Professional Documents
Culture Documents
παρακλητικος κανων αγιου αγαπιου
παρακλητικος κανων αγιου αγαπιου
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΝΕΟΝ
ΙΕΡΟΜΑΡΤΥΡΑ
ΑΓΑΠΙΟΝ
ΤΟΝ ΕΚ ΓΑΛΑΤΙΣΤΗΣ ΧΑΛΚΙΔΙΚΗΣ
ΕΝ ΘΕΡΜῌ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΘΛΗΣΑΝΤΑ
Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΗ΄ Αὐγούστου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Θεοτοκίον.
Πανύμνητε Μῆτερ Λόγου Θεοῦ,
Κυρία Παρθενε,
ἐκδυσώπει τὸν σὸν Υἱὸν
ἡμιν καταπέμψαι Θείαν Χάριν
καὶ τὰ ἐλέη Αὐτοῦ, εὐσυμπάθητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερόαθλε μάκαρ,
Χαλκιδικῆς βλάστημα,
ἴον Γαλατίστης ἡδύπνουν,
Μάρτυς Ἀγάπιε,
τὴν δυσωδίαν ἡμῶν
τῆς ἐμπαθείας καὶ μίσους
εὐωδίᾳ χάριτος
λῦσον τῆς θείας σου.
Εἰληφὼς οὐρανόθεν
φωτολαμπῆ στέφανον
οἷάπερ Χριστοῦ Νεομάρτυς
σῶφρον, Ἀγάπιε,
στέψον ἡμᾶς σῶν εὐχῶν
τῷ χρυσοπλόκῳ στεφάνω
σὲ τοὺς μακαρίζονας
ὡς ἱερόαθλον.
Μαρτυρήσας ἐν Θέρμῃ
χερσὶν ἐχθρῶν πίστεως,
ἐν ἔσχατοις χρόνοις στεφάνους
αἰωνιότητος
ἐδέξω ἐκ τῶν χειρῶν
τοῦ Παντοκράτορος Λόγου,
Ὃν τοῖς εὐφημοῦσί σε
πόθῳ ἱλέωσαι.
Θεοτοκίον.
Ἀγαπίου πρεσβείαις,
τοῦ νεαυγοῦς Μάρτυρος
πίστεως, Κυρία Παρθένε,
Θεογεννήτρια,
ῥῦσαι ἡμᾶς πειρασμῶν
καὶ συμφορῶν καὶ παγίδων
ζοφερῶν, Πανάχραντε,
τοῦ παναλάστορος.
Ἀνάδειξον
διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας
τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη
εὔχρηστα,
Ἀγάπιε, νέε Ἱερομάρτυς.
Ἐπίβλεψον
ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Τηλαυγέστατον πύρσευμα
διδασκάλων, Μάρτυς Χριστοῦ, Ἀγάπιε,
τῶν παθῶν ἡμῶν διάλυσον
ζόφωσιν ἀκτῖσι σῶν δεήσεων.
Ὑπερεύχου, Ἀγάπιε,
τῶν τιμώντων ἄθλους τοῦ μαρτυρίου σου
ἐν τῇ Θέρμῃ καὶ τὴν μνήμην σου
ἐν τῇ Γαλατίστῃ, ἱερόαθλε.
Θεοτοκίον.
Σοὺς οἰκέτας, ἐπόπτευε,
Κεχαριτωμένη Θεογεννήτρια,
οὐρανόθεν καὶ ἁγίαζε
βίον τὸν ἡμῶν σαῖς παρακλήσεσι.
Αὔξησον ἡμῶν
πόθον τῆς αἰωνιότητος,
σὲ ὑμνούντων ὡς νεόαθλον στεῤῥόν,
Γαλατίστης ἐγκαλλώπισμα, Ἀγάπιε.
Θεοτοκίον.
Αἴγλης θεϊκῆς
ἀπολαῦσαι καταξίωσον,
Θεοτόκε, τοὺς ἐν ὕμνοις μελιχροῖς
μεγαλύνοντας πληθὺν τῶν θαυμασίων σου.
Θεοτοκίον.
Τὸν εὔσπλαγχνον Ἰησοῦν ἡ τέξασα
ὑπὲρ λόγον, Θεοτόκε Παρθένε,
Χριστιανῶν ταχινὴ προστασία
καὶ ἀντιλῆπτορ θερμὴ τῶν ὑμνούντων σε,
Αὐτὸν δυσώπει ἐκτενῶς
δοῦναι πᾶσιν ἡμῖν θεῖον ἔλεος.
Ἀνάδειξον
διπλῆς ἀγάπης πρὸς Κύριον καὶ πρὸς πάντας
τοὺς πλησίον καὶ τοὺς μακρὰν ἡμᾶς σκεύη
εὔχρηστα,
Ἀγάπιε, νέε Ἱερομάρτυς.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ἀστραπαῖς ὁ φωτίσας
διδαχῶν σου ἐνθέων,
σοφὲ Ἀγάπιε,Σχολῆς Ἀθωνιάδος
Νεομαρτύρων γέρας.
Νεολαίας ἰθῦντορ
πρὸς σκηνὰς σωτηρίας,
σεμνὲ Ἀγάπιε,
κοσμῆτορ Γαλατίστης
καὶ Θέρμης ἀντιλῆπτορ,
μετανοίας τὴν σῴζουσαν
δεῖξον ἡμῖν ἀτραπὸν
τοῖς μακαρίζουσί σε.
Παμφαές, Νεομάρτυς,
ἄστρον χρηστοηθείας,
πιστοὺς ἁγίαζε
ἐξ οὐρανίων δόμων
τοὺς σπεύδοντας ὑμνῆσαι
σοῦ τὴν μνήμην, Ἀγάπιε,
τὴν φωταυγῆ καὶ λαμπρὰν
ἐν Γαλατίστης κώμῃ.
Θεοτοκίον.
Εὐσεβῶν ἐν κινδύνοις
ἀντιλῆπτορ ταχεῖα
καὶ καταφύγιον,
Κυρία Θεοτόκε,
Συνέτισόν με
καὶ τῆς ἀγάπης μοι δεῖξον
ἀτραπὸν νῦν, Ἀγάπιε μάκαρ,
τὴν εὐθεῖαν, εὖχος
τῆς Γαλατίστης νέον.
Θεοτοκίον.
Κόπασον σάλον
ἡμῶν παθῶν, Θεοτόκε,
ποντουμένων ἐν βίου ταῖς δίναις,
Κεχαριτωμένη,
πιστῶν παραμυθία.
Θεοτοκίον.
Χαρὰ καὶ εὐφροσύνη
πάντων Χριστωνύμων,
Θεογεννῆτορ, ἡμῶν λῦσον θλίψεων
τὴν σκοτομήνην ἐν ὕμνοις μακαριζόντων σε.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δίστιχον.
Χρυσοστόμου φύλαξ γενοῦ, Ἀγάπιε,
Γαλατίστης γόνε, βοᾷ Χαραλάμπης.
ΤΕΛΟΣ
ΚΑ Ι Δ Ο Ξ Α
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼΗΜΩΝ