You are on page 1of 12

Λόγος ΙΘ΄

1η στήλη-86v

Περὶ ἀγαθοῦ θελήματος ὅτι ὁ ποιῶν ἀν

τὸ οὐ παρέρχεται ἄνευ θλίψεως .. καὶ ὁ

μετὰ προθυμίας ἀν τὸ πράττων οὐκ

αἰσθάνεται τῆς θλίψεως.. ὅταν δὲ

ψυχρανθῇ τῆς προθυμίας, τότε καὶ

τῆς θλίψεως αἰσθάνεται.. καὶ περὶ τῶν

ἀλλοιώσεων τῶν πολλῶν τῶν ἀκο-

λουθουσῶν τῇ διανοίᾳ..καὶ περὶ ἐπι-

γνώσεως τοῦ θελήματος τοῦ θεοῦ :-

Τὸ προκρίνειν μὲν τὸ ἀγαθὸν θέλημα,

τοῦ ἐπιθυμοῦντος ἐστὶ .. πρὸς δὲ τὸ

τελειῶσαι τὴν ἐκλογὴν τοῦ θελήμα-

τος τοῦ ἀγαθοῦ. τοῦτο ἐστὶ τοῦ θεοῦ ..καὶ

δέεταί τις τῆς πολλῆς πὰρ’ αὐτοῦ θεοῦ

ἀντιλήψεως.. διὰ τοῦτο τῇ ἐπιθυμίᾳ

τῇ ἀγαθῇ τῇ γινομένῇ ἐν ἡμῖν εὐχᾶς ἐπα-

κολουθεῖν ποιήσωμεν.. οὐχὶ μόνον δεό-

μενοι τῆς ἀντιλήψεως .. ἀλλ’ ἴνα ποιήσῃ

ἐν αὐτῇ διαφοράν.. εἰ ἔστι πρὸς ἀρέσκει-

αν τοῦ θελήματος αὐτοῦ ἢ οὔ.. οὐχὶ γὰρ πᾶ-

σα ἐπιθυμία καλὴ ἐκ τοῦ θεοῦ ἐμπίπτει

εἰς τὴν καρδίαν.. ἀλλ’ ἐκείνην ἡ ὠφελοῦ-

σα.. ἔστι γὰρ ἀγαθὸν ὅτι ἐπιθυμεῖ αὐτοῦ

ὁ ἀνθρωπος καὶ οὐ βοηθεῖ αὐτὰρ ὁ θεός πίπτει γὰρ


καὶ ἐκ τοῦ διαβόλου ὁμοία τῆς ἐπιθυμί-

ας αὐτῆς ..καὶ αὕτη νομίζεται εἰς βοήθειαν

καὶ πολλάκις οὐκ ἔστιν ἐκ τοῦ μέτρου αὐτῆς

αὐτὸς δὲ ὁ διάβολος τὴν βλάβην αὐτοῦ μη-

χανᾶται.. καὶ ἀναγκάζει τὸν ἀνθρωπον ζητῆσαι

αὐτὴν μήπω ἀκμήν φθάσαντα τὴν πο-

λιτείαν αὐτῆς ἢ ἀλλοτρία ἐστὶ τοῦ σχήμα-

τος αὐτοῦ ἢ πάλιν οὐκ ἔστι καιρὸς ἐν ᾧ δυ-

νατὸν ταύτην πληρῶσαι ἢ μιμῆσαι ἢ οὐ-

