Προοίμιον εἰς τὸν Εὐεργετινὸν

You might also like

You are on page 1of 8

Προοίμιον εἰς τὸν "Εὐεργετινὸν"

ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου   

※   


πάσης τῆς τῶν νοούντων νοήσεως ὑπερκείµενος, καὶ
µή νοούµενος, ἀλλ’ ἐκ τῶν νοουµένων εἶναι
πιστευόµενος, προαιώνιος καὶ ὑπερούσιος νοῦς ἅ τε
ἀγαθαρχικὸς ὢν καὶ φύσει ἀγαθουργός, ἐκ τοῦ µηδαµή
µηδαµῶς ὄντος δηµιουργήσας τὰ σύµπαντα, λόγῳ
συµπληρούµενα, καὶ τῷ ζωοποιῶ αὐτοῦ Πνεύµατι
τελειούµενα, ὅροις τισὶ καὶ θεσµοῖς, ὁροθετεῖσθαι ἠθέλησε.
Καὶ τὰς µέν ἀνωτάτω καὶ νοερὰς οὐσίας, νόµοις τισὶν
ὑπερκοσµίοις ἀγαθοειδῶς διακυβερνᾷ καθ’ οὓς ἐν ἁρµονίᾳ
θείᾳ καὶ ἀναλογίᾳ κινουµένων, αἱ µέν ὑπερκείµεναι τῶν
ἐφικτῶν ἐλλάµψεων ἀπολαύουσιν, αἱ δὲ κατωτέρω, ταύτας
ἀναλόγως δι’ αὐτῶν ὑποδέχονται. Τοῖς δὲ ἐν τῷ ὑλικῷ
τούτῳ κόσµω κειµένοις σώµασι, δυνάµεις τινὰς
ἐνεφύτευσεν οὐσιώδεις, αἵ καὶ φυσικοὶ νόµοι παρὰ πᾶσιν
ἀποκαλοῦνται ὡς ἂν ὑπ’ αὐτῶν τε καὶ κατ’ αὐτοὺς
κινούµενά τε καὶ διεξαγόµενα, τεταγµένας τὰς ἑαυτῶν
ἐνεργείας ἀποτελῶσιν. Οὕτω γὰρ ἂν καὶ κόσµος φερωνύµως
εἴη τῇ ἀληθείᾳ. Ἀνθρώπῳ δὲ τέως λογικὴν τινα δύναµιν ἀφ’
ἑαυτῆς κριτικήν, ἐγκατέσπειρε, καὶ βοηθὸν προσδέδωκεν
ἐντολήν, ὃς δὴ καὶ ἠθικὸς Νόµος ἀποκαλεῖται. Ὥστε, κατ’
αὐτὸν τε καὶ πρὸς αὐτὸν, ὡς πρὸς εὐθύτατον κανόνα
ἰθυνόµενον, κακίας µέν ἁπάσης, ὡς ἐκτροπῆς τῆς κατὰ τὸν
ἠθικὸν Νόµον εὐθύτητος οὔσης, ἀλλοτριοῦσθαι σθένει
παντί, παντὸς δ’ ἀγαθοῦ καὶ ἀρετῆς ἁπάσης µετά λόγου
ἀντιποιεῖσθαι. Τοῦτο καὶ γὰρ τέλος τῆς ἠθικῆς Φιλοσοφίας,
λέγω δὴ τἀγαθόν.

  Τὶ δὴ βουλόµενος, ἤ τὶ πραγµατευόµενος ἐκ τούτων ὁ


κοσµογόνος Νοῦς; Ἡ πάντως, ἵν’ ἐκ τῆς τῶν πάντων κατὰ
τοὺς κειµένους νόµους εὐτάκτου καὶ παναρµονίου κινήσεως,
δόξαν ἑαυτῷ προµνηστεύοιτο. Τά γὰρ ποιήµατα ἥπερ
ἀρετῆς ἤ κακίας ἔχει, ταύτῃ γε πάντως, ἤτοι δοξάζει, ἤ

1
ἀτιµάζει τὸν ποιητήν. Ταῦτ’ ἄρα περὶ ἐκείνων µέν ἔφη που
τὸ γράµµα τὸ ἱερὸν οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Περὶ
δ’ ἀνθρώπου, ὅπως ἴδωσιν ὑµῶν, φησί, τὰ καλὰ ἔργα, καὶ
δοξάσωσι τὸν Πατέρα ὑµῶν τὸν ἐν τοῖς οὐρανοῖς.

