεν ἐπ᾽ ἐμέ.
13
καὶ πάλιν ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔμεινε λυπούμενος, μὴ εἰδὼς ποῦ ἀπέλθῃ.
14
καὶ ἀπέθηκε τὸν κόφινον, λέγων· Καθέζομαι ὧδε ἕως ὁ κύριος ἄρῃ τὴν ἔκστασιν ταύτην ἀπ᾽ ἐμοῦ.
15
καθημένου δὲ αὐτοῦ, εἶδέ τινα γηραιὸν ἐρχόμενον
ἐξ ἀγροῦ, καὶ λέγει αὐτῷ Ἀβιμέλεχ·
Σοὶ λέγω, πρεσβῦτα, ποία ἐστὶν ἡ πόλις αὕτη;
16
καὶ εἶπεν αὐτῷ· Ἰερουσαλήμ ἐστι.
17
καὶ λέγει αὐτῷ Ἀβιμέλεχ· Ποῦ ἔστιν ὁ Ἰερεμίας ὁ ἱερεύς, καὶ Βαροὺχ ὁ
ἀναγνώστης, καὶ πᾶς ὁ λαὸς τῆς πόλεως ταύτης, ὅτι οὐκ εὗρον αὐτούς;
18
καὶ εἶπεν αὐτῷ ὁ πρεσβύτης· Οὐκ εἶ ἐκ τῆς πόλεως ταύτης, σήμερον μνησθεὶς τοῦ Ἰερεμίου, ὅτι ἐπερωτᾷς
περὶ αὐτοῦ μετὰ τοσοῦτον χρόνον;
Ἰερεμίας γὰρ ἐν Βαβυλῶνί ἐστι μετὰ τοῦ λαοῦ·
19

ᾐχμαλωτεύθησαν γὰρ ὑπὸ Ναβουχοδονόσορ τοῦ βασιλέως,


καὶ μετ᾽ αὐτῶν ἐστιν Ἰερεμίας εὐαγγελίσασθαι αὐτοῖς καὶ
κατηχῆσαι αὐτοὺς τὸν λόγον.
20
εὐθὺς δὲ ἀκούσας Ἀβιμέλεχ παρὰ τοῦ γηραιοῦ ἀνθρώπου, εἶπεν· Εἰ μὴ ἦς πρεσβύτης, καὶ ὅτι οὐκ ἐξὸν ἀνθρώπῳ
ὑβρίσαι τὸν μείζονα αὐτοῦ, ἐπικατεγέλων ἄν σοι καὶ ἔλεγον ὅτι μαίνῃ· ὅτι εἶπας, Ἠιχμαλωτεύθη ὁ λαὸς εἰς
Βαβυλῶνα.
21
εἰ ἦσαν οἱ καταρράκται τοῦ οὐρανοῦ κατελθόντες ἐπ᾽ αὐτούς, οὔπω ἐστὶ καιρὸς ἀπελθεῖν εἰς Βαβυλῶνα.
22
πόση γὰρ ὥρα ἐστίν, ἀφ᾽ οὗ ἀπέστειλέ με ὁ πατήρ μου Ἰερεμίας εἰς τὸ χωρίον τοῦ Ἀγρίππα ἐνέγκαι ὀλίγα σύκα,
ἵνα δίδωμεν τοῖς νοσοῦσι τοῦ λαοῦ;
23
καὶ ἀπελθὼν ἤνεγκον αὐτά, καὶ ἐλθὼν ἐπί τι δένδρον τῷ καύματι, ἐκάθισα τοῦ ἀναπαῆναι ὀλίγον, καὶ ἔκλινα τὴν
κεφαλήν μου ἐπὶ τὸν κόφινον, καὶ ἐκοιμήθην.
24
καὶ ἐξυπνισθεὶς ἀπεκάλυψα τὸν κόφινον τῶν σύκων, νομίζων ὅτι ἐβράδυνα, καὶ εὗρον τὰ σύκα στάζοντα γάλα,
καθὼς συνέλεξα αὐτά.
25
σὺ δὲ λέγεις, ὅτι ᾐχμαλωτεύθη ὁ λαὸς εἰς Βαβυλῶνα.
26
ἵνα δὲ γνῷς, λάβε, ἴδε τὰ σύκα.
27
καὶ ἀνεκάλυψε τὸν κόφινον τῶν σύκων τῷ γέροντι, καὶ εἶδεν αὐτὰ στάζοντα γάλα.
28
ἰδὼν δὲ αὐτὰ ὁ γηραιὸς ἄνθρωπος, εἶπεν· Ὡ υἱέ μου, δίκαιος ἄνθρωπος εἶ σύ, καὶ οὐκ ἠθέλησεν ὁ θεὸς ἰδεῖν σε
τὴν ἐρήμωσιν τῆς πόλεως· ἤνεγκε γὰρ ταύτην τὴν ἔκστασιν ἐπὶ σέ.
ἰδοὺ γὰρ ἑξήκοντα καὶ ἓξ ἔτη σήμερόν εἰσιν ἀφ᾽ οὗ ᾐχμαλωτεύθη ὁ λαός εἰς
29