κέτιν ἰκανός τῷ πράγματι ἢ τῇ γνώσει εἴ

τε τῷ σώματι ἢ ὁ καιρὸς οὐ παρέχει ἡμῖν

χεῖρα.. καὶ παντὶ τρόπῳ ὡς ἐκ προσώ-

που ἐκείνου τοῦ ἀγαθοῦ ἢ ταράσσει αὐτὸν

ἢ κλάπτει αὐτὸν ἐν τῷ σώματι αὐτοῦ ἢ κρύ-

πτει αὐτῷ παγῖδᾳ ἐν τῇ διανοία αὐτοῦ ὅ-

μως καθὼς εἶπον συνεχεῖς προσευχᾶς

ἐν σπουδῇ ἀκολουθεῖν ποιήσωμεν τῇ ἐπι-

θυμίᾳ τῇ ἀγαθῇ τῇ γενομένῇ ἐν ἡμῖν καὶ

εἴπωμεν ἔκαστος ἡμῶν γενηθήτω τὸ θέ-

λημά σου ἕως οὗ τελειώσω τοῦ ἔργου τοῦ

ἀγαθοῦ οὗ ἐπεθύμησα ποιῆσαι αὐτῶ

2η στήλη-86v

ἐὰν ἀρέσκῃ τῷ θελήματί σου τὸ θελῆ-

σαι γὰρ ἐν αὐτῷ, εὐχερές μοι ἔστι τὸ δὲ ποι-

ῆσαι αὐτὸ οὐ δύναμαι ἐκτὸς χαρίσματος


ἐκ σοῦ γενομένου και ἐὰν τὰ δύο ἐκ σοῦ ἐστὶ

καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν οὐ γὰρ χωρὶς

τῆς χάριτός σου ταύτην τὴν ἐπιθυμίαν

τὴν κινηθεῖσαν ἐμέ μοι δόξασθαι ἐπείσθην

ἢ ἐπτοήθην ἐξ αὐτῆς τοῦτο γὰρ τὸ ἔθος τῷ

ἐπὶθυμοῦντι τὸ ἀγαθὸν ἐν τῇ διακρίσει

τοῦ μοῦ ἐργάζεσθαι ἐν αὐτῇ διὰ προσευχῆς

ἀδιαλείπτου καὶ δύναμιν δέξασθαι διὰ τῆς

προσευχῆς πρὸς βοήθειαν τῆς ἐργασίας

αὐτῆς καὶ σοφίαν τὴν διαιροῦσαν τὴν

ἀλήθειαν ἐκ τοῦ νόθου καὶ ἐν προσευχαῖς

πολλαῖς καὶ ἐργασίᾳ καὶ φυλακῇ καὶ πόθῳ

ἀπαύστῳ τὸ ἀγαθὸν διακρίνεται καὶ ἐν

συνεχέσι δάκρυσι καὶ ταπεινώσει καὶ οὐρανίῳ

ἀντιλήψει μάλιστα ὅτι ἔχει ἐναντίους

τοὺς λογισμοὺς τῆς ὑπερηφανίας οὗτοι

γὰρ κωλύουσιν ἐξ ἡμῶν τὴν βοήθειαν τοῦ

θεοῦ καὶ τοὺτους καταργοῦμεν ἐν τῇ εὐχῇ.