Ἐπεὶ δὲ τοι τὰ µέν ἄλλα πάντα (πλὴν τινων) τῷ τοῦ


Κτίσαντος πειθαρχοῦντα προστάγµατι τῶν ἰδίων ὅρων
ἐντὸς εἱστήκεισαν. Ὅριον γάρ, φησίν, ἔθου, καὶ οὐ
παρελεύσεται. Καὶ διὰ τῆς πολυφθόγγου αὐτῶν ἁρµονίας,
οἱονεὶ φωναῖς, ἀλαλήτοις, ὅσον τὸ ἐπ’ αὐτοῖς, ἐδόξαζον τὸν
Θεόν. Ἄνθρωπος δέ, ἄνθρωπος, ὦ, πῶς ἀδακρυτὶ τὸν λόγον
διέλθω; Μόνος τῶν ἐπὶ γῆς ἅτε µετειληφώς αὐτεξουσίου
δυνάµεως, καὶ φθόνῳ διαβόλου δελεασθείς, κατὰ τοῦ ἰδίου
κτίστου τραχηλιάσας, ἐξετράπη µέν τῆς τοῦ ἐνσπαρέντος
ὀρθοῦ λόγου εὐθύτητος, ἠθέτησε δὲ καὶ τοὺς ἐν διαφόροις
καιροῖς δοθέντας αὐτῷ θεσµούς ἠθικοὺς ἀρετῆς ἁπάσης καὶ
ἀγαθοῦ ἐπιλαθόµενος, κακίας, φεῦ, καὶ παθὼν µυριοπτώτων
κατέστη δηµιουργός. Ἐντεῦθεν δ’ ἄρα καὶ τὴν δι’ αὐτοῦ
ἐσοµένην δόξαν τὸν Θεὸν ἀφαιρούµενος τὸ ἑαυτοῦ µέρος
ἠτίµαζεν.

Ὁ τοῦ Θεοῦ Μονογενὴς Θεὸς Λόγος οἶκτον λαβὼν τοῦ


πολυσυµφορωτάτου τουτουί πτώµατος, ἐπ’ ἐσχάτων τῶν
ἡµερῶν γενόµενος ἄνθρωπος, τοὺς ἠθικοὺς καὶ
προκαταρκτικοὺς ἐκείνους ἀνακαλεῖται θεσµούς. Καὶ δὴ τὴν
ἠθικὴν τοῦ Εὐαγγελίου Φιλοσοφίαν κανόσι γενικωτέροις καὶ
ὅροις τῶν προτέρων τελεοτέροις ὑπερκάλως ἐξωραΐσας,
καὶ ταύτην αὐτὸς πρῶτος δι’ ἔργων πεπληρωκώς, καὶ
δοξάσας δι’ αὐτῶν ἐπὶ γῆς τὸν Θεόν, οὕτω καὶ ἡµῖν αὐτὴν
παραδέδωκεν ὅπως ἂν τοῖς ἴχνεσιν ἐκείνου ἑπόµενοι,
παντοίων µέν ἀρετῶν ἐργάται ἀναδειχθείηµεν, δι’ αὐτῶν δὲ
ἀκολούθως, τὸν κτίστην δοξάζωµεν. Οὕτω γὰρ ἂν ἡµῖν
γένοιτο καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν ἐπαναδραµεῖν.