Βαβυλῶνα.
30
καὶ ἵνα μάθῃς, τέκνον, ὅτι ἀληθές ἐστιν ἅπερ λέγω σοι ἀνάβλεψον εἰς τὸν ἀγρὸν καὶ ἴδε, ὅτι οὐκ ἐστι ἐφάνη ἡ
αὔξησις τῶν γενημάτων.
31
ἴδε καὶ τὰ σύκα, ὅτι καιρὸς αὐτῶν οὐκ ἔστι, καὶ γνῶθι.
32
τότε ἔκραξε μεγάλῃ φωνῇ Ἀβιμέλεχ, λέγων· Εὐλογήσω σε, ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἡ ἀνάπαυσις τῶν
ψυχῶν τῶν δικαίων ἐν παντὶ τόπῳ.
33
εἶτα λέγει τῷ γηραιῷ ἀνθρώπῳ· Ποῖός ἐστιν ὁ μὴν οὗτος;
34
ὁ δὲ εἶπε· Νισσάν, ὁ ἐστιν Ἀβίβ.
35
καὶ ἐπάρας ἐκ τῶν σύκων, ἔδωκε τῷ γηραιῷ ἀνθρώπῳ, καὶ λέγει αὐτῷ· Ὁ θεὸς φωταγωγήσει σε εἰς τὴν ἄνω
πόλιν Ἰερουσαλήμ.
OPG
4 Baruch 6:1 Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον.
2
καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κρατήσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν
Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν μνημείῳ.
3
καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους.
4
ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σύκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ.
5
καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, προσηύξατο, λέγων·
6
Σὺ ὁ θεὸς ὁ παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτήν, ἡ καρδία μου, καὶ εὐφραίνου, καὶ
ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου μετεστράφη εἰς χαράν· ἔρχεται γὰρ ὁ
ἱκανός, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματι σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία.
7
ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις.
8
ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων ἰδοὺ γὰρ ἑξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ
ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος.
9
οὕτως γίνεταί σοι ἡ σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης.
10
ὁ φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ.
11
ταῦτα εἰπὼν ὁ Βαρούχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν ὁ κύριος πῶς
δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ.
12
καὶ εὔξατο Βαρούχ, λέγων· Ἡ δύναμις ἡμῶν, ὁ θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου.
13
παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, ὃ οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς
τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν.
14
τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἰερεμίαν εἰς Βαβυλῶνα τὴν φάσιν ταύτην;
15
ἔτι δὲ προσευχομένου τοῦ Βαρούχ, ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ λέγει τῷ Βαροὺχ ἁπάντας τοὺς λόγους
τούτους· Ὁ σύμβουλος τοῦ φωτός, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἰερεμίαν· ἔρχεται γὰρ πρός σε ὥρᾳ
τοῦ φωτὸς αὔριον ἀετός, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἰερεμίαν.
16
γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ γενόμενος ἐν ὑμῖν ξένος,
ἀφορισθήτω, καὶ ποιήσωσι ιε ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν
ὑμῶν, λέγει κύριος.
17
ὁ μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ
αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος.
18
καὶ ταῦτα εἰπὼν ὁ ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ.
19
ὁ δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν
περιέχουσαν οὕτως· Βαροὺχ ὁ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἰερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος·
Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι ὁ θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ
20

σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ


ὑβρισθεῖσαν.
21
διὰ τοῦτο ἐσπλαγχνίσθη ὁ κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ πατέρων
ἡμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ.
22
καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε.
23
οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος ὁ θεὸς Ἰσραήλ, ὁ ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης
καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη ἡ καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν
ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα.
24
ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἰερεμίου τοῦ παιδός μου, ὁ ἀκούων, ἀναφέρω αὐτὸν
ἐκ τῆς Βαβυλῶνος· ὁ δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἰερουσαλὴμ καὶ τῆς Βαβυλῶνος.
25
δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς
μεγάλης σφραγῖδος.
OPG
4 Baruch 7:1 Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ
μνημείου.
2
καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ὁ ἀετός· Χαῖρε, Βαρούχ, ὁ οἰκονόμος τῆς πίστεως.