ἐρώτησις ἐκ ἁγίου βαρσανουφίου

Πῶς δύναμαι εἰδέναι τὸν τοῦ θεοῦ λογισμὸν

καὶ τὸν φυσικὸν καὶ τὸν ἐκ τῶν δαιμόνων:-

Τὸ αἴτημά σου ἀδελφὲ τοῦ μεγάλου ἐστὶ μέ-

τρου ἐὰν μὴ καθαρισθῆ ὁ ἔσω ὀφθαλμὸς

διὰ πολλῶν ἱδρώτων οὐ δύναται διακρῖ-

ναι μήποτε χλευασθῆση ἀπὸ τῶν δαιμό-

νων καὶ πλανηθῇ πιστεύσας αὐτοῖς μετα-


σχηματίζουσι γὰρ τὰ πράγματα ὡς θέ-

λουσι μάλιστα τοῖς τὰς τέχνας αὐτῶν μὴ

ἐπισταμένοις κόψον τῷ θεῷ τὸ θέλημά

σου καὶ εἰπὲ ἐν πᾶσιν αὐτῶ οὐχ’ ὡς ἐγὼ

θέλω ἀλλ’ ὡς σὺ καὶ ποιεῖ με τὰ σοῦ κατὰ

τὸ αὐτοῦ θέλημα ἔλπισον ἐπὶ κύριον καὶ δώ-

η σοι τά αἰτήματα τῆς καρδίας σου ἄκου-

σον οὖν τέκνον τὴν διάκρισιν τῶν τριῶν

λογισμῶν ὅτε ὑποκάλλει σοι ὁ λογισμὸς ποι-

ῆσαι τί κατὰ τὸ θέλημα τοῦ θεοῦ εὑρίσκεις

χαρὰν ἐν τῷ πράγματι καὶ θλίψιν ἀντί-

κουσαν μάθε ὅτι τοῦ θεοῦ ἐστὶ καὶ πύκτευσον

τοῦ ὑπομεῖναι κατὰ τὸν Παῦλον λέγοντα

δουλαγωγῶ μὲν τὸ σῶμα καὶ ὑπωπιάζω

μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος

γένωμαι καὶ πλήρωσον τὸ θέλημα τοῦ

θεοῦ. ἐὰν δὲ φυσικὸς λογισμὸς ἔλθῃ σοι ὅ-

πέρ ἐστι θέλημα φυσικὸν. ἄρνησαι αὐτὸν

1η στήλη-87r

τοῦτο γὰρ ἐστὶ τὸ ἀρνήσασθαι τὸ ἀφεῖναι

τὰ θελήματα τὰ φυσικὰ. ταῦτα γὰρ ἐ-

καυχᾶτο ὁ ἅγιος Πέτρος λέγων ὅτι ἰδοὺ ἡ-

μεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθή-

σαμέν σοι.. τί γὰρ ἀφῆκε μὴ ὢν πλούσιος.

ἀλλ’ ἢ τὰ φυσικὰ αὐτοῦ θελήματα καθὼς

οὖν οὐ μένει μετὰ τοῦ νεκροῦ τὰ φυσικὰ


αύτοῦ θελήματα παντελῶς , οὕτως οὐ-

δὲ μετὰ τοῦ νεκροῦ θέντος τῇ σαρκὶ, φυ-

σικὸν.. εἰ οὖν ἀπέθανες τῇ σαρκὶ, πῶς ζῶ-

σιν ἐν σοὶ τὰ φυσικὰ.. εἰ δὲ τοῦ μέτρου οὐκ

εἶ τοῦ πνευματικοῦ ἀλλὰ νήπιος εἶ τῷ μοὶ.

ταπεινώθη τι τῷ διδασκάλῳ σου ἵνα παι-

δεύσῃ σε ἐν ἐλέει καὶ ἐκτὸς συμβουλίας

μηδὲν ποιῇς κἄν δοκῇ σοι τὸ φαινόμενον

καλὸν εἶναι.. τὸ γὰρ φῶς τῶν δαιμόνων

σκότος φαίνεται ὕστερον οἱ δὲ λογισμοὶ

τῶν δαιμόνων τεταραγμένοι ἐστὶ καὶ λύ-

πης μεμεστωμένοι.. καὶ λεπτῶς καὶ κρυ-

φίως ἐπὶ τὰ ὀπίσω αὐτῶν ἑλκουσιν .. ἐν-

δύον τὰ ἐνδύματα προβάτων. τουτ’ ἔ-

στιν ὑποκαλλοῦσι λογισμοὺς δικαιοσύνης

εἰσὶ δὲ ἔσωθεν λύκοι ἄρπαγες. τουτ’ ἔστι δι’

αὐτῶν φαινομένων ὡς χρηστολογιῶν αὐτῶν

ἐξαρπάζουσι καὶ ἐξαπατῶσι τὰς καρ-

δίας τῶν ἀκάκων .. εἴ τι οὖν ἀκούεις ἢ λο-

γίζῃ καὶ βλέπεις κἂν ὡς τριχὸς τάρα-

χον εἰς τὴν καρδίαν σου, τοῦτο μάθε εἶ-

ναι τῶν δαιμόνων :- ἐρώτησις

Ἐὰν φαίνηταί μοι εἶναι τί ἀγαθὸν καὶ ἀν τι

πράττῃ ὁ ἐναντίος λογισμὸς κωλύων

με ποιῆσαι αὐτὸ ὡς μὴ ὄν ἀγαθὸν. πόθεν

δύναμαι καταλάβειν εἰ ἔστιν ἀληθῶς ἀγαθόν:-

ἀπόκρησις
Ἐὰν φαίνηται πράγμα ὅτι κατὰ θεὸν ἐστὶν.

