You are on page 1of 1

EL RAPTO DE EUROPA

ὁ Ἀγήνωρ, τοῦ Ποσειδῶνος υἱός, εἰς τὴν Φοινίκην ἦλθε καὶ ἐκεῖ ἐβασίλευσε.
ἔπειτα δε ἐγάμησε τὴν Τηλέφασσαν καὶ ἐτέκνωσε θυγατέρα μὲν Εὐρώπην,
παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. ὁ οὖν Ζεὺς τῆς κόρης ἐρᾶται καὶ,
μεταμορφούμενος εἰς τὴν καλλίστου τε καὶ λευκοῦ ταύρου ἰδέαν, μετὰ τῆς
Εὐρώπης παίζει. ἡ οὖν κόρη ἐπὶ τοῦ ταύρου ἐπίβαινει· τότε δὲ ὁ Ζεὺς τὴν
Εὐρώπην διὰ τῆς θαλάττης εἰς τὴν Κρήτην ἐκόμισεν. διὰ δὲ χρόνου ἡ κόρη
ἐτέκνωσε τρεῖς παῖδας.
τοῦτον δὲ τὸν χρόνον ὁ Ἀστέριος τῆς Κρήτης ἐβασίλευε· τέλος δὲ ὁ βασιλεὺς
τὴν Εὐρώπην ἐγάμησε καὶ τοὺς τοῦ Διὸς παῖδας ἔτρεφεν.
ἐπειδὴ δὲ Εὐρώπη ἀφανὴς ἦν, ὁ πατὴρ αὐτῆς, ὁ Ἀγήνωρ, ἐπὶ τὴν
ζήτησιν ἔπεμψε τοὺς παῖδας. ἔπηλθον δὲ πολλὰς χώρας, καὶ ἐπειδὴ
οὐκ ἐδύναντο τὴν Εὐρώπην εὑρεῖν, εἰς τὴν οἰκίαν οὐκ ἀνῆλθον.

CADMO Y ARMONÍA

τέλος δὲ ὁ Κάδμος ἥκει εἰς τὴν Βοιωτίαν καὶ κατὰ τὸν χρησμὸν τῶν
θεῶν ἔκτισε τὴν τῶν Θηβαίων πόλιν. τότε δὲ ὁ Ζεὺς παρεῖχε αὐτῷ τὴν
Ἁρμονίαν, τὴν τῆς Ἀφροδίτης θυγατέρα. πάντες οὖν οἱ θεοὶ κατέλιπον τὸν
οὐρανόν καὶ τὸν γάμον ἡόρτασαν. οἱ θεοὶ πολλὰ δῶρα παρέσχον· ὁ οὖν
Κάδμος τὸν τῆς θεᾶς πέπλον ἔλαβε καὶ αὐτὸν τῇ Ἁρμονίᾳ ἐδώρησε. αἱ Μοῦσαι
καὶ αἱ Χάριτες, αἱ κοῦραι τοῦ Διός, ἔμελψαν·
«τὸ καλόν φίλον ἐστί, τὸ δ’οὐ καλὸν οὐ φίλον ἐστίν».
τοῦτ’ ἔπος διὰ ἀθανάτων στομάτων ἦλθε.

You might also like