Ἀλλὰ γὰρ τῇ ἠθικῇ ταύτῃ τοῖς µέν πολλοῖς ἐµµένειν


ἀραρότως, καὶ οἱονεὶ προσφύεσθαι ἐνετείλατο. Τοῖς δὲ
περαιτέρω χωρεῖν δυναµένοις, καὶ προσθεῖναι τοῖς
κειµένοις ἀφῆκεν, ὅσα γε ἂν φιλοθεΐας χάριν
φιλοτιµήσονται. Ἠνίξατο δὲ τοῦτο βαθέως, τῇ µέν, εἰπὼν
περὶ τοῦ µυστικοῦ τῆς παρθενίας εὐνουχισµοῦ· ὁ δυνάµενος

2
χωρεῖν χωρείτω. Τῇ δέ, περὶ τῶν δύο δηναρίων τῆς τε
παλαιᾶς, φηµί, καὶ καινῆς καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐν τῷ
ἐπανέρχεσθαὶ µε, ἀποδώσω σοι.    

Τούτων οὕτως ἐχόντων, καὶ τῆς τοῦ Εὐαγγελίου ἠθικῆς


πρὸς ἑαυτὴν τοὺς πάντας ἐκκαλουµένης, ἄλλοι µέν, οὐκ οἶδ’
ὅπως, περὶ µέν ἄλλ’ ἅττα τῆς φιλοσοφίας εἴδη σχολάζουσι
καὶ τούτων, οἱ µέν τῷ µαθηµατικῷ τυχόν, ἤ φυσικῷ εἴδει, οἱ
δὲ τῷ µεταφυσικῷ τε καὶ τοῖς ἐγκυκλίοις τῶν γραµµατικῶν
µαθήµασι τὸν ἅπαντα κατατρίβουσι βίον, τοῦ δὲ ἠθικοῦ,
καίτοι ἀναγκαιοτέρου καὶ τῇ τάξει τῶν λοιπῶν
προτερεύοντος, λίαν ἀµελῶς ἔχουσι καὶ περὶ µέν οὐρανοῦ
καὶ γῆς καὶ τῶν ἄλλων ἁπάντων, ὅπως εὐαρµοστίας ἔχει καὶ
τάξεως ἐξετάζουσιν, ὅπως δὲ ἑαυτοὺς διὰ τῆς τῶν ἠθῶν
εὐκοσµίας ρυθµίσωσι, καὶ ἀληθεῖς µάθωσιν ἀρετὰς, καὶ
πάνυ ὀλίγοι σπουδάζουσιν, οὐκ εἰδότες, ὡς ἔοικε, κρείττονα
διαφερόντως τὴν περὶ ἡµῶν αὐτῶν σπουδὴν εἶναι, τῆς περὶ
τὰ ἀλλότρια, καὶ µόνην τὴν γνῶσιν πράξεως χωρὶς
ἀνυπόστατον εἶναι, καὶ φαντασίας οὐδὲν ἀποδέουσαν, ὡς ὁ
Ἱερὸς φησι Μάξιµος· τὶ γὰρ ἐµοί, παρακαλῶ, κέρδος, ἐκ τῆς
τῶν ἄλλων φιλοσοφίας γένοιτ’ ἄν, τῆς ψυχῆς ἀφιλοσόφως
καὶ ἀγενῶς ταραττοµένης τοῖς πάθεσιν; Ἐγὼ µέν οὐχ ὁρῶ.
Ἔδει µέν οὖν καὶ τοῦ ἠθικοῦ µάλιστα εἴδους ἐπιµελεῖσθαι,
ἵνα µή κατὰ τὸ κρεῖττον µέρος ἐλλιπεῖς ὦµεν.