αντιπράττῃ δὲ ὁ ἐναντίος λογισμὸς, ἐκ

τούτου δοκιμάζεται ἐὰν ἔστιν ἀληθῶς κα-

τὰ θεὸν.. ἐὰν γὰρ ἡμῶν προσευχομένων στε-

ρεοῦται ἡ καρδία ἡμῶν ἐν τῷ ἀγαθῷ καὶ αὔ-

ξη μᾶλλον ἢ μειοῦται τότε κἄν τε ἐπιμεί-

νῃ ἐναντίος λογισμὸς θλίβων ἡμᾶς .. κἄν

τε μὴ ὢν ἐπιμείνῃ .. μάθωμεν ὅτι κατὰ

θεὸν ἐστὶ τὸ πράγμα τῷ γὰρ ἀγαθῷ θλίψις

μὲν ἀντίκειται πάντως ἐκ τοῦ φθόνου

του διαβόλου τὸ ἀγαθὸν δὲ διὰ προσευ-

χῆς πλεονάζει μᾶλλον.. ἐὰν δὲ ἐκ τοῦ δι-

αβόλου ὑπεκλήθη τὸ νομιζόμενον καλὸν

πρὸς ὅ καὶ ἡ ἀντίστασις αὐτοῦ ἐστὶ τότε καὶ

2η στήλη 87r

αὐτὸ τὸ δοκοῦν ἀγαθὸν μειοῦται καὶ ἡ δο-

κοῦσα εἶναι ἀντίστασις .. ὁ γὰρ ἐχθρὸς δο-

κεῖ ἀνθίστασθαι τῷ λογισμῷ τῷ παρ’ αὐ-

τοῦ ὑποκαλλομένῳ.. ὥστε ἐκ τούτου

πλανῆσαι ἡμᾶς ἡγεῖσθαι αὐτὸ ὡς ἀγαθὸν:-

Τί οὖν ὅταν γίνηταί τι ἀγαθὸν ἀθλίπτως,

οὐκ ἔστι κατὰ θεόν. :- ἀπάντησις

Ἐάν τις ἀγαθὸν ποιήσας. εὕρη τὸν λογισμὸν

ἄθλιπτον, οὐκ ὀφείλει θαρρῆσαι ὅτι ἀ-

νευ θλίψεως παρέρχεται ..κἂν γὰρ μὴ

τῷ καιρῷ τῆς πράξεως τοῦ ἀγαθοῦ συμ-


βῇ θλίψις ἀλλὰ δεῖ μετὰ ταῦτα θλιβῆναι

τὸν ἄνθρωπον ..ἡνίκα γὰρ μετὰ προθυμίας ποι-

εῖ τίς ἀγαθόν, οὐκ αἰσθάνεται τῆς θλί-

ψεως ..ὅταν δὲ ἄνευ προθυμίας ποιή-

ση, τότε αὐτῆς αἰσθάνεται .. πολυτρό-

πως δὲ ἡ θλίψης συμβαίνει.. κἂν θέλω-

μεν ἀκριβολογήσασθαι, πάντως εὑρί-

σκομεν αὐτὴν ἢ διὰ κενοδοξίας κεκρυμμέ-

νης ἢ διὰ προσώπου κωλύοντος ἡμᾶς

εἶ διὰ τὸ μετὰ ταῦτα χρῄζειν τῶν παρ’

ἡμῶν εἰς εὐποιίαν δοθέντων.. μὴ εὑρἰ-

σκοντες γὰρ εἰς τὰς χεῖρας μετὰμέλοι

γινόμεθα.. καὶ οἱ ἀσύνετοι ταράσσονται

ὁ δὲ συνιὼν ἀεὶ προσδοκᾶ θλίψιν εὑρεῖν..

ἐὰν μὴ σήμερον, ἀλλ’ οὖν αὔριον καὶ οὐ τα-

ράττετται.. ἡτοιμάσθην γὰρ φησὶ καὶ οὐκ

έταράχθην καὶ μακάριος ὁ ἔχων πρὸ

ὀφθαλμῶν πάντοτε ταύτην τὴν ἔν-

νοιαν ὅτι τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα ἀν

τῆς κἂν οὖν ἕρωμεν θλίψιν, μάθωμεν

ὅτι πρὸς δοκιμὴν ἡμῖν συγχωρεῖ ὁ θεὸς.. ἐπεὶ

οὐδέποτε παραβλέπει τοὺς φοβουμέ-

νους αὐτὸν ὅταν γὰρ ποιῇ τίς ἀγαθὸν,

οὐ δεῖ ὑψηλοφρονεῖν.. ἀλλὰ μᾶλλον ταπει-

νοφρονεῖν καὶ μεμφόμενος ἑαυτῷ λέγειν

ὅτι εἰ ἤρεσε τῷ θεῷ, τῶν ὄπισθεν ἐπιλαν-

θανόμενος καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος.