3
Ἐκλεκτὸς εἶ σὺ ὁ λαλῶν ἐκ
καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι,

πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ , ἐκ τῆς γὰρ


αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα;
4
καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣ θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ.
5
καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι σὺ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα;
6
καὶ εἶπεν αὐτῷ ὁ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.
7
καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σύκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον
τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν
ἔνεγκόν μοι.
μὴ ὁμοιωθῇς
8

τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ

οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι
τῇ περιστερᾷ
9
, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ.
οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν
χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.

ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ


10

βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· ὁ κύριος δῴη σοι


δύναμιν.
11
καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὑπάγον ὀρθῶς, ἄπελθε ἐν τῇ δυνάμει τοῦ θεοῦ,
καὶ ἔσται ἡ δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ ᾗ πορεύσῃ.
12
τότε ὁ ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν
ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον.
13
ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς
πόλεως.
14
ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι
τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεύς.
15
ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ.
16
καὶ ἔκραξεν ὁ ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ὁ ἐκλεκτὸς τοῦ θεοῦ, ἄπελθε, σύναξον τὸν
λαὸν καὶ ἐλθὲ ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἧς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ.
17
ἀκούσας δὲ ὁ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ
ἦλθεν ὅπου ἦν ὁ ἀετός.
18
καὶ κατῆλθεν ὁ ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε.
19
γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν.
20
ἐθαύμασε δὲ πᾶς ὁ λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος ὁ θεὸς ὁ ὀφθεὶς
τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ
τούτου;
21
καὶ εἶπεν ὁ ἀετός· Σοὶ λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταύτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν
τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ.
22
καὶ ἀκούσας ὁ λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ
ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν.
23
ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς
τὴν πόλιν ἡμῶν.
24
ἔγραψε δὲ καὶ ἐπιστολὴν ὁ Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς
προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἄν ἐξέλθωμεν ἐκ τῶν
προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου.
25
ὅπως μὴ ἴδῃς τὴν
δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα

κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.


26
ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ
παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς ὁ υἱὸς καὶ πλείονα φθαρῇ
ἀπὸ τῆς λύπης.
27
οὕτως γάρ σε ἐλέησεν ὁ θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ.
28
ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο ἡ λύπη ἀφ᾽ ἡμῶν, ἑξήκοντα καὶ ἓξ ἔτη σήμερον.
29
πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ

Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον


ἡμᾶς, ὁ θεὸς Ζάρ.
30
ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ

ἐπεκαλοῦντο
μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι

θεὸν ἀλλότριον λέγοντες·


Ἐλέησον ἡμᾶς.
31
ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος
ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων.
32
νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς
μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν.
33
λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ
τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν.
34
καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες;
35
καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπελθε ἐν εἰρήνῃ καὶ
ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους ὁ κύριος.
36
καὶ ἐπετάσθη ὁ ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ
κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ.
37
ἔμεινε διδάσκων αὐτοὺς τοῦ
Ἰερεμίας δὲ ἄρας τὰ σύκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ
ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.
OPG
4 Baruch 8:1 Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος.
2
καὶ εἶπεν ὁ κύριος πρὸς Ἰερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαός, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ· Ὁ θέλων
τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος.
3
καὶ τοὺς ἄρρενας τοὺς λαβόντας ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας,
διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἰερουσαλήμ· τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς
ἐκεῖ.
4
Ἰερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα· καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι.
5
καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι
τοῦ Ἰερεμίου, ἀλλ᾽ εἶπον πρὸς αὐτόν· Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ᾽ ὑποστρέφωμεν
αὐτὰς μεθ᾽ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν.
6
ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἰερουσαλήμ.
7
καὶ ἔστη Ἰερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ
εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην.
8
καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν· καὶ ἐπορεύθησαν.
9
ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς
τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς.
10
ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ
κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν.
11
καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν
ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν.
12
ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἰερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς
εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν.
OPG
4 Baruch 9:1 Ἐμειναν δὲ οἱ τοῦ Ἰερεμίου χαίροντες καὶ ἀναφέροντες θυσίας ὑπὲρ τοῦ λαοῦ ἐννέα ἡμέρας.
2
τῇ δὲ δεκάτῃ ἀνήνεγκεν Ἰερεμίας μόνος θυσίαν.
3
καὶ ηὔξατο εὐχήν, λέγων· Ἅγιος, ἅγιος, ἅγιος, τὸ θυμίαμα τῶν δένδρων τῶν ζώντων, τὸ φῶς τὸ ἀληθινὸν
τὸ φωτίζον με ἕως οὗ ἀναληφθῶ πρός σε·
4
περὶ τοῦ ἐλέους σου, παρακαλῶ, περὶ τῆς φωνῆς τῆς γλυκείας τῶν δύο Σεραφίμ, παρακαλῶ, περὶ ἄλλης εὐωδίας
θυμιάματος.
5
καὶ ἡ μελέτη μου Μιχαὴλ ὁ ἀρχάγγελος τῆς δικαιοσύνης, ὁ ἀνοίγων τὰς πύλας τοῖς δικαίοις, ἕως ἄν εἰσενέγκῃ τοὺς
δικαίους.
6
παρακαλῶ σε, κύριε παντοκράτωρ πάσης κτίσεως, ὁ ἀγέννητος καὶ ἀπερινόητος, ᾧ πᾶσα κρίσις κέκρυπται ἐν
αὐτῷ πρὸ τοῦ ταῦτα γενέσθαι.
7
ταῦτα λέγοντος τοῦ Ἰερεμίου, καὶ ἱσταμένου ἐν τῷ θυσιαστηρίῳ μετὰ Βαροὺχ καὶ Ἀβιμέλεχ, ἐγένετο ὡς εἷς
τῶν παραδιδόντων τὴν ψυχὴν αὐτοῦ.
8
καὶ ἔμειναν Βαροὺχ καὶ Ἀβιμέλεχ κλαίοντες καὶ κράζοντες μεγάλῃ τῇ φωνῇ· Οὐαὶ ἡμῶν ὅτι ὁ πατὴρ ἡμῶν
Ἰερεμίας κατέλιπεν ἡμᾶς, ὁ ἱερεὺς τοῦ θεοῦ καὶ ἀπῆλθεν.
9
ἤκουσε δὲ πᾶς ὁ λαὸς τοῦ κλαυθμοῦ αὐτῶν, καὶ ἔδραμον ἐπ᾽ αὐτοὺς πάντες, καὶ εἶδον Ἰερεμίαν ἀνακείμενον
χαμαὶ ὥσπερ τεθνηκότα.
10
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν πικρόν.
11
καὶ μετὰ ταῦτα ἡτοίμασαν ἑαυτοὺς ἵνα κηδεύσωσιν αὐτόν.
12
καὶ ἰδοὺ φωνὴ ἦλθε, λέγουσα· Μὴ κηδεύετε τὸν ἔτι ζῶντα, ὅτι ἡ ψυχὴ αὐτοῦ εἰσέρχεται εἰς τὸ σῶμα αὐτοῦ
πάλιν.
13
καὶ ἀκούσαντες τῆς φωνῆς, οὐκ ἐκήδευσαν αὐτόν, ἀλλ᾽ ἔμειναν περικύκλῳ τοῦ σκηνώματος αὐτοῦ ἡμέρας τρεῖς,
λέγοντες ποίᾳ ὥρᾳ μέλλει ἀναστῆναι.
14
μετὰ δὲ τρεῖς ἡμέρας εἰσῆλθεν ἡ ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα αὐτοῦ καὶ ἐπῆρε τὴν φωνὴν αὐτοῦ ἐν μέσῳ πάντων