Ἀλλ’ οἱ µέν οὕτως τὸ δὲ τῶν Ὁσίων Πατέρων Ἱερώτατον


σύστηµα κρείττονα βουλευσάµενοι, καὶ ὀξυδερκεστέροις
νοὸς οφθαλµοῖς συνιδόντες τὸ ἐκ τοῦ τοιοῦδε τῆς
Φιλοσοφίας εἴδους ὄφελος ὅσον, καὶ ὡς, εἰ τούτου ἐν ἕξει
γένοιντο, ῥᾳδίως ἂν καὶ τῶν λοιπῶν ἐπιβαῖεν. Ἔτι γέ µην
εἰδότες καὶ ὅτι σύγχρονος ἀνθρώποις ἡ ἠθικὴ, ὡς
προείρηται, καὶ τῶν ἄλλων εἰδῶν τῆς Φιλοσοφίας τῇ
παλαιότητι ὑπερίδρυται, τῶν ἄλλων ἁπάντων οὐδόλως
φροντίσαντες, ταύτῃ καὶ µόνῃ προσεκολλήθησαν. Καὶ τοίνυν
ἐν ἐρηµίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς
γῆς, κατὰ Παῦλον εἰπεῖν, ἑαυτοὺς ἐγκαθείρξαντες, καὶ
ἀπερίσπαστον ἡσυχίαν αἱρετισάµενοι προὐργιαίτατον
ἔθεντο παρ’ ἑαυτοῖς σκοπόν, τὰς µέν προκαταρκτικὰς τῶν
παθῶν ἐπιστηµόνως εὑρεῖν ἀφορµάς, καὶ ταύτας τέλεον

3
ἐκτεµεῖν· τῶν δ’ ἀρετῶν οὐκ εἰς διάθεσιν µόνην, ἤ καὶ
συµβατικήν πεῖραν ἐλθεῖν (τοῦτο γὰρ καὶ τοῖς τυχοῦσὶν
ἐστιν εὐχερές)· ἀλλὰ καθ’ ἕξιν καὶ οἱονεὶ φύσιν δευτέραν,
ὅλως ἐξ ὅλου συγκραθῆναι ταύταις καὶ ποιωθῆναι,
συνηλικιωθείσαις ὥσπερ αὐτοῖς, καὶ συγκαταγηρασάσαις
διὰ πολλῶν ἱδρώτων καὶ πολυχρονίου ἀσκήσεως τοὺς γὰρ
γενικωτέρους τοῦ Εὐαγγελίου, ὡς φθάσας ἐδήλωσεν ὁ
λόγος, περὶ ἀρετῶν Νόµους, δίκην ἀρχῶν πρωτίστων τῆς
ἰδίας προστησάµενοι Φιλοσοφίας, καὶ τούτοις νυκτὸς καὶ
ἡµέρας ἐµµελετήσαντες, εἷθ’ οὕτω τούτους καὶ εἰς τὰς
µερικωτέρας τῶν ἀρετῶν ὑποδιαιρέσαντες τῶν ἐν ἐκείνοις
συνεπτυγµένως θεωρουµένων, καὶ πολλοῖς µέν πειρασµοῖς,
τοῖς ἐξ ἀνθρώπων, φηµί, καὶ τοῖς ἐκ δαιµόνων οἱονεὶ
κτενισθέντες, πολλῇ δὲ τῇ κατὰ τὸ σῶµα ἐγκρατείᾳ καὶ τῇ
ἄλλῃ κακουχίᾳ καταταριχευθέντος, µετά τοὺς πολλοὺς
τούτους τῶν ἀγώνων διαύλους εἰργάσαντο µέν τὰς ἀρετὰς
ἁπάσας καὶ τῆς τούτων ἐπιστηµονικῆς γνώσεως ἐν ἕξει
γεγόνασι, προσέθηκαν δὲ τῷ Εὐαγγελίῳ προσθήκην τοῖς γε
νοῦν ἔχουσιν ἀξιόχρεων, φιλοτιµίᾳ χρησάµενοι
προαιρέσεως, ὡς µή µόνον κατ’ ἐντολήν, ἀλλ’ ἤδη καὶ ὑπὲρ
ἐντολὴν αὐτοὺς γεγενῆσθαι.

Καὶ δὴ τὸ ἀργύριον τῷ δεσπότῃ µετά τόκου, ὡς αὐτοὺς


ἀπῄτησεν, ἀποδεδωκότες διὰ τῶν ἀρετῶν, ἐδόξασαν µέν δι’
αὐτῶν τὸν Θεόν, (ὅπερ ἦν τό, ὡς εἴρηται, πρώτιστον
βούληµα τοῦ Θεοῦ), µετέδωκαν δὲ καὶ ἡµῖν ὡς ἀγαθοῖς
τραπεζίταις διὰ τῶν ἑαυτῶν συγγραµµάτων τῆς
επιστηµονικῆς τῶν ἀρετῶν γνώσεως ἵνα τοῖς ἐκείνων
χρησάµενοι παραδείγµασι διεγερθῶµεν καὶ ἡµεῖς, ὅση
δύναµις, πρὸς ἐργασίαν τῆς κατ’ ἀρετὴν τελειότητος.

Καὶ ἵν’ ἀφ’ ἑνὸς προσφυεστάτου παραδείγµατος δηλώσω


τὸ πᾶν καθάπερ οἱ περὶ τὴν φυσιολογίαν ἐσχολακότες
µυρίαις µέν µηχαναῖς, πολλοῖς δὲ ὅσοις πειράµασι καὶ
χηµικαῖς ἀναλύσεσι, καὶ ταῖς τῶν πολλῶν αἰώνων
πολυειδέσι βασάνοις ἐξακριβοῦσι τῶν σωµάτων τὰ
ιδιώµατα, τὸν αὐτὸν καὶ οὗτοι τρόπον διὰ µυρίων
πειρασµῶν, καὶ πολλῶν τῶν κατὰ τὴν πρᾶξιν πειραµάτων,
καὶ µακροτάτων ἐτῶν (ἔστι γὰρ που παρ’ αὐτοῖς ἰδεῖν καὶ

4
λόγον ἕνα µονώτατον διὰ πεντήκοντα χρόνων
βασανιζόµενον), ναὶ µήν καὶ τῇ ὁδηγίᾳ τοῦ φωτίζοντος
Πνεύµατος τὰ βάθη τῆς ἠθικῆς Φιλοσοφίας ἀνακαλύψαντες,
καὶ τὰς ἀρετὰς τῶν ἐφ’ ἑκάτερα ὑπερβολῶν καὶ ἐλλείψεων
ἐκκαθάραντες, οὕτω τὸν διπλοῦν ἐκδιδάσκουσι τὴν
τετραπλῆν ἀπάθειαν, τὴν τελειοποιὸν ὑπακοήν, τὴν
πανάρετον ταπείνωσιν, τὴν θεαυγεστάτην διάκρισιν, τὴν
εὐχάριστον ὑποµονήν, τὴν θεοµίµητον εὐσπλαγχνίαν, τὴν
ψυχοσώτειραν ἐλεηµοσύνην, τὴν ἀέναον προσευχήν, τὴν
συντετριµµένην µετάνοιαν, τὴν ἀληθῆ ἐξοµολόγησιν, τὴν
ἀκατάγνωστον συνείδησιν, τὴν θεοποιὸν ἀγάπην, καὶ τὴν
λοιπὴν χρυσῆν σειρὰν τῶν ἀρετῶν. Καὶ τίνες µέν αὐτῶν,
φιλοσοφοῦσι, σωµατικαί· τίνες ψυχικαὶ καὶ τίνες νοεραὶ καὶ
πῶς καὶ ὅσον καὶ τίνος ἕνεκα ἐνεργούµεναι, εὐπρόσδεκτοι ἤ
τοὐναντίον ἀποτελοῦνται καὶ τίνα µέν πάθη τὰ γενικὰ τε καὶ
εἰδικά, τίνα δ’ αὖ τὰ σωµατικά, ψυχικὰ τε καὶ νοερὰ καὶ πῶς
ἂν τις τούτων ῥᾳδίως ἀπαλλαγείη καὶ ἵνα συνελὼν εἴπω,
πὰνθ’ ὅσα τελειοῦν οἵδε τὸν κατὰ Χριστὸν ἄνθρωπον ἐπὶ
λεπτοῦ ἑρµηνεύουσι.