Διακρινόμενοι τὸ ἀγαθὸν ἐκ τοῦ νομιζομέ-

νου εἶναι ἀγαθοῦ μὴ ὄντος δέ:-

Τὸ ἀπὸ τοῦ διαβόλου νομιζόμενον ἀγαθὸν

μὴ ὂν δὲ, ἔχει τί ἴχνος τῶν αὐτοῦ κενοδο-

ξίαν λέγω ἢ ταραχὴν ἢ ἄλλό τι τοιοῦτον.

τὸ δὲ τοῦ θεοῦ ἀγαθὸν, ἀεὶ πλεονάζει φω-

τισμὸν καὶ ταπείνωσιν καρδίας καὶ εἰς

γαλήνην φέρει τὸν ἄνθρωπον ..ἐὰν δὲ δοκιμάσῃς

τὸ λογιζόμενον καλὸν καὶ εὕρῃς αὐτὸ κακὸν,

1η στήλη-87v

χρὴ αὐτὸ ἀποκάλλειν. :- τοῦ ἁγίου μαξίμου

Τῷ μὲν θεῷ ἀρέσκει ἀγάπη καὶ σωφροσύ-

νη καὶ θεωρία καὶ προσευχὴ τῇ σαρκὶ,

γαστριμαργία καὶ ἀκολασία καὶ τὰ

τούτων αὐξητικά..διὰ τοῦτο οἱ ἐν σαρ-

κὶ ὄντες, θεῷ ἀρέσαι οὐ δύνανται .. οἱ δὲ

τοῦ χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς

παθήμασι καὶ ταῖς ἐπιθυμίαις. :-

τοῦ ἁγίου Ἐφραίμ:

Πῶς δὲ αἰσθίει καὶ τρέφεται τὸ πνεύμα τὸ

ἀκάθαρτον, κατιδεῖν ὀφείλομεν..

λέγει ὁ κύριος οἰκεῖον βρῶμα εἶναι τὸ ποιῆσαι

τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ καὶ ὁ ἐχθρὸς

ἐκ τοῦ ποιοῦντος αὐτοῦ τὸ θέλημα τρέ-

φεται τὸ θέλημα τοῦ θεοῦ ἐστὶν ἡ εἰς τὸ


ἀγαθὸν πίστις καὶ τοῦ ἐχθροῦ ἐστὶ ἡ ἀ-

πιστία .. τοῦ θεοῦ τὸ θέλημα ἐστὶν ἀρε-

ταὶ πράξεων ἀγαθῶν τοῦ δὲ διὰ-

βόλου τὰ ἐναντία ἅπαντα.. εἴ τις

οὖν ποιεῖ αὐτοῦ τὸ θέλημα, τρέφει

αὐτὸν.. ἔτι δὲ ἡμῖν τὸν λόγον ἐμφανῆ

ποιήσομεν περὶ ἐκατέρου θελήμα-

τος πῶς τροφὴ γίνεται ὁ Χριστὸς.. τρο-

φὴ γίνεται διὰ τὴν σωτηρὶαν τῆς σαμαρεί-

τιδος.. εἴπεν ὅτι ἔφαγε καὶ τοῦ πατρὸς

ἐτελείωσε τὸ θἐλημα.. ἐὰν οὖν τίς σώ-

σῃ ψυχὴν, τρέφει τὸν θεὸν, οὕτως ἐάν

τις ἀπολέσῃ ψυχὴν, τρέφει τὸν διάβολον. :-

ἁγίου Δωροθέου 87v

Τί λέγει ὁ ἀπόστολος τὸ θέλημα τοῦ θεοῦ

τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

πάντα τὰ γινόμενα ἢ κατὰ συγχώρη-

σιν θεοῦ γίνεται ἢ κατὰ εὐδοκίαν.. ὡς λέ-

γει ἐν τῷ προφήτῃ .. ἐγὼ κύριος ποιῶν

φῶς καὶ κτίζων σκότος καὶ πά-

λιν οὐκ ἔστι κακία ἐν πόλει ἣν κύριος ούκ ἐ-

ποίησε κακίαν δὲ λέγει πάντα τὰ

θλιβερὰ τὰ γινόμενα πρὸς παίδευ-

σιν διὰ τὴν κακὶαν ἡμῶν.. αἳ εἰσὶ, λι-

μοὶ λοιμοὶ.. ἀκροχίαι νόσοι πόλεμοι

ταῦτα οὐ γίνονται κατ’ εὐδοκίαν θεοῦ

ἀλλὰ κατὰ συγχώρησιν..συγχωροῦν το


τοῦ θεοῦ ἐπενεχθῆναι ἡμῖν διὰ τὸ συμ-

φέρον ταῦτα οὐ θέλει ἡμᾶς θέλειν

καὶ συντρέχειν αὐτοῖς..οἷον τί λέγω..

