You are on page 1of 1

Άγνωστο κείμενο 25

Μετὰ δὲ ταῦτα οἱ μὲν Χῖοι ἔκ τε γῆς καὶ θαλάσσης ἔτι μᾶλλον ἢ

πρότερον ἐπολιορκοῦντο καὶ ὁ λιμὸς αὐτόθι ἦν μέγας· Οἱ δὲ περὶ τὸν

Πείσανδρον Ἀθηναίων πρέσβεις ἀφικόμενοι ὡς τὸν Τισσαφέρνην

λόγους ποιοῦνται περὶ τῆς ὁμολογίας. Ἀλκιβιάδης δέ (οὐ γὰρ αὐτῷ

πάνυ τὰ ἀπὸ Τισσαφέρνους βέβαια ἦν, φοβουμένου τοὺς

Πελοποννησίους μᾶλλον καὶ ἔτι βουλομένου, καθάπερ καὶ ὑπ' ἐκείνου

ἐδιδάσκετο, τρίβειν ἀμφοτέρους) τρέπεται ἐπὶ τοιόνδε εἶδος ὥστε τὸν

Τισσαφέρνην ὡς μέγιστα αἰτοῦντα παρὰ τῶν Ἀθηναίων μὴ ξυμβῆναι.

Θουκυδίδου, Ιστορία, Θ, 56

Λεξιλόγιο

λόγους ποιοῦμαι περὶ τῆς ὁμολογίας: συζητώ για τη σύναψη συμφωνίας


διδάσκομαι: διαφωτίζομαι, δέχομαι συμβουλές
τρίβω: εξασθενώ
συμβαίνω: έρχομαι σε συμφωνία
τρέπομαι ἐπὶ τοιόνδε εἶδος: καταφεύγω στο εξής τέχνασμα

You might also like