Καὶ τὸ δὴ θαυµαστόν τοῦτ’ ἐστίν, ὅτι τῶν µακαρίων


τούτων Γερόντων οἱ λόγοι, εἰ καὶ ἁπλοϊκοὶ καὶ ἰδιωτικῇ
φράσει συντεθειµένοι, ἀλλ’ οὖν τοσοῦτον πλουτοῦσι τὸ
ἐνεργὸν καὶ δραστήριον, ὥστε πάντας µικρού δεῖν
καταπείθειν τοὺς ἐντυγχάνοντας πολλῶν γὰρ πολλάκις ἐκ
διαφόρων γραφῶν πρὸς τινας διαλεγοµένων, καὶ πεῖσαι
τούτους οὐδαµῶς δυναµένων, λόγος εἷς, ἤ πρᾶξις τῶν
σοφῶν τουτωνὶ Πατέρων εἰς µέσον ἐµπεσόντα ἔπεισαν
αὐτίκα καὶ πρὸς συγκατάθεσιν εἵλκυσε τοὺς ἀκροατὰς εἰ
γὰρ καὶ κατὰ τοὺς σοφοὺς τὸ τῆς ἠθικῆς ὄργανον τέλος
ἔχει τὸ πιθανῶς εἰπεῖν τῶν γε µήν Πατέρων οἱ λόγοι ἔχουσὶ
πως µετά τοῦ πιθανοῦ καὶ τὸ βίαιον, καὶ τὴν πειθανάγκην
(πῶς εἴπω;) προβάλλοντας, ἐκ τῶν πραγµάτων πάντως
ἐχόντων τὸ τῆς ἀληθείας αὐτόπιστον ἀλλὰ γάρ, καὶ ἡ
λέγουσα παροιµία εἶδες νέον τρέχοντα, Γέρων ἠπάτησεν
αὐτὸν, αὐτὸ τοῦτο προσβεβαιοῖ, ὣστ’ ἄρα ὁ γνώµονάς
τινας, καὶ ὅρους, καὶ θεσµούς τῆς ἠθικῆς Φιλοσοφίας τοὺς
τῶν θείων τούτων Πατέρων λόγους ἀποκαλέσας ἅπασαν
ἐρεῖ τὴν ἀλήθειαν.

5
Τούτους τοιγαροῦν κοινωφελεστάτους εἰδὼς καὶ Παῦλος
ἐκεῖνος ὁ ἐν Μοναχοῖς Ὁσιώτατος ὁ τῆς Σεβασµίας Μονῆς
τῆς Ὑπεραγίας Θεοτόκου τῆς Εὐεργέτιδος ἐπικεκληµένης
Κτήτωρ χρηµατίσας, καὶ διὰ τοῦτο Εὐεργετινὸς
ἐπιφηµιζόµενος, τῇδε κἀκεῖσε διεσπαρµένους εἰς κεφάλαια
ἅττα καὶ ὑποθέσεις ἀναγαγὼν διὰ τὸ εὐσύνοπτον, καὶ ἐν
τέσσαρσι βιβλίοις διελὼν, εἰς ἑνὸς σώµατος ὁλοκληρίαν
συνήγαγε. Καὶ ἦν ἀτεχνῶς τὸ βιβλίον χρῆµά τι ποθεινὸν µέν
παρὰ πᾶσι τοῖς εἰδόσι καὶ χρησιµώτατον, διὰ δὲ τοὺς περὶ
τὸ ἀντιγράφειν ἱδρῶτὰς τε καὶ δαπάνας καὶ πάνυ ὀλίγοις
εὐπόριστον τοῖς δὲ µή εἰδόσι διὰ τε τὴν σπάνιν, καὶ τὸ
µηδέποτε τύποις ἐκδοθῆναι, οὐδὲ εἴ ἐστιν ἀγνοούµενον. Ἦν
δ’ ἄρα περιµένον, ὡς ἔνεστιν εἰκάσαι ἀπὸ τῆς ἐκβάσεως,
τὸν ἐπὶ κοινῇ τῶν πάντων ὠφελείᾳ τύποις ἐκδώσοντα, καὶ
τὸ καθαρὸν τοῦτο καὶ λογικὸν ἀργύριον τοῖς γνωστικοῖς
παραθήσοντα τραπεζίταις. Οὗτος δὲ ἦν ὁ πάντα ἄριστος,
θεοσεβέστατὸς τε καὶ εὐγενέστατος Κύριος Ἰωάννης
Καννὰς οὗτινος φιλόθεος µέν ἡ ψυχὴ, χριστοµίµητος δ’ ὁ
τρόπος φιλόπτωχος ἡ προαίρεσις ἐλευθέριος ἡ γνώµη καὶ τὰ
κατ’ ἄµφω προτερήµατα λαµπρά καὶ διάσηµα. Εἶπεν ἄν τις
µιᾷ τῇ ἑαυτοῦ ψυχῇ πάσας ὡς ἀπὸ συνθήµατος ἐνοικῆσαι
τὰς ἠθικὰς ἀρετὰς.

Οὗτος δὴ οὖν οὗτος ὁ ἐν ἁµίλλαις ἀγαθαῖς ἑνὶ µηδενί


ἐξιστάµενος τῶν πρωτείων, ἀλλὰ πάντα λίθον κινῶν, τὸ τῆς
παροιµίας, ὥστε µή κατόπιν τῶν ἄλλων ἀπολειφθῆναι, ὅση
δὲ δύναµις, καὶ προτερεύειν ἐν τοῖς τοιούτοις φιλονεικῶν, ὁ
ἐν πᾶσι τοῖς τὸ κοινὸν ὠφελοῦσιν ἐνεργὸς καὶ δραστήριος,
ὡς ἑρµαίῳ τινὶ πολυκερδεστάτῳ τῷ πράγµατι περιτυχών,
καὶ ζῆλον θερµότατον ὑπὲρ τῶν ἀδελφῶν πνέων, µᾶλλον δὲ
ὑπὸ τῆς ἄνωθεν χάριτος ἐµπνεόµενος, αὐθαιρέτως,
αὐτοβουλήτως ἐπὶ τὴν ἐγχείρησιν ηὐτοµόλησεν· ἔδει γὰρ
ἔδει, τὸν ἠθικαῖς ἀρεταῖς καταγλαϊζόµενον καὶ τὴν ἠθικὴν
Βίβλον ἐξοικειοῦσθαι κατάλληλα. Καὶ δὴ, τοῦ προτέρου
σκότους καὶ τῆς ὡς ὑπὸ µόδιον συγκαλύψεως ἐξαρπάσας
τὸν παµφαέστατον τουτονὶ τῆς ἠθικῆς λύχνον, καὶ ἐπὶ τὴν
ὑψηλὴν ταύτην λυχνίαν, καὶ τὴν ὑπερτάτην σκοπιὰν τῆς
τυπογραφίας ἰδίαις δαπάναις µετεωρίσας, δαψιλέστατον
µέν πᾶσι καὶ εὐπόριστον παρασκευάζει τὸ τούτου φῶς,

6
γνώριµον δὲ εἰς πᾶσαν, µικροῦ δεῖν, τὴν οἰκουµένην
ἀποκαθίστησιν, ὅσην ὁ σωτήριος φθόγγος ἐπέδραµε· καὶ διὰ
τούτου µέν εἰς τὴν τῶν ἀρετῶν ἐργασίαν, δι’ αὐτῶν δὲ εἰς
τὴν τοῦ Θεοῦ δόξαν διεγείρων τοὺς ἅπαντας, συνεργὸς τῆς
τοῦ Θεοῦ δόξης ἐν τῷ µέρει τούτῳ καθίσταται Θεοῦ δὲ δόξῃ
συντρέχειν δόξα ὁµολογουµένως ἐστὶν ὑπερένδοξος. Ὁρᾶτε
τὸ ὕψος τῆς τιµῆς ὅσον;