τὸν υἱὸν τοῦ


καὶ εἶπε· Δοξάσατε τὸν θεὸν ἐν μιᾷ φωνῇ, πάντες δοξάσατε τὸν θεόν, καὶ

θεοῦ τὸν ἐξυπνίζοντα ἡμᾶς, Ἰησοῦν


χριστόν , τὸ φῶς τῶν αἰώνων πάντων, ὁ ἄσβεστος λύχνος, ἡ ζωὴ τῆς πίστεως.
15
ἄλλα ἔτη τετρακόσια ἑβδομηκονταεπτὰ,
γίνεται δὲ μετὰ τοὺς καιροὺς τούτους
καὶ ἔρχεται εἰς τὴν γῆν.
16
καὶ τὸ δένδρον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου φυτευθὲν ποιήσει πάντα τὰ δένδρα τὰ ἄκαρπα
ποιῆσαι καρπόν, καὶ αὐξηθήσονται, καὶ βλαστήσουσι.
17
καὶ τὰ δένδρα τὰ βεβλαστηκότα, καὶ μεγαλαυχοῦντα, καὶ λέγοντα· Ἐδώκαμεν τὸ τέλος ἡμῶν τῷ ἀέρι·
ποιήσει αὐτὰ ξηρανθῆναι μετὰ τοῦ ὕψους τῶν κλάδων αὐτῶν, καὶ ποιήσει αὐτὰ κριθῆναι, τὸ δένδρον τὸ
στηριχθέν.
18
καὶ τὸ κόκκινον ὡς ἔριον λευκὸν γενήσεται· ἡ χιὼν μελανθήσεται, τὰ γλυκέα ὕδατα ἁλμυρὰ γενήσονται καὶ τὰ
ἁλμυρὰ γλυκέα ἐν τῷ μεγάλῳ φωτὶ τῆς εὐφροσύνης τοῦ θεοῦ.
19
καὶ εὐλογήσει τὰς νήσους τοῦ ποιῆσαι καρπὸν ἐν τῷ λόγῳ τοῦ στόματος τοῦ χριστοῦ αὐτοῦ.
20
αὐτὸς γὰρ ἐλεύσεται, καὶ ἐξελεύσεται καὶ ἐπιλέξεται ἑαυτῷ δώδεκα ἀποστόλους, ἵνα εὐαγγελίζωνται ἐν
τοῖς ἔθνεσιν· ὃν ἐγὼ ἑώρακα κεκοσμημένον ὑπὸ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τὸ
ὄρος τῶν ἐλαιῶν· καὶ ἐμπλήσει τὰς πεινώσας ψυχάς.
21
ταῦτα λέγοντος τοῦ Ἰερεμίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτι ἔρχεται εἰς τὸν κόσμον, ὠργίσθη ὁ λαὸς καὶ εἶπε· Ταῦτα
πάλιν ἐστι τὰ ῥήματα τὰ ὑπὸ Ἠσαἰου τοῦ υἱοῦ Ἀμὼς εἰρημένα, λέγοντος ὅτι, Εἶδον τὸν θεόν, καὶ τὸν υἱὸν τοῦ
θεοῦ.

22
μὴ ἀποκτείνωμεν αὐτὸν τῷ ἐκείνου
δεῦτε οὖν, καὶ

θανάτῳ, ἀλλὰ λίθοις λιθοβολήσωμεν


αὐτόν.
23
ἐλυπήθησαν οὖν σφόδρα Βαροὺχ καὶ Ἀβιμέλεχ ὅτι ἤθελον ἀκοῦσαι πλήρης τὰ μυστήρια ἃ εἶδε.
24
λέγει δὲ αὐτοῖς Ἰερεμίας· Σιωπήσατε καὶ μὴ κλαίετε, οὐ μὴ γὰρ με ἀποκτείνωσιν ἕως οὗ πάντα ὅσα εἶδον
διηγήσωμαι ὑμῖν.
25
εἶπε δὲ αὐτοῖς· Ἐνέγκατέ μοι λίθον ὧδε·
26
καὶ ἔστησεν αὐτὸν καὶ εἶπεν· Τὸ φῶς τῶν αἰώνων, ποίησον τὸν λίθον τοῦτον καθ᾽ ὁμοιότητά μου γενέσθαι ἕως οὗ
πάντα ὅσα εἶδον διηγήσωμαι τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ.
27
τότε ὁ λίθος διὰ προστάγματος θεοῦ ἀνέλαβεν ὁμοιότητα τοῦ Ἰερεμίου.
28
καὶ ἐλιθοβόλουν τὸν λίθον, νομίζοντες ὅτι Ἰερεμίας ἐστίν.
29
ὁ δὲ Ἰερεμίας πάντα παρέδωκε τὰ μυστήρια, ἃ εἶδε, τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ, καὶ εἴθ᾽ οὕτως ἔστη ἐν μέσῳ τοῦ
λαοῦ, ἐκτελέσαι βουλόμενος τὴν οἰκονομίαν αὐτοῦ.
30
τότε ἐβόησε ὁ λίθος, λέγων· Ὡ μωροὶ υἱοὶ Ἰσραήλ, διὰ τί λιθοβολεῖτέ με, νομίζοντες ὅτι ἐγὼ Ἰερεμίας; ἰδοὺ
Ἰερεμίας ἐν μέσῳ ὑμῶν ἵσταται.
31
ὡς δὲ εἶδον αὐτόν, εὐθέως ἔδραμον πρὸς αὐτὸν μετὰ πολλῶν λίθων, καὶ ἐπληρώθη αὐτοῦ οἰκονομία.
32
καὶ ἐλθόντες Βαροὺχ καὶ Ἀβιμέλεχ, ἔθαψαν αὐτόν, καὶ λαβόντες τὸν λίθον ἔθηκαν ἐπὶ τὸ μνῆμα αὐτοῦ,
ἐπιγράψαντες ἐν αὐτῷ οὕτως· οὗτός ἐστιν ὁ λίθος ὁ βοηθὸς τοῦ Ἰερεμίου. (4Ba 1:1-32 OPG)

You might also like