ἔστι θέλημα θεοῦ ὡς εἴπομεν κατὰ συγ-

χώρησιν τοῦ στραφῆναι πόλιν οὐ θέ-

λει δὲ ἡμᾶς ἐπειδὴ θέλημα αὐτοῦ στρα-

φήναι αὐτὴν ἵνα κάλωμεν πῦρ καὶ ἡ-

2η στήλη-87v

μεῖς καὶ καύσωμεν αὐτὴν .. πάλιν εὑρἰ-

σκεται συγχώρησις θεοῦ ἵνα θλιβῇ τίς ἢ ‘

ἵνα ἀρρωστήσῃ, οὐκ ἐπειδὴ θέλημα ἀν

τοῦ ἐστὶ ἵνα θλιβῇ, θέλει καὶ ἡμᾶς ἵνα

θλίψωμεν αὐτὸν ἢ ἵνα εἴπωμεν ὅτι

ἐπειδὴ θέλημα θεοῦ ἐστὶν ἵνα ἀσθενήση..

μὴ ἐλεήσωμεν αὐτὸν τοῦτο οὐ θέλει ἡ-

μᾶς ὁ θεὸς ὑπουργῆσαι τοιούτῳ θελήματι..

τοιούτους ἡμᾶς θέλει ἀγαθοὺς ὅτι ὅ αὐ-

τὸς ποιεῖ, οὐ θέλει ἵνα ποιήσωμεν ἀλ-

λὰ τί θέλει ἡμᾶς ποιεῖν, τὀ θέλημα

αὐτοῦ τὸ ἀγαθὸν τὸ κατ’ εὐδοκίαν γινὀ-

μενον.. τοῦτο δὲ ἐστὶ πάντα τὰ κατ’ ἐντο-

λὴν γινόμενα..τὸ ἀγαπᾶν ἀλλήλους ..

τὸ συμπάσχειν τὸ ποιεῖν ἐλεημοσύνην

καὶ ὅσα τοιαῦτα ἰδοὺ τὸ θέλημα τοῦ

θεοῦ τὸ ἀγαθὸν ..τί δὲ ἐστὶ καὶ τὸ εὐάρεστον

οὐδὲ γὰρ ὃ ποεῖ τίς ἀγαθὸν, πάντως


ὅτι καὶ εὐάρεστον ποιεῖ .. συμβαίνει ὅ-

τι εὑρίσκει τίς μίαν πτωχὴν καὶ διὰ

τὴν εὐμορφίαν αὐτῆς τρέφει αὐτὴν..

ἰδοὺ καὶ θέλημα θεοῦ ἐστὶ καὶ ἀγαθὸν ἐστὶν

οὐ μέντοι καὶ εὐάρεστον.. τὸ δὲ εὐάρεστον

ἐστὶν ὅταν ποιῇ τίς ἐλεημοσύνην οὐ

διά τινα λογισμὸν ανθρώπινον ἀλλὰ δι’ αὐτὸ

τὸ καλὸν δι’ αὐτὴν τὴν συμπάθειαν..

τοῦτο ἐστὶ τὸ εὐάρεστον τῷ θεῷ τὸ δὲ τέ-

λειον ἐστὶν ὅταν ποιῇ τίς ἐλεημοσύνην

μὴ κατὰ σκνιπείαν μὴ δὲ κατὰ ὄκμον

μὴ δὲ κατὰ ὀλιγωρίαν ἀλλὰ πάσῃ δυνά-

μει καὶ πάσῇ προαιρέσει οὕτως εὐεργε-

τῶν ὡς αὐτὸς εὐεργετούμενος καὶ τό-

τε γίνεται τέλειον καὶ οὕτως εὑρίσκε-

ται τίς ποιῶν τὸ θέλημα τοῦ θεοῦ ὡς

λέγει ὁ ἀπόστολος τὸ ἀγαθὸν καὶ εὐάρε-

στον καὶ τέλειον .. ἰδοὺ τοῦτο ἐστὶ τὸ ἐν

γνώσει ποιεῖν. :-

You might also like