You are on page 1of 2

ΑΓΝΩΣΤΟ ΚΕΙΜΕΝΟ

᾿Εγὼ δὲ καὶ τῶν ἰδιωτῶν τοὺς ὀλίγα μὲν κατορ-


θοῦντας, πολλὰ δ' ἐξαμαρτάνοντας μέμφομαι καὶ νομίζω
φαυλοτέρους εἶναι τοῦ δέοντος, καὶ πρός γε τούτοις τοὺς
γεγονότας ἐκ καλῶν κἀγαθῶν ἀνδρῶν, καὶ μικρῷ μὲν ὄντας
ἐπιεικεστέρους τῶν ὑπερβαλλόντων ταῖς πονηρίαις, πολὺ
δὲ χείρους τῶν πατέρων, λοιδορῶ, καὶ συμβουλεύσαιμ' ἂν
αὐτοῖς παύσασθαι τοιούτοις οὖσιν. Τὴν αὐτὴν οὖν
γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν· ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς
οὐ μέγα φρονεῖν, οὐδ' ἀγαπᾶν εἰ κακοδαιμονησάντων καὶ
μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ
μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν εἰ χείρους τῶν
προγόνων τυγχάνοιμεν ὄντες· πρὸς γὰρ τὴν ἐκείνων
ἀρετὴν, ἀλλ' οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλη-
τέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις
ἁπάντων ἀνθρώπων εἶναι.
( Ισοκράτης, Αρεοπαγιτικός 72 – 73 )

ΛΕΞΙΛΟΓΙΟ

 Μέμφομαι = κατηγορώ

ΤΑΣΣΟΥ ΑΝΑΤΑΣΙΑ 1
ΦΙΛΟΛΟΓΟΣ
 Πρὸς τούτοις = εκτός απ’ αυτά
 Μέγα φρονῶ = περηφανεύομαι
 Βαρέως φέρω = λυπάμαι
 ἄλλως τε καὶ = και μάλιστα

ΠΑΡΑΤΗΡΗΣΕΙΣ

1. κατορθοῦντας, παύσασθαι, φέρειν, ἐξαμαρτάνοντας = Να


κάνετε Χ.Α.
2. ὑπερβαλλόντων = Να κλιθεί η Προστακτική όλων των
χρόνων.
3. γεγόναμεν, συμβουλεύσαιμι = Ε.Α. β΄Πληθ.
4. τῶν ἰδιωτῶν, ἀνδρῶν, πονηρίαις, ἀπάντων = Κλίση.

ΤΑΣΣΟΥ ΑΝΑΤΑΣΙΑ 2
ΦΙΛΟΛΟΓΟΣ

You might also like