Τούτου τοιγαροῦν τοῦ ἀκριβεστάτου ὅρου τῶν ἀρετῶν,


τοῦ τῆς ἀπαθείας διδασκαλείου, τοῦ γηραλέου τῶν σοφῶν
Πατέρων φρονήµατος, τῶν πρεσβυτικῶν συµβουλῶν τοῦ
σεµνοῦ διηγήµατος, καὶ ἑνὶ λόγῳ, τοῦ τῶν ἠθικῶν ἀγαθῶν
ἁπάντων ἁπαξαπλῶς ταµείου, ἀρτίως εἰς φῶς
ἐξενηνεγµένου, σιγάτωσαν Σόλωνες ρείτωσαν Λυκοῦργοι
ἐγκαλυπτέσθωσαν Σωκράται κρυβήτωσαν Ἀριστοτέλεις καὶ
Πλάτωνες, καὶ ὅσοι δὴ τινες ἄλλοι τῶν θύραθεν, ἤ νῦν, ἤ
πρότερον περὶ ἠθικῶν ἀρετῶν συνεγράψαντο, ἅπαντες ὡς
ἀπὸ συνθήµατος τῶν πρεσβείων τῇ βίβλῳ παραχωρείτωσαν
ὅτι τοῦ τῆς ἠθικῆς τέλους πόρρω που πλανηθέντες (φηµί δὴ
τοῦ ὄντος καλοῦ), οὐ τὸν Θεὸν καὶ µόνον ἀκρότατον ὄντα
τῶν ἀγαθῶν, καὶ πρὸς ὅν ἀρετὴ πᾶσα ἰθυνοµένη µισθοῦ
ἀξιοῦται, τῆς οἰκείας φιλοσοφίας ἔσχον συµπέρασµα, ἀλλὰ
τὸ κατὰ φύσιν πρόσκαιρον ἀγαθὸν τοῦ δὲ τέλους
ἀποτυχόντες, δῆλον ὅτι οὐδὲ ἀρετὰς ἀληθεῖς
ἐκδιδάσκουσιν, εἴπερ ἀπὸ τοῦ τέλους κατ’ αὐτοὺς πᾶσα ἕξις
εἰδοποιεῖται.

Ὑµεῖς δ’ ἅπαντες οἱ τῆς ἐπουρανίου καὶ ὀρθοδόξου


κλήσεως µέτοχοι, ὅσοι πρὸς µόνον ὁρῶντες Θεόν, τὰς
ὑµετέρας ψυχὰς παντοίοις εἴδεσι τῶν ἀρετῶν κοσµῆσαι
ἐθέλετε, καθάπερ χρυσᾶς κίονας τὰς ὑµετέρας
ὑποστήσαντες χεῖρας, ὡς δράγµα ἱερόν, τὸ τοῦ Νόµου
φάναι, καὶ Ἁγίαν ἀγκάλην µετά πολλῆς θυµηδίας
ἀγκαλισάµενοι ἐνστερνίσθητε, καὶ θαµινῶς αὐτὴν
ἀναγινώσκοντες, καὶ τοὺς τῆς ὠφελείας καρποὺς
ἁδροτάτους ἀποδρεπόµενοι, µή ἀποκάµητε, παρακαλῶ, τῷ
Κυρίῳ πρεσβεύοντες ὑπὲρ τοῦ διὰ δαπάνης φυτεύσαντος,
ναὶ µήν καὶ τοῦ διὰ συνεργίας ποτίσαντος οὕτω γὰρ ἂν καὶ
εὐγνώµονα διάθεσιν ἐπιδείξητε, ἵν’ ὅπως τοὺς Πατέρας

7
τούτους ἀγαπῶντες, ὅτι καὶ Κύριος προείλετο ἀγαπᾶν
αὐτοὺς καὶ τούτους ὁσηµέραι ἐπερωτῶντες, ταῖς γηραλέαις
καὶ θεοσόφοις αὐτῶν παραινέσεσιν, οἷόν τισι κανόσι τὰ
κατὰ τὸν ὑµέτερον βίον ρυθµίζετε κατὰ τὴν κελεύουσαν
ἐντολήν, ἐπερώτησον τὸν Πατέρα σου, καὶ ἀναγγελεῖ σοι
τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσι σοι ρυθµίζοντες δὲ τῶν
ἠθικῶν ἀρετῶν ἐργάται δειχθείητε ἐργαζόµενοι δὲ ταύτας,
δοξάζητε τὸν Πατέρα ἡµῶν τὸν ἐν τοῖς οὐρανοῖς σύν τῷ
µονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύµατι, τὸν
ἕνα τῶν ἁπάντων Θεόν.

Ὦ πρέπει πᾶσα  δόξα, τιµή,

καί προσκύνησις,

εἰς τούς αἰῶνας

τῶν αιώνων.

Ἀµήν!

You might also like